Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἀσκητικαὶ ὁμιλίαι

Γρηγόριος Παλαμᾶς

Η συνάντηση με τον κυνηγό και η παράδοση του βίου

Η κατά θεία πρόνοια εύρεση του οσίου από τον κυνηγό, η διήγηση των ασκητικών του κατορθωμάτων και οι πνευματικές συμβουλές πριν από την τελική αναχώρηση του κυνηγού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 5 από 17

Ἀλλ’ ἐν τούτοις οὕτως εὐδαιμόνως ἓξ ἐπιβιοὺς ἔτη πρὸς τοῖς τεσσαράκοντα, Θεῷ μόνῳ καὶ ζῶν καὶ ὁρῶν καὶ ὑπ’ αὐτοῦ μόνου καὶ τρεφόμενος καὶ ὁρώμενος, ὕστερον ἐπ’ αὐτάς, ὅ φασι, τὰς τοῦ βίου δυσμάς, ἑνὶ μόνῳ τῶν ἀνθρώπων κρείττονι προνοίᾳ θεατὸς ἐγεγόνει. Κυνηγέτης οὗτος ἦν· ᾧ δὴ θηρωμένῳ καὶ τὰς λόχμας περινοστοῦντι καὶ κατ’ ἄγραν ἀκριβέστερον περισκοποῦντι τὴν ὕλην θήραν ἁρπάσαι, πρὸ τῶν ὀφθαλμῶν ἔλαφος ὑπεκδῦσα, καλὴ μὲν ἰδεῖν, ἱκανὴ δὲ θέλξαι τε καὶ πρὸς τὸ μεταδιώκειν ἐπάραι θηρατοῦ ψυχήν, τοῦτο μὲν εὐμεγέθης, τοῦτο δὲ κατάσαρκος οὖσα. Τοιαύτη τοίνυν ἐκεῖθέν ποθεν τοῦ ἄλσους προαλλομένη, προῄει· καὶ κατὰ βραχὺ λίαν ἐπίτηδες ἀεὶ διαφεύγουσα, προῆγε τὸν τοῦ θηρᾶν ἐραστήν, μήτ’ εἴσω γινομένη χειρῶν ἢ βελῶν, μήτ’ ἐκτὸς οὕτως, ὡς δόξαι μὴ θηράσιμος εἶναι.

Καὶ οὕτως ἐπὶ πολὺ τῆς ἡμέρας ἡ μὲν ἔφευγεν, ὁ δ’ εἵπετο· μᾶλλον δέ, ἵν’ εἴπω τἀληθές, ἡ μὲν ἡγεῖτο, ὁ δ’ ἐδίωκε· τῷ γὰρ ὁσίῳ φέρουσα τὸν ἄνδρα παρέστησεν, ὃς ἀκρατῶς ἐπὶ τὸ πρόσω σπεύδων, ὄμμα τε καὶ νοῦν τοῦ θηράματος ἐξηρτημένος. Εἶτ’ ἐξαίφνης ἄνθρωπον εὖ μάλα πολιὸν ἰδών, αὐχμῶντα, ῥυπῶντα, κατερρικνωμένον, παντὸς περικαλύμματος ἐστερημένον, πρὸς φυγὴν εὐθὺς ἐτράπετο περιδεὴς γεγονώς· ἀπροσδόκητος γὰρ ἐπ’ ἐρημίας θέα, κἂν μικρὸν δεῖμα φέρῃ, δύναται πατάξαι ψυχὴν ἀνδρὸς καὶ δουλώσασθαι.

Ὡς οὖν ἐκεῖνος, φόβου κέντρῳ νυγείς, εἰς τοὔμπαλιν ἐπεστραμμένος ᾔει, γεγωνὸν ἀναβοήσας ὁ τοῦ Θεοῦ ἄνθρωπος· ἄνθρωπός εἰμι καὶ αὐτός, φησίν, ἄνθρωπε. Θαρρῶν οὖν καὶ τῆς φυγῆς ἀφέμενος, ἐπανήκειν ὡς ἡμᾶς προθυμήθητι· Θεὸς γὰρ ἴσως ὧδέ σε τῶν κατ’ ἐμὲ τήμερον ἀκροατὴν ἐσόμενον ἔπεμψε.

Τῆς φωνῆς οὖν ὁ κυνηγέτης ᾐσθημένος καί, πρῶτον μὲν εἰς ἑαυτόν, εἶτα καὶ τὸν ὅσιον ἐπανελθὼν καὶ τὰ κατ’ αὐτὸν πρὸς ἀκρίβειαν μεθ’ ἱκετείας ἐξετάσας, καὶ οὕτως ἐξ ἀρχῆς ἄχρι τέλους ἐκμαθών, τὴν αἰτίαν τῆς ἐπὶ τὸ κρεῖττον ὁρμῆς, αὐτῆς τῆς ὁρμῆς τὴν ἔκβασιν, τὴν ἐπὶ τὸ ὄρος ἀγωγὴν καὶ ἀνάβασιν, τὰς ἐκ τοῦ πονηροῦ πείρας, τὰ κατ’ αὐτοῦ τρόπαια, τῶν ἐκ Θεοῦ χαρισμάτων τὸ πλῆθος, πάντων ἐλθὼν εἰς ἀκοήν, εἶθ’ οὕτως οἴκαδ’ ἀναλύσας, τοῦ σωτηρίου τοῦδε καὶ τοῖς ἄλλοις μεταδίδωσι διηγήματος· ὃ δὴ παρὰ πατέρων υἱέσιν, ὥσπερ ἀγαθοῦ τινος κλήρου παραπεμπομένου τε καὶ κατιόντος, ἤδη δέ τινος καὶ ἀνάγραπτον ποιησαμένου, μέχρι καὶ πρὸς ἡμᾶς εὖ ποιοῦν ἤδη φθάνει· τῇ τε μνήμῃ νεάζον καὶ τῆς ὀνησίμου δυνάμεως οὐχ ὑφειμένως ἔχον, πᾶσι παντὸς ἀγαθοῦ παράδειγμα προκείμενον καὶ βίου τὸ παράπαν ἀπλανοῦς ἀρχέτυπος εἰκὼν καὶ πάσης ἀρετῆς ἰδέα, πάσης κακίας ἀμιγής.

Ἀλλ’ ὁ μὲν λόγος ἐπείγεται πρὸς τὸ τέλος· ἐγὼ δ’ αἰσθάνομαι πολλὰ τὰ τῶν ἀναγκαίων εἰρῆσθαι παραλιπών, ὧν ὀλίγα προσθείς, καὶ ταῦτα τῶν μετὰ τὴν πρὸς Θεὸν ἐκδημίαν ὑπηργμένων τῷ θαυμασίῳ, προσῆκον ἐποίσω τῷ λόγῳ τέλος. Μικρὸν οὖν αὖθις ἀναληπτέον. Τεθεαμένος γὰρ ὁ κυνηγέτης ἐκεῖνος τὸν τοῦ Θεοῦ ἄνθρωπον καὶ εἰς λόγους ἐλθὼν καὶ γνοὺς αὐτὸ τοῦθ’ ὡς ἀληθῶς ὄντα Θεοῦ ἄνθρωπον, μᾶλλον δ’ ὑπὲρ ἡμᾶς φάναι καὶ ἄγγελον ἀτεχνῶς Θεοῦ καὶ μύστην τῶν ἄνω καὶ θεωρόν, οὐ δεκάτας ἀπὸ τῶν ἐνόντων ἐδίδου, καθάπερ Ἀβραὰμ πάλαι τῷ Μελχισεδὲκ ἐντυχών, οὐδ’ ἀπὸ τῶν οἴκοι τεθησαυρισμένων ὑπισχνεῖτο κομίσειν, ἢ τὸ ἥμισυ τῶν ὑπαρχόντων πτωχοῖς διδόναι κατὰ Ζακχαῖον· ἀλλ’ ὅλον ἑαυτὸν Θεῷ, καὶ τῷ κατὰ Θεὸν ἀνδρὶ παρέξειν ᾑρεῖτο, ζημίαν ἡγούμενος τὴν ἐπάνοδον καὶ τὴν ἀπ’ αὐτοῦ διάζευξιν οὐκ ἐπὶ νοῦν ἔχων. Ἐντεῦθεν, ταύτην ἐπαγγέλλω σοι χάριν, ἔλεγε, θειοτάτη μοι κορυφή, παραδέξασθαί μου τὴν συνοικίαν, ἵν’ ὑπὸ σοὶ διδασκάλῳ ταττόμενος τὸ λοιπὸν καὶ αὐτὸς ἀσφαλῶς κατὰ Θεὸν βιώσω, δυνηθεὶς διαδρᾶναι τὰς ποικίλας τῶν τῆς πονηρίας πνευμάτων ἐνέδρας καὶ πρὸς αὐτὸν φθάσαι Θεόν, τὴν κοινὴν τῶν εὖ βεβιωκότων ἀνάπαυλαν· ὃς καὶ προσδραμεῖν αὐτῷ πάντας διακελεύεται καὶ τῶν πόνων ἀπαλλαγὴν ἐπαγγέλλεται καὶ προσιόντας προσίεται φιλοφρόνως καὶ τῶν μειζόνων ἢ κατ’ ἐλπίδας ἀξιοῖ.

Γενοῦ τοίνυν κἀν τούτῳ μιμητὴς τοῦ Δεσπότου καὶ τὴν ἐμὴν μηδαμῶς ἀπαξιώσῃς εὐτέλειαν. Οὐ γὰρ ἔτ’ ἀνέχομαί σου τῆς θείας θέας ἀποσχέσθαι, τοῦ Θεοῦ ἄνθρωπε· σοῦ γὰρ εἰ διασταίην, ἀβίωτον οὐκ ἀπεικότως ἑλκύσω βίον, ὥσπερ ἂν εἰ θησαυροῦ μετέχειν ἐξόν, καὶ θησαυροῦ τῆς γῆς ἁπάσης τιμιωτέρου, εἶτ’ αὐτὸς ἑκὼν ἐμαυτὸν ἀπήγαγον στερήσας τῆς καλῆς μετουσίας.

Ἀλλ’ οὐχί, φησὶν ὁ καὶ τὰ πόρρω βλέπων οὑτοσὶ Πέτρος· μηδ’ οὕτως, ὦ οὗτος, ἀρτίως διανοοῦ. Σοὶ γὰρ δὴ καὶ σύζυγος οἴκοι κάθηται καὶ προσήκοντες κατὰ γένος ἐπιτετράφαται, καὶ προσέτι πρόσεστιν οὐσία πολλή, πολλῶν πενήτων ἐμπλῆσαι δυναμένη γαστέρας. Ἄγε δή μοι, φίλον τέκνον, βοηθὸς ἐπανελθὼν γενοῦ κατὰ τῆς ἐνδείας τοῖς ὑπὸ ταύτης ἀφειδῶς πιεζομένοις καὶ μὴ ἀνήσῃς ἐπαρκῶν αὐτοῖς, ἄχρι καὶ σαυτὸν ἐν ἴσῃ καταστήσεις μοίρᾳ. Τότε γὰρ ἴσως εὖ ποιῶν ἐπὶ τὸν αὐχένα τὸν Χριστοῦ ζυγὸν ἀναθήσῃ, «πτωχοὶ γάρ, ὡς αὐτὸς εἶπεν, εὐαγγελίζονται», προσέχειν δὲ σαυτῷ, καὶ ταῖς γηΐναις ὁπόση δύναμις ἡδοναῖς τε καὶ μερίμναις ἀποταξάμενος παράμονον τηρεῖν ἐν τῇ σῇ καρδίᾳ τὴν τοῦ Θεοῦ μνήμην, τὴν ἐπ’ ὀνόματι τούτου μελέτην τοῖς ἐν κρυπτῷ τῆς ψυχῆς ταμιείοις ἀνάγραπτον ὥσπερ ἐνθέμενος· θείοις τε βίβλοις καὶ λογίοις ἐντυγχάνειν ὅσαι ἡμέραι τε καὶ ὧραι. Κἀν τούτοις ἐνιαυσιαῖον χρόνον ἠνυκώς, ἣν ὡς ἡμᾶς αὖθις ἀφῖχθαι προθυμηθῇς, εἴσῃ τὸ περὶ σοῦ θέλημα τοῦ Κυρίου τρανότερον.