Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι

Γρηγόριος Παλαμᾶς

Η θεραπεία από την κενοδοξία, την ανθρωπαρέσκεια και τη γαστριμαργία

Ανάλυση της πνευματικής φθοράς που προκαλούν η φιλοδοξία και οι σαρκικές επιθυμίες, καθώς και η σημασία της ταπεινοφροσύνης, της εσωτερικής ησυχίας και της υπομονής στις θλίψεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 9 από 17

Ἀλλὰ γὰρ οὐ ταῦτα μόνον, ἐπεὶ καὶ πρῶτον γέννημα τῆς πονηρᾶς ἐπιθυμίας τὴν φιλοϋλίαν εἰρήκαμεν· ἔστι γὰρ αὐτῇ καὶ δεύτερον φευκτότερον, καὶ τρίτον τῇ κακίᾳ οὐχ ἧττον. Ποῖον δὴ τὸ δεύτερον; ἡ φιλοδοξία. Προϊούσης γὰρ τῆς ἡλικίας, πρότερον τῆς φιλοσαρκίας ὑπαντᾷ τουτὶ τὸ πάθος, ἔτι νέοις οὖσι, καθάπερ προοίμιον κακὸν ἐκείνης. Φιλοδοξίας δὲ εἶδος ἐκεῖνο λέγω νῦν, ὃ πρὸς καλλωπισμοὺς βλέπει σωμάτων καὶ πολυτελείας ἐνδυμάτων· ἣν καὶ κοσμικὴν κενοδοξίαν οἱ πατέρες λέγουσι. Τὸ γὰρ ἕτερον εἶδος τῆς κενοδοξίας τοῖς ἀρετῇ διενεγκοῦσιν ἐπιτίθεται, συνεπαγόμενον οἴησίν τε καὶ ὑπόκρισιν, δι’ ὧν συλῆσαι καὶ διασκεδάσαι τὸν πνευματικὸν πλοῦτον ὁ ἐχθρὸς μηχανᾶται.

Ταῦτα δὲ πάντα τελείας τεύξεται τῆς θεραπείας αἰσθήσει τε καὶ πόθῳ τῆς ἄνωθεν τιμῆς μετὰ τοῦ ἀνάξιον ἐκείνης ἑαυτὴν ἡγεῖσθαι τὴν ποθοῦσαν καὶ τῆς ἐπ’ ἀνθρώπων εὐτελείας καρτερίᾳ μετὰ τοῦ ἄξιον αὐτῆς ἡγεῖσθαι· πρὸς δὲ καὶ τῷ τῆς οἰκείας δόξης προτιμοτέραν ἡγεῖσθαι τὴν δόξαν τοῦ Θεοῦ κατὰ τὸν λέγοντα, μὴ ἡμῖν κύριε, μὴ ἡμῖν, ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν.

Κἄν τι τῶν ἐπαινετῶν ἐξειργασμένων οἶδεν ἑαυτόν, τῷ Θεῷ λογίζεσθαι τὴν αἰτίαν τοῦ κατορθώματος καὶ τούτῳ χρῆναι καὶ ὑπὲρ τούτου δόξαν εὐγνωμόνως ἀναπέμπειν, ἀλλ’ οὐχ ἑαυτῷ. Οὕτω γὰρ χαιρήσει μὲν ὡς δῶρον λαβὼν τὴν ἀρετήν, οὐκ ἐπαρθήσεται δέ, ὡς οἴκοθεν μηδὲν ἔχων· ἀλλὰ καὶ ταπεινωθήσεται τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἔχων ἐπὶ τὸν Θεὸν ἡμέρας καὶ νυκτός, ὡς τοὺς ὀφθαλμοὺς παιδίσκη ψαλμικῶς εἰπεῖν ἐπὶ τὰς χεῖρας τῆς κυρίας αὐτῆς· δεδιώς, μὴ τοῦ μόνου καὶ δόντος καὶ συνέχοντος ἐν τῷ καλῷ διαζευχθείς, εἰς τὸ τῆς κακίας βάραθρον κατενεχθῇ· τοῦτο γὰρ πάσχει ὁ οἰήσει δουλεύων καὶ κενοδοξίᾳ.

Συνεργεῖ δὲ πρὸς τὴν τούτου ἴασιν διαφερόντως καὶ ἡ ἀναχώρησις καὶ τὸ κατὰ μόνας πολιτεύεσθαι καὶ τῇ κέλλῃ παραμένειν, ἐπῃσθημένον μέντοι τὴν τῆς οἰκείας προαιρέσεως ἀσθένειαν καὶ οὐχ ἱκανὸν λογιζόμενον ἑαυτὸν συναναμίγνυσθαι ἀνθρώποις.

Ταῦτα δὲ τί ἄλλο ἐστίν, ἢ ἡ ἐν πνεύματι πτωχεία, ἣν ὁ κύριος ἐμακάρισεν; Ἂν δέ τις ἐπὶ νοῦν λάβῃ καὶ τὰ πεφυκότα προσγίνεσθαι παρ’ αὐτοῦ τοῦ πάθους αἴσχη, φεύξεται τὴν κενοδοξίαν ᾗ δυνάμεως ἔχει. Ποθῶν γὰρ τὴν παρ’ ἀνθρώπων δόξαν, ἐξ αὐτῶν τῶν ὑπὲρ αὐτῆς ἔργων ἀδοξίᾳ περιτυγχάνει. Ὥρας γὰρ ἐπιμελούμενος καὶ μέγα φρονῶν ἐπὶ προγόνων εὐκλείᾳ καὶ ἐπ’ εὐχροίᾳ περιβολαίων καὶ τοιούτοις ἄλλοις σεμνυνόμενος, δῆλον ἑαυτὸν ποιεῖ νηπιώδους ἔτι φρονήματος ἐπειλημμένον. Καὶ γὰρ ταῦθ’ ὁμοῦ πάντα χοῦς· τί δὲ χοὸς ἀτιμότερον; Ἡ δὲ μὴ πρὸς σκέπην ἢ θάλψιν χρωμένη τῇ περιβολῇ τοῦ σώματος, ἀλλ’ ἐπτοημένη πρὸς μαλακότητάς τε καὶ στιλπνότητας, οὐ μόνον τὴν ἀκαρπίαν τῆς οἰκείας ψυχῆς τοῖς ὁρῶσι καταγγέλλει, πρὸς δὲ τούτῳ καὶ τὴν τῶν ἑταιριζομένων ἀσχημοσύνην ἐπιτίθεται. Παντὸς δὲ μᾶλλον ἀκουέτω τοῦ λέγοντος, ὅτι «οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλείων εἰσίν»· «ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς εἶναί» φησιν ὁ θεσπέσιος Παῦλος. Μὴ οὖν διὰ τὴν ἐν ἐνδύμασι βλακείαν εἰς τὰς σκηνὰς ἀπ’ οὐρανοῦ ῥιφῶμεν τοῦ κοσμοκράτορος τοῦ σκότους τοῦ αἰῶνος τούτου.

Τοῦτ’ αὐτὸ πάσχουσι καὶ οἱ πρὸς τὴν τῶν ἀνθρώπων δόξαν τὴν ἀρετὴν μετιόντες. Οἱ γὰρ λαχόντες τὸ πολίτευμα ἔχειν ἐν οὐρανοῖς κατασκηνοῦσι, φεῦ, εἰς χοῦν τὴν ἑαυτῶν δόξαν, τὴν δαβιτικὴν ἀρὰν ἐφ’ ἑαυτοὺς ἕλκοντες. Οὔτε γὰρ ἡ προσευχὴ αὐτῶν ἄνεισι πρὸς οὐρανὸν καὶ πᾶν σπούδασμα κάτω πίπτει, τὰ πτερὰ τῆς μεταρσίους τὰς ἐπὶ γῆς πράξεις ἡμῶν ποιούσης θείας ἀγάπης οὐ περικείμενον· ὥστε καὶ τοὺς πόνους ὑφίστανται καὶ τοὺς μισθοὺς οὐ καρποῦνται. Καὶ τί λέγω τὴν τῶν μισθῶν ἀκαρπίαν; καρποφοροῦσι μὲν οὖν, ἀλλ’ αἰσχύνην καὶ λογισμῶν ἀστασίαν καὶ διανοίας αἰχμαλωσίαν καὶ ταραχήν. «Κύριος» γάρ, φησί, «διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· κατῃσχύνθησαν, ὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς». Τοῦτο τὸ πάθος λεπτότατόν ἐστι παθῶν ἁπάντων· διὸ δεῖ τὸν προσπαλαίοντα, μὴ τὸν συνδυασμὸν ἐτάζειν ἢ τὴν συγκατάθεσιν φεύγειν, ἀλλ’ αὐτὴν τὴν προσβολὴν ὡς συγκατάθεσιν λογίζεσθαί τε καὶ φυλάττεσθαι· μόγις γὰρ ἂν οὕτω τὸ τάχος τῆς ἥττης παραδράμῃ. Κἂν μὲν οὕτω πράττῃ νήφων, ἡ προσβολὴ γίνεται κατανύξεως πρόξενος· εἰ δὲ μή, τῇ ὑπερηφανίᾳ τόπος ἑτοιμάζεται. Ταύτην δὲ ὁ προσλαβόμενος δυσανακλήτως, μᾶλλον δὲ καὶ ἀνιάτως ἔχει· διαβολικὸν γάρ ἐστι τὸ πτῶμα.

Ἀλλὰ καὶ πρὸ τούτου τὸ τῆς ἀνθρωπαρεσκείας πάθος τοσαύτην ἐπαντλεῖ τοῖς κεκτημένοις βλάβην, ὡς καὶ περὶ αὐτὴν τὴν πίστιν ναυαγεῖν, κατὰ τὸν εἰπόντα, «πῶς δύνασθε πιστεύειν εἰς ἐμέ, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες;».

Τί δὴ σοὶ καὶ τῇ τῶν ἀνθρώπων δόξῃ, ὦ ἄνθρωπε; μᾶλλον δὲ τῷ κενῷ τῆς δόξης ὀνόματι, καὶ οὐκ ἐστερημένῳ μόνον, ἀλλὰ καὶ στερητικῷ τοῦ πράγματος; καὶ οὐ τοῦτο μόνον, ἀλλὰ πρὸς τοῖς ἄλλοις καὶ γεννητικῷ τοῦ φθόνου; φθόνου, τοῦ δυνάμει φόνου καὶ προξένου τῆς πρώτης μιαιφονίας καὶ τῆς ὕστερον θεοκτονίας;

Ἆρά τι συντελεῖ τῇ φύσει, συνέχον ἢ φυλάττον ἢ σφάλλουσαν ἀναλαμβάνον ὁπωσοῦν αὐτὴν καὶ ἰώμενον; Πάντως οὐκ ἂν ἔχοι τις εἰπεῖν ὅ, τι· ἀλλ’ οἶμαι καὶ τοῦτ’ εἶναι καὶ τῶν ἐν προφάσει παραχρήσεων ἔλεγχον. Εἰ δέ τις ἀκριβῶς ἐξετάσαι θελήσει, τὴν αὐτὴν δολερῶς εὑρήσει καὶ προξενοῦσαν τῶν αἰσχίστων τὰ πλεῖστα καὶ ἀπελέγχουσαν, καὶ τὸ προσωπεῖον ἀναιδῶς ἀποτιθεμένην ἐσθ’ ὅτε κἀνταῦθα καὶ τοὺς ἐραστὰς καταισχύνουσαν, κἂν οἱ τῶν ἑλληνικῶν δογμάτων καθηγεμόνες οὐδὲν αὐτῆς ἄνευ τῶν ἐν τῷ βίῳ κατορθωμάτων οἴωνται· φεῦ, τῆς πλάνης, ὅτι μηδ’ αἰσχύνονται λέγοντες.

Ἀλλ’ ἡμεῖς οὐχ οὕτως ἐδιδάχθημεν, οἱ φερωνύμως ἐπώνυμοι τοῦ δι’ ἑαυτοῦ φιλανθρώπως τὸ ἡμέτερον χρίσαντος, ἀλλ’ αὐτὸν ἔχομεν τῶν πραττομένων ἐπόπτην· πρὸς ὃν οἱ βλέποντες, δι’ αὐτοῦ τε καὶ δι’ αὐτὸν πᾶν ὅ, τι κάλλιστον κατορθοῦσι, πάντα εἰς δόξαν Θεοῦ ποιοῦντες καὶ ἀνθρώποις ὅλως ἀρέσκειν οὐκ ἐφιέμενοι, μᾶλλον δὲ οὐδ’ ἀρέσκοντες κατὰ Παῦλον τὸν ἄκρον μύστην τοῦ νομοθέτου καὶ νομοδότην ἡμῶν. «Εἰ γὰρ ἔτι», φησίν, «ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην».

Ἀλλὰ γὰρ ἴδωμεν, εἰ καὶ τὸ τρίτον ἔκγονον τῆς κακῶς ἐχούσης ἐπιθυμίας διὰ τῆς μακαριζομένης ἀναιρεῖται πτωχείας. Τρίτος τοίνυν τόκος κατ’ ἐπιθυμίαν νοσούσης τῆς ψυχῆς γαστριμαργία, παρ’ ἧς ἀκαθαρσία πᾶσα σαρκική. Πῶς δὲ αὐτὴν τρίτην καὶ ὑστέραν λέγομεν, καίτοι ἔμφυτον ἡμῖν οὖσαν ἐξ αὐτῆς γενέσεως;

Οὐ γὰρ μόνον αὕτη, ἀλλὰ καὶ αἱ πρὸς τεκνογονίαν φυσικαὶ κινήσεις ἐπισημαίνουσιν ὑπομαζίοις ἔτ’ οὖσι τοῖς παισί. Πῶς οὖν ἡμεῖς ὑστέραν ταύτην τίθεμεν τὴν τῆς σαρκικῆς ἐπιθυμίας νόσον; Ἐπειδήπερ ἐκεῖνα φύσει πρόσεστιν ἡμῖν, ἀνέγκλητα δὲ τὰ φυσικά, παρὰ τοῦ ἀγαθοῦ Θεοῦ πεποιημένα, ἵνα δι’ αὐτῶν ἐν ἔργοις ἀγαθοῖς περιπατήσωμεν. Τοιγαροῦν οὐκ ἔστι δείγματα ψυχῆς νοσούσης, τοῖς δὲ παραχρωμένοις τοιαῦτα ταῦτα γίνεται. Καὶ τοίνυν, ὁπηνίκα «τῆς σαρκὸς πρόνοιαν ποιούμεθα πρὸς τὰς ἐπιθυμίας», τότε δὴ κακὸν τὸ πάθος καὶ σαρκικῶν παθῶν ἀρχὴ καὶ ψυχῆς νόσος ἡ φιληδονία. Ὥστ’ ἐπὶ τῶν τοιούτων πρωτοπαθής ἐστιν ὁ νοῦς· διὸ καὶ ὡς ἀπὸ τῆς διανοίας πρώτης ὁρμωμένων τῶν πονηρῶν παθῶν φησὶν ὁ Κύριος, ὅτι ἐκ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, κἀκεῖνοί εἰσιν οἱ κοινοῦντες τὸν ἄνθρωπον· καὶ ὁ πρὸ τοῦ εὐαγγελίου νόμος φησί, «πρόσεχε σεαυτῷ, μήποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα».

Εἰ γὰρ καὶ πρῶτος ὁ νοῦς ἐστιν ὁ διατεθεὶς κακῶς, ἀλλὰ κάτωθεν διὰ τῶν αἰσθήσεων ἀναμαξάμενος τὴν φαντασίαν τῶν αἰσθητῶν σωμάτων, οὕτω πρὸς ἐκεῖνα διετέθη, καὶ μάλιστα διὰ τῶν ὀφθαλμῶν πρώτων, δυναμένων καὶ πόρρωθεν τὸ μῦσος ἐπισπάσασθαι, πρὸς τὴν παράχρησιν ἐπαίρεται. Καὶ τούτου σαφὲς μαρτύριον ἡ προμήτωρ καθέστηκεν Εὔα· πρῶτον γὰρ «εἶδεν ὅτι καλὸν εἰς ὅρασιν καὶ ὡραῖον τοῦ κατανοῆσαι», καὶ τότε συγκατατεθεῖσα τῇ καρδίᾳ ἥψατο καὶ ἐγεύσατο τοῦ ἀπηγορευμένου ξύλου.

Καλῶς ἄρ’ ἐλέγομεν, ὅτι προτερεύει καὶ προοίμιόν ἐστιν ἡ πρὸς τὰ κάλλη τῶν σωμάτων ἧττα τῶν αἰσχρῶν παθῶν· διὸ καὶ πατρικόν ἐστι παράγγελμα, κάλλος ἀλλοτρίων σωμάτων μὴ καταμανθάνειν καὶ ἐπὶ ἰδίῳ μὴ τέρπεσθαι. Πρὸ μέντοι τῆς ἐμπαθοῦς διανοίας, εἰ καὶ φυσικῶς ἐνθεωροῦνται τοῖς παισὶ τὰ πάθη, ἀλλ’ οὐ συνεργεῖ πρὸς ἁμαρτίαν, ἀλλὰ πρὸς τὴν τῆς φύσεως σύστασιν.

Διόπερ οὐδὲ πονηρὰ τηνικαῦτα ταῦτ’ ἔστιν· ἀλλ’ ἐπειδὴ καὶ τὰ σαρκικὰ πάθη παρὰ τοῦ ἐμπαθοῦς νοῦ λαμβάνει τὴν ἀρχήν, ἐξ αὐτοῦ δέον καὶ τῆς θεραπείας ἄρχεσθαι. Ὡς γὰρ ἐπὶ πυρκαϊᾶς ὁ σβέσαι ταύτην προθυμούμενος, εἰ τὴν φλόγα διατέμνει ἄνωθεν, ἤνυσεν οὐδέν, εἰ δὲ τὴν ὕλην ὑποσπάσειεν, εὐθὺς ἡ πυρκαϊὰ κατεμαράνθη, οὕτω καὶ ἐπὶ τῶν πορνικῶν παθῶν· εἰ μὴ τὴν πηγὴν τῶν λογισμῶν ἔνδον ξηρανεῖς δι’ εὐχῆς καὶ ταπεινώσεως, μόνῃ δὲ νηστείᾳ καὶ κακοπαθείᾳ σώματος ὁπλίζῃ κατ’ αὐτῶν, ἀνήνυτα πονεῖς· εἰ δὲ τὴν ῥίζαν ἁγιάσεις διὰ ταπεινώσεως καὶ προσευχῆς, ὡς ἔφημεν, ἕξεις κἀν τοῖς ἔξω τὸν ἁγιασμόν. Καὶ τοῦτό μοι δοκεῖ καὶ τὸ ἀποστολικὸν ἐκεῖνο ὑφηγεῖσθαι λόγιον, τὸ λέγον περιζώννυσθαι τὴν ὀσφὺν ἡμῶν ἐν ἀληθείᾳ, καθὰ καί τινι τῶν πατέρων κάλλιστα πεφιλοσόφηται, ὡς τοῦ θεωρητικοῦ τὸ ἐπιθυμητικὸν περισφίγγοντος καὶ συστέλλοντος τὰ ὑπ’ ὀσφῦν τε καὶ γαστέρα πάθη. Δεῖ μέντοι καὶ τῷ σώματι κακοπαθείας καὶ τῆς συμμέτρου τῶν βρωμάτων ἐγκρατείας, ἵνα μὴ δυσήνιον ᾖ καὶ τοῦ λογισμοῦ βιαιότερον. Τοιγαροῦν καὶ τὰ τῆς σαρκὸς πάντα πάθη οὐδὲν ἕτερον ἰᾶται ἢ κακοπάθεια σώματος καὶ προσευχὴ ἐκ τεταπεινωμένης καρδίας ἐνεργουμένη, ὅ ἐστιν ἡ ἐν πνεύματι πτωχεία, ἣν ἐμακάρισεν ὁ Κύριος.

Εἰ γοῦν ἐπιθυμεῖ τις τὸν ἁγιασμὸν πλουτῆσαι, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον, παραμενέτω τῇ ἰδίᾳ κέλλῃ, κακοπαθῶν καὶ προσευχόμενος ἐν ταπεινώσει· τὸ γὰρ τοῦ καλῶς μονάζοντος κελλίον λιμήν ἐστι σωφροσύνης, τὰ δ’ ἔξω πάντα, καὶ μάλιστα τὰ κατ’ ἀγορὰς καὶ πανηγύρεις, κυκεῶνος πορνικοῦ πεπλήρωται, ἐξ ἀκόσμων ἀκουσμάτων τε καὶ θεαμάτων ἐπεγειρομένου καὶ τὴν ἀθλίαν ψυχὴν τοῦ παραβαλόντος μοναχοῦ καταβαπτίζοντος.

Ἀλλὰ καὶ πῦρ ἂν εἴποις καιόμενον τὸν κόσμον τῆς κακίας, ὕλην ποιούμενον τοὺς ὁμιλοῦντας καὶ πᾶν εἶδος τῆς αὐτῶν ἀρετῆς ἀποτεφροῦν· τὸ δὲ μὴ καῖον πῦρ ἐν ἐρήμῳ εὑρέθη. Σὺ δ’ ἀντὶ τῆς ἐρήμου παράμενε τῇ κέλλῃ καὶ ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἄν σοι παρέλθοι ὁ χειμὼν τῆς ἐμπαθείας· αὐτοῦ γὰρ παραρρυέντος, ἡ ὕπαιθρος οὐ λυμαίνεται δίαιτα. Τότε γὰρ καὶ πτωχὴ ὡς ἀληθῶς ἔσῃ τῷ πνεύματι καὶ τὴν κατὰ παθῶν κτήσῃ βασιλείαν καὶ μακαρισθήσῃ λαμπρῶς ὑπὸ τοῦ λέγοντος, «μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν».

Πῶς δ’ οὐ μακαρίζοιντο δικαίως ἂν οἱ μὴ πεποιθότες ὅλως ἐπὶ χρήμασιν, ἀλλ’ ἐπ’ αὐτῷ, οἱ μὴ ποθοῦντες ἀρέσκειν ἄλλῳ πλὴν αὐτῷ, οἱ ἐν ταπεινώσει μετὰ τούτων ζῶντες ἐνώπιον αὐτοῦ; Πτωχεύσωμεν οὖν καὶ ἡμεῖς τὸ πνεῦμα ταπεινωθέντες καὶ τὴν σάρκα κακοπαθήσαντες καὶ τὸν βίον ἀκτημονήσαντες, ἵν’ ἡμῶν γένηται ἡ τοῦ Θεοῦ βασιλεία καὶ τῶν μακαρίων ἐπιτύχωμεν ἐλπίδων, τὴν τῶν οὐρανῶν βασιλείαν κληρονομήσαντες. Οἷα δέ τινας λόγους περιεκτικούς τε καὶ κεφαλαιώδεις τοῦ τῆς σωτηρίας ἡμῶν Εὐαγγελίου προθεὶς ὁ κύριος, οὐ τοσαύτας μόνον ἀρετὰς ἑνὶ λόγῳ περιέλαβε καὶ τοσαύτας κακίας τοῦ οἰκείου ἐξέβαλε μακαρισμοῦ καὶ τοὺς διὰ μετανοίας κατ’ αὐτὰς καλῶς περιτεμόντας τὸ τῆς οἰκείας ψυχῆς παθητικὸν εὐλόγησεν· ἀλλὰ καὶ ἕτερ’ ἅττα πλεῖστα, οὐκ ἀναλογίαν ἔχοντα περιτομῆς, ἀλλὰ τῆς ἐκ κρυμοῦ καὶ παγετοῦ, χιόνος τε καὶ πάχνης καὶ τῆς ἐξ ἀνέμων βίας, καὶ ἁπλῶς ἧς χειμῶνός τε καὶ θέρους ὑφίστανται τὰ φυτὰ ταλαιπωρίας, ἐκκείμενα τῷ ψύχει καὶ τῷ καύσωνι· ὧν χωρὶς οὐδὲν οὐδαμῶς τῶν ἐπὶ γῆς φυομένων τελεσφορῆσαί ποτε δυνήσεται.

Τίνα δὴ ταῦτά ἐστιν; αἱ ποικίλαι τῶν πειρασμῶν ἐπιφοραί, ἃς φέρειν εὐχαρίστως ἀνάγκη τὸν μέλλοντα καρπὸν οἴσειν τῷ τῶν πνευμάτων γεωργῷ. Καθάπερ γὰρ εἴ τις, ἐλεήσας ταλαιπωρούμενα τὰ γῆθεν φυόμενα, περιτείχισμα περιθήσει καὶ ὑπὸ στέγην ποιήσεται καὶ μὴ πρὸς ἐκεῖνα διακαρτερεῖν ἐάσει τὰ δεινά, κἂν περιτέμνῃ κἂν περικαθαίρῃ, πάντα πράττων τημελῶς, καρπώσεται παρὰ τούτων οὐδέν· ἀλλὰ δεῖ πάνθ’ ὑπενεγκεῖν ἀφεῖναι, καὶ γὰρ οὕτω μετὰ τὴν τοῦ χειμῶνος δυσκολίαν ἦρος ὥρᾳ θάλλει καὶ ἀνθεῖ καὶ κομᾷ φύλλοις καὶ προβάλλεται μετὰ τῶν καλὸν ἐκείνων τεθηλότων βλαστῶν καὶ τοὺς ὄμφακας· οἳ κατὰ μικρὸν ὁμιλοῦντες ταῖς ἡλίου σφοδροτέραις βολαῖς, ἀκμάζουσι καὶ πεπαίνονται καὶ πρὸς τροφὴν εὐπρεπεῖς ἀποκαθίστανται καὶ συγκομιδήν· οὕτως ὁ μὴ τὸ δύσοιστον τῶν πειρασμῶν ἄχθος γενναίως ὑποφέρων, κἂν τῶν ἄλλων ἁπασῶν ἀρετῶν μηδαμιᾶς λειφθῇ, καρπὸν θείων ληνῶν καὶ ἀποθήκης αἰωνίας ἄξιον οὐ μή ποτε ἐνέγκῃ. Δι’ ὑπομονῆς γὰρ ἑκουσίων τε καὶ ἀκουσίων πόνων πᾶς σπουδαῖος τελειοῦται, τῶν μὲν ἐπιτιθεμένων ἔξωθεν, τῶν δὲ ἐπιφερομένων οἴκοθεν· ἃ γὰρ τοῖς τῆς γῆς φυτοῖς ἐκ φύσεως προσγίνεται, γεωργικαῖς τε ἐπινοίαις καὶ ταῖς τῶν ὡρῶν περιτροπαῖς, ταῦθ’ ἡμῖν τοῖς λογικοῖς κλήμασι Χριστοῦ, πειθομένοις τῷ τῶν ψυχῶν τούτῳ γεωργῷ, πρόσεστιν ἐκ προαιρέσεως αὐτεξουσίως ζῶσι.

Χωρὶς δὲ τῆς ὑπομονῆς τῶν ἀκουσίως ἡμῖν ἐπερχομένων, οὐδὲ τὰ ἑκουσίως πεπραγμένα τεύξεται τῆς θείας εὐλογίας. Ἡ γὰρ πρὸς Θεὸν ἀγάπη διὰ τῆς τῶν πειρασμῶν θλίψεως μάλιστα κομίζεται τὸ δοκίμιον.

Δεῖ μέντοι προκατορθωθῆναι τῇ ψυχῇ τὰ ἑκούσια καὶ δι’ αὐτῶν ἡδονῆς καὶ δόξης ἐθισθέντες καταφρονεῖν ῥᾳδίως καὶ τὰς ἀκουσίους οἴσομεν ἐπιφοράς. Ὁ δὲ διὰ τὴν ἐν πνεύματι πτωχείαν ἐκείνων τε καταφρονῶν καὶ ὑπεύθυνον τοῖς δραστικωτέροις φαρμάκοις τῆς μετανοίας ἑαυτὸν ἡγούμενος προσδόκιμον ἔχει διηνεκῶς θλῖψιν ἅπασαν καὶ καταδέχεται πάντα πειρασμὸν ὡς οἰκεῖον ἑαυτῷ καὶ προσήκοντα καὶ χαίρει περιπεσὼν ὡς περιτυχὼν τῷ τῆς ψυχῆς καθαρσίῳ καὶ ὕλην τοῦτο ποιεῖται τῆς πρὸς Θεὸν πεπονημένης τε καὶ ἀνυσιμωτάτης δεήσεως καὶ παρεκτικὸν ἅμα καὶ φυλακτικὸν ἡγεῖται τῆς κατὰ ψυχὴν εὐεξίας καὶ οὐκ ἀφίησι μόνον ἀμνησικάκως ἔχων, ἀλλὰ καὶ χάριτας ὁμολογεῖ τοῖς πειράζουσι καὶ ὡς εὐεργετησάντων ὑπερεύχεται. Διὸ καὶ αὐτός, οὐ τὴν τῶν ἡμαρτημένων μόνον συγχώρησιν λαμβάνει κατὰ τὴν ἐπαγγελίαν, ἀλλὰ καὶ τῆς τῶν οὐρανῶν βασιλείας καὶ τῆς θείας εὐλογίας ἐπιτυγχάνει, μακαρισθεὶς ὑπὸ τοῦ κυρίου διὰ τὴν ἐν πνεύματι ταπεινώσεως εἰς τέλος μακροθυμίαν.