Ἔργον
Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι
Ασκητικοί αγώνες και νίκη κατά των δαιμονικών προσβολών
Η σκληρή άσκηση του οσίου Πέτρου, η αντιμετώπιση των διαδοχικών δαιμονικών παγίδων και η τελική τροφοδοσία του από άγγελο Κυρίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ασκητικοί αγώνες και νίκη κατά των δαιμονικών προσβολών
Η σκληρή άσκηση του οσίου Πέτρου, η αντιμετώπιση των διαδοχικών δαιμονικών παγίδων και η τελική τροφοδοσία του από άγγελο Κυρίου.
Τὰ δὲ ἐντεῦθεν πρὸς ἀκρίβειαν ἐξειπεῖν, ἀδύνατον. Ὅταν γὰρ ὁ νοῦς αἰσθητοῦ παντὸς ἀπαναστῇ καὶ τοῦ κατακλυσμοῦ τῆς περὶ ταῦτα τύρβης ἀνακύψῃ καὶ κατοπτεύσῃ τὸν ἐντὸς ἄνθρωπον, τέως μὲν ἐνιδὼν τὸ προσγενόμενον εἰδεχθὲς προσωπεῖον ἐκ τῆς κάτω περιπλανήσεως, τοῦτο διὰ πένθους ἀπονίψασθαι σπεύδει· κἀπειδὰν περιέλῃ τὸ δυσειδὲς τοῦτο κάλυμμα, τότε δή, τότε μὴ ποικίλαις σχέσεσι τῆς ψυχῆς ἀγεννῶς διασπωμένης, μόγις εἰρήνην ἄγει καὶ τῆς ὄντως ἡσυχίας ἅπτεται καὶ καθ’ ἑαυτὸν μένει νοῶν αὐτὸς ἑαυτὸν μᾶλλον δὲ δι’ ἑαυτοῦ, καθ’ ὅσον ἐγχωρεῖ, τὸν Θεόν, δι’ ὅν ἐστιν· ὅτε καὶ τὴν ἰδίαν ὑπερβάλλει φύσιν καὶ θεοῦται τῇ μετουσίᾳ, προκόπτων ἐπὶ τὸ κρεῖττον ἀεί, μόνον εἰ φράττοιτο πανταχόθεν εὐφυῶς καὶ μηδαμόθεν ἴσχοι πάροδον ἡντιναοῦν ὁ τῆς κακίας ἀρχῆθεν εἰσηγητής, ἵνα μὴ παρεισδὺς καὶ σεσαρωμένον εὑρὼν μετὰ τῶν ὀπαδῶν τῇ ψυχῇ παραμείνῃ καὶ τῆς οἰκείας πονηρᾶς φάλαγγος στρατόπεδον, φεῦ, αὐτὴν ἀπεργάσηται, καὶ «γένηται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων», κατὰ τὴν εὐαγγελικὴν ἐκείνην φωνήν.
Ἀλλὰ τοῦτο μὲν ἀπείη παντός. Ὅταν δὲ ὁ νοῦς, ὡς ἤδη φθάσας ἐδήλωσεν ὁ λόγος, ἅπαν ἔνοικον πάθος ἀπελάσας, τὴν ἀπροσπάθειαν περιποιήσῃ τῇ ψυχῇ, καὶ μὴ μόνον αὐτὸς πρὸς ἑαυτόν, ἀλλὰ καὶ τὰς ἄλλας τῆς ψυχῆς δυνάμεις ὁλοκλήρως ἐπιστρέψας, ἅπαν ἐπίκτητον ἐκ μέσου ποιήσηται, τέως μὲν ὅ τί ποτε τοῦ πονηροῦ κόμματος, προϊὼν δὲ ἐπὶ τὸ τελεώτερον, μᾶλλον δὲ τὸ τελεώτατον, καὶ τὰ τῆς χρηστοτέρας μερίδος, οὐχ ὅπως τὴν ὑλικὴν δυάδα διαβάς, πρὸς δὲ καὶ νοητῶν καὶ τῶν οὐκ ἀφαντάστων νοημάτων ὑπεραναβάς, καὶ πάντα θεοφιλῶς ὁμοῦ καὶ φιλοθέως ἀποθέμενος, κωφός τε καὶ ἄλαλος κατὰ τὸ γεγραμμένον παραστῇ Θεῷ, τηνικαῦτα λόγον ὕλης ἴσχει καὶ πλάττεται τὴν ἄνω πλάσιν ἐπὶ πάσης ἀδείας, ἅτε μηδενὸς θυροκοποῦντος τῶν παθῶν, τῆς ἐκτὸς χάριτος ἐπὶ τὸ κρεῖττον μεταρρυθμιζούσης ὅλον· ὁ μέντοι τούτων εὐμοιρήσας νοῦς καὶ πρὸς τὸ συνημμένον σῶμα πολλὰ διαπορθμεύει τοῦ θείου κάλλους τεκμήρια, χάριτί τε θείᾳ καὶ σαρκὸς παχύτητι μεσιτεύων καὶ δύναμιν τῶν ἀδυνάτων ἐντιθείς.
Ἐντεῦθεν ἡ κατ’ ἀρετὴν θεοειδὴς καὶ ἀπαράμιλλος ἕξις καὶ τὸ πρὸς κακίαν ὅλως ἀκίνητον ἢ δυσκίνητον, αἵ τε θαυματοποιίαι καὶ τὸ διορᾶν τε καὶ προορᾶν καὶ περὶ τῶν πόρρω που συμβαινόντων, ὡς ὑπ’ ὀφθαλμοὺς διαλέγεσθαι· καὶ τὸ δὴ μέγιστον, ὡς οὐδὲ περὶ ταῦθ’ ὁ σκοπὸς τείνει τῶν μακαρίων ἐκείνων, ἀλλ’ ὥσπερ εἴ τις ὁρῴη πρὸς ἡλιακὴν ἀκτῖνα καὶ τῶν ἐναερίων ἀτόμων αἰσθάνεται, κἂν μὴ τοῦτο τῷ προσορῶντι σκοπός, οὕτως ἐκείναις ταῖς θείαις ἀκτῖσι καθαρῶς ὁμιλοῦσιν, αἷς φύσει πρόσεστιν ἡ πάντων ἀποκάλυψις, οὐχὶ τῶν ὄντων μόνον ἢ καὶ γεγενημένων, ἀλλὰ καὶ τῶν ἔπειτ’ ἐσομένων, ὁδοῦ πάρεργον ὡς ἀληθῶς ἡ τούτων προσγίνεται γνῶσις. Σκοπὸς δὲ αὐτοῖς ἡ κατὰ μοναχοὺς ὑπερτελὴς τελειότης, ἡ ἀληθὴς ἡσυχία, μᾶλλον δὲ ὁ τῆς ἀληθοῦς ἡσυχίας, ὃν ἔφημεν, καρπός· τὸ δὲ δυστέκμαρτον καὶ δυσεκλάλητον καὶ δυσεπίτευκτον χρῆμα, κἂν ἡμᾶς τὸ τῆς ὑποθέσεως ὑπερβάλλον καὶ περὶ τῶν ὑπὲρ ἡμᾶς ἐπῆρε διὰ βραχέων ὑποσημῆναι τανῦν.
Ὁ μέντοι μεγαλόνους ὄντως οὑτοσὶ Πέτρος, ἐφ’ ὃ προσεκλήθη συνείς, ὅλῳ κατὰ τὴν παροιμίαν προσεχώρει ποδί· τοῦτο δὲ ἦν οὐχ ὁ τῶν χαρισμάτων ὄγκος (ἄπαγε, οὐδὲ γὰρ ἂν ἐδελεάσθη ποτὲ λιχνείᾳ τούτων ὁ μέγας, ἐπεὶ μηδὲ προὔργου τοῦτ’ εἶναι τοῖς ὑπελθεῖν ἐγνωκόσι τὴν ἡσύχιον ἀγωγήν, ὁ λόγος ἔχει δηλώσας), ἀλλ’ ὥστε τῇ χάριτι δυνηθῆναι δοῦναι χώραν ἐπισκευάσαι τὸν ἐντὸς ἄνθρωπον καὶ πρὸς τὸ πρωτότυπον εὖ διαθεῖναι τὸ ἀρχαῖον ἐκεῖνο καὶ ἀμήχανον ἐπανθήσασαν κάλλος. Ἀλλὰ ὁ μὲν οὕτως ὡρμημένος ἀναβάσεις ἐν τῇ καρδίᾳ, κατὰ τὸν Ψαλμῳδὸν εἰπεῖν, διετίθετο. Τί δ’ ὁ τοῦ φθόνου πατήρ, τὸ τοῦ δόλου πλήρωμα, ὁ καλοῦ παντὸς αὐθαίρετος φυγάς, ὁ κακοῦ παντὸς ἐργάτης ἢ προστάτης, μᾶλλον δὲ τὸ συναμφότερον, ὁ πρῶτος ἀποστάτης καὶ τὸν πρῶτον ἄνθρωπον ἀποστήσας τοῦ Θεοῦ, τί συσκευάζει; Καὶ πῶς ἑαυτῷ χρῆται κατὰ τῆς τοῦ δικαίου ψυχῆς; Κακούργως μέν, ἐπιεικῶς δ’ ὅμως, ἀξίως ἑαυτοῦ.
Ὁρῶν γὰρ ἔξω βελῶν, ὅ φασι, γεγονότα τὸν μέγαν, τῇ τοῦ κόσμου καὶ τῶν κατ’ αὐτὸν ἡδέων φυγῇ, δι’ ὧν ἐκεῖνος συλᾶν εἴωθε τὰς ἀγεννεστέρους ψυχάς, κἀντεῦθεν οὐκ ὄναρ μόνον διὰ τοῦ φανταστικοῦ πνεύματος, ὃ νοερᾶς ὄχημα ψυχῆς ἡ φιλοσοφία φησί, θειοτέρων θεαμάτων ἠξιωμένον καὶ προηγμένον ἐπὶ τὸ βέλτιον, ἀλλ’ ἤδη καὶ τῆς φαντασίας αὐτῆς ὑπερκύψαντα καὶ τῇ τῶν ἀύλων ἐπαφῇ καθαρῶς προσχωροῦντα καὶ θαυμαστῶς φωτιζόμενον, ὅ φησι Δαβίδ, ἀπὸ ὀρέων αἰωνίων καὶ τῷ ὄρει τούτῳ τῆς αἴγλης μεταδιδόντα τοῦ φωτὸς καὶ οὕτω ποιοῦντα τὸ σκότος ὑπερόριον, ὅπερ ἦν ἄντικρυς αὐτός, οὐχ οἷός τε φέρειν ἐτύγχανεν ὤν, τῶν ἀνυποίστων ἡγούμενος, ὅθεν αὐτὸς ἀπερρύη κακοβουλίᾳ, τὸν Πέτρον κάτωθεν ἀνηγμένον, ἔτι καὶ τὸ τοῦ σώματος ἐφόλκιον ἐπαγόμενον, τοῦτον μὲν τῆς ἄνω καὶ κρείττονος ἐπειλῆφθαι μερίδος, ἐκείνῳ δὲ μηδὲ γοῦν τῆς κάτω παραχωρεῖν.
Οὕτω δὲ τῇ βασκανίᾳ διατεθείς, δεδίττεσθαί τε καὶ ἐξωθεῖν τοῦτον ἐπεχείρει ταῖς ἐπηρείαις. Καὶ ἡ πρώτη τῶν ἐπηρειῶν, ὡς γελοῖον, μᾶλλον δὲ καταγέλαστον! Πρὸς ἕνα γάρ, καὶ τοῦτον οὐχ ὅπως ὅπλων, ἀλλ’ ἤδη καὶ τῶν ἀναγκαίων περικαλυμμάτων ἐστερημένον καὶ τῷ μακρῷ τῆς ἀσιτίας κατειργασμένον καὶ δεινήν τινα σύντηξιν ταῖς ποικίλαις ταλαιπωρίαις κατὰ πᾶν ὑποστάντα μέλος, πρὸς ἕνα γυμνόν, ἄοπλον, ἐκνενευρισμένον, στρατηγοῦ μορφὴν αὐτὸς καὶ σχῆμα περιβαλλόμενος καὶ τοξοτῶν ὥσπερ ἐπισυρόμενος πλῆθος, παρακελεύμασί τε καὶ βοαῖς χρώμενος, θρασὺς ἐπῄει καὶ τὸ σπήλαιον, ὃ τηνικαῦτα τὸν ἅγιον ἐνῳκισμένον εἶχεν, εἰσῄει πρὸς συμπλοκὴν ἐκκαλούμενος· τὰ δὲ ἐκτὸς πάντα πατάγῳ περιηχοῦντες καὶ τοὺς εὐμεγέθεις τῶν παρακειμένων λίθων ἀλλήλοις προσαράσσοντες, δένδρων τε τὰ μὲν ἀνασπῶντες, τὰ δὲ διακλῶντες, πάνθ’ ὥσπερ ἐπὶ τὸ σπήλαιον ἡ τῶν ὀπαδῶν ματαία ἐκείνη συνεκίνει φάλαγξ.
Ὡς δ’ ὁ μέγας ἐκεῖνος ὑποδειλιάσας ἐκ ψυχῆς δι’ εὐχῆς τῷ Θεῷ προσέδραμε καὶ νοερὸν ἀτενὲς ἀνέσχε πρὸς αὐτὸν ὄμμα, μηδὲ πρὸς μικρὸν παραμένειν ἔτ’ ἔχων ὁ πονηρός, ἀφανὴς εὐθὺς ἐγεγόνει. Μετ’ οὐ πολὺ δ’ αὖθις, εἰς ὄφεις πανστρατεὶ μεταβαλών, ἡγεῖτο προέρπων αὐτός, οὐ κατὰ τοὺς ἄλλους ὢν ἢ φαινόμενος, ἀλλ’ ὑπερφυὴς τὸ μέγεθος καὶ φοβερὸς ἰδεῖν (δράκοντι γὰρ ἀτεχνῶς ἐῴκει) διανίστατό τε γῆθεν καὶ μετέωρον αὐχένα φέρων, ἀποσπινθηρίζειν ἐδόκει τῷ ὀφθαλμῷ, γνάθους δὲ φυσῶν πῦρ ἄντικρυς ἔπνει καὶ φόνιον ἐκίνει γλῶτταν τῶν γενύων πολὺ προχεομένην καὶ μεστὴν οὖσαν ἢ δοκοῦσαν ἰοῦ θανατηφόρου· ὁμόσε δὲ κατὰ τοῦ Πέτρου χωρῶν, πόρρωθεν ὥσπερ τῇ τοῦ πνεύματος ἠπείλει ῥύμῃ τὸν ἀπτόητον ἐκεῖνον ἀναρπάσειν τε καὶ λαφύρεσθαι.
Τοῦ δὲ μηδὲ πρὸς θέαν γοῦν ὅλως ἐπεστράφθαι ἀξιοῦντος, ἀκλινῶς δὲ πρὸς οὐρανὸν τὰς χεῖρας ἀνατεταμένας ἔχοντος, ὁ νοητὸς πάλιν Ἀμαλὴκ ἡττᾶτο καὶ συνηλαύνετο, καὶ ταχύτερος ἦν ἀποχωρῶν ἢ προσάγων· ἐλάμβανε δὲ ἄρα καὶ μετάμελος τὸν ἀλάστορα, τοὐναντίον ἅπαν ἢ διενοεῖτο διαπραττόμενον· τὸ γὰρ ἀεὶ σύννουν τοῦ γενναίου, καὶ τὸ τῆς εὐχῆς σύντονόν τε καὶ μετάρσιον χαλάσαι πειρώμενος καὶ λαβεῖν ἐντεῦθεν ἡντιναοῦν λαβήν, αὐτὸς ἀκμαιοτέραν ἐνεποίει τούτῳ τὴν σπουδὴν καὶ καλλίους ἄκων προὐξένει τοὺς στεφάνους· ὡς ἔμοι γε τὴν τοῦ ἀνδρὸς ἔνστασιν ἀναλογιζομένῳ νῦν, οὐδὲ τῶν μαρτυρικοὺς ἄθλους ὑπελθόντων ἀποδεῖν ἡγεῖσθαι τοῦτον ἔπεισιν. Οἱ μὲν γὰρ ὑπὲρ τοῦ μὴ τὸ πρὸς Θεὸν σέβας ἐξομόσασθαι πάντα ἐξ ἀνάγκης ἔφερον· ὁ δὲ τὴν καρτερίαν ἐκείνων οὐκ ἐλάττων οὗτος ὑπὲρ τοῦ μηδὲ πρὸς βραχὺ τὸν νοῦν ἀποστῆσαι τοῦ Θεοῦ πᾶσαν ἐπαγωγὴν πρόθυμος ὑπέμεινεν. Ἐπὶ δὲ μείοσιν οὗτος ἀφορμαῖς τοὺς μεγάλους δεῖν ἐγνωκὼς ὑπενεγκεῖν ἀγῶνας, τί οὐκ ἂν ἄσμενος ἔπαθεν, εἴπερ τῶν μεγίστων προκινδυνεύειν ἐνῆν;
Ἀλλ’ ὁ μὲν οὕτω τῇ τῶν εὐχῶν προσεδρείᾳ μικροῦ τοῖς περὶ Θεὸν ἀκαμάτοις ὑμνηταῖς ἡμιλλᾶτο, καὶ εἰρήνην ἄγων καὶ πολεμούμενος. Ὁ δ’ ἀκάματος τῆς ἀρετῆς ἀντίπαλος, τῷ μὲν ἀποτυγχάνειν ἐπιτιθέμενος ἀνιώμενος, ὀξυτέροις δὲ ὅμως φθόνου κέντροις βαλλόμενος (ζηλοτυπία γὰρ οἶδε μᾶλλον αὐξάνειν ἀποτυγχάνουσα) σφοδρότερον αὖθις πρὸς ἄμυναν διανίσταται, ταῖς ἐκ τοῦ φανεροῦ δ’ ὅμως ἀποδοκιμασθεὶς προσβολαῖς, πρὸς δόλους ἔγνω τραπέσθαι. Καὶ δὴ διανοεῖται στῆσαι τῷ γενναίῳ τὸν λόχον, ὅθεν οἶδέ ποτε κατ’ ἀνθρώπων μέγα δυνηθεὶς καὶ τῷ πρὸς τοὺς προπάτορας φενακισμῷ πρόρριζον ὥσπερ ἅπαν, φεῦ, ἀνασπάσας τὸ γένος καὶ κατενεγκών. Ἐπεὶ δὲ νῦν Εὔα προεντυχεῖν οὐκ ἐνῆν, γυναικὸς ὄψει καθάπαξ ἀποταξαμένου πρὸς ὃν ὁ πόλεμος, οὐδ’ αὐτὸς ὄφιν ὑποδὺς προσέρπει, σαίνων τε καὶ θέλγων καὶ οὕτω προτείνων τὴν κακῶς ἀπολουμένην συμβουλήν· ἀλλά τινα τῶν κατὰ τὸν βίον οἰκετῶν ὑποκριθεὶς τοῦ ἀνδρός, ἵν’ ἔχῃ τινὰ πίστιν τὸ δρᾶμα, πρόσεισιν ἀπολοφυρόμενος καὶ γονέας εἰς μνήμην ἄγων καὶ ἀδελφοὺς καὶ τὸ τῆς ἀγχιστείας πᾶν αὐτῷ σύστημα, φίλων τε τοὺς ἀρίστους καὶ ὅσοι συνήθεις ἐκ γειτόνων ἦσαν, ἐκ παντὸς εἴδους ἡλικίας πλέκων τὸν ὑπὲρ αὐτοῦ συσχόντα τὴν πατρίδα θρῆνον, οἷος ἐκεῖνος ἄριστος ἀλιτήριος καὶ τὰ τοιαῦτα πλάσασθαι δεξιώτατος.
Ἡλικιώτην μὲν λέγων ὅμιλον καὶ ὅσοι τῶν ἐξώρων, οὔτ’ ἔλαθες οὔτε λήσῃ, πάσης μὲν εὐθυμίας ἀφορμὴ καὶ καλοῦ παντὸς εἰκὼν προκείμενος, ὁπηνίκα δὴ συνῆσθα τούτοις, ἀλήκτου δὲ νῦν ἀθυμίας ὑπόθεσις, διὰ τῆς μακρᾶς ταύτης ἀπουσίας καταστάς· παῖδας δὲ δήπου τὸ μηδόλως ἀπολαῦσαι φθάσαι τῆς σῆς καλοκαγαθίας οὐκ ἀπεικότως ἀνιᾷ δεινῶς, καὶ ταῦθ’ ὅτι τὸν ἐπίσης ἀρεταῖς σοι κομῶντα τῷ βίῳ μὴ καταλέλοιπας πυνθανομένους. Τί δ’ ἄρα, φησί, καὶ πραγματευόμενος, ὦ φίλε δέσποτα, φιλέρημος οὕτω γέγονας καὶ τοὺς ἀνθρώπους ἀνεπιστρεπτὶ φυγών, τὴν μετὰ θηρίων ἀνθαιρῇ διατριβὴν καὶ περινοστεῖς τὰς ἀφίλους λόχμας καὶ ὑπέρχῃ τὰ νοσοποιὰ ταυτὶ σπήλαια καὶ γειτνιάζεις χηραμοῖς καὶ συναυλίζῃ τοῖς ἰοβόλοις; ὑπὲρ τοῦ κατὰ Θεὸν ἄρα φαίης βιοῦν; Καὶ πῶς Ἀβραὰμ θεοφιλῶς ἤνυσεν ἐπ’ ἀνθρώπων τὸν βίον; τί δὲ καὶ τοὺς ἀπ’ αὐτοῦ τε καὶ μετ’ αὐτόν; εἰ δὲ βούλει καὶ τοὺς πρὸ αὐτοῦ, τὸ κατὰ Θεὸν ζῆν τοῦ καθ’ ἡδονὴν προελομένους, ἡ μετ’ ἀνθρώπων ἐλυμήνατο δίαιτα; Οὐχὶ καὶ τότε πολλοὺς ἐπῆραν τῇ θέᾳ πρὸς ἀρετὴν καὶ μάρτυρας παραλαβόντες τῶν καλῶς ἠγωνισμένων ἀκαταγώνιστοι διέμειναν τῷ τοῦ χρόνου μήκει, τοῦ καλοῦ πᾶσιν ἐνιέντες πόθον καὶ τῷ πρὸς αὐτοὺς ζήλῳ δι’ αἰῶνος νεάζοντες, ἀθανάτοις ὁσημέραι διαδοχαῖς, ἀγήρως κἀνταῦθα καὶ ἀθάνατοι διαμένουσι;
Σὺ δὲ ἀμάρτυρον ἐνταῦθα καταλύσεις τὸν βίον καὶ πρὸς οὐδέν σοι πάνυ χρήσιμον αἱ σπουδαὶ τελευτήσουσι, μηδενὸς αὐτῶν ἀπωναμένου τῶν νῦν ἢ τῶν ἔπειτα.
Πᾶς γὰρ ὁ καταπράξας τι τῶν ἀρίστων καὶ μὴ τοῦτ’ εἰς φῶς ἐνεγκὼν κατὰ τὴν θεσπίζουσαν ἐκείνην φωνήν, «ἔμπροσθεν τῶν ἀνθρώπων ὑμῶν λαμψάτω τὸ φῶς», ἐν ἴσῳ καὶ εἰ μὴ κατέπραξεν· οὐδὲν ὀνίνησιν, οὐδ’ ἐπεγείρει πρὸς ζῆλον οὐδένα καὶ ζημιοῖ τοὺς ἐντεῦθεν ἐσομένους βελτίους καὶ τίσει δήπου πρεπόντως τὴν δίκην ἐπὶ τοῦ μέλλοντος.
Εἰ δὲ θεσμοῖς δοκεῖς εἴκειν τῆς νέας χάριτος καὶ τούτοις ἴσως στηρίζων σαυτὸν τὴν ἐπάνοδον ἀπαγορεύεις, ἐγώ σοι καὶ ἀπὸ τούτων πορίσομαι τὸ συνοῖσον καὶ δείξω σοι τὸ λυσιτελές, ἣν ἀρτίως ἥκω γνώμην εἰσηγησόμενος, ἅτε μὴ προσφάτως εἰσῳκισμένος, ἀλλ’ ἐκ προγόνων σοι τελῶν εἰς τοὺς πιστοτάτους τῶν δούλων καὶ περικαῶς πῶς ἂν εἴποις καὶ φιλῶν καὶ κηδόμενος.
Φέρε τοίνυν, φράσον, ὦ δέσποτα, τίνι τῶν ἁπάντων ἀρέσκεις ἐνθαδί; πῶς δ’ οὐχὶ τῆς ἐντολῆς ὑπερφρονεῖς, «ἕκαστος τῷ πλησίον ἀρεσάτω», λεγούσης; Πῶς δὲ καὶ τῷ Θεῷ σαυτὸν ἐνταῦθα πείθεις ἀρέσκειν, τὸ σαυτοῦ μόνον ἐνταῦθ’ ἐπιζητῶν, μηδ’ ἐκείνου μεμνημένος, ὡς «μὴ τὸ ἑαυτοῦ ἕκαστος, ἀλλὰ τὸ τοῦ ἑτέρου ζητείτω», Τίνα δὲ καὶ σχοίης ἂν ἀπολογίαν, ἐν οὐδενὶ τιθέμενος, οὐ μόνον τὴν ἀπὸ σοῦ τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τὴν ἀπ’ αὐτῶν ἀναστρεφομένην ὥσπερ ἐν κύκλῳ πρὸς σὲ σωτηρίαν, κατὰ τὸ γεγραμμένον, «ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου, ὡς τὸ στόμα μου ἔσται», καὶ «ὃς ἂν ἁμαρτωλὸν ἐκ πλάνης ἐπιστρέψῃ, καλύψει πλῆθος ἁμαρτιῶν»;
Ἀλλ’ ὁ μὲν πονηρὸς ἅτε καὶ Γραφῶν ἔμπειρος, οὕτω μακρηγορῶν καὶ κύκλῳ περιβαλλόμενος, τὸ καλοῦ τε καὶ πονηροῦ ξύλον ὥσπερ ὑπεδείκνυ καὶ νῦν τῷ γενναίῳ καὶ τοῦ τῆς ἡσυχίας παραδείσου κακούργως ἐξωθεῖν ἔσπευδε· τῷ δέ, τὸν ὑφιζάνοντα φωράσαντι δόλον καὶ τῆς σκευῆς τε καὶ σκαιωρίας οὔμενουν οὐκ ἀνεννοήτῳ γεγονότι, μικρὸς ἀπέχρησε λόγος καὶ τὸ κράτος αὐτόθεν κατὰ κράτος ἀνῄρηται. Γεγωνοτέρᾳ γὰρ κατὰ τοῦ δολίου φωνῇ χρησάμενος, τὴν αἰτίαν ἡμῖν τῆς ἐπὶ τὸ κρεῖττον ἐπανόδου, τὴν Θεοτόκον, ἐπιβοᾶται· κἀκεῖνος εὐθὺς ὡς εἶδε μὴ λαθών, ἑαυτὸν ἀφανίζει, τὸ τῆς ὑποκρίσεως ἀποδὺς προσωπεῖον καὶ τὸ τῆς αἰσχύνης εἰκότως ἀνθυποδύς· ὁ γὰρ ἀποδειλιάσας μὲν πρὸς τὴν ἐκ τοῦ φανεροῦ συμπλοκήν, δόλῳ δὲ τὴν νίκην κλέψαι πειρώμενος, εἶτα φωραθείς, τὴν πρώτην εὐθὺς ἡττημένος, τοῦ δράματος οὐχ ἑκὼν εἶναι μετ’ αἰσχύνης ἀφίσταται καὶ τῇ φυγῇ τοῦ τροπαίου τοῖς ἀντιπάλοις παραχωρεῖ, συνέσει μόνῃ τὸ κατ’ αὐτοῦ κράτος ἀναδησαμένοις εὐχερῶς.
Οὕτως ὁ νοῦ καὶ φρενῶν ἐπιβολώτατος οὑτοσὶ Πέτρος, διὰ βραχέος τῷ πονηρῷ δοὺς πείρᾳ ἐκμαθεῖν, ὡς οὐκ ἀνεπιγνώμων τῶν αὐτοῦ τεχνασμάτων, δι’ ἑνὸς ἄθλου πάσης ἀρετῆς ἀποδείξεις ἐναργεῖς ἐξήνεγκε. Τῷ μὲν γὰρ συνεωρακέναι τὸν λόχον ἥκιστά τε τῷ τῆς κακουργίας εὐπρεπεῖ παρασυρῆναι, δῆλός ἐστιν ἀγχινοίας εἴπερ τις καὶ φρονήσεως ἐπειλημμένος. Ἐπεὶ δὲ διὰ τῶν τῇδε μὲν ἡδέων ὥσπερ συνεσκεύασται τὸ δέλεαρ, τῆς ἐπ’ ἐρημίας διαίτης τὸ σκληρὸν ὑπομαλάττον καὶ πρὸς τὴν ἐν τῷ κόσμῳ ῥᾳστώνην ἐκκαλούμενον, ὁ δέ, τῆς μὲν ὑπερόπτης ἀκριβὴς ἐφάνη, τὸν δ’ ἐπίπονον καὶ τεθλιμμένον ἀνθελόμενος βίον, ὁμοῦ τε σωφροσύνην ἔδειξεν ἀσκῶν καὶ τὴν ψυχὴν ἀνδρεῖος ἀναπέφηνε.
Τὸν μέντοι πονηρὸν πονηρῶς τὴν ἄθεσμον ὑποτιθέμενον ἐκείνην γνώμην ἀπωσάμενος, Θεῷ δὲ τῷ φύσει Δεσπότῃ καὶ Δημιουργῷ πειθήνιον νείμας ἑαυτόν, δικαιοσύνης φέροιτ’ ἂν οὐκ ἀπεικότως δόξαν. Ἀλλὰ γὰρ οὐδ’ οὕτως ὁ πρὸς πᾶν ὅ τι τῶν καλῶν διηνεκῶς ἀσπόνδως ἔχων ἡσυχάζειν ᾠήθη δεῖν, ὢ τῆς μωρίας, ὃς οὐδ’ ὡς νήπιος, ὅ φασιν, ἔγνω παθῶν· μᾶλλον δ’ ὢ τῆς ἀπονοίας, αὕτη γάρ, ὅταν ἀπὸ τῶν ἐκβάντων ἐλεγχθῇ, κεναῖς ἐλπίσι φυσᾶται, τὴν ἔπειτ’ ἐσομένην μάτην ὀνειροπολοῦσα νίκην. Ἀλλ’ οὐχ ὁ τοῦ Θεοῦ θεράπων Πέτρος οὕτως, ὁ καὶ τηλικούτων ἀρετῶν τε καὶ τροπαίων στεφανίτης φανείς· ἀλλ’ ἐπὶ Θεὸν τὸ πᾶν ἀναφέρων, καὶ τὴν ἐκεῖθεν ὑπὲρ τῶν μελλόντων θαρρούντως βοήθειαν ἐξεκαλεῖτο.
Καὶ οὕτω ταπεινώσει μὲν ἐρηρεισμένος, οὐδὲν ὑπὸ τῆς εἰς αὐτὸν ἐλθούσης νίκης παραβλάπτεται τὸν λογισμόν, ἐλπίδι δὲ χρώμενος ἀκαταισχύντῳ, πρὸς τὴν ἐπιφερομένην ἀποδύεται πεῖραν· ἔνθεν τοι καὶ ταύτης ἐκ πολλοῦ τοῦ περιόντος ἀναδείκνυται κρείττων, ὡς ὁ λόγος ἥκει δηλώσων.
Ὁ γὰρ Πρωτέως πολυμορφότερος, ἡ πολυκέφαλος ὕδρα, ὁ πρὸς τὸ παράγειν ἀμηχάνως εὐμήχανος, τοῦτο μὲν πρὸς ἄλλο πᾶν εἶδος ἐπηρείας ἀπειρηκώς, τοῦτο δὲ τὴν τοῦ ἀνδρὸς διὰ πάσης ἀρετῆς ἀγωγὴν καὶ τὸ τῆς πολιτείας ἠκριβωμένον καὶ διαφερόντως ὑψηλόν τε καὶ παρηλλαγμένον τεθεαμένος, ἐντεῦθεν ἤλπισε συλήσειν τὸν ἄσυλον ἐκείνου θησαυρόν. Ὁ τοίνυν ἐπάρσει φωτὸς ἠλλοτριωμένος καὶ πρὸς σκότος ἀθλίως μεταβαλὼν ὑπὲρ τοῦ τὸν ὅμοιον τῷ Πέτρῳ προστρίψασθαι μῶμον, φωτὸς ἀναλαμβάνει σχῆμα καὶ φωτὸς ἄγγελον ὑποκρίνεται καὶ πρόσεισι τῷ ἁγίῳ τῷ κατεψευσμένῳ παρ’ ἑαυτῷ φωτί, τὴν ἐκ τοῦ ἀληθινοῦ καὶ πρώτου φωτὸς ἡμμένην ὄντως λυχνίαν ἀποσβέσαι πειρώμενος.
Καὶ δὴ προσελθών, τὴν μὲν κατὰ πρόσωπον ὁμιλίαν ἀπαγορεύει, τὴν κριτικωτάτην ἐκείνην ὄψιν ὑφορώμενος· τῷ σπηλαίῳ δ’ ἔξωθεν ἐφεστώς, διὰ τῆς θυρίδος ὡμίλει τῷ τῶν λόγων εὐπροσώπῳ θαρρῶν. Ἐκεῖθεν τοίνυν τὸν ὅσιον ἀσπασάμενος, ἀνδρίζου καὶ ἴσχυε, προσεφώνησε, Πέτρε. Τοῦ δὲ διασκεψαμένου τε καὶ ἐρομένου τίς τε εἴη καὶ ὅθεν ὁ τὸ πρόσρημα δούς; ἐκεῖνος εὐθὺς ὑποτυχών, ἀρχιστράτηγός εἰμι, φησί, Κυρίου δόξης· ἥκω δέ σοι δηλώσων τὴν ἐν τοῖς ἐπουρανίοις τεθησαυρισμένην ὑπὲρ τῶν ἄχρι τήμερον πεπονημένων ἀμοιβήν, ἅμα δέ σοι καὶ διδάξων, ὅ τί ποτε τοὐντεῦθέν σοι πρακτέον.
Εὖ ἴσθι τοιγαροῦν, ἀσκήσει τε καὶ καρτερίᾳ τοὺς πρὸ σοῦ πάντας ὑπερενεγκών, καὶ μειζόνων προσηκόντως τευξόμενος βραβείων. Νηστεύει μὲν γὰρ Ἠλίας, ἀλλὰ τεσσαράκοντά που ἡμερῶν περίοδον· σὺ δ’ ἐνταῦθ’ ἕβδομον ἔτος ἕλκων, ἀνθρωπίνης ἄγευστος διατελεῖς τροφῆς. Δανιὴλ θηρσὶ συνῆλθε θαυμασίως, ἀλλ’ ὀλίγοις δή τισι καὶ ἐπ’ ὀλίγον· σὺ δ’ ἐπὶ πολύ τε καὶ πολλοῖς.
Εἰ δὲ καὶ τοῦ Ἰὼβ θαυμάζοι τις τὴν καρτερίαν, ἀλλ’ ἀκούσιος ἦν ἐπιφορά· σὺ δ’ ἑκὼν τοῖς ἀοίκοις ἐπὶ τοσοῦτον ἐπιχωριάζων, πολυειδέσι καὶ ποικιλοτέροις περιπίπτων πειρασμοῖς οὐκ ἀπείρηκας. Ἓν ἤδη σοι λείπεται· τοῖς ἀνθρώποις συγγενόμενον, βελτίους αὐτοὺς ἀπεργάσασθαι καὶ τῆς γῆς ἀνασπάσαντα, τῶν οὐρανῶν ἀποδεῖξαι πολίτας, πρὸς παράδειγμα βλέποντα, παρ’ οὗ καὶ αὐτὸς ἀρτίως τυγχάνω καταπτάμενος, Χριστόν, ὃς μετὰ τὴν ἐπ’ ὄρους ἐκείνην ἐναγώνιον διατριβήν, ἐπανήκων τῷ πλήθει τῶν ἀνθρώπων συνεγένετο, νόμους σωτηρίους ἐκτιθείς.
Εἰ δ’ ὑποπτεύεις μου τὴν παρουσίαν ὡς ἀθεεὶ γεγενημένην, ἐγώ σοι τεκμήριον ἐναργὲς ἐπιδείξω τοῦ πεμφθῆναι πρὸς Θεοῦ. Δαβὶδ μὲν γὰρ ὁ τῶν αὐτοῦ θαυμασίων ὑφηγητής, πρὸς τὸν Θεὸν αὐτόν φησι, «σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ», δηλονότι τοὺς ἀεννάους καὶ μὴ προσφάτως χειμάρρου τρόπον ἀναδεδομένους· ἀλλαχοῦ δέ που τῶν ψαλμῶν, «ἔθετο πηγὰς ὑδάτων εἰς ἔρημον, καὶ διεξόδους ὑδάτων εἰς δίψαν, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτοῖς». Καὶ σὲ τοίνυν, παρὰ τὸ θεοφιλὲς μηκέτ’ εἶναι κατοικεῖν ἐνταῦθα, τὸ παραρρέον ὕδωρ αὐτοῦ δι’ ἐμοῦ κελεύσαντος ἐπέλιπε. Τοῦτο δ’ ἦν ὁ περιττὸς τὰς τοιαύτας ἐπινοίας προαναχαιτίσας ἑτέρῳ πονηρῷ πνεύματι.
Οὐ μὴν ἀλλ’ εἰ καὶ τῆς ἀρετῆς ἄκων ἐπαινέτης ἦν ὁ τῆς κακίας σοφιστὴς καὶ πιθανῶς ὅ, τι μάλιστα προῆγε τὸν λόγον, ἵν’ οὕτως εἴπω, πολὺ τὸ μέλι τῷ δηλητηρίῳ παραμιγνύς, καὶ σημεῖον εἰς πίστιν ἐπεδείκνυ, τὴν πρὸς τὸ μὴ ὂν δοκοῦσαν ἐκχωρῆσαι πηγήν. Ἀλλ’ ὅστις ἦν, ἥκιστα τὸν μέγαν ἐλάνθανεν· οὔκουν, οὐδὲ χαλκός, χρυσοειδοῦς αὐτῷ περιτακέντος ἄνθους, εἶτα τῇ λυδίᾳ προσαγόμενος λήσει· βάσανον γὰρ ὁ θεῖος Πέτρος εἶχεν ἀκριβῆ τὸ τῆς ψυχῆς ὄμμα, τῇ πρὸς Θεὸν νεύσει κεκαθαρμένον.
Καὶ τοίνυν συνεὶς τὸ δρᾶμα, μετριότητι τὸν ἐπηρμένον ἐκεῖνον θᾶττον καθαιρεῖ καὶ μικροῖς μακρὰν ἀποδιοπομπεῖ τὸν φένακα λόγοις· ἀνάξιός εἰμι, λέγων, ἀγγελικῆς θέας ἔγωγε· πῶς δ’ οὔ, φησίν, ὃς παρὰ τοῦτο καὶ τοὺς ἀνθρώπους ἔφυγόν τε καὶ φεύξομαι διὰ τέλους, ἀνάξιον ἐμαυτὸν γνοὺς τῆς μετ’ αὐτῶν διατριβῆς, ὡς εὐτελέστερον ἢ κατ’ αὐτοὺς ὄντα, καὶ τὸ τοῦ προφήτου φάναι, οὐκ ἄνθρωπον;
Ὁ μὲν οὖν, ἰδιαίτατόν τι κρῖμα κατὰ τὸν Ἀπόστολον τὸν τύφον ἔχων, τὴν ἐναντιωτάτην τοῦ ἁγίου μετριότητα μηδαμῶς φέρων, ᾗ τάχους εἶχεν, ἠλλοιοῦτο καὶ ἀπεδίδρασκε· Θεὸς δέ, ὁ τοῖς ταπεινοῖς διδοὺς χάριν, ἐπεμέτρει τῷ Πέτρῳ δαψιλῆ τὴν χάριν, οὐκ ἐν τῷ μέλλοντι μόνον αὐτὴν αὐτῷ ταμιευόμενος, ἀλλὰ τῆς ἀποκειμένης ἐχέγγυον ὥσπερ ἀρραβῶνα κἀνταῦθα προδεικνύς· τοὐντεῦθεν γάρ, ἀνεπηρέαστος δικαίως ὁ μέγας διετέλει τὸν βίον ἀνύττων. Ὡς γὰρ αἱ τῶν ὑψηλοτάτων ὀρέων κορυφαὶ πνεύμασιν ἧττον περιπνέονται, τῇ τοῦ οὐρανοῦ περιφορᾷ συγκινουμένου τοῦ περὶ αὐτὰς ἀέρος, ἣ μέχρι καὶ ἐς αὐτὰς διὰ τῶν συνεχῶν καθικνουμένη τῆς κάτωθεν τῶν ἀνέμων ὁρμῆς τε καὶ γενέσεως ἐπικρατεστέρα δείκνυται· τὸν αὐτὸν δὴ τοῦτον τρόπον καὶ τοῦ Πέτρου νῦν, ἐπὶ τὴν ἄποπτον ὥσπερ σκοπιὰν πάσης ἀρετῆς, δηλονότι τὴν ταπείνωσιν, ἀναδεδραμηκότος καὶ ταῖς τοῦ ἀνωτάτω πνεύματος ἐμπνεομένου τε καὶ περιπνεομένου χάρισιν, ἡ τῶν πονηρῶν πνευμάτων φάλαγξ κάτω που παρεῖται προσηκόντως καὶ ἀπελήλαται, τῶν πτερῶν αὐτοῖς, ὡς τήκεται κηρός, ὑπὸ τοῦ θείου διαλυθέντων πυρός, ὥσπερ φασὶ καὶ ταῖς ὑφ’ ἡλίου θερμοτέραις προσβολαῖς, τὴν κατὰ τοὺς μύθους Ἰκάρου μηχανήν.
Ἀλλὰ γὰρ ἡ τοῦ θείου Πνεύματος ἐπίπνοια, τὰς κακούργους ἀπωσαμένη δυνάμεις, καὶ τοὺς ἀγαθουργοὺς ἀντεπιφέρει λειτουργοὺς καὶ ἄρτῳ τρέφει τὸν ἐπὶ γῆς αὐτῆς οὐχ ἥττω τῶν ἄνω λειτουργῶν, τακταῖς ἡμερῶν περιόδοις δι’ ἀγγέλου κομιζομένῳ.
Ἠλίᾳ μὲν γὰρ κόραξ τὸ μισότεκνον ὑπηρετεῖτο ζῶον, σύμβολόν φασι τοῦ πρὸς τὸ ὁμόφυλον ἀσυμπαθοῦς· Πέτρῳ δὲ τῆς κατ’ ἀγγέλους πολιτείας ὁ διακομιστὴς ἄγγελος, ἄγγελος σαφής· ὃς καὶ τὸ μάννα τῷ γενναίῳ ἐπιδείκνυσιν, αὐτοφυὲς ὁμοῦ τε καὶ πολυειδὲς ὄψον, ἅτε τῇ τοῦ μεταλαμβάνοντος ὀρέξει τὴν γευστὴν ποιότητα συμμεταβάλλουσαν ἀεὶ παρέχον. Ἔζη τοίνυν ὁ μέγας ὡς ἐν παραδείσῳ καὶ τῆς γῆς ἐξῃρημένῳ χωρίῳ, μικρά τινα σύμβολα φέρων τῆς πρὸς τὰ κάτω καὶ τὴν γῆν κοινωνίας· ἄσκευον, ἀπεριμέριμνον, ἀπραγμάτευτον καί, τὸ μέγιστον, ἀφάνταστον ἄγων ζωήν, ἁπλαῖς ἐπιβολαῖς τοῦ νοῦ, νοεροῖς ὁσημέραι θεάμασιν ἐντρυφῶν καὶ γαννύμενος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.