Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι

Γρηγόριος Παλαμᾶς

Βίος του οσίου Πέτρου του Αθωνίτου: Προοίμιο, αιχμαλωσία και αναχώρηση

Εισαγωγικός έπαινος, η αιχμαλωσία του οσίου από τους Άραβες, η θαυματουργική απελευθέρωσή του και η λήψη του μοναχικού σχήματος στη Ρώμη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 17

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΘΑΥΜΑΣΤΟΝ ΚΑΙ ΙΣΑΓΓΕΛΟΝ ΒΙΟΝ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΕΤΡΟΥ ΤΟΥ ΕΝ ΤΩι ΑΓΙΩι ΟΡΕΙ ΤΩι ΑΘΩι ΑΣΚΗΣΑΝΤΟΣ Οὐ δίκαιόν ἐστιν, ὥς γέ μοι δοκεῖ, τοὺς μὲν ἀλλαχοῦ γῆς ἄξιόν τι μνήμης εἰργασμένους φιλοτίμως εὐφημεῖσθαι παρ’ ἡμῶν τῶν ὑπὲρ αὐτῶν ἀκροωμένων συγγραμμάτων πρὸς ἀκρίβειαν ὁμοῦ καὶ κάλλος ἐξενηνεγμένων καὶ μεγίστην ἐμποιούντων τῇ ψυχῇ παράκλησιν πρὸς ἀρετῆς ἀνάληψιν· ὃ δ’ οἴκοθεν ἔχομεν παράδειγμα παντὸς καλοῦ, τὸν Πέτρου δηλονότι βίον, περὶ τοῦτον ἀμελῶς πως ἔχειν, καὶ ταῦτα μηδενὸς ἀποδέοντα σχεδὸν τῶν ἐκ τοῦ παντὸς αἰῶνος ἐπ’ ἀρετῇ περιβεβοημένων. Ἵστε πάντως ὃν λέγω πάντες, εἰ μὴ τὸν περιώνυμον τοῦτον Ἄθω τις ἀγνοεῖ καὶ τὸν ἐπώνυμον αὐτοῦ Πέτρον, τὸν ἡμεδαπὸν καὶ αὐτόχθονα καὶ πρωταγωνιστήν, τὸν ἐνταῦθα γῆς, τὸν πάσης γῆς ἀντίπαλον καταπαλαίσαντα καὶ τρόπαιον ἐνταυθοῖ πρῶτον τῆς ἐκείνου καθ’ ἡμῶν στήσαντα μανίας καὶ τὸν τοῦ καλοῦ σπόρον εἰς καιρὸν ἄρα καταβαλόμενον, ἐπεὶ καὶ ἀνέφυ καὶ τέθραπται καὶ εὐφόρησεν, ὡς νῦν ἐκ τῶν ὁρωμένων ἔξεστι παντὶ συνορᾶν.

Ὡς μὲν οὖν τὸν τηλικοῦτον ἀρχηγὸν καὶ ἡμῖν πρὸς τὰ τοιαῦτα ὁδηγὸν τῆς ἐκ τῶν ἐπαίνων γιγνομένης ἀμοιβῆς δίκαιόν ἐστιν εἴπερ τινὰ τυγχάνειν, πάντες ἂν συμφαῖεν· ἐμοὶ δὲ πάντα τε ἐξειπεῖν τὰ τοῦ ἀνδρὸς καὶ τὰ πρὸς ἀξίαν ἑκάστῳ τούτων ἀποδοῦναι ἢ ἐγγύς, τῶν πάντη ἀδυνάτων. Ἀγὼν γὰρ ὡς ἔοικεν ἐκείνῳ γέγονε προεισενεγκεῖν ταῖς πρὸς Θεοῦ τοῖς δικαίοις ἐπηγγελμέναις ἀμοιβαῖς, οἷόν τινα βίου σύμμετρον ὑπερβολήν, κρείττω δηλαδὴ καὶ λόγου καὶ ἀκροάσεως. Ἀλλ’ οὐ παρὰ τοῦτ’ ἀποστατέον εἶναί μοι δοκεῖ, σιωπὴν ἐπὶ πάντων ἠσκηκότι. Καὶ γὰρ οὐδὲ τῶν τῆς γῆς τε καὶ θαλάττης ἐν οἷς πλεῖν τε καὶ βαδίζειν ἔχομεν ἀφιστάμεθα μερῶν, ὅτι μὴ πλώϊμος ἢ πορεύσιμος ἐξωτέρω διὰ πάντων ἐστίν· οὐδὲ τοῖς περὶ αὐτῶν ἱστορηκόσιν, ὅτι μὴ πάντα δι’ ἀκριβείας εἶχον ἐξειπεῖν, ἅπαντα παρεῖται, διεξιτητέον δὲ κἀκείνοις ἔδοξεν εἰκότως, ὅσα τε τούτων καὶ ἐφ’ ὅσον ἦν.

Τὸν ἴσον τοίνυν τρόπον κἀμοὶ νῦν ἐγχειρητέον, ἀλλ’ οὐ παροπτέον, ὅτι τὰ τῆς ὑποθέσεως ἀνυπέρβλητα τῷ λόγῳ, καὶ οὐχ ὅπως ἔμοιγε, προσέτι δὲ καὶ πᾶσιν ὅσοις λόγου μέτεστιν· οὕτω γὰρ ἐκ πάντων γένοιτ’ ἂν ἴσως ἔρανος προσήκων τῷ τῆς ὑποθέσεως μεγέθει. Καὶ τοῦθ’ οὕτως ἔχον, ὅσοι τοῦ καταλόγου τῶν ἐλλογίμων ἐπὶ νοῦν βαλλόμενοι, συγγνώμην νεμόντων εὐχερῶς ἐμοί· δεήσονται γὰρ δήπου ταύτης καὶ αὐτοί, κοινοῦ τοῦ χρέους ὄντος καὶ κοινῇ καθ’ ἕνα πάντων ἀπολειπομένων. Ἐγὼ δ’, ὦ θέατρον ἱερόν, πρὸ παντὸς οὑτινοσοῦν καὶ τὴν ἐξ ὑμῶν δι’ εὐχῶν τεθάρρηκα βοήθειαν. Εἰ γὰρ καὶ δυσχερὴς ὁ προκείμενος ἀγών, ἀλλὰ ταῖς ὑμῶν ἐπικλήσεσιν ἵλεως ἡμῖν ἄνωθεν ἀρτίως ἐποπτεύσας ὁ καὶ τῷ προκειμένῳ πρὸς τὸν ὑπερφυᾶ βίον συναράμενος Θεός, πᾶν σκῶλον ἐκποδὼν καταστήσαι καὶ συνδιαθείη τὸν λόγον πόρον ἐν ἀπόροις διδούς.

Γονέας μὲν οὖν καὶ τὴν ἐκ παιδὸς πατρίδα τοῦ μεγάλου τούτου καὶ θαυμασίου πατρός, καὶ οὗ πρέπουσα πατρὶς ἡ τῶν ἐπουρανίων σκηνή, καλῶς ποιῶν ὁ χρόνος ἀβύσσῳ λήθης καθῆκεν. Ἃ γὰρ ἔτι ζῶντι τῷ γενναίῳ παρῶπται, ὡς ἄρα τῆς οἰκείας ἀρετῆς ἀνάξια, τούτων εἰκότως οὐδὲ οἱ τὴν ἀρχὴν τὰ κατ’ αὐτὸν συγγεγραφότες δεῖν ᾠήθησαν μεμνῆσθαι. Εἰς ὃ δὲ φέρων ἑαυτόν, μᾶλλον δὲ ὑπὸ Θεοῦ φερόμενος, κατῴκισται καὶ οὗ τοὺς θείους ἄθλους ἤνυσε καὶ ὅθεν ἀνέπτη πρὸς οὐρανόν, τὸν περιφανῆ τουτονὶ λέγω καὶ σεβάσμιον χῶρον, τὴν τῶν ἀρετῶν ἑστίαν, τὸ καλοῦ παντὸς ἐνδιαίτημα, τὴν τῶν ἐπουρανίων ἀντίτυπόν τε καὶ ἀχειροποίητον σκηνήν, τὸ παντὸς ἄγους ἐλεύθερον καὶ παντὸς πάθους ἐναγοῦς ἀνώτερον, τὸ τῆς ἁγιωσύνης φερωνύμως ἐπώνυμον ὄρος· τοῦτό ἐστιν ἐν πατρίδος μοίρᾳ τῷ προκειμένῳ καὶ τούτῳ συλλαλεῖταί τε καὶ συνακούεται, κἀντεῦθεν οὗτος ἐπιγινώσκεται καὶ τὴν πρὸς τοὺς ὁμωνύμους φέρει διαστολήν, Ἀθωνίτης δικαίως ὠνομασμένος.

Εἰ γὰρ ἐν Ἀθήναις μετὰ τριετῆ προσεδρίαν ἀντὶ πατρίδος χρῆσθαι τῇ πόλει τοὺς προσηλύτους νομιζόμενον ἦν, πῶς οὐ δικαίως ἀντιποιεῖται τοῦ ὄρους ὁ ἅγιος, πλεῖν ἢ πεντήκοντα περιόδους ἐτῶν ἐνταῦθ’ ἀνύσας, καὶ ταῦθ’ οὕτως ἐναγωνίως; Εἰ δὲ καὶ πατρὶς ἑκάστῳ καθ’ ἣν ἄν τις εὐτυχῇ, καθάπερ τις τῶν ἔξωθεν ἀπεφήνατο σοφῶν, τίς ἄν που τῶν ἁπάντων βέλτιον ἢ πράξειεν ἢ μέλλει πράξειν τῆς ὧδε τοῦ ἀνδρὸς εὐκληρίας, οὗ Θεῷ συνῆλθε καὶ θείας θέας ἐπέτυχε, μᾶλλον δέ, ἵνα τὸ πᾶν εἴπω συνελών, οὗ τὴν ἀνθρωπείαν ὑπεραναβὰς φύσιν καὶ τὴν θείαν ὄντως ἠλλοιωμένος ἀλλοίωσιν (τίς ἂν ἀποχρήσαι λόγος παραστῆσαι τὸ θαῦμα;) πρὸς τὸ τῆς ἀξίας ὑπερφυὲς τῇ τοῦ Ὑψίστου δεξιᾷ μετερρύθμισται;

Ἀλλ’ ὅμως τῆς πατρίδος μὲν ὑπερεῖδε, τῷ δὲ τῆς ἄνω προξένῳ πατρίδος ὄρει τούτῳ προσέδραμεν, οὗ δὴ καὶ τὸν πολυετῆ βίον καὶ τὴν ἀόρατον ἀνθρώποις δίαιταν ἤνυσεν. Καὶ σκοπεῖτε τὸ τῆς θείας σοφίας εὐμήχανον καὶ τὴν πρὸς ἀνθρώπους τοῦ Θεοῦ κηδεμονίας ὑπερβολὴν καὶ τὴν ἐπὶ τὸ σώζειν ἀνυπέρβλητον ἔφεσιν. Ἀναρριπίζεται πόλεμος τῇ τοῦ θαυμασίου τοῦδε πατρὸς πατρίδι πρὸς Ἄραβας· ὁ δέ, στρατιωτικῆς, ὡς ἔοικεν, οὐκ ἀμελέτητος ὤν, συμπολεμεῖ τοῖς ὁμοφύλοις, ὑπὸ τῶν ἀλλοφύλων ἁλίσκεται, πόρρω τῆς ἐνεγκούσης αἰχμάλωτος ἀποικίζεται, τῆς ἀλλοτρίας ἐνδοτέρω καὶ πολεμίας ποσὶν ἀβουλήτοις προβαίνει, φρουρίοις ἀφύκτοις καθείργνυται, τῷ πόδε πέδαις δεσμεῖται, τροφῆς ἐνδείᾳ πιέζεται, πολλὰ πάσχει τῶν ἀφορήτων, ἐξαπορεῖται, τὴν οἰκείαν ζωὴν ἀπολέγεται, τέλος ἐπὶ Θεὸν καταφεύγει, τούτῳ μόνῳ ζήσειν ἐπαγγέλλεται, μόνον εἰ φῶς ἐλεύθερον ἴδοι καὶ τῶν συνεχόντων ἀπαλλαγείη δεινῶν. Τί οὖν ὁ ταχὺς ὁμοῦ καὶ προμηθὴς Θεός; Ἀναβάλλεται τέως τὴν ταχυτῆτα καὶ τῷ μέλλειν τὰς ὀδύνας ἐπιτείνεσθαι συγχωρεῖ, προμηθούμενος δήπου τὸν ἱκέτην ἀσφαλέστερον ἕξειν, ἐπειδὴ πεφύκασιν ἄνθρωποι μετὰ τὴν τοῦ πιέζοντος ἀπαλλαγὴν τῶν ἐν αὐτῷ συνθηκῶν ὑπερφρονεῖν ῥᾳδίως, ἂν μὴ ταύτας ἀκριβῶς ἰσχυρίσωνται.

Τί τὸ ἐντεῦθεν; Δι’ ὀνείρων αὐτῷ τὰ τῆς ὑποσχέσεως ἐμπεδοῖ καὶ αὐτὸν ὄναρ ἐπιπέμπει τούτῳ τὸν μέγαν ἐν ἱεράρχαις καὶ πατράσιν ἁγίοις Νικόλαον, ὃν καὶ αὐτὸς ἐπεβοᾶτο θερμότερον, ἅτε τῆς πρὸς Θεὸν αὐτοῦ παρρησίας πεπειραμένος καὶ διὰ θαύματος αὐτὸν ἄγων, πολλοῖς καὶ πρότερον κεχρημένον ὑπὲρ αὐτοῦ θαύμασιν.

Ὃς δὴ καὶ φανεὶς οὐχ ἅπαξ, ἀλλ’ ἤδη καὶ δίς, πολὺ κατεμέμφετο τὴν τοῦ ἀνδρὸς ἀβουλίαν, πολλάκις μὲν δὴ καὶ πρότερον εὐξαμένου τὴν ἀπὸ τοῦ κόσμου φυγήν, ὡρμημένου δὲ μηδ’ ὁπωσοῦν ἔργῳ τὴν εὐχὴν ἀποδοῦναι. Ταύτῃ τοι δικαίως, ἀρτίως ἔφασκεν, οὔτ’ αὐτὸς εἰσακούῃ κἀγὼ πείθειν ἥκιστα δύναμαι, πρεσβείαν ὑπὲρ τῶν σοὶ συνοίσειν μελλόντων πρὸς Θεὸν ποιούμενος.

Ἀλλὰ γάρ, εἴ μοι πείθῃ, καὶ ἄλλον δή τινα τῶν μέγα παρὰ Θεῷ δυναμένων ἐπικέκλησο βοηθόν, ὥστε μοι συμβαλέσθαι σπουδὴν ὅ, τι πλείστην ὑπὲρ σοῦ ποιουμένῳ. Πέτρου δὲ ἀνθυπενεγκόντος, καὶ τίς ἄρα μεῖζον ἢ σὺ δύναται;

Συμεώνης, τὸν εἰπεῖν, Συμεώνης ἐκεῖνος, ὃς εὖ μάλα πρεσβυτικὰς πάλαι ποθ’ ὑπανῆκε χεῖρας καὶ τεσσαρακονθήμερον ὑπανέσχε τὸν πρὸ τῶν αἰώνων Θεόν. Ἀλλ’ ὁ μὲν μετὰ τὴν εἰσήγησιν ἀπιὼν ᾤχετο. Πέτρου δὲ παραυτὰ τὸν ὕπνον ἀποσεισαμένου, πολὺς ἐπὶ στόμα Συμεώνης ἦν· καὶ βοῶν οὐκ ἀνῆκεν, ἀντιβολῶν οὐκ ἐνέδωκεν, ἕως ἔπεισε· τῇ γὰρ ὑστεραίᾳ πάλιν ἐφίσταται ὁ Νικόλαος καὶ ἀνατεῖναι πρὸς Συμεώνην ἐπιτάττει τὰς ὄψεις. Ὁ δὲ ταχὺς ἐπεστραμμένος, ἐπιτερπὲς ὁρᾷ θέαμα· σεμνὸν ὅ, τι μάλιστα καὶ πολιὸν ἄνδρα, κατὰ τὸ παλαιὸν ἔθος ἀρχιερατικῶς ἐσταλμένον, χρυσοῦ τε ῥάβδῳ κοσμίως ἐπερειδόμενον καὶ πρὸς αὐτὸν ἐπίχαρί τι καὶ προσηνὲς ἐνορῶντα καὶ τὴν ἄφεσιν εὐαγγελιζόμενον, εἴπερ ἄρα καὶ τὰς πρὸς Θεὸν συνθήκας εἰς ἔργον ἀγαγεῖν προθυμεῖται. Τοῦ δὲ Πέτρου συνθεμένου προθύμως, ἐκεῖνος ὅποι δὴ βούλοιτο βαδίζειν ἀδεῶς ὑπηγόρευεν, ἐξιόντα τῆς εἱρκτῆς.

Τοῦ δὲ τὸν περὶ τοὺς πόδας αὖθις ἐπιδεικνύντος δεσμὸν καὶ τὸ ἐπίταγμα τῶν ἀδυνάτων εἶναι διατεινομένου παντάπασιν, ἠρέμα μετεωρίσας ὁ θεοδόχος τὴν καλὸν ἀπαστράπτουσαν ἐκείνην ῥάβδον, ἄκρᾳ ταύτῃ ψαύει τῶν δεσμῶν καὶ χρυσῷ τὸν σίδηρον ὡς ἀράχνης, ὅ φασιν, ἱστὸν ἀπονητὶ διατέμνει· καὶ ὁ Πέτρος εὐθύς, οὐχ ὅπως τῶν πεδῶν ἐκείνων, ἀλλὰ καὶ παντὸς ἐκτὸς περιτειχίσματος, ὢ τοῦ θαύματος, ἐν ἀκαρεῖ χρόνου γίνεται, καὶ Νικόλαον μόνον συμπαρομαρτοῦντά οἱ βλέπει, καὶ πείθοντα μηκέτ’ ὄναρ, ἀλλ’ ὕπαρ εἶναι τὴν δεδομένην ἐλευθερίαν· πρὸς δὲ καὶ πόρον ἐφοδίων ὑποδεικνύντα, κῆπον δή τινα πολυειδέσι τεθηλότα δένδροις καὶ πολλοῖς τῶν ἐδωδίμων βρίθουσιν. Ἐν τούτοις, ὁ μὲν συλᾶν εὐλαβούμενος οὐδ’ ἄκρῳ δακτύλῳ, τὸ τοῦ λόγου, ψαύειν τῶν καρπῶν ἐκείνων ἠνείχετο. Νικόλαος δὲ τοῦτον αὖθις θαρρύνει καὶ ἀδεῶς ἐγκελεύεται δρέπεσθαι· εἶτ’ ἐξενεγκὼν ἐπὶ τὴν φίλην ὁδοιπορίαν καὶ τῶν ὑπεσχημένων ὑπομνήσας ἐκείνων, ἐξ ὀφθαλμῶν γίνεταί τ’ ἀνδρὸς καὶ ἀπολιπὼν ἔδοξε τοῦτον, κἂν ἀοράτως ἀεὶ συνῆν.

Ἀλλὰ γὰρ οὕτω φῶς ἐλεύθερον ὁ Πέτρος παρὰ δόξαν τεθεαμένος, Παῦλον εὐθὺς τὸν μέγαν ὡς πρὸς ἀρχέτυπον βλέπων, οὐδ’ αὐτὸς ἔγνω προσαναθέσθαι σαρκὶ καὶ αἵματι· εὖ δὲ ποιῶν, ὅλος γίνεται τοῦ προνοίᾳ μείζονι τὰ κατ’ αὐτὸν διῳκηκότος Θεοῦ καὶ τοῦ θαυμασίως οὕτω καλέσαντος, σὺν θαυμαστῇ προθυμίᾳ κατόπιν ἕπεται, μηδὲ πρὸς βραχὺ διαστῆναι, μηδ’ ἀποσχέσθαι τῶν ἰχνῶν ἀνεχόμενος. Ὡς γὰρ εἴ τις ἡλίῳ τὰς ὄψεις ἀτενῶς ἐπιβαλών, εἶτ’ ἐνορῴη τοῖς κάτω, πάντα σκότος ἀτεχνῶς ὁρᾷ· οὕτως ἐκεῖνος, τὸ τῆς ψυχῆς ὄμμα τὸν νοῦν ἀκλινὲς εἰς οὐρανὸν ἑδράσας, πάντα παρεῖδε ῥᾳδίως, οἶκον, πατρίδα, γονέας, τοὺς καθ’ αἷμα προσῳκειωμένους, τοὺς καθ’ ἑταιρίαν ἡντιναοῦν, καὶ πᾶσι χαίρειν φράσας, μᾶλλον δ’ οὐδὲ χαίρειν φράσας, ἑνὸς γίνεται, τῆς κατὰ Θεὸν πολιτείας, καὶ ἓν πάσης ἀσχολίας ὑπέρτερον αὐτῷ μέλημα, τοῦ θείου θελήματος ἀπρὶξ ἔχεσθαι, καὶ οὕτω πάντα γενέσθαι Χριστῷ ἀντὶ πάντων ἐσχηκέναι Χριστόν, κατὰ τὴν θεσπεσίαν ἐκείνου ψῆφον.

Οὕτω δὲ θείῳ βέλει τετρωμένος, τῆς πρὸς Ῥώμην φερούσης ἥψατο, μηδὲν ὑπερθέμενος, ἐκεῖ τελεσθησόμενος τελεώτερον καὶ τὸ κατὰ μοναχοὺς κἀπὶ τοῦ φανεροῦ σχῆμα περιθησόμενος καὶ τὴν εὐχὴν ἀποδώσων. Νικόλαος δὲ ὁ μέγας αὖθις ἀφανῶς προὔπεμπε· καὶ δὴ προφθάσας καὶ προεπιστὰς τῇ πόλει, νοερῶς συντυγχάνει τῷ πάπᾳ· καθῆστο γὰρ ἐπὶ τὸν ὑψηλόν, ὡς ἔοικε τὸ τηνικαῦτα, θρόνον ἐκεῖνον, ὑψηλὸς καὶ τὰ καθ’ ἑαυτὸν ἀνὴρ καὶ νοερῶν θεαμάτων οὐκ ἄμοιρος. Συνίστησι τοιγαροῦν αὐτῷ καὶ πρὸ τῆς θέας τὸν Πέτρον, καὶ τὰ κατ’ αὐτὸν διηγεῖται καὶ προστάσσει τελέσειν ἐπ’ αὐτὸν ἀφιγμένον, ὅσα τοὺς τὸν ἄζυγον βίον ἑλομένους ἐπανελέσθαι νομίζεται· σημεῖά τε προσθείς, ὅθεν ἂν ἐπιγνοίη τὸν εἰρημένον, καὶ τοὔνομα ἐπειπών, ὁ μὲν τῇ συντυχίᾳ δίδωσι πέρας, Πέτρος δὲ ἤδη τὴν πόλιν εἰσῄει, μηδὲν τῶν παρὰ τοῦ προστατοῦντος ὑπηργμένων εἰδώς. Καὶ τῆς μητροπόλεως εὐθὺ χωρεῖν δόξαν, ὁ μὲν ταῖς ἱεραῖς ἤδη προσέβαινε πύλαις κἀπὶ γόνυ κλιθεὶς ταῖς θείαις εἰκόσι τὴν προσκύνησιν διετέλει νέμων· ὁ δὲ πάπας εὐθὺς αὐτὸν μεταπέμπεται καὶ μυεῖ τούτῳ τὴν μονήρη δίαιταν καὶ μεταμφιέννυσι τὴν τῇ διαίτῃ προσήκουσαν στολήν· καὶ ὃς ἐκπλαγεὶς τῷ γεγενημένῳ (πῶς γὰρ οὔ;), χάριν ἀνωμολόγει Θεῷ καὶ χεῖρας ἀνασχὼν εὐχαριστηρίους ἀνῄει φωνάς.

Οὐ μήν, ἀλλὰ καὶ τῇ καλῇ κἀγαθῇ προθυμίᾳ προσεπετίθει καὶ ζέοντι πνεύματι τόπον ἐζήτει βοηθήσοντα τῇ προθέσει. Καταβὰς οὖν ἐπὶ τὸν αἰγιαλόν, ἐντυγχάνει πλωτῆρσι, Θεοῦ δηλαδὴ προνοίᾳ, τῆς πόλεως ἤδη παρεσκευασμένοις ἀπαίρειν καὶ μετ’ οὐ πολὺ τοῦ λιμένος ἀνάγεσθαι μέλλουσι, καὶ διὰ τῆς Κρήτης πρὸς Ἀσίαν ἀποπλεῖν ᾑρημένοις. Τούτοις τοίνυν καὶ αὐτὸς συναπαίρει, τῶν κατὰ νοῦν ἴσως ἐπιτευξόμενός που διὰ τοῦ μακροῦ τοῦδε πλοῦ· μᾶλλον δὲ Θεῷ κἀν τούτῳ πιστεύσας, ᾧ πᾶν ὅ, τι λυσιτελὲς ἀνθρώποις ἀνύσιμον.