Ἔργον
Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι
Κεφάλαια τρία περί προσευχής και καθαρότητας της καρδιάς
Ανάλυση της νοεράς προσευχής, της επιστροφής του νου προς τον εαυτό του και της κάθαρσης των δυνάμεων της ψυχής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κεφάλαια τρία περί προσευχής και καθαρότητας της καρδιάς
Ανάλυση της νοεράς προσευχής, της επιστροφής του νου προς τον εαυτό του και της κάθαρσης των δυνάμεων της ψυχής.
<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ ΚΑΙ ΚΑΘΑΡΟΤΗΤΟΣ ΚΑΡΔΙΑΣ ΚΕΦΑΛΑΙΑ Γʹ {αʹ} Ἐπειδὴ τὸ Θεῖον αὐτοαγαθότης ἐστὶ καὶ ἔλεος αὐτόχρημα καὶ ἄβυσσος χρηστότητος, μᾶλλον δὲ καὶ τῆς ἀβύσσου ταύτης περιληπτικόν, ὡς ὑπερέχον παντός τε ὀνόματος ὀνομαζομένου καὶ νοουμένου πράγματος, τῇ πρὸς αὐτὸ ἑνώσει μόνῃ τύχοι ἄν τις τοῦ ἐλέους. Ἑνοῦται δέ τις τούτῳ τῇ κοινωνίᾳ κατὰ τὸ ἐγχωροῦν τῶν ὁμοίων ἀρετῶν καὶ τῇ κοινωνίᾳ τῆς κατὰ τὴν εὐχὴν πρὸς τὸν Θεὸν δεήσεώς τε καὶ αἰνέσεως. Ἀλλ’ ἡ μὲν δι’ ἀρετῶν κοινωνία δι’ ὁμοιότητα πρὸς ὑποδοχὴν τοῦ Θείου ἐπιτήδειον τὸν σπουδαῖον πέφυκε κατασκευάζειν, οὐ μέντοι καὶ ἑνοῦν. Ἡ δὲ τῆς εὐχῆς δύναμις αὐτὴν ἱερουργεῖ καὶ τελεσιουργεῖ τὴν τοῦ ἀνθρώπου πρὸς τὸ Θεῖον ἀνάτασίν τε καὶ ἕνωσιν, σύνδεσμος οὖσα τῶν λογικῶν πρὸς τὸν κτίσαντα κτισμάτων, ὅταν μέντοι τῶν παθῶν καὶ λογισμῶν δι’ ἐμπύρου κατανύξεως ὑπεραναβῇ τὰ τῆς εὐχῆς· τῷ γὰρ ἐμπαθεῖ νῷ ἑνωθῆναι τὸν Θεόν, ἀδύνατον. Ὥσθ’ ὁ νοῦς μέχρις ἂν τοιοῦτος ᾖ εὐχόμενος, οὐδὲ τοῦ ἐλέους ἔτυχε· καθόσον δὲ τῶν λογισμῶν ἀνανεύειν δύναται, κατὰ τοσοῦτον καὶ τοῦ πένθους γίνεται· ἀναλόγως δὲ τῷ πένθει καὶ τοῦ ἐλέους τῆς παρακλήσεως μεταλαγχάνει. Κἀν τούτοις ἐγχρονίσας μετὰ ταπεινώσεως, καὶ τὸ παθητικὸν ἅπαν μετασκευάζει τῆς ψυχῆς. {
βʹ} Ὅταν τὸ ἑνιαῖον τοῦ νοῦ γένηται τρισσόν, μένον ἑνιαῖον, τότε συνάπτεται τῇ θεαρχικῇ τριαδικῇ Μονάδι, πᾶσαν ἀποκλεῖσαν πλάνης εἴσοδον καὶ ὑπεράνω καθεστὸς σαρκὸς καὶ κόσμου καὶ τοῦ κοσμοκράτορος. Καὶ οὕτω τὰς ἐξ αὐτῶν λαβὰς διαφυγὸν παντάπασιν, ἐν ἑαυτῷ ἐστι καὶ τῷ Θεῷ, τῆς πηγαζούσης ἔνδοθεν πνευματικῆς ἀγαλλιάσεως καταπολαῦον, μέχρις ἂν τοιοῦτον ᾗ.
Γίνεται δὲ τὸ ἑνιαῖον τοῦ νοῦ τρισσόν, μένον ἑνιαῖον, ἐν τῇ πρὸς ἑαυτὸν στροφῇ καὶ τῇ δι’ ἑαυτοῦ πρὸς τὸν Θεὸν ἀνόδῳ. Ἡ δὲ πρὸς ἑαυτὸν στροφὴ τοῦ νοῦ ἑαυτοῦ τήρησίς ἐστιν. Ἡ δὲ πρὸς τὸν Θεὸν ἄνοδος αὐτοῦ, δι’ εὐχῆς μὲν ἐνεργεῖται τὴν ἀρχήν, καὶ εὐχῆς συνεπτυγμένης, ἔστι δ’ ὅτε καὶ διεξοδικωτέρας, ὃ καὶ ἐργωδέστερον.
Ἂν δὲ διακαρτερῇ τις ἐν τῇ τοῦ νοῦ ταύτῃ συνελίξει καὶ τῇ πρὸς τὸ Θεῖον ἀνατάσει, βίᾳ ἰσχυρᾷ τὸ πολυπόρευτον τῆς διανοίας ἄγχων τῆς οἰκείας νοερῶς πλησιάζει τῷ Θεῷ καὶ τυγχάνει τῶν ἀρρήτων καὶ γεύεται τοῦ μέλλοντος αἰῶνος καὶ αἰσθήσει νοερᾷ γινώσκει, ὅτι χρηστὸς ὁ Κύριος, καθάπερ καὶ ὁ ψαλμωδός φησι· «γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος».
Τὸ μὲν οὖν τρισσὸν εὑρεῖν τὸν νοῦν, τὸν αὐτὸν ὄντα μόνον τηροῦντα καὶ τηρούμενον καὶ εὐχόμενον ἐν τῇ τηρήσει, οὐ λίαν ἴσως δυσχερές· τὸ δὲ μακρὸν χρόνον ἐν ταύτῃ τῇ καταστάσει καρτερῆσαι τῇ γεννητικῇ τῶν ἀπορρήτων, δυσχερέστατον ὡς μάλιστα.
Πᾶς γὰρ πόνος ἄλλης ἀρετῆς, μικρὸς καὶ φορητότατος συγκρινόμενος πρὸς τοῦτον. Διὸ καὶ πολλοί, πρὸς τὸ τῆς εὐκτικῆς ἀρετῆς ἐστενωμένον ἀπειπόντες, τοῦ πλάτους τῶν χαρισμάτων οὐκ ἐπιτυγχάνουσιν, ἀλλὰ τοὺς ὑπομένοντας μείζους ἀντιλήψεις θεῖαι ὑποδέχονται καὶ διαβαστάζουσαι καὶ ὑπανέχουσαι μεθ’ ἡδονῆς ἐπὶ τὰ πρόσω προβιβάζουσιν ἀνυσιμωτέραν τὴν δυσάνυστον ποιοῦσαι καὶ ἀγγελικήν, ὡς εἰπεῖν, ἐντιθεῖσαι ἐπιτηδειότητα τὴν ἡμῶν φύσιν τοῖς ὑπὲρ φύσιν ὁμιλεῖν ἐνδυναμοῦσι, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ προφήτου, ὅτι «οἱ ὑπομένοντες πτεροφυήσουσιν, ἀλλάξουσιν ἰσχύν». {γʹ} Νοῦς λέγεται καὶ ἡ τοῦ νοῦ ἐνέργεια ἐν λογισμοῖς συνισταμένη καὶ νοήμασι. Νοῦς ἐστι καὶ ἡ ἐνεργοῦσα ταῦτα δύναμις, ἥτις καὶ καρδία καλεῖται παρὰ τῆς Γραφῆς· καθ’ ἥν, κυριωτάτην οὖσαν τῶν ἐν ἡμῖν δυνάμεων, λογική ἐστιν ἡ ἐν ἡμῖν ψυχή. Ἡ γοῦν ἐν λογισμοῖς ἐνέργεια τοῦ νοῦ τοῖς σχολάσασιν ἐν προσευχῇ, καὶ μάλιστα μονολογίστῳ, καθίσταται καὶ καθαίρεται ῥᾳδίως· ἡ δὲ γεννῶσα ταύτην δύναμις οὐκ ἂν καθαρθείη, εἰ μὴ καὶ αἱ ἄλλαι τῆς ψυχῆς δυνάμεις πᾶσαι· καὶ γὰρ ἕν ἐστι πολυδύναμον πρᾶγμα ἡ ψυχή. Μολύνεται τοίνυν ὅλη, κακίας ἐγγεγενημένης, ἀφ’ ἡστινοσοῦν τῶν ἐν αὐτῇ δυνάμεων, καὶ κοινωνοῦσι πᾶσαι τῆς μιᾶς τῷ ἑνιαίῳ τῆς ψυχῆς.
Ἐπεὶ δὲ ἑκάστη τῶν δυνάμεων διάφορον παρέχει τὴν ἐνέργειαν, ἔνι δι’ ἐπιμελείας μίαν ἡντιναοῦν καθαρθῆναι πρὸς καιρὸν ἐνέργειαν· ἀλλ’ οὐχὶ διὰ τοῦτο καὶ ἡ δύναμις ἔσται καθαρά· κοινωνοῦσα γὰρ ταῖς ἄλλαις, μᾶλλον ἂν εἴη ἀκάθαρτος ἢ καθαρά. Διὸ ὁ διὰ τῆς κατὰ τὴν προσευχὴν ἐπιμελείας καθάρας τὴν ἐνέργειαν τοῦ νοῦ καὶ φωτισθεὶς μετρίως, ἢ φωτὶ γνώσεως ἢ καὶ νοερᾷ ἐλλάμψει, ἐὰν μὲν διὰ τοῦτο κεκαθαρμένον ἑαυτὸν λογίσηται, πλανᾶται ἑαυτοῦ καταψευδόμενος καὶ διὰ τῆς οἰήσεως τῷ πλανᾶν ἀεὶ ἐπιχειροῦντι θύραν ἀνοίγνυσι καθ’ ἑαυτοῦ μεγάλην. Ἂν δὲ εἰδὼς τὴν οἰκείαν καρδιακὴν ἀκαθαρσίαν μὴ ἐπαρθείη τῇ μετρίᾳ ἐκείνῃ καθαρότητι, βοηθῷ χρώμενος αὐτῇ καὶ τῶν ἄλλων τῆς ψυχῆς δυνάμεων τὴν ἀκαθαρσίαν καθαρώτερον ὁρᾷ καὶ προκόπτει εἰς ταπείνωσιν καὶ προστίθησι τῷ πένθει καὶ καταλλήλους ἐφευρίσκει θεραπείας ἑκάστῃ δυνάμει τῆς ψυχῆς· πράξει μὲν τὸ πρακτικόν, γνώσει δὲ τὸ γνωστικόν, προσευχῇ δὲ τὸ θεωρητικὸν καθαίρων ἑαυτοῦ, καὶ διὰ τούτων εἰς τὴν τῆς καρδίας καὶ τοῦ νοῦ τελείαν καὶ ἀληθῆ καὶ μονιμωτάτην φθάνει καθαρότητα· ἥτις οὐκ ἂν ἐγγένοιτό ποτέ τινι, εἰμὴ διὰ τῆς ἐν πράξει τελειότητος καὶ τῆς ἐπιμόνου τριβῆς, θεωρίας τε καὶ τῆς ἐν θεωρίᾳ προσευχῆς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.