Ἔργον
Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι
Ο παρθενικός βίος και η εκούσια πτωχεία
Αντιπαραβολή του παρθενικού και του έγγαμου βίου, η ανάγκη για εκούσια ακτημοσύνη και η θεραπεία του επιθυμητικού μέρους της ψυχής από τη φιλαργυρία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο παρθενικός βίος και η εκούσια πτωχεία
Αντιπαραβολή του παρθενικού και του έγγαμου βίου, η ανάγκη για εκούσια ακτημοσύνη και η θεραπεία του επιθυμητικού μέρους της ψυχής από τη φιλαργυρία.
Ἀλλ’ ὁρᾷς τὸ μέγεθος τῆς φιλανθρωπίας τοῦ Θεοῦ; τὴν ἀρχὴν οὐ δίκῃ δικαίᾳ χρῆται καθ’ ἡμῶν ἀπειθησάντων, ἀλλὰ μακροθυμῶν, παρέχει τὸν τῆς ἐπιστροφῆς καιρόν· ἐν τῷ καιρῷ τούτῳ τῆς μακροθυμίας, ἐξουσίαν δίδωσιν ἡμῖν, ἐὰν θελήσωμεν, υἱοποιηθῆναι τούτῳ· τί λέγω υἱοποιηθῆναι; ἑνωθῆναι τούτῳ καὶ ἓν πνεῦμα γενέσθαι μετ’ αὐτοῦ· ἀλλὰ καὶ ἐν τῷ καιρῷ τούτῳ τῆς μακροθυμίας, ἐὰν τὴν ἐναντίαν ἡμεῖς βαδίσωμεν καὶ ἀγαπήσωμεν τὸν θάνατον μᾶλλον τῆς ἀληθινῆς ζωῆς, αὐτὸς τὴν δεδομένην ἐξουσίαν οὐκ ἀφαιρεῖται. Καὶ οὐ μόνον οὐκ ἀφαιρεῖται, ἀλλὰ καὶ ἀνακαλεῖται καὶ περιέρχεται ζητῶν καὶ ἐπιστρέφων πρὸς τὰ ἔργα τῆς ζωῆς, κατὰ τὴν παραβολὴν τοῦ ἀμπελῶνος, ἀπὸ πρωΐας μέχρι καὶ αὐτῆς τοῦ βίου τῆς ἑσπέρας. Ἀλλὰ τίς ὁ καλῶν τε καὶ μισθούμενος;
Ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Θεὸς πάσης παρακλήσεως. Τίς εἰς ἣν καλεῖ πρὸς ἐργασίαν ἄμπελον; Ὁ τοῦ Θεοῦ Υἱός, ὁ εἰπών, «ἐγώ εἰμι ἡ ἄμπελος»· καὶ γὰρ οὐδεὶς δύναται πρὸς τὸν Χριστὸν ἐλθεῖν, ὡς αὐτὸς εἶπεν ἐν Εὐαγγελίοις, εἰ μὴ ὁ Πατὴρ ἑλκύσει αὐτόν. Τίνες δὴ τὰ κλήματα;
Ἡμεῖς· αὐτοῦ γὰρ αὖθις ἄκουσον λέγοντος, «ὑμεῖς ἐστε τὰ κλήματα, ὁ Πατήρ μου ὁ γεωργός ἐστιν». Ὁ γοῦν Πατὴρ διὰ τοῦ Υἱοῦ, καταλλάσσων ἑαυτῷ ἡμᾶς, μὴ λογιζόμενος τὰ παραπτώματα ἡμῶν, οὐχ ὡς προσκειμένους τοῖς ἔργοις τοῖς ἀτόποις, ἀλλ’ ὡς ἀργοὺς καλεῖ, καίτοι καὶ ἡ ἀργία ἁμαρτία ἐστί· καὶ ὑπὲρ ἀργοῦ γὰρ λόγου λόγον δώσομεν. Ἀλλ’ ὅπερ ἔφην, τὰς προϋπηργμένας ἑκάστῳ ἁμαρτίας ὁ Θεὸς ὑπερορῶν πάλιν καὶ πάλιν ἐκκαλεῖται. Καλεῖ δὲ τί ποιήσοντας; ἐργασομένους εἰς τὸν ἀμπελῶνα· τοῦτο δέ ἐστι πονεῖν ὑπὲρ τῶν κλημάτων, δηλονότι ὑπὲρ ἑαυτῶν· εἶτα, βαβαὶ τοῦ ἀνεικάστου μεγέθους τῆς φιλανθρωπίας, καὶ μισθὸν ἡμῖν ἐπαγγέλλεται καὶ δίδωσιν ὑπὲρ ἑαυτῶν πονοῦσιν. Ἔλθετε, φησί, λάβετε ζωὴν αἰώνιον, ὑπ’ ἐμοῦ δαψιλῶς χορηγουμένην· καὶ τοῦ καμάτου τῆς ὁδοιπορίας καὶ αὐτοῦ τοῦ θελῆσαι ταύτην παρ’ ἐμοῦ λαβεῖν ὡς αὐτὸς ὀφείλων ἐκτίσω τὸν μισθόν.
Τίς οὐκ ὀφείλει λύτρα τῷ τοῦ θανάτου λυτρωτῇ; Τίς οὐχ ὁμολογεῖ χάριτας τῷ δοτῆρι τῆς ζωῆς; Ὁ δὲ καὶ προσκαταβαλεῖν ἐπαγγέλλεται μισθόν, καὶ μισθὸν ἀπόρρητον. «Ἐγὼ γὰρ ἦλθον», φησίν, «ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσι». Τί τὸ περισσόν;
Τὸ μὴ συνεῖναι μόνον καὶ συζῆν, ἀλλὰ καὶ εἰς ἀδελφοὺς αὐτῷ τελέσαι καὶ συγκληρονόμους. Τοῦτο δὴ τὸ περισσόν, ὡς ἔοικεν, ὁ διδόμενός ἐστι μισθὸς τοῖς προσδραμοῦσι τῇ ζωοποιῷ ἀμπέλῳ καὶ κλῆμα χρηματίσασιν αὐτῆς καὶ ὑπὲρ ἑαυτῶν καμοῦσι καὶ ἑαυτοὺς καλλιεργήσασι. Τί πράξασι; πρῶτον μὲν περιτεμοῦσι πᾶν ὅ, τι περιττὸν καὶ μὴ συντελές ἐστιν, ἀλλὰ καὶ προσιστάμενον, εἰς τὸ ἐνεργεῖν καρποὺς ἀξίους τῆς θείας ἀποθήκης. Τίνα ταῦτα; πλοῦτον, τρυφήν, δόξαν τὴν ματαίαν, πάντα τὰ ῥέοντα καὶ παριόντα, πᾶν πάθος ψυχῆς τε καὶ σώματος βδελυκτὸν καὶ πονηρόν, πάντα τὸν ἐν μετεωρισμῷ τῆς διανοίας συρφετόν, πᾶν ἄκουσμα καὶ θέαμα καὶ πάντα λόγον βλάβην παραπέμψαι δυνάμενον εἰς τὴν ψυχήν. Ἐὰν γὰρ μὴ ταῦτά τις ἐκκόπτειν καὶ περικαθαίρειν τὴν βλάστην τῆς καρδίας διὰ μεγίστης ποιῆται σπουδῆς, καρπὸν εἰς ζωὴν αἰώνιον οὐ μήποτε ἐνέγκῃ. Δυνατὸν μὲν οὖν καὶ τοῖς ἐν συζυγίᾳ ζῶσι τῆς καθαριότητος ἀντιποιεῖσθαι ταύτης, ἀλλὰ μετὰ πλείστης ὅσης δυσκολίας.
Διὰ τοῦτο πάντες ὅσοι ἐκ νεότητος ἵλεω Θεοῦ τυχόντες ὀξυτέρῳ διανοίας ὄμματι πρὸς ἐκείνην εἶδον τὴν ζωὴν καὶ τῶν κατ’ ἐκείνην ἀγαθῶν ἐρασταὶ γεγόνασι, καὶ τὸν γάμον προσηκόντως φεύγουσιν, ἐπεὶ καὶ «ἐν τῇ ἀναστάσει, καθάπερ ὁ Κύριος εἶπεν, οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ’ ὡς ἄγγελοι Θεοῦ εἰσιν».
Ὅστις οὖν ὡς ἄγγελος εἶναι βούλεται Θεοῦ κἀνταῦθα κατὰ τοὺς υἱοὺς τῆς ἀναστάσεως ἐκείνης ἐπιμιξίας σωμάτων ἀνώτερον ἑαυτὸν δικαίως καθίστησιν· ἄλλως τε καὶ ἡ πρόφασις τῆς ἁμαρτίας ἐκ τῆς συζύγου τὴν λαβὴν ἔσχε τὴν ἀρχήν. Παραιτητέον οὖν τὴν συζυγίαν τοῖς βουλομένοις μηδεμίαν μηδέποτε τῷ ἀντικειμένῳ παρασχεῖν οἴκοθεν λαβήν.
Εἰ δὲ καὶ τὸ σῶμα τοῦτο δυσήνιον καὶ δυσανάκλητον πρὸς ἀρετήν, μᾶλλον δὲ καὶ ὡς ἔμφυτον ἀντίθετον περιφέρομεν αὐτό, τί ποτ’ ἄρα πεισόμεθα καὶ ἐφ’ ὅσον τὴν πρὸς ἀρετὴν δυσχέρειαν αὐξήσομεν πολλοῖς καὶ διαφόροις συνδεθέντες σώμασι; Πῶς δ’ ἕξει τὴν ἐλευθερίαν, πρὸς ἣν σπεύδειν ἐπαγγέλλεται ἡ φύσεως δεσμοῖς πρὸς ἄνδρα καὶ παῖδας καὶ τοὺς καθ’ αἷμα συνδουμένη πάντας; Πῶς δὲ ἀμερίμνως προσεδρεύσει τῷ Κυρίῳ, τὰς ὑπὲρ τοσούτων φροντίδας ἀναδεξαμένη; Πῶς δ’ ἕξει τὸ ἀθόρυβον, πλήθεσιν ἐνεσχημένη;
Διὰ τοῦτο ἡ ὄντως παρθένος καὶ ἀφωμοιωμένη τῷ παρθένῳ καὶ ἐκ παρθένου καὶ τῶν ἐν παρθενίᾳ δεόντως ζησάντων ψυχῶν νυμφίῳ, οὐ τὴν κατὰ σάρκα συζυγίαν μόνον, ἀλλὰ καὶ τὴν κατὰ κόσμον συνοδίαν φεύγει, συγγενέσι πᾶσιν ἀποταξαμένη, ὡς ἂν ἔχῃ πεπαρρησιασμένως λέγειν μετὰ Πέτρου πρὸς Χριστόν, «ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι». Τί δ’ ἄρα καὶ καινοπρεπὲς ποιήσειεν, εἰ τῆς ἐπιγείου νύμφης πατέρα καὶ μητέρα ἀφιείσης ἕνεκα φθαρτοῦ νυμφίου καὶ προσκολλωμένης ἐκείνῳ, κατὰ τὴν Γραφήν, αὐτὴ τοῦτο δράσειεν ὑπερκοσμίου νυμφῶνος καὶ νυμφίου ἕνεκα τούτους καταλείψασα; Πῶς δὲ καὶ συγγένειαν ἐξὸν ἔχειν ἐπὶ γῆς, οἷς τὸ πολίτευμα ἐν οὐρανοῖς;
Πῶς δ’ ἡ μὴ σαρκὸς οὖσα τέκνον, ἀλλὰ πνεύματος, σαρκικὸν ἕξει πατέρα ἢ μητέρα ἢ τοὺς καθ’ αἷμα προσήκοντας; Πῶς δ’ ἡ καὶ τὸ οἰκεῖον σῶμα φυγοῦσα καὶ ἀεὶ φεύγουσα κατὰ τὸ δυνατόν, ὡς τὸν κατὰ σάρκα βίον ἀποτιθεμένη, σχέσιν ὅλως ἕξει πρὸς τὰ μὴ οἰκεῖα σώματα; Εἰ δὲ καὶ ἡ ὁμοιότης, ὥς φασι, φιλότης καὶ τὸ ὅμοιον ἀσπάζεται πᾶν, ἐξομοιωθήσεται τοῖς φιλουμένοις ἡ παρθένος καὶ περιπεσεῖται τῇ νόσῳ τῆς φιλοκοσμίας αὖθις. Ἡ δὲ φιλία τοῦ κόσμου ἔχθρα εἰς Θεόν, φησὶ Παῦλος, ὁ νυμφοστόλος τοῦ πνευματικοῦ νυμφῶνος. Οὐκοῦν οὐ διαζυγῆναι κινδυνεύσει μόνον, ἀλλὰ καὶ εἰς ἐχθρὰν τοῦ ὑπερκοσμίου νυμφίου καταστῆναι.
Καὶ μὴ θαυμάσῃς, μηδ’ ἀνιαθῇς, εἰ ταῖς μὲν ἐν συζυγίᾳ παρὰ τῆς γραφῆς μέμψις οὐ προσγίνεται μεριμνώσαις τὰ τοῦ κόσμου, ἀλλ’ οὐ τὰ τοῦ κυρίου, ταῖς δὲ τὴν παρθενίαν ἐπαγγειλαμέναις τῷ Θεῷ καὶ ψαύειν ὅλως τῶν ἐν κόσμῳ ἀπηγόρευται καὶ ζῆν ὅλως ἐν ἀνέσει οὐκ ἐφεῖται· καίτοι καὶ τοῖς ἐν συζυγίᾳ προσφωνεῖ Παῦλος, «ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστιν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσι καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι»· ὃ τοῦ κατὰ τὴν παρθενίαν ἀγῶνος δυσανυστότερον ἐγὼ νομίζω. Καὶ τὴν νηστείαν γὰρ τῆς περὶ τρυφὴν καὶ πόσιν ἐγκρατείας εὐχερεστέραν δείκνυσιν ἡ πεῖρα· καὶ φαίη ἄν τις δίκαια καὶ ἀληθῆ, ὡς εἰ μὲν μὴ προέλοιτό τις σώζεσθαι, λόγος πρὸς αὐτὸν ἡμῖν οὐδείς, εἰ δέ τινι μέλει τῆς οἰκείας σωτηρίας, οὗτος ἴστω τὸν ἐν παρθενίᾳ βίον πολλῷ τοῦ μιγάδος ἀνυσιμώτερον ὄντα καὶ ἀπονώτερον.
Ἀλλὰ ταῦτα μὲν ἀφῶμεν, ἐκεῖνο δ’ ἐπὶ νοῦν λάβε μοι, παρθένε νύμφη Χριστοῦ, κλῆμα τῆς ἀμπέλου τῆς ζωῆς, ὅπερ ἀνωτέρω εἴρηται. Φησὶ γὰρ ὁ κύριος· «ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· ὁ πατήρ μου ὁ γεωργός ἐστι· πᾶν κλῆμα ἐν ἐμοὶ καρπὸν φέρον, καθαίρει αὐτό, ἵνα πλείονα καρπὸν φέρῃ». Δεῖγμα τοίνυν ποιοῦ τὴν περὶ σὲ ταύτην ἐπιμέλειαν τοῦ τῆς παρθενίας σου καρποῦ καὶ τοῦ πρὸς σὲ φίλτρου τοῦ νυμφίου. Καὶ χαῖρε μᾶλλον καὶ ἀντιφιλοτιμοῦ τὴν πρὸς αὐτὸν εὐπείθειαν. Ἄλλως τε καὶ χρυσὸς μὲν χαλκοῦ τι συμμιγὲς δεξάμενος κίβδηλος καλεῖται· χαλκὸς δὲ περιτακὲν ψῆγμα δεξάμενος χρυσοῦ λαμπρότερος ἑαυτοῦ φανεῖται καὶ στιλπνότερος. Οὕτω σὲ μὲν καὶ τὰ σὰ ποθεῖν ἐκείναις, ὦ παρθένε, ταῖς μὴ παρθένοις δόξα, σοὶ δ’ ἀτιμίαν φέρει ποθεῖν ἐκείνας· ἐπιστρέφει γάρ σε πάλιν ὁ πόθος εἰς τὸν κόσμον, τοῦτο μὲν ὡς πρὸς τοὺς ἐν τῷ κόσμῳ ζῶντας σχέσιν ἔχουσαν καὶ συζῶσαν ἐκείνοις τὴν τῷ κόσμῳ θανοῦσαν, τοῦτο δὲ ὡς προσεῖναι τούτοις βουλομένην, ἃ καὶ αὐτοὶ βούλοιντ’ ἂν ἑαυτοῖς καὶ τοῖς συγγενέσιν ἑαυτῶν, εὐθηνίαν παντοίαν τῶν κατὰ τὸν βίον, πλοῦτον, περιφάνειαν, δόξαν καὶ τὴν ἐπὶ τούτοις εὐθυμίαν· καὶ οὕτω συμβήσεταί σοι τοῦ βουλήματος τοῦ σοῦ νυμφίου ἐκπεσεῖν.
Ταῦτα γὰρ πάντα τρανῶς ἐκεῖνος ἐν εὐαγγελίοις ταλανίζει λέγων, οὐαὶ οἱ πλουτοῦντες, οὐαὶ οἱ γελῶντες, οὐαὶ οἱ ἐμπεπλησμένοι, οὐαὶ ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι.
Πῶς οὖν ταλανίζει τούτους; οὐχ ὡς τὴν ψυχὴν νενεκρωμένους; Τίς οὖν τῇ νύμφῃ τῆς ζωῆς συγγένεια πρὸς τοὺς νεκρούς; Τίς συνάφεια τοῖς τὰς ἐναντίας βαδίζουσιν ὁδούς; Πλατεῖα γὰρ καὶ εὐρύχωρος, δι’ ἧς ἐκεῖνοι φέρονται· κἂν μὴ παρακατάσχωσιν ἑαυτούς, τῶν σῶν τι μίξαντες, ἐκπεσοῦνται τελέως εἰς ἀπώλειαν.
Σὺ δὲ διὰ τῆς στενῆς καὶ τεθλιμμένης πύλης καὶ ὁδοῦ πρὸς τὴν ζωὴν εἰσέρχῃ. Διὰ στενῆς δὲ πύλης καὶ ὁδοῦ, οὐκ ὄγκον δόξης, οὐχ ἡδονῆς διάχυσιν, οὐ φόρτον χρημάτων καὶ κτημάτων ἀναθέμενός τις, διιέναι δύναιτ’ ἄν.
Ἀλλὰ γὰρ μή, πλατεῖαν ἀκούσασα ἐκείνην τὴν ὁδὸν τοῦ βίου, ἄλυπον ἡγοῦ· πολυσυμφορωτάτη γάρ ἐστι καὶ βαρυσυμφορωτάτη. Πλατεῖαν δέ φησι καὶ εὐρύχωρον αὐτήν, ὅτι πολλοί εἰσιν οἱ διερχόμενοι δι’ αὐτῆς καὶ τούτων ἕκαστος πολὺν συρφετὸν τῆς ῥεούσης περικείμενος ὕλης. Ἡ σὴ δὲ μάλιστα στενή, παρθένε· σύνδυο γὰρ ἐρχομένους οὐ χωρεῖ. Ταῦτ’ ἄρα καὶ πολλαὶ τῶν ὑπὸ τοῦ κόσμου προκατειλημμένων μετὰ τὸ μονωθῆναι τῶν συζύγων κατὰ ζῆλον τῆς σῆς ὑπερκοσμίου πολιτείας, ἀρνησάμεναι τὸν κόσμον, τὴν σὴν εἵλοντο βαδίζειν, ὡς καὶ τῶν στεφάνων κοινωνήσαιεν· ἃς καὶ τιμᾶσθαι παραγγέλλει ὁ Παῦλος, ὡς προσκαρτερούσας ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς, μετὰ τῆς εἰς Θεὸν ἐλπίδος.
Εἰ γάρ τι καὶ τῇ τοιαύτῃ πολιτείᾳ πρόσεστιν ἀνιαρόν, ἀλλὰ καὶ τοῦτο παρακλήσεως ποιητικὸν καὶ βασιλείας οὐρανῶν παρεκτικὸν καὶ σωτηρίας πρόξενον· ἐκείνης δὲ καὶ τὸ τερπνὸν καὶ τὸ ἀνιαρὸν θανατηφόρον. Ἡ γὰρ λύπη, φησίν, ἡ κατὰ κόσμον θάνατον κατεργάζεται· ἡ δὲ λύπη ἡ κατὰ Θεὸν μετάνοιαν ἀμεταμέλητον εἰς σωτηρίαν.
Διὰ τοῦτο καὶ τὰ ἐναντία τῶν ἐν τῷ κόσμῳ καλῶν μακαρίζει ὁ Κύριος λέγων, «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν». Διατί δὲ εἰπών. «μακάριοι οἱ πτωχοί», προσέθηκε «τῷ πνεύματι»; Ἵνα δείξῃ τὴν μετριότητα τῆς ψυχῆς μακαρίζων καὶ ἀποδεχόμενος. Διατί δὲ οὐκ εἶπε μακάριοι οἱ πτωχοὶ τὸ πνεῦμα, καὶ οὕτω γὰρ ἂν ἐδηλοῦτο τὸ τοῦ φρονήματος μέτριον, ἀλλὰ «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι»; ὡς ἂν ἡμᾶς διδάξῃ μακαριστὴν εἶναι καὶ τὴν ἐν σώματι πτωχείαν καὶ παρεκτικὴν τῆς οὐρανίου βασιλείας, ἀλλ’ ὅταν διὰ τὴν τῆς ψυχῆς ταπείνωσιν τελῆται καὶ ταύτῃ συνημμένη ᾖ καὶ ἀπὸ ταύτης ἔχῃ τὴν ἀρχήν. Μακαρίσας γὰρ τοὺς πτωχοὺς τῷ πνεύματι θαυμασίως ὑπέδειξε, ποῖόν ἐστιν ὡσανεὶ ῥίζα καὶ πρόξενον τῆς ἐπιφαινομένης πτωχείας τοῖς ἁγίοις, δηλονότι τὸ ἐκείνων πνεῦμα. Τοῦτο γὰρ τὴν τοῦ εὐαγγελικοῦ κηρύγματος ἐγκολπωσάμενον χάριν πηγὴν πτωχείας ἀναδίδωσιν ἀφ’ ἑαυτοῦ ποτίζουσαν πᾶν τὸ πρόσωπον τῆς γῆς ἡμῶν, τὸν ἔξω δηλονότι ἄνθρωπον, καὶ παράδεισον αὐτὸν ἀρετῶν ἀποτελοῦσαν. Ἡ τοιαύτη γὰρ πτωχεία παρὰ Θεοῦ μακαριστή.
Λόγον δὲ συντετμημένον κατὰ τὸν προφήτην διδοὺς ὁ Κύριος ἐπὶ τῆς γῆς, τὸ αἴτιον τῆς ἐθελουσίου καὶ πολυειδοῦς πτωχείας καὶ ὅ, τι ταύτης αἴτιον δείξας τε καὶ μακαρίσας, πολλὰ ὄντα τὰ αἰτιατὰ συμπεριείληφεν ἐν βραχεῖ διδάξας περὶ πάντων. Δύναται γάρ τις ἀκτήμων εἶναι, ἀλλὰ καὶ εὐτελὴς καὶ ἐγκρατής, καὶ ταῦτα ἑκουσίως, ἀλλὰ διὰ τὴν δόξαν τῶν ἀνθρώπων. Ὁ τοιοῦτος τοίνυν οὐκ ἔστι τῷ πνεύματι πτωχός· ἡ γὰρ ὑπόκρισις ἐξ οἰήσεως γεννᾶται, αὕτη δὲ τῆς ἐν πνεύματι πτωχείας ἐναντία. Τῷ δὲ συντετριμμένον ἔχοντι καὶ μέτριον καὶ ταπεινὸν τὸ πνεῦμα τῶν ἀδυνάτων μὴ καὶ τῇ φαινομένῃ χαίρειν εὐτελείᾳ τε καὶ ταπεινώσει· δόξης γὰρ καὶ εὐπαθείας, εὐπορίας τε καὶ πάντων τῶν τοιούτων, ἀνάξιον οὗτος ἡγεῖται ἑαυτόν. Καὶ οὗτος ὁ Θεῷ μακαριστὸς πτωχός, ὁ ἀνάξιον τούτων ἑαυτὸν ἡγούμενος· καὶ οὗτος ὁ κατὰ ἀλήθειαν πτωχός, μὴ ἐξ ἡμισείας τοῦ ὀνόματος ἀντιποιούμενος· διὸ καὶ Λουκᾶς ὁ θεῖος, «μακάριοι, εἶπεν, οἱ πτωχοί», μὴ προσθεὶς τῷ πνεύματι. Καὶ οὗτοί εἰσιν οἱ ἀκούσαντες καὶ ἀκολουθήσαντες καὶ ἀφωμοιωμένοι τῷ τοῦ Θεοῦ Υἱῷ λέγοντι, «μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν»· διὸ καὶ «αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν»· συγκληρονόμοι γάρ εἰσι Χριστοῦ.
Τριμεροῦς δὲ οὔσης τῆς ψυχῆς καὶ ἐν τρισὶ δυνάμεσι θεωρουμένης, λογιστικῷ θυμικῷ τε καὶ ἐπιθυμητικῷ, καὶ νοσούσης κατὰ ταῦτα πάντα, εἰκότως ὁ ταύτην ἰώμενος Χριστός, ἀπὸ τοῦ ἐσχάτου, τῆς ἐπιθυμίας, ἤρξατο τῆς θεραπείας. Ὕλη μὲν γὰρ θυμοῦ ἐπιθυμία ἀποτυγχάνουσα· τοῦ δὲ μετεωρισμοῦ τῆς διανοίας, ἄμφω ταῦτα διακείμενα κακῶς· καὶ οὐκ ἄν ποθ’ ὑγιὲς ὀφθείη, οὔτε τὸ τῆς ψυχῆς θυμούμενον, μὴ τῆς ἐπιθυμίας προτέρας ἰαθείσης, οὔτε τὸ λογιζόμενον, μὴ ἄμφω τούτων προτεθεραπευμένων.
Τοῦ δὲ ἐπιθυμητικοῦ πρῶτον πονηρὸν γέννημα τὴν φιλοκτημοσύνην ἐξετάσας εὕροις ἄν. Αἱ γὰρ πρὸς τὸ ζῆν συντελοῦσαι τοῖς ἀνθρώποις ἐπιθυμίαι οὐχ ὑπαίτιοι· διὸ καὶ ἐξ ἁπαλῶν ὀνύχων συμπεφύκασιν ἡμῖν. Ἡ δὲ φιλαργυρία μικρὸν ὕστερον προσφύεται, παισὶν ἔτ’ οὖσιν· ὅθεν φαίνεται ὡς οὐκ ἐκ φύσεως, ἀλλ’ ἐκ προαιρέσεως ἔχει τὴν ἀρχήν. Ῥίζαν δὲ αὐτὴν πάντων τῶν κακῶν δικαίως ὠνόμασεν ὁ θεσπέσιος Παῦλος. Τὰ μὲν γὰρ τῶν κακῶν αὕτη πέφυκε γεννᾶν, φειδωλίας, καπηλείας, ἁρπαγάς, κλοπὰς καὶ ἁπλῶς πᾶν εἶδος πλεονεξίας, ἣν δευτέραν εἰδωλολατρίαν ὁ αὐτὸς προσηγόρευσε· τοῖς δὲ μὴ φυομένοις ἐξ αὐτῆς σχεδὸν πᾶσι χορηγεῖ τὴν ὕλην τῆς συστάσεως.
Ταῦτα δὲ πάντα, ὅσα ἐκ φιλοϋλίας τίκτεται, ψυχῆς εἰσι πάθη ζέσιν οὐκ ἐχούσης πρὸς ἀγαθοεργίαν. Τῶν γὰρ ἀπὸ φύσεως ἐχόντων τὴν ἀρχὴν παθῶν τὰ ἐκ προαιρέσεως εὐαπαλλακτότερά ἐστι· δυσαπόβλητα δὲ τὰ ἐκ φιλαργυρίας πάθη κατεργάζεται ἡ ἀπιστία τῆς τοῦ Θεοῦ προνοίας· ταύτῃ γὰρ ὁ μὴ πιστεύων ἐπὶ χρήμασι πέποιθε. Καὶ τοῦ κυρίου λέγοντος ἀκούων, ὡς «εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν», αὐτὸς παρ’ οὐδὲν θέμενος βασιλείαν, καὶ βασιλείαν οὐράνιον καὶ ἀίδιον, ποθεῖ πλοῦτον γήινόν τε καὶ διαρρέοντα· πλοῦτον ὅς, κἂν μὴ παρῇ τοῖς ποθοῦσιν, αὐτῷ τῷ ποθεῖσθαι ζημιοῖ τὰ μέγιστα (ἐμπίπτουσι γὰρ εἰς πειρασμοὺς καὶ παγίδας τοῦ διαβόλου, καθά φησι Παῦλος, οἱ ἐπιθυμοῦντες πλουτεῖν), ἀλλὰ καὶ παραγενόμενος, οἴκοθεν ἔδειξε μηδὲν ὤν, ἔθ’ ὡς μὴ παρὼν διψώμενος ὑπὸ τῶν μηδὲ τῇ πείρᾳ νοῦν εἰληφότων. Οὐ γὰρ ἐξ ἐνδείας ὁ δύσερως οὗτος ἔρως, αὕτη δ’ ἐξ αὐτοῦ μᾶλλον· ἐξ ἀφροσύνης δ’ αὐτός, ἀφ’ ἧς καὶ ὁ καθαιρῶν τὰς ἀποθήκας ἐκεῖνος καὶ μείζονας οἰκοδομῶν παρὰ τοῦ κοινοῦ δεσπότου Χριστοῦ δικαιότατα καλεῖται.
Πῶς γὰρ οὐκ ἄφρων, ὃς τῶν μηδὲν ὀνῖναι δυναμένων ἕνεκα («οὐδενὶ γὰρ ἐκ τοῦ περισσοῦ ἐστιν ἡ ζωὴ αὐτῷ ἐκ τῶν ὑπαρχόντων αὐτῷ»), τούτων οὖν χάριν τὰ λυσιτελέστατα προδίδωσι καὶ οὐ σοφὸς γίνεται πραγματευτής, καὶ τῶν ἀναγκαίων αὐτῶν κατὰ τὸ δυνατὸν ὑφαιρῶν καὶ προστιθεὶς τῷ κεφαλαίῳ τῆς ὄντως πολυφόρου καὶ πολυκερδοῦς ἐμπορίας ἢ γεωργίας; γεωργίας, ἥ, καὶ πρὶν ἐφεστάναι τὸν τοῦ ἀμητοῦ καιρόν, εἰς ἑκατὸν πολυπλασιάζει τὸ καταβληθέν, οἷον προδεικνῦσα τὸ μέλλον κέρδος καὶ τὴν ἐπὶ τοῦ καιροῦ φορὰν ὡς ἀνεκλάλητόν τε καὶ ἀνεννόητον· καὶ τὸ παραδοξότατον, ὅσον ἂν ἀπὸ στενωτέρων ᾖ ταμείων τὰ σπέρματα, οὕτως οὐδ’ ἐπ’ ἀγαθῷ τοῖς ἀνθρώποις πρόφασις ἐφέσεως τοῦ πλουτεῖν ὑπολέλειπται· ἀλλὰ τὴν ἔνδειαν ὑφορῶνται τῷ προσθήσειν ὑπεσχημένῳ τὰ τῇδε πάντα τοῖς ζητοῦσι τὴν τοῦ Θεοῦ βασιλείαν μὴ πάντως πιστεύοντες καὶ ταύτην μόνην ἔχοντες ἀφορμήν, κἂν πάντα περιβάλλωνται, τῆς νοσερᾶς καὶ ἀπολουμένης ἐπιθυμίας οὐδέποτε ἀναφέρουσιν· ἀλλ’ ἀεὶ συλλέγοντες ἑαυτοῖς ἀνατιθέασι φόρτον ἀνόνητον, μᾶλλον δὲ καινότατον ἔτι ζῶσι τάφον περιτιθέασι.
Τῇ μὲν γὰρ ἁπλῶς γῇ τῶν ἀνθρώπων οἱ νεκροὶ κατορύττονται, τῷ δὲ κατὰ χρυσὸν χοῒ ὁ τοῦ ζῶντος φιλαργύρου νοῦς· καὶ δυσωδέστερος οὗτος ὁ τάφος ἐκείνου τοῖς ὑγιῶς ἔχουσι τῶν αἰσθήσεων, καὶ τοσοῦτο μᾶλλον, ὅσον πλέον ἐπιθήσει τὸν χοῦν. Νικᾷ γὰρ τὸ τῶν κατακεχωσμένων ἐκείνων ἀθλίων ἕλκος, καὶ μέχρις οὐρανοῦ τὰ τῆς ὀσμῆς φέρεται καὶ τῶν ἀγγέλων Θεοῦ καὶ Θεοῦ.
Καὶ βδελυκτοὶ ταύτῃ γίνονται καὶ τῆς ἀποστροφῆς ὄντως ἄνθρωποι, διαβιτικῶς εἰπεῖν, ἀπὸ προσώπου τῆς ἀφροσύνης αὐτῶν προσοζέσαντες. Ἀπαλλάττει δὲ τοὺς ἀνθρώπους τοῦ δυσώδους καὶ νεκροποιοῦ τούτου πάθους ἡ μὴ πρὸς ἀνθρωπαρέσκειαν ἐθελούσιος ἀκτημοσύνη, ταὐτὸν δ’ εἰπεῖν ἡ ἐν πνεύματι πτωχεία, ἣν ὁ Κύριος ἐμακάρισε.
Μοναχὸν τὸ πάθος τοῦτ’ ἔχοντα ὑποταγῆναι ἀδύνατον· ἂν δὲ παραμένῃ περιέπων ὅ, τι μάλιστα, πολὺ τὸ δέος μὴ καὶ ἀνηκέστοις κατὰ σῶμα περιπέσῃ κακοῖς. Γιεζῆ καὶ Ἰούδας ἐκ Παλαιᾶς καὶ Νέας Διαθήκης ἱκανὰ ὑποδείγματα· τῷ μὲν γὰρ λέπρα ἐξήνθησε, δεῖγμα τῆς ἀθεραπεύτου ψυχῆς, ὁ δὲ ἐν τῷ χωρίῳ τοῦ αἵματος ἐξ ἀγχόνης χωρήσας, «πρηνὴς ἐλάκησε μέσος καὶ ἐξεχύθη τὰ σπλάγχνα αὐτοῦ». Εἰ δὲ καὶ ἡ ἀποταγὴ προηγεῖται τῆς ὑποταγῆς, πῶς ἔσται πρὸ τοῦ ἡγουμένου τὸ ἑπόμενον; Εἰ δὲ καὶ τῆς κατὰ μοναχοὺς πολιτείας οἷόν τις στοιχειώδης ἀρχὴ καθέστηκεν αὕτη, πῶς ἂν ἕτερόν τινα διενέγκῃ καλῶς τῶν κατ’ αὐτὴν ἀγώνων ὁ μὴ χρήμασιν ἀποταξάμενος πρότερον; Τί γάρ, εἰ καὶ πρὸς ὑποταγὴν ὁ τοιοῦτος ἀδόκιμος, ἀλλ’ ἡσυχάσει καθ’ ἑαυτὸν τῷ κελλίῳ, κατὰ μόνας σχολάζων καὶ προσευχῇ προσανέχων; «Ἀλλ’ ὅπου ὁ θησαυρός σου, φησὶν ὁ Κύριος, ἐκεῖ καὶ ὁ νοῦς σου».
Πῶς οὖν νοερῶς ἀτενίσει πρὸς τὸν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς καθήμενον, ἐπὶ γῆς θησαυρίζων; Πῶς δὲ κληρονομήσει τὴν βασιλείαν, ἣν οὐδ’ ἐπὶ νοῦν λαβεῖν ὑπὸ τοῦ πάθους καθαρῶς συγχωρεῖται; Διὰ τοῦτο μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ὁρᾷς ὅσα δι’ ἑνὸς μακαρισμοῦ περιέκοψεν ὁ κύριος πάθη;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.