Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι

Γρηγόριος Παλαμᾶς

Η μέλλουσα κρίση, ο φόβος του Θεού και η πνευματική εγρήγορση

Ποιμαντική προτροπή για αγώνα κατά των παθών, περιγραφή των κολάσεων, και εξέταση του σωτήριου φόβου που οδηγεί στην αποταγή και την εσωτερική κάθαρση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 13 από 17

Ἀλλὰ γὰρ προβιβαστέον τὸν λόγον καὶ σαφηνιστέον τούς τε σωζομένους καὶ ὅσοι μή, ἵνα σὺ σαυτὸν εἰδῇς, ὅπη ποτ’ ἔχεις, κἄν πη διαπεπτωκὼς ᾖ τοῦ βελτίονος, ἐπαναλύσῃς σπουδῇ. Δι’ αὐτὸ δὴ τοῦτο τῆς ἐμῆς ἐπιλελησμένος εὐτελείας τε καὶ ἀμαθίας, καὶ τὴν ἐμαυτοῦ δυσκάθαρτον σαπρίαν ὁρᾶν μᾶλλον δὲ πενθεῖν ἀφείς, τῶν πρὸς σὲ νῦν μακρῶν τούτων ἡψάμην γραμμάτων. Μὴ δὴ πρὸς Θεοῦ σαὐτόν τε κἀμὲ τοῦ καλοῦ τούτου κέρδους ἀποστερήσῃς, οὕτως εἰκῆ νομίσας με πρὸς σὲ γράφειν· ἐπὶ σοὶ γάρ ἐστιν.

Τὰς γὰρ εἰρημένας προστάτιδας τῆς πονηρᾶς πληθύος τῶν ἀτίμων ἕξεων, εἰ μέν τις τελέως μισήσας διὰ πολλῶν ἀγώνων τῆς τοῦ Θεοῦ χάριτος συναραμένης τελέως ἐκβαλεῖ τῆς ψυχῆς, τὰς τῶν ἀρχηγῶν δαιμόνων φάλαγγας τρεψάμενος καὶ τὸν ἀρραβῶνα τῶν ἄθλων ἐντεῦθεν εἰληφώς, στεφανίτης τε χαρίτων ἀκηράτων καὶ τροπαιοῦχος ἀψευδὴς ἐξ ἀνθρώπων γεγονώς, μετὰ τῶν ἀγγέλων ἔστη τὴν περὶ Θεὸν συνεξελίττων ἄληκτον χορείαν καὶ προσκυνητὸς ἡμῖν καθέστηκεν· εἰ δὲ καθεὶς ἑαυτὸν εἰς τὸν σωτήριον ἀγῶνα τουτονὶ μήπω κρείττων ὤφθη τῶν ἀντικειμένων, τοῦ θανάτου δηλονότι φθάσαντος τὸ τρόπαιον, χάριτι τοῦ φιλανθρώπου καὶ οὗτος μετὰ τῶν πιστῶν καὶ ἐπεγνωκότων τὴν ἀλήθειαν τῇ δεξιᾷ τοῦ πάντων περισωθήσεται δεσπότου καὶ τῶν ἀντιπάλων ὑπὸ τοῦ παμβασιλέως εἰς καιρὸν ἀνῃρημένων τῆς ἀστασιάστου μεθέξει καὶ αὐτὸς εἰρήνης, ἣν ἐπόθει καὶ δι’ ἣν ἐπένθει καὶ πρὸς ἣν ἔσπευδεν, ἀγῶνα τὸν βίον ποιούμενος καὶ διὰ πάντων ἤ τινων διαφερόντως τῶν κατὰ τὰς θείας ἐντολὰς προνοητικώτατα ποικιλλομένων τρόπων τῆς σωτηρίου μετανοίας ἀντιποιούμενος.

Εἰ δέ τις μήτε καθαρθεὶς μήτε καθαιρόμενος, ἀλλ’ ἀναλγήτως, φεῦ, προστιθεὶς ἀεὶ τοῖς ἕλκεσι φιλικῶς διὰ βίου τοῖς ἐχθροῖς διατίθεται τοῦ βασιλέως, μᾶλλον δὲ τοῖς ἰδίοις ὑποκρινομένοις τοὺς φιλοῦντας, καὶ οὐκ ἐπέγνω τὸν δόλον οὐδ’ ἐπιγνοὺς ἐτράπη πρὸς φυγήν, ἀλλ’ ἀκρατῶς ἐπιτρέχει τῷ δελέατι καὶ τοῖς ψυχωλέθροις καταπόμασι τέρπεται καὶ πολλὰς ἤδη καὶ πολύπαιδας τρέφει τὰς δεδηλωμένας ἐχίδνας φιληδόνων δίκην καὶ φιλοδόξων καὶ φιλοχρημάτων, τίς ἆρ’ οὗτος γένοιτο τοῦ παμβασιλέως κρῖναι τὸ σύμπαν ἐπιστάντος; ποῦ δ’ ὑπὸ τῶν διατιθέντων τὸ φοβερὸν ἐκεῖνο δικαστήριον ἀγγέλων στήσεται; τί δ’ ἀκούσει; ποῦ δ’ ἀποπεμφθήσεται παρὰ τῆς τὸ δίκαιον νεμούσης θείας ἐκείνης φωνῆς καὶ ἀποδιδούσης ἑκάστῳ κατὰ τὰ ἔργα αὐτῶν;

Ἀλλ’ οἴμοι· τούτων γὰρ ἕκαστον αὐτὰ βοῶσι τὰ ἔργα τρανότερον γράμματος. Ἐγὼ δὲ πῶς οἴσω τότε τὰς κἀμέ, φεῦ, μενούσας ἀνυποίστους κολάσεις, ἂν μὴ τοῦ κριτοῦ τὸ φιλάνθρωπον, ἡνίκα καιρός, ἐπισπάσωμαι; Λίμνας γάρ φασι καὶ ποταμοὺς πυρὸς ἀσβέστου, ἐξώτερόν τε σκότος καὶ βρυγμὸν ὀδόντων καὶ πόλλ’ ἕτερα τοιαῦτα· καὶ ταῦτ’ εἰσὶν οἳ πάνθ’ ὁμοῦ φασι, καὶ οὐδ’ οὕτω τὸ βάρος τῶν ὑποδεξαμένων τοὺς ἐκεῖ κατακρίτους δεινῶν παραστῆσαι δύνανται. Βαβαί· πᾶν ἁπανταχόθεν μεθ’ ὑπερβολῆς εἰς ἑνὸς κολαστηρίου σύγκριμα δεινὸν συντρέχει· καύσων καὶ ψῦχος, καὶ σκότος καὶ πῦρ, καὶ φορὰ καὶ στάσις, δεσμά τε καὶ δείματα καὶ θηρίων ἀειζώων δήγματα κατ’ ἐκείνην εἰς ἓν συνάγεται τὴν καταδίκην, καὶ οὐδ’ οὕτως οἷον ἐκεῖνο τὸ δεινὸν παρίσταται, κατὰ τὸ γεγραμμένον ἐπὶ νοῦν οὐκ ἀναβεβηκὸς ἀνθρώπου.

Τί δὴ τὸ ἀνόνητον καὶ ἀπαράκλητον καὶ ἄληκτον ἐκεῖνο πένθος; τοῖς γὰρ εἰς Θεὸν ἁμαρτοῦσιν ἐκ τῆς τῶν ἐπταισμένων ἐπιγνώσεως κινεῖται πένθος. Ἐκεῖ τοίνυν ἐληλεγμένοις καὶ τῆς χρηστοτέρας ἐλπίδος ἀνῃρημένης καὶ τῆς σωτηρίας ἀπεγνωσμένης, ὁ τοῦ συνειδότος τότ’ ἀκούσιος ἔλεγχος ἑκάστῳ πολυπλασιάζει τῷ πένθει τὴν ἐπικειμένην ὀδύνην· καὶ τοῦτ’ αὖθις καὶ ἀεὶ τὸ πένθος, ὡς μηκέτι παυσόμενον, ἑτέρου πένθους ἀφορμὴ γίνεται καὶ σκότος ἄλλο δεινὸν καὶ καύσων ἀψυχαγώγητος καὶ βυθὸς ἀθυμίας ἀμήχανος. Ἐνταῦθα δὴ τὸ πένθος τοῦτο λυσιτελέστατον· ἵλεως γὰρ ἐπακούει Θεός, ὃς καὶ μέχρις ἡμῶν κατῆλθεν ἐπισκεψόμενος καὶ τοῖς οὕτω πενθοῦσιν ἐπηγγείλατο τὴν παράκλησιν, ἥπερ ἐστὶν αὐτός, παράκλητός τε ὢν καὶ καλούμενος.

Τοῦτο δὴ τὸ σωτήριον χρῆμα μᾶλλον δὲ δῶρον, ἐπεὶ «καὶ αὐτό, φησί, τὸ πνεῦμα ὑπὲρ ἡμῶν ἐντυγχάνει στεναγμοῖς ἀλαλήτοις»· τοῦτο τοίνυν, ἵνα σοι καὶ τὴν ῥίζαν μετρίως ἐπιδείξω τῶν ἀρετῶν, πιστῶν μέν ἐστι μόνων τε καὶ πάντων, περιγίνεται δ’ ἑκάστῳ φόβῳ τῶν πεπιστευμένων τῆς τε πείρας τῶν δεινῶν καὶ τῆς τῶν ἀγαθῶν ἐπιτυχίας· συναύξει δὲ τῷ φόβῳ καθ’ ὅσον τῶν κρειττόνων ὀρεγόμενοι, τῆς γηίνης ἀφαιρήσομεν μερίμνης· ἐκείνοις δὲ μόνοις τέλειον αὐτὸ προσγίνεται καὶ τελειοτέρων πρόξενον, τοῦ προκαταρκτικοῦ διῃρημένου φόβου, οἳ τοῖς ἄλλοις πᾶσι χαίρειν εἰπόντες σφίσι τε αὐτοῖς καὶ τῷ Θεῷ μόνῳ διὰ βίου διετέλεσαν ἐσχολακότες.

Ὅταν γὰρ ὁ νοῦς αἰσθητοῦ παντὸς ἀπαναστῇ καὶ τοῦ κατακλυσμοῦ τῆς περὶ ταῦτα τύρβης ἀνακύψῃ καὶ κατοπτεύσῃ τὸν ἐντὸς ἄνθρωπον, πρῶτον μὲν ἐνιδὼν τὸ προσγεγενημένον εἰδεχθὲς προσωπεῖον ἐκ τῆς κάτω περιπλανήσεως, τοῦτο διὰ πένθους ἀπονίψασθαι σπεύδει. Ἔπειτ’ ἐπειδὰν τὸ δυσειδὲς τοῦτο περιέλῃ κάλυμμα, τότε μὴ ποικίλαις σχέσεσι τῆς ψυχῆς ἀγεννῶς διασπωμένης, εἴσω τῶν ὄντως ταμείων ἀταράχως χωρεῖ καὶ τῷ ἐν τῷ «κρυπτῷ πατρὶ προσεύχεται» κατὰ τὴν ἐντολήν, ὃς αὐτῷ καὶ τὸ χωρητικὸν τῶν χαρισμάτων δῶρον, τὴν τῶν λογισμῶν εἰρήνην, τὰ πρῶτα χορηγεῖ· μεθ’ ἧς τὴν γεννητικήν τε καὶ συνεκτικὴν ἁπάσης ἀρετῆς τελειοῖ ταπείνωσιν, οὐ τὴν ἀνυσίμοις εὐχερῶς τῷ βουλομένῳ ῥήμασί τε καὶ σχήμασι συνισταμένην, ἀλλὰ τὴν ὑπὸ τοῦ ἀγαθοῦ καὶ θείου πνεύματος μαρτυρουμένην, ἣν αὐτὸ κτίζει τὸ πνεῦμα τοῖς ἐγκάτοις ἐγκαινιζόμενον. Ἐν δὴ ταύταις ὥσπερ ἐν ἀσφαλεῖ περιτειχίσματι τοῦ κατὰ νοῦν παραδείσου τὰ τῆς ἀληθοῦς ἀρετῆς παντοδαπῆ δένδρα φύεται, μεσαιτάτῳ δ’ ἀνεγείρεται τὰ τῆς ἀγάπης ἱερὰ βασίλεια, τούτων δ’ ἐν προθύροις τὸ προοίμιον τοῦ μέλλοντος αἰῶνος, ἡ ἀνεκλάλητός τε καὶ ἀναφαίρετος ἀνθεῖ χαρά.

Ταύτης δ’ ὑπὸ τὴν φωτοειδῆ σκιὰν ποτιμωτάτη τις ἀναρρήγνυται πηγή, τὴν τῶν πρᾳέων γῆν ἐπὶ γῆς ποτίζουσα. Ὁ πεπειραμένος οἶδεν ὃ λέγω, καὶ ὡς ἡ πηγαία δρόσος ἄνωθεν· ἔτι δ’ ὅμως μέγα δέος καὶ δεῖ φράττεσθαι πανταχόθεν εὐφυῶς, ἵνα μηδαμόθεν λάβῃ πάροδον ὁ τῆς κακίας ἐξ ἀρχῆς εἰσηγητής· εἰ γὰρ λήσει παρεισδύς, μὴ καὶ παραμείνῃ μετὰ τῶν οἰκείων ὀπαδῶν καὶ πονηρᾶς φάλαγγος στρατόπεδον τὴν ψυχὴν ἀπεργάσηται καὶ γένηται τὰ ἔσχατα χείρονα τῶν πρώτων.

Ἀλλὰ τοῦτο μὲν παντὸς ἀπείη, πάντως δὲ πάντων τῶν ἀνυποκρίτως σπευδόντων, κἀντεῦθεν τὸν ἀνύστακτον ἐχόντων φύλακα. Σὲ δ’ ἔγωγε νῦν μᾶλλον ἀξιῶ μεμνῆσθαι ὅ τι εἶπον ἀρχόμενος, ὡς ὑπὸ τῶν πεπειραμένων πατέρων ἐδιδάχθην, πιστεύσας δὲ ἐλάλησα, πρὸς σὲ δέ, ὑπὸ τῆς πρὸς σὲ κινηθεὶς ἀγάπης ἐφιέμενός τε τοῦ ὄντως ἐφετοῦ ἐραστήν σε καταστῆσαι, παραγυμνώσας ὡς ἐνὸν τοῦ κάλλους.