Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι

Γρηγόριος Παλαμᾶς

Προς τη μοναχή Ξένη: Προοίμιο, ησυχία και πνευματικός θάνατος

Εισαγωγή περί της αναγκαιότητας της ησυχίας, απάντηση στους επικριτές, και θεολογική ανάλυση του θανάτου της ψυχής, της αμαρτίας και του παρόντος βίου ως καιρού μετανοίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 7 από 17

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΡΟΣ ΤΗΝ ΣΕΜΝΟΤΑΤΗΝ ΕΝ ΜΟΝΑΖΟΥΣΑΙΣ ΞΕΝΗΝ ΠΕΡΙ ΠΑΘΩΝ ΚΑΙ ΑΡΕΤΩΝ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΤΙΚΤΟΜΕΝΩΝ ΕΚ ΤΗΣ ΚΑΤΑ ΝΟΥΝ ΣΧΟΛΗΣ Τοῖς μοναδικῶς ζῆν προθυμουμένοις ἀληθῶς ἀηδής ἐστιν οὐ μόνον ἡ πρὸς τοὺς πολλούς, ἀλλὰ καὶ ἡ πρὸς αὐτοὺς τοὺς ὁμοτρόπους ὁμιλία. Τὸ γὰρ συνεχὲς διακόπτει τῆς πρὸς τὸν Θεὸν θυμηρεστάτης ὁμιλίας καὶ τὸ μοναδικὸν τοῦ νοῦ, καθ’ ὃ συνίσταται ὁ ἐντὸς καὶ ὄντως μοναχός, δυαδικόν, ἔστι δ’ ὅτε καὶ πολυσχιδές, ποιεῖται. Διὸ καί τις τῶν πατέρων, ἐρωτώμενος, τίνος ἕνεκα φεύγει τοὺς ἀνθρώπους, ὅτι μὴ δύναμαι μετὰ Θεοῦ εἶναι τοῖς ἀνθρώποις συντυγχάνων, ἀπεκρίνατο. Ἄλλος δέ τις ἐκ τῆς πείρας τὰ τοιαῦτα ἐξηγούμενος, οὐ τὴν ὁμιλίαν μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν θέαν τῶν ἀνθρώπων αἰτιᾶται, ὡς δυναμένην λυμήνασθαι τὸ εὐσταθὲς τῆς κατὰ διάνοιαν τῶν ἡσυχαζόντων ἠρεμίας.

Εἰ δέ τις ἐπ’ ἀκριβείας ἐξετάζοι, καὶ ἡ μνήμη τοῦ πλησιασμοῦ καὶ ἡ προσδοκία τῆς ἐπιδημίας καὶ τῆς κατὰ ταύτην συντυχίας ἀτρεμεῖν τελέως οὐκ ἀφίησι τὸ τῆς ψυχῆς διανοούμενον. Ὁ δὲ καὶ γραφῇ τοὺς λόγους διδοὺς ἐπιστρεφεστέρᾳ μερίμνῃ περιβάλλει τὸν οἰκεῖον νοῦν. Κἂν μὲν ᾖ τῶν προκοψάντων καὶ ἐπειλημμένων δι’ εὐρωστίαν ψυχῆς τῆς ἀγάπης τοῦ Θεοῦ, ἔχει μὲν ταύτην καὶ γράφων ἐνεργόν, ἀλλ’ οὐκ ἀμέσως καὶ εἰλικρινῶς. Ἂν δὲ τῶν ἔτι πολλοῖς νοσήμασι περιπιπτόντων καὶ παθήμασι ψυχῆς, οἷος ἀληθῶς ἐγώ, καὶ δεομένων συνεχῶς βοᾶν πρὸς τὸν Θεόν, ἴασαί με, ὅτι ἥμαρτόν σοι, τοῦτον οὐκ εὔλογον πρὸ τῆς ἰάσεως ἀφεῖσθαι τῆς δεήσεως καὶ πρὸς ἄλλο τι τῶν ἁπάντων ἑκουσίως ἀσχολεῖσθαι. Πρὸς δὲ τούτοις, καὶ τοῖς μὴ παροῦσι τῶν ἀνθρώπων διὰ γραμμάτων ὁμιλεῖ καὶ πλείοσι καιροῖς καὶ ἀνθρώποις, ἐνίοτε καὶ οἷς οὐ βούλεται, μεταδίδωσι τῆς ὁμιλίας, τῶν γραμμάτων πεφυκότων παραμένειν καὶ μετὰ τὴν ἀποβίωσιν τοῦ γράψαντος.

Διὰ τοῦτο πολλοὶ τῶν καθ’ ἡσυχίαν ἄκρων πατέρων γράψαι τι ὅλως οὐκ ἠνέσχοντο, καίτοι μεγάλα καὶ πολυωφελῆ δυνάμενοι ἐκθέσθαι. Κατὰ πάντα δὲ τῆς ἐκείνων ἀκριβείας ἀπολειπόμενος ἐγὼ καὶ γράφειν ἔθος εἶχον, ἀλλ’ ἀναγκαίας ἐπειγούσης χρείας.

Νῦν δέ με καὶ πρὸς τοῦτο ὀκνηρότερον ἐποίησαν οἱ βασκάνοις ὀφθαλμοῖς ἔνια τῶν ἐμῶν γραμμάτων κατιδόντες καὶ κακουργίας ἐκ τούτων ζητοῦντες ἀφορμάς· οἳ κατὰ τὸν μέγαν Διονύσιον προσπάσχουσι στοιχείοις καὶ γραμμαῖς ἀνοήτοις καὶ συλλαβαῖς καὶ λέξεσιν ἀγνώστοις, μὴ διαβαινούσαις εἰς τὸ τῆς ψυχῆς αὐτῶν νοερόν· καὶ ἔστιν ὡς ἀληθῶς ἄλογον καὶ σκαιὸν καὶ τῶν τὰ θεῖα νοεῖν ἐθελόντων οὐδαμῶς ἴδιον, μὴ τῇ δυνάμει τοῦ σκοποῦ προσέχειν, ἀλλὰ ταῖς λέξεσιν.

Οἶδα δὲ ἐγὼ δικαίως ὑπ’ ἐκείνων τὰς μέμψεις ὑποστάς, οὐχ ὅτι μὴ συμφώνως τοῖς πατράσιν ἔγραφον, τοῦτο γὰρ χάριτι Χριστοῦ συνετηρήθη μοι τοῖς γράμμασιν, ἀλλ’ ὅτι συνεγραψάμην περὶ ὧν ἄξιος οὐκ ἦν, ἄλλος τις Ὀζὰν ἴσως τῷ τῆς ἀληθείας ὀχήματι λόγῳ περιτρεπομένῳ βοηθεῖν ἐπιχειρήσας· πλὴν ὅσον, ὅτι οὐκ ὀργῆς, ἀλλὰ συμμέτρου παιδείας ἡμῖν ἦν ἐπιφορά, διὸ οὐδὲ ἰσχύσαι καθ’ ἡμῶν ἐξεγένετο τοῖς ἐπιτεθειμένοις. Τάχα δὲ καὶ τοῦτο τῆς ἐμῆς ἦν ἀναξιότητος· οὐ γὰρ ἦν ἐγὼ ἄξιος οὐδὲ ἱκανός, ὡς ἔοικε, παθεῖν τι ὑπὲρ ἀληθείας καὶ οὕτω κοινωνῆσαι τοῖς τῶν ἁγίων παθήμασι μετὰ χαρᾶς.

Τί γάρ, οὐχὶ καὶ ὁ Χρυσόστομος πατήρ, ὁ καὶ σῶμα περικείμενος ἔτι τῇ Ἐκκλησίᾳ τῶν πρωτοτόκων ἐν οὐρανοῖς συνημμένος, εἴπερ τις ἀσφαλῶς ἅμα καὶ σαφῶς καὶ μελιχρῶς λογογραφῶν τὴν εὐσέβειαν, οὐχ οὗτος τοίνυν ὁ τηλικοῦτος, ὡς τὰ Ὠριγένους γράφων καὶ φρονῶν, ἐξεκόπη τῆς Ἐκκλησίας καὶ ὑπερορίαν κατεδικάσθη;

Φησὶ δὲ καὶ Πέτρος ὁ κορυφαῖος τοῦ κορυφαίου χοροῦ τῶν τοῦ κυρίου μαθητῶν, ὅτι καὶ τὰ ἐν ἐπιστολαῖς τοῦ μεγάλου Παύλου δυσνόητα οἱ τότε ἀμαθεῖς καὶ ἀστήρικτοι ἐστρέβλουν πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.

Ἐγὼ δὲ διὰ τὴν μικρὰν ἐπήρειαν τῶν ἐπιχειρησάντων, καίτοι συνοδικῶς καταβληθέντων, ὅμως τοῦ γράφειν διενοούμην ἀποσχέσθαι τελέως, εἰ μὴ σὺ νῦν, ὦ ἱερὰ πρεσβῦτις, οὐκ ἀνῆκας δεομένη καὶ παρακλητικοῖς γράμμασι χρωμένη καὶ μηνύμασιν, ἕως ἔπεισας παραινετικοῖς λόγοις αὖθις ἐγχειρῆσαι, καίτοι σοὶ τῶν παραινέσεων οὐ πάνυ χρεία. Κέκτησαι γάρ, χάριτι Χριστοῦ, μετὰ τοῦ καθ’ ἡλικίαν γήρως, καὶ τὸ ἐν συνέσει γεραρὸν καὶ τὸν νόμον τῶν ἱερῶν παραγγελμάτων διὰ πολυετοῦς ἀνέγνως πράξεως, ὑπακοῇ καὶ ἡσυχίᾳ κατὰ καιρὸν μερισαμένη σου τὸν βίον· δι’ ὧν καταλεάνασα τὸ τῆς ψυχῆς πυκτίον, ἐπιτήδειον πεποίησαι πρὸς τὸ δέξασθαι καὶ συντηρῆσαι τοὺς θείους χαρακτῆρας Ἀλλὰ τοιοῦτόν ἐστι ψυχὴ κατάκρας ἁλοῦσα πνευματικῆς διδασκαλίας πόθῳ· κόρον αὐτῆς οὐδέποτε λαμβάνει.

Διὸ καὶ ἡ σοφία περὶ ἑαυτῆς φησιν, «οἱ τρώγοντές με ἔτι πεινάσουσι»· καὶ ὁ ἐνιεὶς τῇ ψυχῇ τὸν θεῖον τοῦτον πόθον κύριος περὶ Μαρίας φησὶ τῆς τὴν ἀγαθὴν μερίδα ταύτην ἐπιλεξαμένης, ὅτι «οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς». Σοὶ δ’ ἴσως τῶν τοιούτων λόγων δεῖ καὶ διὰ τὰς ὑπὸ σοὶ παιδαγωγῷ ζώσας θυγατέρας τοῦ μεγάλου βασιλέως, καὶ μάλιστα τὴν σύνεσιν, ἣν ἐκ τοῦ σοῦ γένους τῷ χορηγῷ τῆς ἀφθαρσίας νυμφεύσασθαι ποθεῖς· ὃν δὴ καὶ μιμουμένη, καθάπερ ἐκεῖνος τὴν ἡμετέραν μορφὴν ὑπὲρ ἡμῶν ὡς ἀληθῶς ἀνέλαβεν, οὕτῳ καὶ αὐτὴ τὸ πρόσωπον ὑπέδυς νῦν τῶν εἰσαγομένων καὶ διδασκαλίας δεομένων. Διὸ κἀγώ, εἰ καὶ μὴ περὶ λόγους, καὶ τοιούτους λόγους, εὔπορος, ἀλλὰ διὰ τὴν ὑπακοὴν καὶ τὴν ἐντολὴν τοῦ διδόναι τῷ αἰτοῦντι, ἐξ ὧν ἔχω νῦν, ἐνδεικνύμενος τὴν πρόθεσιν, τὸ χρέος ἀποτίσω τῆς κατὰ Χριστὸν ἀγάπης.

Ἴσθι τοίνυν, ἱερὰ πρεσβῦτις, μᾶλλον δὲ διὰ σοῦ μανθανέτωσαν αἱ κατὰ Θεὸν προῃρημέναι ζῆν νεάνιδες, ὅτι καὶ ψυχῆς ἐστι θάνατος τῆς ἀθανάτου φύσει. Οὕτω γὰρ καὶ ὁ ἠγαπημένος θεολόγος λέγει· ἔστιν ἁμαρτία πρὸς θάνατον καὶ ἔστιν ἁμαρτία μὴ πρὸς θάνατον, θάνατον ἐνταῦθα τὸν τῆς ψυχῆς πάντως λέγων.

Καὶ ὁ μέγας Παῦλος, «ἡ λύπη, φησίν, ἡ κατὰ κόσμον θάνατον κατεργάζεται», θάνατον πάντως τῆς ψυχῆς· καὶ πάλιν, «ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός». Ἐκ ποίων νεκρῶν ἐγερθῆναι ἐγκελεύεται; πάντως ἐκ τῶν τεθανατωμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς. Διὸ καὶ ὁ κύριος νεκροὺς εἶπε τοὺς ἐν τῷ ματαίῳ τούτῳ κόσμῳ ζῶντας· τῷ γὰρ αἰτήσαντι τῶν μαθητῶν ἀπελθεῖν ἐπὶ τὸ θάψαι τὸν ἴδιον πατέρα οὐκ ἐνέδωκεν, ἀλλ’ ἐπέταξεν ἀκολουθεῖν, ἀφέντα τοὺς νεκροὺς θάπτειν τοὺς ἑαυτῶν νεκρούς.

Νεκροὺς ἐνταῦθα καὶ τοὺς ζῶντας ἐκείνους ὠνόμασεν ὁ Κύριος, πάντως ὡς κατὰ ψυχὴν νενεκρωμένους. Καθάπερ γὰρ ὁ χωρισμὸς τῆς ψυχῆς ἀπὸ τοῦ σώματος θάνατός ἐστι τοῦ σώματος, οὕτως ὁ χωρισμὸς τοῦ Θεοῦ ἀπὸ τῆς ψυχῆς θάνατός ἐστι τῆς ψυχῆς· καὶ οὗτός ἐστι κυρίως θάνατος, ὁ τῆς ψυχῆς. Τοῦτον γὰρ ἐδήλου καὶ διὰ τῆς ἐν τῷ παραδείσῳ ἐντολῆς, ὅτε ἔλεγεν ὁ Θεὸς πρὸς τὸν Ἀδάμ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγῃς ἀπὸ τοῦ ἀπηγορευμένου ξύλου, θανάτῳ ἀποθανῇ. Τότε γὰρ ἐθανατώθη ἡ ψυχὴ αὐτοῦ, διὰ τῆς παραβάσεως χωρισθεῖσα τοῦ Θεοῦ. Κατὰ σῶμα γὰρ ζῶν διετέλεσεν ἀπὸ τότε καὶ εἰς τὸ ἑξῆς μέχρι τριάκοντα καὶ ἐνακοσίων ἐνιαυτῶν.

Ἀλλ’ ὁ διὰ τὴν παράβασιν τῇ ψυχῇ προσγενόμενος θάνατος, οὐ τὴν ψυχὴν ἀχρειοῖ μόνον καὶ ἐπικατάρατον ποιεῖ τὸν ἄνθρωπον, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα πολύμοχθον καὶ πολυπαθὲς καὶ φθαρτὸν ἀπεργασάμενος τέλος τῷ θανάτῳ παραδίδωσι. Τότε γάρ, μετὰ τὴν ἐκ παραβάσεως τοῦ ἐντὸς ἀνθρώπου νέκρωσιν, ἤκουσεν ὁ χοϊκὸς Ἀδάμ, ὅτι «ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἐπιστρέψαι σε εἰς γῆν ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἐπιστρέψεις».

Εἰ δὲ καὶ κατὰ τὴν μέλλουσαν ἐκείνην παλιγγενεσίαν ἐν τῇ ἀναστάσει τῶν δικαίων καὶ τὰ τῶν ἀνόμων καὶ ἁμαρτωλῶν ἀνίσταται σώματα, ἀλλ’ εἰς τὸ παραδοθῆναι «τῷ δευτέρῳ θανάτῳ», τῇ κολάσει ἐκείνῃ τῇ αἰωνίῳ, τῷ ἀκοιμήτῳ σκώληκι, τῷ τῶν ὀδόντων βρυγμῷ, τῷ ἐξωτέρῳ καὶ ψηλαφητῷ σκότει, τῇ σκοτεινῇ καὶ ἀσβέστῳ τοῦ πυρὸς γεέννῃ, κατὰ τὸν λέγοντα προφήτην, ὅτι «ἐκκαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οὐκ ἔσται ὁ σβέσων». Τοῦτο γάρ ἐστιν ὁ δεύτερος θάνατος, καθάπερ Ἰωάννης διὰ τῆς Ἀποκαλύψεως ἐδίδαξεν ἡμᾶς. Ἄκουε δὴ καὶ τοῦ μεγάλου Παύλου λέγοντος· «εἰ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε»· ζωὴν γὰρ ἐνταῦθα καὶ θάνατον τὸν ἐπὶ τοῦ μέλλοντος αἰῶνος λέγει· ζωὴν μὲν τὴν ἀπόλαυσιν τῆς ἀιδίου βασιλείας, θάνατον δὲ τὴν διαιωνίζουσαν ἐκείνην κόλασιν.

Ἡ τῆς ἐντολῆς τοῦ Θεοῦ τοιγαροῦν παράβασις πρόξενος γίνεται παντὸς θανάτου καὶ ψυχῇ καὶ σώματι, καὶ τοῦ κατὰ τὸν νῦν αἰῶνα καὶ τοῦ κατὰ τὴν ἀτελεύτητον ἐκείνην κόλασιν. Καὶ οὗτός ἐστιν ὁ κυρίως θάνατος, τὸ διαζευχθῆναι τὴν ψυχὴν τῆς θείας χάριτος καὶ τῇ ἁμαρτίᾳ συζυγῆναι. Οὗτος τοῖς νοῦν ἔχουσι φευκτὸς ὄντως καὶ φρικτὸς ὁ θάνατος. Οὗτος τοῖς εὖ φρονοῦσι καὶ τῆς ἐν γεέννῃ κολάσεως φρικωδέστερος. Τοῦτον καὶ ἡμεῖς φύγωμεν πάσῃ δυνάμει· πάντα ῥίψωμεν, πάντα προώμεθα, πᾶσιν ἀποταξώμεθα καὶ σχέσεσι καὶ πράξεσι καὶ βουλήμασιν, ὅσα κατασύρει καὶ διΐστησι Θεοῦ καὶ τὸν τοιοῦτον συνίστησι θάνατον.

Ὁ γὰρ τοῦτον φοβηθείς τε καὶ φυλαξάμενος σαρκὸς οὐ δείσει προσερχόμενον θάνατον, ἔνοικον ἔχων τὴν ὄντως ζωήν, ἥτις τῷ θανάτῳ μᾶλλον προσκτᾶται τὸ ἀναφαίρετον. Ὡς γὰρ ὁ τῆς ψυχῆς θάνατος ὁ κυρίως θάνατός ἐστιν, οὕτω καὶ ἡ ζωὴ τῆς ψυχῆς κυρίως ὑπάρχει ζωή.

Ζωὴ δέ ἐστι τῆς ψυχῆς ἡ πρὸς Θεὸν ἕνωσις, ὥσπερ καὶ τοῦ σώματος ἡ πρὸς ψυχὴν ἕνωσις. Ὡς γὰρ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς τοῦ Θεοῦ διαιρεθεῖσα ἡ ψυχὴ τεθανάτωται, οὕτω δι’ ὑπακοῆς τῆς ἐντολῆς τῷ Θεῷ αὖθις ἑνωθεῖσα ζωοποιεῖται. Διὰ τοῦτό φησιν ἐν εὐαγγελίοις ὁ Κύριος, ὅτι «τὰ ῥήματα ἃ ἐγὼ λαλῶ, πνεῦμά εἰσι καὶ ζωή εἰσι». Τοῦτο δὲ καὶ ὁ πείρᾳ μαθὼν Πέτρος, πρὸς αὐτὸν ἔλεγεν, ὅτι «ῥήματα ζωῆς αἰωνίου ἔχεις».

Ἀλλὰ ῥήματα ζωῆς αἰωνίου τοῖς ὑπακούουσι, τοῖς δὲ παρακούουσιν ἡ ἐντολὴ τῆς ζωῆς αὕτη γίνεται εἰς θάνατον. Οὕτω γὰρ καὶ οἱ ἀπόστολοι, Χριστοῦ εὐωδία ὄντες, τοῖς μὲν ἦσαν ὀσμὴ θανάτου εἰς θάνατον, τοῖς δὲ ζωῆς ὀσμὴ εἰς ζωήν.

Ἡ δὲ ζωὴ πάλιν αὕτη, οὐ τῆς ψυχῆς ἐστι μόνον, ἀλλὰ καὶ τοῦ σώματος· ἀπαθανατίζει γὰρ καὶ τοῦτο διὰ τῆς ἀναστάσεως, οὐ τῆς θνητότητος μόνον ἀπολυτρουμένη, πρὸς δὲ ταύτῃ καὶ τοῦ μηδέποτε λήγοντος θανάτου, τῆς μελλούσης κολάσεως ἐκείνης.

Χαρίζεται γὰρ καὶ αὐτῷ τὴν ἐν Χριστῷ ἀίδιον ζωήν, τὴν ἄπονον, τὴν ἄνοσον, τὴν ἄλυπον, τὴν ὄντως ἀθάνατον. Ὡς γὰρ τῷ τῆς ψυχῆς θανάτῳ, τουτέστι τῇ παραβάσει καὶ τῇ ἁμαρτίᾳ, ὁ θάνατος ὕστερον ἐπηκολούθησε καὶ τὸ εἰς γῆν ἀναλυθῆναι καὶ γενέσθαι χοῦν, καὶ τῷ σωματικῷ θανάτῳ πάλιν ἡ ἐν τῷ ᾅδῃ καταδίκη τῆς ψυχῆς, οὕτω καὶ τῇ ἀναστάσει τῆς ψυχῆς, ὅ ἐστιν ἡ δι’ ὑπακοῆς τῶν θείων ἐντολῶν πρὸς αὐτὸν ἐπιστροφή, ἡ τοῦ σώματος ὕστερον ἕψεται ἀνάστασις, ἑνωθέντος αὖθις τῇ ψυχῇ. Καὶ τῇ ἀναστάσει ταύτῃ ἕψεται ἡ ὄντως ἀφθαρσία καὶ τὸ συνδιαιωνίζειν τοὺς ἠξιωμένους τῷ Θεῷ, πνευματικοὺς γενομένους ἀντὶ σαρκικῶν καὶ ὡς ἀγγέλους Θεοῦ διαιτωμένους ἐν τῷ οὐρανῷ. «Ἁρπαγησόμεθα» γάρ, φησίν, «ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα». Καθάπερ γὰρ ὁ τοῦ Θεοῦ Υἱὸς ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν ἀπέθανε σαρκί, χωρισθείσης μὲν αὐτοῦ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, μὴ χωρισθείσης δὲ τῆς θεότητος, διὸ καὶ τὸ σῶμα ἀναστήσας ἑαυτοῦ ἀνέλαβεν εἰς οὐρανὸν ἐν δόξῃ, οὕτω καὶ οἱ κατὰ Θεὸν ἐνταῦθα ζήσαντες· ἐν γὰρ τῷ χωρίζεσθαι τοῦ σώματος, τοῦ Θεοῦ μὴ χωριζόμενοι, ἐν τῇ ἀναστάσει καὶ τὸ σῶμα ἀναλήψονται πρὸς τὸν Θεόν, συνεισιόντες ἐν χαρᾷ ἀνεκλαλήτῳ ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης ἐν Χριστῷ συναπολαύοντες.

Οὐ γὰρ δὴ τῆς ἀναστάσεως μόνης, ἀλλὰ καὶ τῆς τοῦ Κυρίου ἀναλήψεως κοινωνοὶ γενήσονται καὶ πάσης τῆς θεοειδοῦς ζωῆς· ἀλλ’ οὐχὶ καὶ οἱ κατὰ σάρκα ζήσαντες ἐνταῦθα καὶ μηδεμίαν εὑρεθέντες κοινωνίαν ἔχοντες πρὸς τὸν Θεὸν ἐν τῇ ὥρᾳ τῆς ἐξόδου. Εἰ γὰρ καὶ πάντες ἀναστήσονται, ἀλλ’ ἕκαστος, φησίν, ἐν τῷ ἰδίῳ τάγματι.

Ὁ μὲν πνεύματι τὰς πράξεις τοῦ σώματος ἐνταῦθα θανατώσας ἐκεῖ ζήσεται τὴν μετὰ Χριστοῦ θείαν καὶ ὄντως ἀίδιον ζωήν· ὁ δὲ σαρκὸς ἐπιθυμίαις καὶ παθήμασι τὸ πνεῦμα ἐνταῦθα θανατώσας μέλλει, φεῦ, τῷ δημιουργῷ καὶ προξένῳ τῆς κακίας ἐκεῖ συγκαταδικάζεσθαι καὶ τῇ ἀνυποίστῳ καὶ ἀκαταλήκτῳ κολάσει παραδίδοσθαι· ὅ ἐστιν ὁ δεύτερος θάνατος καὶ ἀδιάδοχος.

Ποῦ γὰρ ἔσχε τὴν ἀρχὴν ὁ ὄντως θάνατος, ὁ ποιητικὸς καὶ πρόξενος καὶ ψυχῇ καὶ σώματι τοῦ τε προσκαίρου θανάτου καὶ τοῦ αἰωνίου; οὐκ ἐν τῇ χώρᾳ τῆς ζωῆς; Διὰ τοῦτο καὶ παραυτά, φεῦ, ὁ ἄνθρωπος τὴν ἐκ τοῦ παραδείσου τοῦ Θεοῦ καταδεδίκασται ὑπερορίαν, ὡς θανατηφόρον καὶ ἀκατάλληλον τῷ θείῳ παραδείσῳ κτησάμενος ζωήν· ὥστε καὶ ἡ ὄντως ζωή, ἡ καὶ ψυχῇ καὶ σώματι πρόξενος τῆς ἀθανάτου καὶ ὄντως ζωῆς, ἐν τῷ τόπῳ τούτῳ τοῦ θανάτου ἕξει τὴν ἀρχὴν καὶ ὁ μὴ σπεύδων κτήσασθαι αὐτὴν κατὰ ψυχὴν ἐνταῦθα μὴ κεναῖς ἐλπίσιν ἀπατάτω ἑαυτόν, ὡς λήψεται αὐτὴν ἐκεῖ, μηδ’ ἐλπιζέτω λήψεσθαι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἐν ἐκείνῳ τῷ καιρῷ. Τότε γὰρ καιρὸς ἀνταποδόσεως καὶ ἐκδικήσεως, ἀλλ’ οὐ συμπαθείας καὶ φιλανθρωπίας· καιρὸς ἀποκαλύψεως θυμοῦ καὶ ὀργῆς καὶ δικαιοκρισίας Θεοῦ· καιρὸς ἐπιδείξεως τῆς κραταιᾶς καὶ ὑψηλῆς χειρός, κινουμένης εἰς κόλασιν τῶν ἀπειθῶν. Οὐαὶ τῷ ἐμπεσόντι εἰς χεῖρας Θεοῦ ζῶντος· οὐαὶ τῷ ἐκεῖ πειρωμένῳ τοῦ θυμοῦ Κυρίου, καὶ μὴ ἐντεῦθεν ἐκ τοῦ φόβου τοῦ πρὸς τὸν Θεὸν γνωρίσαντι τὸ κράτος τῆς ὀργῆς αὐτοῦ καὶ δι’ ἔργων προμνηστευσαμένῳ τὸ φιλάνθρωπον αὐτοῦ· τούτου γὰρ ὁ παρὼν καιρός. Δι’ αὐτὸ μέντοι καὶ τὴν ζωὴν ταύτην ὁ Θεὸς συνεχώρησεν ἡμῖν, τόπον μετανοίας παρεχόμενος.

Εἰ γὰρ μὴ τοῦτο ἦν, εὐθὺς ἁμαρτὼν ὁ ἄνθρωπος καὶ τῆς ζωῆς ταύτης ἐστέρητο ἄν· τί γὰρ ἦν ὄφελος αὐτῆς; Διὸ οὐδὲ ἡ ἀπόγνωσις ὅλως ἔχει χώραν ἐν ἀνθρώποις, εἰ καὶ ὁ πονηρὸς ποικίλως ὑποβάλλει ταύτην, οὐ τοῖς ἀδιαφόρως ζῶσι μόνον, ἀλλ’ ἔστιν ὅτε καὶ τοῖς ἀγωνιζομένοις. Ἐπειδὴ γὰρ καιρὸς μετανοίας ὁ τῆς ζωῆς ἐστι καιρός, αὐτὸ τοῦτο τὸ ζῆν ἔτι τὸν ἡμαρτηκότα τῷ βουλομένῳ ἐπιστρέφειν πρὸς Θεὸν ἐγγυᾶται τὴν παρ’ αὐτοῦ ὑποδοχήν. Τῇ γὰρ ἐνταῦθα ζωῇ τὸ αὐτεξούσιον σύνεστιν ἀεί· τῷ δὲ αὐτεξουσίῳ ὑπόκειται ὡς ὕλη ἡ ὁδὸς τῆς ἀνωτέρω δεδειγμένης ζωῆς καὶ τοῦ θανάτου, ὅπερ ἂν τούτων ἕκαστος ἀνθρώπων βούλοιτο ἑλέσθαι ἢ φυγεῖν, ὡς δυνατὸν ὂν κτήσασθαι ὁπότερον θέλει. Ποῦ οὖν ἕξει χώραν ἡ ἀπόγνωσις, πάντοτε καὶ πάντων δυναμένων, ὁπηνίκα βούλοιντο, τὴν αἰώνιον κτήσασθαι ζωήν;