Ἔργον
Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι
Η θεία κλήση προς το Όρος Άθως και η άφιξη
Το όραμα της Θεοτόκου και του Αγίου Νικολάου, η θεραπεία στην Κρήτη, η θαυμαστή ακινητοποίηση του πλοίου και η είσοδος του οσίου στα άβατα του Άθω.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η θεία κλήση προς το Όρος Άθως και η άφιξη
Το όραμα της Θεοτόκου και του Αγίου Νικολάου, η θεραπεία στην Κρήτη, η θαυμαστή ακινητοποίηση του πλοίου και η είσοδος του οσίου στα άβατα του Άθω.
Οὕτω τοίνυν ἔχων ἐλπίδος, ὄναρ ὁρᾷ τὴν ἀειπάρθενον Μητέρα Θεοῦ· ταύτῃ δὲ τὸν ἑαυτοῦ προμηθέα Νικόλαον ἐν οἰκέτου σχήματι παρεστῶτα, καί, ποῦ καταλύσει Πέτρος, ὦ Δέσποινα; πρὸς αὐτὴν ἠρεμαίᾳ φωνῇ φθεγγόμενον· τὴν δ’ ὑπολαβοῦσαν φαιδρῶς τε καὶ κοσμίως ἀποκριναμένην, ἔστιν ὅρος ἐπ’ Εὐρώπης, κάλλιστον ὁμοῦ καὶ μέγιστον, πρὸς Λιβύην τετραμμένον, ἐπὶ πολύ τε τῆς θαλάττης εἴσω προϊόν· τοῦτο τῆς γῆς ἁπάσης ἀπολεξαμένη, τῷ μοναχικῷ πρέπον καταγώγιον προσκληρῶσαι διέγνων ἔγωγε· ταῦτ’ ἄρα καὶ ἰδιαίτατον ἐνδιαίτημα τοῦτ’ ἀφιέρωσα ἐμαυτῇ, καὶ Ἅγιον τοὐντεῦθεν κεκλήσεται· καὶ τῶν ἐπ’ αὐτοῦ δὲ τὸν πρὸς τὸν κοινὸν ἀνθρώποις πολέμιον ἐπαναιρουμένων ἀγῶνα προπολεμήσω διὰ βίου παντὸς καὶ πάντ’ ἔσομαι τούτοις ἄμαχος σύμμαχος, τῶν πρακτέων ὑφηγητής, τῶν μὴ πρακτέων ἑρμηνευτής, κηδεμών, ἰατρός, τροφεύς, ἣν ἄρα βούλει τροφήν τε καὶ ἰατρείαν, ὅση τε πρὸς σῶμα τείνει καὶ τοῦτο συνιστᾷ τε καὶ λυσιτελεῖ, καὶ ὅση τὸ πνεῦμα διανιστᾷ τε καὶ ῥώννυσι καὶ μὴ τοῦ καλοῦ διαπεσεῖν συγχωρεῖ· συστήσω δὲ ἄρα καὶ τῷ Υἱῷ καὶ Θεῷ μου, οἷς ἂν γένοιτο καλῶς καταλῦσαι τῇδε τὸν βίον, τῶν αὐτοῖς ἡμαρτημένων τελείαν ἐξαιτησαμένη παρ’ αὐτοῦ τὴν ἄφεσιν.
Οἶδ’ ὅτι πᾶσιν ἐνῆκεν ἡδονὴν ὁ λόγος εἰκότως, ἅτε τὴν περισπούδαστον ἡμῖν τε καὶ τοῖς εὖ φρονοῦσιν ἅπασι κατὰ ψυχὴν σωτηρίαν ἀναμφιλέκτως ἐπαγγελλόμενος· ὅταν γὰρ ἡ τοῦ Θεοῦ Μήτηρ, ἣ καὶ τὰ ἀδύνατα δυνατὰ καθέστηκεν, ὑπισχνεῖται βοηθεῖν, καὶ οὐκ ἐνταυθοῖ μόνον, οὐδὲ ἐπὶ τοῦ παρόντος, πρὸς δὲ καὶ ἐπὶ τοῦ μέλλοντος αἰῶνος, καὶ οὐκ ἐπὶ σμικροῖς, ἀπαλλαγὴν δὲ προξενοῦσα τῶν ἀρρήτων ἐκείνων εὐθυνῶν καὶ τῶν ἀκηράτων ἀγαθῶν ἀπόλαυσιν, τίς οὐκ ἂν ὑπερβαλλόντως ἥδοιτο νοῦν ἔχων;
Ἀλλ’ ἐπὶ τὰ ἑξῆς ἰτέον ἡμῖν· ταῦτα τῆς Θεοτόκου περὶ τοῦ ὄρους διειλεγμένης καὶ τέλος ἐπειπούσης, ὡς καὶ Πέτρος ἐκεῖ βιώσεται, τοῦ καθεύδειν οὗτος ἀνεῖται καὶ πρὸς εὐχὴν χαρίεις εἴπερ ποτὲ διανίσταται καὶ τὴν ψυχὴν ὥσπερ ἐπτερωμένος οἷα τὸν τοιούτων μὲν θεαμάτων, τοιούτων δὲ ἀκροαμάτων ἠξιωμένον εἰκός.
Μικρὸν ὅσον καὶ τῆς νεὼς τῇ Κρήτῃ παραπλεούσης, οἷς ἔδει σίτων τε καὶ πομάτων (οὐδὲ γὰρ ἐκείνῳ τὴν σάρκα τὴν ἀρχὴν εὐθὺς ὑπόσπονδον καταστῆσαι προνοουμένῳ, καὶ διημερεύοντι μὲν ἀποσίτῳ, μόνης δὲ οὐγγίας ἄρτου βαθείας ἑσπέρας μεταλαμβάνοντι, πίνοντι δὲ τῆς θαλάττης, καὶ ταύτης μετριωτάτης), οἷς οὖν ἔδει τῶν ἐπιτηδείων, δεῖν ἔγνωσαν τῷ λιμένι προσοκεῖλαι καὶ ἀποβάντες ἐπ’ ἀλφίτων τε καὶ ποτίμων ὑδάτων κομιδῇ πονεῖσθαι· καὶ τοίνυν οὕτω δόξαν τε καὶ γεγενημένον, ἐπεὶ τῶν τις ἐγχωρίων ἐς τὰ μάλιστα τῷ κυβερνήτῃ συνήθης ἦν, αὐτοῦ που πρὸς τῷ λιμένι καὶ μὴ πόρρω κατῳκισμένος, ὡς αὐτὸν ἀπῄει καὶ αὐτὸς ἀποβάς· ὃς κλινοπετῆ τὸν ἑταῖρον ἐξ ἀπροσδοκήτου τεθεαμένος, τήν τε σύζυγον αὐτῷ καὶ τοὺς παῖδας οὐ παρακαθημένους καὶ μηχανωμένους παραψυχὴν ὅση δυνατὴ τῷ νοσοῦντι, λάβρᾳ δὲ καὶ αὐτοὺς προσπαλαίοντας νόσῳ καὶ τῷ παρακεῖσθαι τὸ δεινὸν ἐπιτείνοντας, τὴν Πέτρου πολιτείαν ἐπὶ νοῦν ἀναλαβὼν (δεινὸς γὰρ ἦν, ὡς ἔοικεν, ἐξ ὀλίγου συμβαλεῖν ἀνδρὸς ἀρετήν)· εὕρηταί μοι τοῦ πανοικί σε πιέζοντος φάρμακον, ὦ φίλε ἑταῖρε, προσεφώνησε τῷ νοσοῦντι· καὶ τῆς οἰκίας εὐθὺς αὖθις ἀπεπήδησεν.
Ἧι δὲ ποδῶν εἶχεν εἰς τὴν ναῦν ἐπανήκων, ἕπεσθαί οἱ τὸν διὰ Χριστὸν καταπειθῆ πᾶσι Πέτρον αἰτεῖται· καὶ ὃς εὐθὺς ὑπακούει καὶ τοῦ Θεοῦ δή που νοερῶς παρορμήσαντος. Ἐπὶ τὴν ὑπ’ ἀρρωστίας τοιγαροῦν ἀνατετραμμένην ἐκείνην ἀφικνεῖται οἰκίαν καὶ θᾶττον ἢ λόγος ἀνεγείρει ταύτην καὶ ἐπιρρώννυσιν.
Ὡς γὰρ μόνον εἰς θέαν ἦλθε τοῦ θαυμασίου τοῦδε πατρός, ὁ βαρείᾳ νόσῳ κατεσχημένος ἐκεῖνος, ῥᾴων τε ἦν καὶ ἀνέφερε καὶ ἀνίστατο καὶ τοῖς ποσὶ προσπίπτων τοῦ τεθεραπευκότος ἐρρωμένος ἐτύγχανεν· εἶθ’ οὕτω ταχὺς ἐκεῖθεν διαναστάς, ἐπὶ τοὺς παῖδάς τε καὶ τὴν σύζυγον διεκίνει τὸν Πέτρον καὶ τὴν ὑγίειαν ὥσπερ αὐτόχρημα ταῖν χεροῖν φέρων πᾶσι δαψιλῶς ἔνεμεν.
Ἐκ τοῦ εὐθέος καὶ γὰρ ἅπαντες ἐξάντεις τῆς νόσου καὶ τῶν συνεχόντων δεινῶν κρείττονες ἀνηγείροντο καὶ οὐχ ὅ τι δράσειαν εἶχον, οὐχ ὅ τι λέξειαν Πέτρῳ πρὸς τὸ τῆς εὐεργεσίας ἀποχρῶν μέγεθος· ὃν δὴ καὶ τὸ λίαν ἀφιλότιμον πρὸς τὴν ἐπάνοδον ἤπειγε, πρὸς τὸν ὑπ’ ἐκείνων κρότον ἀνεπίστροφον παντάπασιν ὄντα καὶ πρὸς Θεὸν ἀναφέροντα τὴν τῶν γενομένων αἰτίαν· ᾧ δὴ καὶ χρήματα τούτων προσενεγκόντων μετὰ τὴν πρὸς ναῦν ἐπανάλυσιν αὐτὸς οὐ προσήκατο, μὴ δεῖν αὐτοῖς λέγων ὑπὲρ τῶν ὑπὸ Θεοῦ τούτοις ἀγαθῶν ὑπηργμένων ἀνθρώπῳ τὴν χάριν ὁμολογεῖν, ἀλλ’ ἐκείνῳ διὰ καθαροῦ τε βίου καὶ σώφρονος καὶ τρόπων προσανέχειν ἐλευθερίων καὶ κατὰ Θεὸν ζῆν, μηδὲν ὑπερορῶντας τῶν αὐτοῦ θελημάτων, μηδὲ τῶν ἀπαρεσκόντων ὅλως ἐκείνῳ ποτὲ γινομένους· οὕτω γὰρ ὑμεῖς, φησίν, οὐδὲ ἰατρείας ἔτι σὺν Θεῷ δεήσεσθε ἅτε τὴν ἀρχὴν μηδὲ νόσῳ περιπεσόντες.
Οὕτως ἐκεῖνος καὶ τὸν ἐντὸς αὐτοῖς ἄνθρωπον εὖ διαθέμενος, τοὺς μὲν οἴκαδε ἐπέτρεπεν ἐπανιέναι, τοῖς συμπλέουσι δὲ αὐτὸς συνανήγετο, οἳ καὶ τῆς σφῶν εὐπλοΐας τἀνδρὸς ᾐτιῶντο τὴν ἀρετήν, ἐξ οὐρίας· καὶ γὰρ διὰ πάσης ἡμέρας τε καὶ νυκτὸς τὸν μέχρι τοῦδε πλοῦν ἤνυσαν καὶ περὶ τοῦ μέλλοντος ὑπῆρχον θαρροῦντες.
Ἀλλὰ γὰρ οὕτως ἐχόντων τε καὶ διανοουμένων ἐκ τοῦ ἀπροσδοκήτου παντάπασιν, ἔτ’ ὄντος τοῦ πνεύματος ἐπιφόρου καὶ λαμπροῦ κατὰ πρύμναν προσβάλλοντος, τοῦ πρόσω προβαίνειν ἡ ναῦς ἀφεῖται καὶ ἀκίνητος ἔμενε. Πάντα δὲ κάλων ἐκείνων κινούντων, ὡς καὶ ἡ παροιμία φησί, τὰ τῆς ἀκινησίας οὐδαμῶς ἐνεδίδου. Καὶ δὴ τῶν ναυτῶν ἐξηπορημένων καὶ μικροῦ τῆς ἴσης μετασχόντων ἀκινησίας, τοῦτο μὲν ὑπ’ ἐκπλήξεως, τοῦτο δὲ καὶ ἀπὸ τοῦ μηδὲν ἔχειν πράττειν, οὕτως ἐκτόπου τοῦ πράγματος ὄντος, ὁ θεῖος Πέτρος τῆς ἡσυχίου καθέδρας ἐξαναστὰς καὶ περιβλεψάμενος, τὸ τοῦ διαφαινομένου ὄρους ὄνομα ἐρωτᾷ· ὃ δὴ τὸν Ἄθω πυθόμενος εἶναι, συνῆκέ τε καὶ ἀπαγγέλλει τὸ κατέχον ἀτρεμῆ τὴν ναῦν. Ἐν τούτῳ, φησίν, ἔνι τῷ Θεῷ βουλομένῳ, τὸν ὑπόλοιπον διανῦσαί με βίον· καὶ τῷ τῶν οἰάκων ἐπικαθεζομένῳ, τῆς γῆς εὐθὺ πρὸς τὸ εὐώνυμον ἰθῦναι τὴν ναῦν ἐγκελεύεται· καὶ ὅς, ὡς οὐδὲν μελλήσας τὸ κελευσθὲν ἤνυσεν, ἡ ναῦς τῶν δεσμῶν ἀνεῖται κἀπὶ τὸ εὐκίνητον εὐθέως μάλα μετέβαλεν.
Ἆρ’ οὐκ ἔκπληξις ἐπὶ τούτοις πᾶσιν ἐγγίνεται; Πῶς ἡ πλώϊμος φύσις, ἡ τῆς θαλάττης εὐδιάρρυτος ἰδιότης, ποῖ μὲν ὑποχωρεῖ καὶ πάροδον δίδωσι τῇ νηΐ, τῇ προσβολῇ τῶν πνευμάτων ἐλαυνομένῃ· ποῖ δ’ ἀρνησαμένη τὴν φύσιν, τὴν ἀντιτυπίαν μεταλαμβάνει καὶ χέρσου δίκην ἐπὶ χώραν παρακατέχει τὴν ναῦν;
Πῶς δὲ καὶ τὸ τοῦ πνεύματος εὐδιάχυτον ἐν μέρει συστέλλεται καὶ μὴ συναρπάζει ταύτην τῷ περιφανεῖ τῆς ῥύμης, μηδενὸς ἐπιτειχίζοντος στερροτέρου σώματος; Τῷ γὰρ εὐκινήτῳ τῶν ὑδάτων τὸ πνεῦμα πλεονεκτεῖ. Καὶ τοῦ φανῆναι τὴν ἐν τῷ πυθμένι τῆς θαλάττης ἤπειρον ταύτης διαστάσης, τὸ θαλάττης ῥυτὴν ἐπιφάνειαν στερέμνιον ὅσα καὶ ἤπειρον γενέσθαι, θαύματος οὐκ ἐλάττω φέρεται δόξαν· οὐκοῦν προσθετέον τοῦτο τοῖς παλαιοῖς θαυμασίοις καὶ διηγητέον οὐχ ἧττον ἐκείνων καὶ ὑμνητέον ἐπὶ τούτῳ Θεόν, ᾧ μηδὲν ὧν ἂν βούλοιτο τὸ παράπαν ἀνήνυτον.
Ἀλλ’ οὕτως ὁ τῷ Πέτρῳ σύμπλους ὅμιλος τῇ γῇ προσπελάσαντες, πρὸς τὴν ὑπώρειαν ἀποβιβάζουσιν οὐκ ἀδακρυτὶ τὸν γεννάδαν· ὃς καὶ ἀνέλαβεν ἤδη καταπεπτωκότας ὑπ’ ἀνοίας αὐτούς, προειπὼν αὐτοῖς τόν τε πλοῦν ἀκίνδυνον καὶ τὴν πρόθεσιν ἀνύσιμον ἕξειν.
Οἱ μὲν οὖν ἐστέλλοντο μετ’ ἀγαθῶν τῶν ἐλπίδων· ὁ δὲ βίᾳ μέν, ἐπέβαινε δὲ ὅμως τῶν ἀβάτων, καὶ ἀνέβη τὸ ὄρος καὶ εἰσέδυ τὰ ἄδυτα, Θεῷ μόνῳ τὰ καθ’ ἑαυτὸν ἐπιτρέψας, ᾧ καὶ μόνῳ προεθυμήθη τε καὶ ὑπέστη ζήσειν, ὃ καὶ εἰς τέλος ἀγαγεῖν ἔσπευδεν, οὐ μόνον ἀπόσιτος ὢν σχεδὸν τῶν ὅσα πέφυκεν ἀνθρώπων συνέχειν φύσιν καὶ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένος τουτὶ τὸ μέρος, ἀλλὰ καὶ ψύχει καὶ καύσωνι καὶ παγετοῖς καὶ χιόσι καὶ ὄμβροις, γυμνός τε καὶ ὕπαιθρος, ὢ τῆς καρτερίας, ταλαιπωρούμενος (ἀνὴρ γὰρ ἐκεῖνος εἴπερ τις νοῦν ἔχων καὶ συνεὶς τὴν τοῦ γηΐνου τοῦδε συγκρίματος φύσιν, ὡς καὶ αὐτὸν βρίθει τὸν νοῦν καὶ πρὸς γῆν κατασπῶσα τὸ πολίτευμα ἔχειν ἐν οὐρανοῖς οὐκ ἐᾷ), διὰ πάντων καὶ τῶν ἐνόντων βοτανῶν πάνυ μετρίων μεταλαμβάνων, δεινῶς συνέτηξε τὸ σαρκίον καὶ τῷ νῷ τόνον ἀξιόλογον ἐνειργάσατο καὶ θεῖον ἀτεχνῶς ὄχημα τὴν καρδίαν καὶ οὐρανὸν ἄλλον καὶ τοῦ οὐρανοῦ φίλτερον ἐνδιαίτημα τῷ Θεῷ τῇ καθ’ ἡσυχίαν ἀκριβεῖ σχολῇ συνέστησε· τοῦτο δέ ἐστιν, ὡς συνελόντα φάναι, τοῦ νοῦ πρὸς ἑαυτὸν ἐπιστροφὴ καὶ σύννευσις, μᾶλλον δὲ πασῶν τῶν τῆς ψυχῆς δυνάμεων, εἰ καὶ θαυμαστὸν εἰπεῖν, πρὸς τὸν νοῦν ἐπιστροφὴ καὶ ἡ κατ’ αὐτόν τε καὶ Θεὸν ἐνέργεια.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.