Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Δογματικοὶ λόγοι

Γρηγόριος Παλαμᾶς

Η μετοχή στην άκτιστη δόξα του Αγίου Πνεύματος και η θέωση ως υπερφυής χάρις

Η θεολογική ανάλυση της θεοποιού δωρεάς του Αγίου Πνεύματος, του αμέριστου μερισμού της χάριτος στους πιστούς και της υπερφυούς ενώσεως του ανθρώπου με τον Θεό μέσω του βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 4 από 10

Ὁρᾷς ὅτι τὸ ἐνοικοῦν τοῖς ἁγίοις θεοποιὸν δῶρον ἄκτιστόν ἐστιν; Ἀλλ’ οὐδὲ θεότης καὶ αὐτὸ λεγόμενον καὶ ὑπερκειμένην ἔχον ἑαυτοῦ τὴν ὑπεράρχιον φύσιν τὸ μίαν εἶναι θεότητα κωλύσει. Διατί; Ὅτι ἄκτιστός ἐστι καὶ αὕτη καὶ ἀδιαίρετος ἐκείνης. Ὡς γὰρ ἥλιος καὶ ἡ ἀκτὶς καὶ ὅθεν ἡ ἀκτὶς καλεῖται, καὶ ὁ μὲν ἀπρόσιτος, ἡ δὲ προσιτὴ ὡς ὑφειμένη, καὶ οὐ δύο φῶτα οὐδὲ δύο παρὰ τοῦτο ἥλιοι, οὕτω θεότης καὶ τὸ θεοποιὸν δῶρον καὶ ἡ τοῦτο παρ’ ἑαυτῆς χαριζομένη θεαρχικωτάτη φύσις, καὶ οὐ δύο θεότητές εἰσιν. Οὕτω γὰρ καὶ πνεῦμα ἅγιον τό τε παρέχον καὶ τὸ παρεχόμενον. Καὶ οὕτω πολλῶν πνευμάτων ἁγίων ὄντων τε καὶ λεγομένων, ἓν ἡμᾶς δοξάζειν οὐδὲν τὸ προσιστάμενον. Ἰδοὺ γὰρ ἀκήκοας ὅτι τὸ πνεῦμα ὡς δῶρόν ἐστιν ἐν ἡμῖν, καὶ τὸ δῶρον ὁμότιμον τῷ δεδωκότι. Πῶς οὖν ἂν εἴη κτίσμα, εἰ μὴ καὶ ὁ διδοὺς αὐτὸ θεός; Ὅ, φεῦ, κινδυνεύουσι δοξάζειν οἱ τὸ θεοποιὸν δῶρον ἡγούμενοι κτιστόν. Οὐ μήν, ἀλλὰ καὶ τὸ τὴν θεοποιὸν παρέχον χάριν τὸ πνεῦμα τὸ ἅγιόν ἐστι, καὶ ἡ παρεχομένη χάρις τὸ πνεῦμα τὸ ἅγιόν ἐστι, καθάπερ ἀκηκόαμεν. Καὶ οὐ θέμις ἀθετεῖν οὐδέτερον, οὐδὲ εἰς κτιστόν τε καὶ ἄκτιστον τὸ αὐτὸ πνεῦμα διαιρεῖν, ἀλλ’ εὐσεβῶς ἀμφότερα νοεῖν ἀκούοντας τοῦ λέγοντος, ὅτι «τοῦ πνεύματος τὴν χάριν ἡ γραφὴ ποτὲ μὲν ὕδωρ καλεῖ, ποτὲ δὲ πῦρ, δεικνῦσα ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα τὰ ὀνόματα, ἀλλ’ ἐνεργείας».

Οὐκοῦν τὸ πνεῦμα κατ’ οὐσίαν μὲν ἀμέθεκτον, κατὰ δὲ τὴν θεοποιὸν ἐνέργειαν ταύτην, ἥτις καὶ θεότης καὶ θεαρχία ὡς θέωσις καλεῖται, καθ’ ἣν καὶ ἐκχεῖται καὶ δίδοται καὶ ἀποστέλλεται τὸ πανταχοῦ ὂν καὶ ἐν ἀκινήτῳ ταυτότητι μονίμως ἱδρυμένον, κατὰ ταύτην οὖν καὶ μεθεκτὸν ὑπάρχει τὸ πνεῦμα τοῖς ἀξίοις. Οἱ τοίνυν κτιστὴν καὶ ἄκτιστον λέγοντες θεαρχίαν καὶ θεότητα, οὗτοί εἰσιν οἱ τὸ πνεῦμα τέμνοντες εἰς ἀνίσους καὶ ἀντικειμένας ἐκ διαμέτρου θεότητας· οὗτοί εἰσιν οἱ δύο κυρίως λέγοντες θεοὺς καὶ τῇ νόσῳ τῆς διθεΐας περιπεπτωκότες.

Λελήθασι τοίνυν ἑαυτοὺς τὸ τῆς μιᾶς θεότητος αἴτιον διπλόης ἀλλοκότου αἴτιον οἰόμενοι καὶ κατὰ τοὺς δίνης τὴν κεφαλὴν πεπληρωμένους τὴν οἰκείαν ἐκ τοῦ σφακελισμοῦ περιτροπὴν τῶν ὀρθῶς καὶ ἀσφαλῶς ἑστώτων λογιζόμενοι.

Τί γάρ, οὐχὶ ταὐτὸν θεοποιὸν δῶρον καὶ θέωσίς ἐστιν; Οὐ πολλαχοῦ δὲ τῶν θαυμασίων Κεφαλαίων καὶ τῶν διεξοδικωτέρων λόγων «ἀγένητον τὴν θέωσίν» φησιν ὁ θεῖος Μάξιμος, «ὡς μὴ ἔχουσαν γένεσιν, ἀλλ’ ἀνεπινόητον ἐν τοῖς ἀξίοις φανέρωσιν»; Ἀλλὰ τοῦ Ἀρεοπαγίτου πάλιν ἄκουσον «τὸ θεαρχικὸν πνεῦμα ὑπὲρ πᾶσαν ἀϋλίαν τε καὶ νοητὴν θέωσιν ὑπεριδρυμένον» εἶναι λέγοντος. Καὶ αὖθις, «οὐδεμίαν ὁρῶμεν θέωσιν ἢ ζωήν, ἥτις ἀκριβῶς ἐμφερής ἐστι τῇ πάντων ὑπερκειμένῃ αἰτίᾳ». Ὥστε ἐμφερής, ἀλλ’ οὐκ ἀκριβῶς.

Πῶς οὐκ ἀκριβῶς; Ἐπεὶ κατὰ τὸν θεῖον αὖθις Μάξιμον «πάντα ὅσα ὁ θεὸς καὶ ὁ διὰ τῆς χάριτος τεθεωμένος ἔσται, χωρὶς τῆς κατ’ οὐσίαν ταυτότητος». Αὕτη ἡ διαφορά, ὅτι τῶν θεοποιῶν χαρίτων τοῦ πνεύματος μετέχοντες τῆς οὐσίας οὐ μετέχουσι. Τίς δ’ ἂν καὶ τούτων ἑκάστην ὁλόκληρον χωρήσειε; Φησὶ γὰρ ὁ μέγας Ἀθανάσιος ὅτι «οὐ τὴν οὐσίαν τοῦ θεοῦ ἔβλεπον οἱ ἅγιοι, ἀλλὰ τὴν δόξαν», ὡς καὶ οἱ ἀπόστολοι ἐπὶ τοῦ ὄρους· ἣν ὁ αὐτὸς ἀλλαχοῦ, ὡς καὶ ἀνωτέρω ἔφημεν, «φυσικὴν δόξαν» ὀνομάζει τοῦ θεοῦ, ὡς καὶ Δαμασκηνὸς ὁ θεῖος «φυσικὴν ἀκτῖνα τῆς θεότητος». ᾟ καὶ ψάλλων ἰδεῖν, φησί, ταύτην δυνάμει πνευματικῇ καὶ ἀπορρήτῳ τοὺς συναναβάντας τῷ Ἰησοῦ ἐπὶ τοῦ ὄρους, ἀλλ’ οὐχ ὁλόκληρον ἰδεῖν· διὸ καὶ «ἀμυδρὰν αὐγὴν τῆς θεότητος» αὐτὴν προσεῖπεν.

Ὁρᾷς καὶ τρόπον ἕτερον τὸ ὑφειμένον τῆς θείας θέας καὶ μεθέξεως; Ἀλλὰ τοῦτο τῶν πασχόντων ἦν, οὐ τοῦ ποιοῦντος· «καθόσον γάρ», φησίν, «ἐχώρουν καθορᾶν οἱ βλέποντες». Ὡς μὲν οὖν οὐχ ὁλόκληρος, οὐκ ἴση· ὡς δ’ ἐκεῖθεν πεμπομένη, ἄκτιστος· ὡς δ’ ἀκτὶς ἐκείνης, οὐχ ἑτέρα ταύτης. Ἄκουσον γοῦν τοῦ ἀποστόλου λέγοντος «ἐν τῷ Ἰησοῦ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», «ἐκ δὲ τοῦ πληρώματος αὐτοῦ», φησὶν ὁ ἠγαπημένος αὖθις, «ἡμεῖς πάντες ἐλάβομεν». Ἐκεῖνος μὲν οὖν πᾶσαν ἐχώρησε καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν, ἡμεῖς δὲ μόνην τὴν ἐνέργειαν, καὶ ταύτην οὐχ ὁλόκληρον, ὡς μικρὸν ἀνωτέρω ἐδιδάχθημεν.

Ἀλλὰ καὶ διὰ τοῦ Ἰωὴλ προεῖπεν ὁ θεὸς ὅτι, «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα». Πῶς οὖν κτίσμα τὸ ἐκ τοῦ πληρώματος ἐκείνου τῆς θεότητος, εἰ μὴ καὶ τὸ πλήρωμα ἐκεῖνο κτίσμα, ὃ συμβαίνει, φεῦ, τοῖς κτιστὴν τὴν θεοποιὸν χάριν λέγουσι τοῦ πνεύματος; Πῶς δ’ αὖ τὸ ἐκχεόμενον ἀπὸ τοῦ πνεύματος οὐκ ἄκτιστον, εἰ μὴ καὶ αὐτὸ τὸ πνεῦμα; Καίτοι Βασίλειος ὁ μέγας, «ἐξέχεε τοῦτο», φησίν, «ὁ θεός, οὐκ ἔκτισεν, ἐχαρίσατο, οὐκ ἐδημιούργησεν, ἔδωκεν, οὐκ ἐποίησεν». Ὁ δὲ Χρυσόστομος πατήρ, «οὐχ ὁ θεός», φησίν, «ἀλλ’ ἡ χάρις ἐκχεῖται». Οὕτως ὁμολογουμένως ἄκτιστος ἡ χάρις.

Ἀλλὰ πῶς αὖθις οὐχ ὑπερκείμενον ἔσται τὸ πλήρωμα ἐκ τοῦ πληρώματος, εἰ μὴ ἄρα καὶ οἱ μετασχόντες τούτου καὶ κατὰ χάριν θεωθέντες ὁμόθεοι, καθάπερ καὶ τὸ τῆς ἡμετέρας φύσεως ἐκεῖνο φύραμα, ὃ δι’ ἑαυτοῦ ἔχρισεν ὑπὲρ ἡμῶν ὁ τοῦ θεοῦ υἱός; Καίτοι οὐ τοὺς κατὰ Παῦλον μερισμοὺς τοῦ πνεύματος ἐνταῦθα λέγω, ἀλλὰ τὴν κοινὴν μετάληψιν ἁπάντων, ἧς καὶ αὐτῆς ὑπέρκειται τὸ θεῖον. Εἰ δὲ καὶ τὸ ἀνάλογον ἑκάστου τῶν μετεχόντων ἐξετάσειέ τις, πολλὰς ὄψεται διαφορὰς κατὰ τὸ ὑπερκείμενόν τε καὶ ὑφειμένον διενηνοχυίας.

Τί οὖν, κατακερματίζεται τὸ πνεῦμα; Ἄπαγε· καὶ γὰρ ἀμεθέκτως μετέχεται καὶ ἀμερίστως μερίζεται· καὶ ἵνα κατὰ τὸν Χρυσόστομον εἴπω θεολόγον παραδειγματικῶς ἐξηγούμενον, πῶς ἐκ τοῦ πληρώματος ἐκείνου λαμβάνομεν ἡμεῖς, εἰ τοῦ πυρός, φησί, μετέχοντες—καὶ ταῦτα σώματος ὄντος—καὶ μερίζομεν καὶ οὐ μερίζομεν αὐτό, πῶς οὐκ ἂν γένοιτο τοῦτο ἐπὶ τῆς ἐνεργείας, καὶ ἐνεργείας τῆς ἐξ ἀσωμάτου οὐσίας;

Ἀλλὰ μὴ πάλιν κατώτερα καὶ ἀνώτερα ἀκούων θεοὺς πολλοὺς αὖθις ὑπολάβῃς· τοῦτο γὰρ συμβαίνει τοῖς πολλὰς λέγουσιν οὐσίας θείας ὑπερκειμένας τε καὶ ὑφειμένας, ὡς ὁ μέγας Διονύσιος γράφει· «θεὸν δὲ ἀνούσιον οὐδὲ ἀναπλάσαι δυνατὸν κατὰ διάνοιαν». Ἐπεὶ οὖν αἱ ἐνέργειαι αὗται οὐκ αὐθυπόστατοί εἰσιν, ἀλλὰ δυνάμεις παραστατικαὶ τοῦ εἶναι τὸν θεόν, οὐκ ἔστι διὰ ταύτας ἕτερός τις δεύτερος θεός.

Ἀλλ’ ἀγνοήσουσι μὲν καὶ τὸ ὅλως εἶναι τὸν θεὸν οἱ ταύτας μὴ δεχόμενοι. Οἱ δὲ πρὸς ταύτας τὸ ὄμμα τῆς διανοίας ἀνατείνοντες ἕνα προσκυνήσουσι θεὸν παντοδύναμον, ἐν ἀβάτοις μὲν ἐξῃρημένον κατ’ οὐσίαν καὶ μήτε ὄνομα μήτε λόγον μήτε νόημα κατ’ αὐτὴν ἐπιδεχόμενον, κατὰ ταύτας δὲ πολυώνυμον ὄντα καὶ ἐκφανῆ· καὶ τοὺς μὲν ἀπὸ τούτων αὐτὸν εἰδότας καὶ ὑμνοῦντας θεοσεβεῖς, τοὺς δὲ καὶ μετέχοντας αὐτῶν καὶ ἐνεργοῦντας τῇ μετουσίᾳ κατ’ αὐτὰς θεοὺς ἀπεργαζόμενον κατὰ χάριν ἀνάρχους καὶ ἀτελευτήτους, ὡς ὁ πολὺς τὰ θεῖα Μάξιμος ἐν πολλοῖς καὶ διὰ πολλῶν ἀποδείκνυσι λόγων· «οὐ διὰ τὴν φύσιν ἣν ἔχουσι», φησίν, «οὗτοι τὴν κτιστήν, δι’ ἣν τοῦ εἶναι ἤρξαντο καὶ ἔληξαν, ἀλλὰ διὰ τὴν χάριν τὴν θείαν καὶ ἄκτιστον καὶ ἀεὶ οὖσαν ὑπὲρ πᾶσαν φύσιν καὶ πάντα χρόνον ἐκ τοῦ ἀεὶ ὄντος θεοῦ». Πρὸς γὰρ τὰς θείας καὶ ἀνάρχους καὶ ἀθανάτους τοῦ θεοῦ καὶ πατρὸς ἀκτῖνας τὸν νοῦν ἀναπετάσαντες καὶ ἐκ τοῦ θεοῦ διὰ τοῦ λόγου κατὰ χάριν ἐν πνεύματι γεγεννημένοι καὶ σώαν φέροντες τοῦ γεννήσαντος θεοῦ τὴν ὁμοίωσιν—ἐπεὶ καὶ πᾶσα γέννησις ταὐτὸν τῷ γεννῶντι πέφυκεν ἀποτελεῖν τὸ γεννώμενον· «τὸ γὰρ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν»—εἰκότως οὐκ ἐκ τῶν φυσικῶν χρονικῶν ἰδιωμάτων, ἀλλ’ ἐκ τῶν θείων καὶ μακαρίων γνωρισμάτων, οἷς τὸ εἶδος ἑαυτῶν μετεποίησαν, ὠνομάσθησαν.

Ὧν οὐκ ἐφικνεῖται οὐ χρόνος, οὐ φύσις, οὐ λόγος, οὐ νοῦς, οὐδ’ ἄλλο τι κατὰ περιγραφὴν φάναι τῶν ὄντων οὐδέν.

Ἐκ τούτων τοίνυν τῶν λόγων οἱ τῇ τοῦ θεοῦ χάριτι ἀντικείμενοι καὶ εἰς κτίσμα κατασπῶντες τὴν καὶ τοὺς μετόχους ὑπερφυεῖς ποιοῦσαν καὶ ἀξίας θείας μεταδιδοῦσαν θεοποιὸν δωρεὰν τοῦ πνεύματος κραταιῶς ἐξελεγχόμενοι, χάριν ἄκτιστον τὴν ὑπερούσιον οὐσίαν τοῦ θεοῦ φασι. Καὶ γὰρ ταύτην μόνην ἄκτιστον δοξάζοντες, ταύτην ἐνταῦθα φάναι τὸν ἅγιον ἰσχυρίζονται καὶ οὕτω περιτρέπειν οἴονται πρὸς τὴν οἰκείαν δόξαν πάντας τοὺς ὑπὲρ τῆς τοῦ θεοῦ χάριτος ἡμῖν συνισταμένους λόγους τῶν ἁγίων ὡς πρὸς ἐκείνην ἀναφερομένους.

Ταύτης δὲ τῆς διανοίας ὅσον τὸ ἀλόγιστον, οὐδένα τῶν ἁπάντων ἀγνοῆσαί μοι δοκῶ καὶ μικρὸν ἐπιστήσαντα καὶ τὴν ἑαυτοῦ διάνοιαν τοῖς προτεθειμένοις προσχόντα πρὸς ὀλίγον· «διὰ τὴν χάριν» γάρ, φησί, «τοῦ θεοῦ τὴν θείαν καὶ ἄκτιστον καὶ ἀεὶ οὖσαν ἐκ τοῦ ἀεὶ ὄντος θεοῦ». Τί οὖν, ἡ ὑπερούσιος οὐσία τοῦ θεοῦ ἐκ τοῦ θεοῦ ἐστιν; Ὄντως τοῖς κατηλογημένοις ἀναπλασμοῖς τῆς οἰκείας διανοίας αὐτοὶ δύο θεοὺς ἐδημιούργησαν καὶ διθεΐᾳ περιέπεσον ἀθεΐας χείρονι.

Εἰ γὰρ ἡ ὑπερούσιος οὐσία, ἥν φασιν οὗτοι, ἐκ θεοῦ ἔχει τὸ εἶναι, οὐχ ἡ τρισυπόστατός ἐστιν αὕτη οὐσία, ἣν μόνην θεὸν ἀληθῆ δοξάζομεν ἡμεῖς· αὕτη γὰρ οὐδαμόθεν ἔχει τὸ εἶναι, ἀλλ’ αὐτή ἐστι τὸ εἶναι. Εἰ δὲ ταύτην αὐτοὶ διϊσχυρίζονται λέγειν, τίς λοιπὸν ὁ ἀεὶ ὢν ἕτερος θεός, παρ’ οὗ τὸ εἶναι αὕτη ἔχει; Οὕτως οἱ ἄνθρωποι οὗτοι ἀνακόλουθα ἑαυτοῖς καὶ ἀσύμβατα τῇ ἀληθείᾳ παντάπασι φθέγγονται.

Πῶς δὲ καὶ ἄκτιστοι καὶ ἄναρχοι διὰ τὴν ὑπερούσιον οὐσίαν τοῦ θεοῦ οἱ ἅγιοι; Εἰ μὲν ὡς κτίσασαν, καὶ πᾶσαν τὴν κτίσιν ἄκτιστόν τε καὶ ἄναρχον ἐροῦμεν, ὡς ὑπὸ τοῦ ἀνάρχου θεοῦ κτισθεῖσαν· εἰ δ’ ὡς μεταδοῦσαν ἑαυτῆς, κατ’ οὐσίαν ὁ θεὸς ἔσται μεθεκτός, ὅπερ οὐδὲν ἧττον τοῦ προτέρου ἄτοπον. Ἄκουσον γὰρ αὖθις τοῦ αὐτοῦ Μαξίμου λέγοντος· «ὁ κατ’ οὐσίαν ὑπάρχων πᾶσιν ἀμέθεκτος, ἑτέρῳ δὲ τρόπῳ μετέχεσθαι τοῖς δυναμένοις βουλόμενος τοῦ κατ’ οὐσίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται»· καὶ τοῦ μεγάλου Ἀθανασίου· «οὐ τὴν οὐσίαν τοῦ θεοῦ ἔβλεπον οἱ ἅγιοι, ἀλλὰ τὴν δόξαν»· καὶ τοῦ μεγάλου Βασιλείου· «ἡμεῖς ἀπὸ τῶν ἐνεργειῶν αὐτοῦ γνωρίζειν λέγομεν τὸν θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα»· καὶ πάλιν· «αἱ μὲν ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος». Ἐπίστησον δὲ καὶ περὶ τῶν ἐνεργειῶν, ὡς οὐκ εἶπεν ὅτι ἐν ἡμῖν αὗται γίνονται, ἀλλὰ «πρὸς ἡμᾶς καταβαίνουσιν», ὡς τῆς πρὸς ἡμᾶς προϊούσης ἐκεῖθεν ἐνεργείας ἀεὶ οὔσης ἀνάρχως ἐν αὐτῷ τε καὶ περὶ αὐτόν· ἡ γὰρ τοῦ τεχνίτου δύναμις τῷ τεχνίτῃ συνημμένη καὶ τοῖς ὑπὸ τῆς τέχνης ἀποτελεσθεῖσιν ἐπιφαίνεσθαι πέφυκεν. Οὐκ αὐτὴ πάντως οὖσα τὸ ἀποτέλεσμα, ἀλλὰ τὸ τοῖς τεχνητοῖς τοῦ τεχνίτου μεθεκτόν.

Ὁ μὲν οὖν νοητὸς καὶ αἰσθητὸς σύμπας κόσμος ἦρκται κτίσμα ὤν, ἡ δὲ ἐπιφαινομένη τούτῳ ἢ καὶ ἐμφαινομένη, ἅτε δὴ μετεχομένη σοφία τοῦ κτίσαντος θεοῦ, ἧς καὶ «γνωρισθῆναι ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς ἐκκλησίας», φησὶν ὁ Παῦλος, «τὸ πολυποίκιλον», αὕτη τοίνυν πῶς ἂν ἀρκτὸν ἢ κτιστὸν εἴη; Τί οὖν; Ἡ ἐπιφαινομένη τοῖς δημιουργήμασι σοφία τοῦ θεοῦ ἡ οὐσία τοῦ θεοῦ ἐστιν; Ἀλλ’ αὕτη μὲν ἀεὶ ἀμέθεκτός τε καὶ ἁπλῆ. Ἡ δὲ σοφία παρὰ τῶν σοφῶς συνεστηκότων μετέχεται καὶ κατὰ πρόνοιαν αὐτῶν πολυποίκιλος ἔστιν ὅτε δείκνυται. Σοφίαν δὲ λέγω νῦν τὴν ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι θεωρουμένην. Ἐπεὶ καὶ ὁ ἀπόστολος δοὺς δόξαν «τῷ μόνῳ σοφῷ θεῷ σωτῆρι ἡμῶν», κοινὴν εἶναι τῇ προσκυνητῇ τριάδι τὴν σοφίαν ταύτην ἐδίδαξε. Καὶ ὁ ἐκ Δαμασκοῦ θεῖος Ἰωάννης ἔχειν φησὶ τὸν Χριστὸν «σοφίαν καὶ γνῶσιν θείαν τε καὶ ἀνθρωπίνην».

Κἄν τι τοίνυν τῶν δημιουργημάτων ὑπάρχῃ σοφόν, ἣν μὲν ἔχει σοφίαν κτίσμα, καὶ γὰρ ἀποτέλεσμα, ἧς δὲ μετέχει, καθὸ τεχνητόν, σοφίας οὐ κτίσμα, καὶ γὰρ δύναμίς ἐστι θεία συνημμένη τῷ κτίσαντι. Τῶν μέντοι τεθεωμένων τὴν μέθεξιν ἑτέραν οὖσαν καὶ διαφέρουσαν διαφερόντως τῆς τῶν κτιστῶς προηγμένων μεθέξεως, οὐκ ἐπιφαινομένην μόνον, ἀλλὰ καὶ διαφαινομένην ἐχόντων τὴν θείαν ἐνέργειαν καὶ δι’ αὐτῶν ἐνεργοῦσαν αὖθις τὰ ἑαυτῆς ὡς δι’ ὑελίνων ὑμένων ἡ τοῦ ἡλίου ἀκτὶς ἢ διὰ τῆς πεπυρακτωμένης ὕλης τὸ πῦρ, ταύτην οὖν τὴν μέθεξιν τοιαύτην οὖσαν καὶ διὰ τοῦτο παρὰ τῶν ἁγίων ἄκτιστον κηρυττομένην προϊόντος τοῦ λόγου δείξομεν.

Νῦν δὲ διὰ τοὺς πρὸς ἐπήρειαν ἑτοίμους δεῖ μάρτυρα προενεγκεῖν ἀξιόλογον τῶν ὑπὸ τοῦ λόγου προκατεσκευασμένων ἄρτι. Καὶ τοίνυν οὐ μόνον ἐπὶ τῆς σοφίας, ἀλλὰ κἀπὶ τῆς ζωῆς καὶ τῆς ἀγαθότητος, ἁγιότητός τε καὶ ἀθανασίας καὶ ἁπλῶς τῶν ὄντων πάντων τὰ μὲν μετέχοντα ἔκτισται καὶ ἦρκται, τὰ δὲ μεθεκτῶς ἐπιφαινόμενα ἄκτιστά τε καὶ ἄναρχά ἐστι· θεῖαι γάρ εἰσιν ἐνέργειαι ἀΐδιοι, συνημμέναι ἀϊδίως τῷ ἐξ ἀϊδίου παντοδυνάμῳ καὶ αὐτοτελεῖ θεῷ καὶ δεσπότῃ τοῦ παντός, ὃς καὶ τῶν μεθεκτῶν τούτων ὡς φύσει περὶ αὐτὸν ἐξ ἀϊδίου νοουμένων ἄνω καὶ ὑψηλότερός ἐστι κατὰ τὴν πᾶσιν ἀμέθεκτον οὐσίαν. Κατὰ πάντα δὲ ταῦτα παρίτω συμφθεγγόμενος ἡμῖν ὁ πολὺς τὰ θεῖα Μάξιμος, ὃς καὶ κατ’ οὐσίαν πᾶσιν ἀμέθεκτον μικρὸν ἀνωτέρω λέγων ἐμφανῶς προῆκται τὸν θεόν. Φησὶ τοίνυν· «τὰ ἀθάνατα πάντα καὶ αὐτὴ ἡ ἀθανασία, καὶ τὰ ζῶντα πάντα καὶ αὐτὴ ἡ ζωή, καὶ τὰ ἅγια πάντα καὶ αὐτὴ ἡ ἁγιότης, καὶ τὰ ἐνάρετα πάντα καὶ αὐτὴ ἡ ἀρετή, καὶ τὰ ἀγαθὰ πάντα καὶ αὐτὴ ἡ ἀγαθότης, καὶ τὰ ὄντα πάντα καὶ αὐτὴ ἡ ὀντότης, θεοῦ προδήλως ἔργα τυγχάνουσιν· ἀλλὰ τὰ μὲν τοῦ εἶναι χρονικῶς ἠργμένα· ἦν γάρ ποτε, ὅτε οὐκ ἦν· τὰ δὲ τοῦ εἶναι χρονικῶς οὐκ ἠργμένα· οὐκ ἦν γάρ ποτε, ὅτε οὐκ ἦν ἀρετὴ καὶ ἀγαθότης καὶ ἁγιότης καὶ ἀθανασία.

Καὶ τὰ μὲν ἠργμένα χρονικῶς τῇ μετοχῇ τῶν οὐκ ἠργμένων χρονικῶς καὶ εἰσὶ καὶ λέγονται, τοῦθ’ ὅπερ εἰσὶ καὶ λέγονται. Πάσης γὰρ ζωῆς καὶ ἀθανασίας, ἁγιότητός τε καὶ ἀρετῆς δημιουργός ἐστιν ὁ θεός· ὑπερουσίως γὰρ πάντων τῶν τε λεγομένων καὶ νοουμένων ἐξῄρηται». Καὶ πάλιν· «ζητητέον τοῖς σπουδαίοις, τίνα καθήκει νοεῖν τὰ ἔργα, ὧν ἤρξατο τῆς γενέσεως ὁ θεός, καὶ τίνα πάλιν, ὧν οὐκ ἤρξατο· εἰ γὰρ πάντων κατέπαυσε τῶν ἔργων, ὧν ἤρξατο ποιῆσαι, δῆλον ἐκείνων οὐ κατέπαυσεν, ὧν οὐκ ἤρξατο ποιῆσαι. Μήποτε οὖν ἔργα μὲν θεοῦ χρονικῶς ἠργμένα τοῦ εἶναί ἐστι πάντα τὰ ὄντα τοῦ εἶναι μετέχοντα, οἷον αἱ διάφοροι τῶν ὄντων οὐσίαι. Τὸ γὰρ μὴ ὂν ἔχουσιν αὐτῶν τοῦ εἶναι πρεσβύτερον· ἦν γάρ ποτε, ὅτε τὰ ὄντα τοῦ εἶναι μετέχοντα οὐκ ἦν. Θεοῦ δὲ ἔργα τυχὸν οὐκ ἠργμένα τοῦ εἶναι χρονικῶς τὰ ὄντα μεθεκτῶς, ὧν κατὰ χάριν μετέχουσι τὰ ὄντα μετέχοντα, οἷον ἀγαθότης καὶ πᾶν εἴ τι ἀγαθότητος ἐμπεριέχεται λόγῳ· καὶ ἁπλῶς πᾶσα ζωὴ καὶ ἀθανασία καὶ ἁπλότης καὶ ἀτρεψία καὶ ἀπειρία, καὶ ὅσα περὶ αὐτὸν οὐσιωδῶς θεωρεῖται, ἅτινα καὶ ἔργα θεοῦ εἰσι καὶ οὐκ ἠργμένα χρονικῶς. Οὐ γάρ ποτε πρεσβύτερον ἀρετῆς τὸ οὐκ ἦν, οὐδέ τινος ἄλλου τῶν εἰρημένων, κἂν τὰ μετέχοντα αὐτῶν καθ’ αὑτὰ ἦρκται τοῦ εἶναι χρονικῶς.

Ἄναρχος γὰρ πᾶσα ἀρετὴ μὴ ἔχουσα τὸν χρόνον ἑαυτῆς πρεσβύτερον, οἷα τὸν θεὸν ἔχουσα τοῦ εἶναι μονώτατον ἀϊδίως γεννήτορα. Πάντων δὲ τῶν ὄντων καὶ μετεχόντων καὶ μεθεκτῶν ἀπειράκις ἀπείρως ὁ θεὸς ὑπερεξῄρηται. Πᾶν γὰρ εἴ τι τὸν τοῦ εἶναι λόγον ἔχει κατηγορούμενον, ἔργον θεοῦ τυγχάνει, κἂν τὸ κατὰ γένεσιν ἦρκται τοῦ εἶναι χρονικῶς, τὸ δὲ κατὰ χάριν τοῖς γεγονόσιν ἐμπέφυκεν, οἷά τις δύναμις ἔμφυτος, τὸν ἐν πᾶσιν ὄντα θεὸν διαπρυσίως κηρύττουσα».

Ποῦ εἰσιν οἱ διατεινόμενοι λίαν ἀναιδῶς πολλοὺς δείκνυσθαι θεούς, εἰ φαίη τις ὁπωσδήποτέ τι ἄκτιστον ἕτερον παρὰ τὴν τοῦ θεοῦ οὐσίαν ὑπ’ αὐτῆς ὑπερεχόμενον; Καὶ ταῦθ’ ὁμολογοῦντες, εἰ καὶ μὴ ἑκόντες εἶναι, τοῦ μεγάλου τούτους εἶναι γνησίους τοὺς προτεθειμένους λόγους· οὐ μόνον γὰρ πολλαχοῦ τῶν τοῦ θεοῦ ἐκκλησιῶν κἀν τοῖς ἱεροῖς φροντιστηρίοις, ἀλλὰ καὶ παρ’ ἑαυτοῖς ἔχουσι τὰς βίβλους, ἐν αἷς ἀναγεγράφαται ταυτί. Διὸ καὶ μὴ δυνάμενοι πρὸς ἄρνησιν χωρεῖν, ὢ τῆς πάντα τολμώσης ἐριστικωτάτης ἐνστάσεως, τοὺς ἀντικεῖσθαι τοῦ αὐτοῦ δοκοῦντας λόγους τοῖς εἰρημένοις ἀντεπεξάγουσιν· «οὐδεὶς ζῆν εὐσεβῶς βεβουλημένος δυάδα ἢ πλῆθος ἄναρχον ἢ ἀρχήν τινος λέγειν δυνήσεται»· καὶ πάλιν· «αἰτιατά ἐστι πάντα τὰ παραχθέντα εἰς κτίσιν, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς»· καὶ πάλιν· «οὐδὲν τὸ παράπαν ἐξ ἀϊδίου τῷ θεῷ συνεπινοεῖται καθ’ οἱονδήτινα τρόπον· τῶν γὰρ ἐξ ἀϊδίου συνόντων οὐ δύναται τὸ ἕτερον εἶναι τοῦ ἑτέρου ποιητικόν». «Ταῦτα», φασίν, «εἶναι τὰ ἀντικείμενα πρὸς τὰ πολλὰ ἄναρχα ἐκεῖνα». Ἐγὼ δὲ τῆς ἀγνοίας αὐτοὺς ἐλεεῖν ἐθέλων, κινδυνεύω σχεδὸν μισῆσαι διὰ τὴν προσοῦσαν αὐτοῖς ἀπόνοιαν, ἀφ’ ἧς ὁμόσε κατὰ πάντων ἀνυποστάτως χωροῦσι· ταύτης γὰρ ἀπούσης ἠπόρουν ἂν ἀγνοοῦντες, ἀλλ’ οὐ διέσυρον. Τὸ δὲ τῆς κακοηθείας ὅσον!

Καὶ γὰρ ἀντὶ τῶν ἁγίων ἡμᾶς ὡς εὐαλώτους ταῖς συκοφαντικαῖς αὐτῶν ἐπηρείαις προτίθενται. Δέον μηδαμῶς μὲν κατηγορεῖν ἐπιχειρεῖν τούτων ἕνεκεν, λίαν ἀσφαλῶς ἐχόντων· εἰ δ’ ἄρα, τῶν πρώτων διαρρήδην συγγραψαμένων, ἀλλὰ μὴ τῶν εἰς μαρτυρίαν τἀκείνων προβαλλομένων ἡμῶν, καὶ ταῦτα πρὸς ἀνάγκην ἄφυκτον ἐπιτεθεῖσαν, τὴν κατὰ τῶν ἐφ’ ἡμῶν πατέρων λύτταν ἐκείνου τἀνδρός.

Ἀλλ’ ἵνα μὴ μηκύνω λέγων, γνώτωσαν, ἐν οἷς ἀπαγορεύει τήν τε δυάδα καὶ τὸ πλῆθος τὸ ἄναρχον, περὶ τῶν οὐσιῶν ὄντα τὸν λόγον τῷ θαυμασίῳ· τίς γὰρ ἂν φαίη πολλὰς οὐσίας ἀνάρχους ἢ ἀρχὴν ἄλλων εὐσεβὴς ὤν; Αἰτιατὰ δέ φησι τὰ παραχθέντα ἐκ μὴ ὄντων, ὡς τὴν δημιουργικὴν τρισυπόστατον αἰτίαν ἔχοντα ἀρχήν. Οὐδὲν δὲ συνεπινοεῖσθαί φησιν ἐξ ἀϊδίου τῷ θεῷ τὸ παράπαν, ἀλλὰ τῶν κτιστῶς ἐκ μὴ ὄντων ὑπ’ αὐτοῦ προηγμένων. Ὃ καὶ αὐτὸς ἐδήλωσε, προσθεὶς ἐπὶ μὲν τῶν αἰτιατῶν τὰ παραχθέντα εἰς κτίσιν, ἐπὶ δὲ τῶν μὴ συνεπινοουμένων τὸ ποιητικὸν εἶναι τὸν θεὸν αὐτῶν. Εἰ δέ τις ταῦθ’ οὕτως ἔχειν ἥκιστα πείθεται, καὶ τὴν τῶν πλειόνων τοῦ ἑνὸς ἀπαγόρευσιν μὴ περὶ οὐσίας εἶναι τίθεται, λείπεται καὶ τὰ ὑποστατικὰ τῆς ἀνωτάτω τριάδος καὶ αὐτὰς τὰς ὑποστάσεις ἢ μὴ πολλὰς εἶναι ἢ μὴ ἀνάρχους ἀποφαίνεσθαι. Καίτοι πάντες ἡμεῖς ἐπ’ ἐκκλησίας ψάλλομεν· «τρία ἄναρχα δοξάζομεν, τρία συναΐδια».

Ὁ δὲ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον οὐκ αἴτια μόνον τῶν κτιστῶν, ἀλλὰ καὶ αἰτιατά, τὴν μόνην «πηγαίαν θεότητα» ἔχοντα ἀρχήν, δηλαδὴ τὴν «θεογόνον» τοῦ πατρὸς ὑπόστασιν, ᾗ ἐξ ἀϊδίου συνεπινοεῖται ἡ τοῦ υἱοῦ γέννησις καὶ ἡ τοῦ πνεύματος ἐκπόρευσις· ἀλλὰ καὶ τὰ μὴ ἠργμένα μεθεκτὰ ἐκεῖνα «ἔργα», φησίν, ὠνόμασε θεοῦ. Καὶ ἀρχόμενος ἐφ’ ἑνὸς τῶν Κεφαλαίων τούτων, «ὧν ἤρξατο», γράφει, «ποιῆσαι ὁ θεὸς καὶ ὧν οὐκ ἤρξατο ποιῆσαι». Ὥστε καὶ ποιήματα ταῦτ’ εἶναι λέγει τοῦ θεοῦ. Τῷ δὲ εἰπεῖν ἐν ἑτέρῳ τούτων αὖθις κεφαλαίῳ τελευτῶν, «πάσης γὰρ ζωῆς καὶ ἀθανασίας, ἁγιότητός τε καὶ ἀρετῆς δημιουργός ἐστιν ὁ θεός», καὶ δημιουργήματα δεδήλωκεν ὄντα ταῦθ’ ἃ προσεῖπεν ἄναρχα. Ὢ τῆς κατεσπουδασμένης ματαιότητος, μᾶλλον δὲ ἀθλιότητος καὶ βδελυρίας.

Πῶς πολλοὺς κύκλους περιβάλλονται καὶ πάντα κάλων τὸ τοῦ λόγου κινοῦσι νόθα δεῖξαι καὶ παρέγγραπτα τὰ γνήσια τῆς ἱερᾶς μούσης τοῦ σοφοῦ Μαξίμου γεννήματα. Πάντως δὲ οὐδεὶς ἡμῖν ὁμοίως νεμεσήσει τοῦ πατρὸς ὑπεραπολογεῖσθαι προθυμουμένοις πρὸς δύναμιν. Ἔργα μὲν γὰρ ἄναρχα τὰς ἐνεργείας ὁ σοφὸς ἔφη τοῦ θεοῦ καλῶς. Ἐπεὶ καὶ ὁ Δαμασκηνὸς φωστήρ, «λέγεται», φησί, «καὶ τὸ ἐνέργημα ἐνέργεια καὶ ἡ ἐνέργεια ἐνέργημα». Τὸ δὲ ποιῆσαι οὐκ ἐπὶ τῶν κτιζομένων μόνων εὕροις ἂν ἐξετάζων συνετῶς· ὁ γὰρ μέγας Βασίλειος, «ἆθλον εἶναι» φήσας «ἀρετῆς θεὸν γενέσθαι καὶ τῷ καθαρωτάτῳ φωτὶ καταστράπτεσθαι τῆς ἡμέρας ἐκείνης υἱὸν γενόμενον, ἣ μὴ διακόπτεται ζόφῳ», ἐπιφέρει κατασκευάζων τὸ τῆς ἡμέρας ἐκείνης διηνεκές· «ἄλλος γὰρ αὐτὴν ποιεῖ ἥλιος, ὁ τὸ ἀληθινὸν φῶς ἀπαστράπτων».

Ὁρᾷς τὸ ποιεῖν ἐπὶ τῶν ἀδιαιρέτων ἐνεργειῶν καὶ φυσικῶν προόδων λεγόμενον; Οὕτω γὰρ ἐξ ἡλίου τὸ φῶς καὶ οὕτω ποιεῖ τὴν ἡμέραν ὁ ἥλιος, οὐ κτίζων, ἀλλὰ φυσικῶς ἐνεργῶν. Μέμνηται δὲ ὁ αὐτὸς καὶ τῆς εἰπούσης· «ἐκτισάμην ἄνθρωπον διὰ τοῦ θεοῦ». Καὶ περὶ ἑτέρου πάλιν φησὶν ὅτι «ἐποίησεν υἱοὺς καὶ θυγατέρας». Ἆρ’ οὖν κἀκεῖνον ὁ τῷ γράμματι παρακαθήμενος σύ, μᾶλλον δ’ οἷον ὑποκαθήμενος καὶ τοὺς ἀλήπτους λοχῶν, ἆρα τοίνυν κτίστην ἐρεῖς κἀκεῖνον τῶν ἐξ αὐτοῦ γεννηθέντων, ἢ συνήσεις ἐν πράγμασι ζητεῖν, ἀλλ’ οὐκ ἐν ῥήμασι τὴν τῆς εὐσεβείας ἀλήθειαν;

Δημιουργὸν δὲ εἶπε τελευτῶν τοῦ κεφαλαίου τὸν θεὸν ἀρετῆς πάσης καὶ ζωῆς καὶ ἀθανασίας τῆς ἡμετέρας τῆς κτιστῆς. Διελὼν γὰρ τὰ ἔργα τοῦ θεοῦ εἰς ἄναρχά τε καὶ ἀρκτά, ταὐτὸν δ’ εἰπεῖν εἰς ἐνεργείας θείας καὶ τὰ ἐξ αὐτῶν ἀποτελέσματα, ἐπήγαγεν ὅτι «τὰ ἠργμένα τῇ μετοχῇ τῶν οὐκ ἠργμένων καὶ εἰσὶ καὶ λέγονται· πάσης γὰρ ζωῆς καὶ ἀθανασίας καὶ ἁγιότητος καὶ ἀρετῆς», δηλονότι τῶν ἠργμένων, τῶν φυσικῶς ἐνυπαρχουσῶν ἡμῖν, «δημιουργός ἐστιν ὁ θεός». Ὁρᾷς τὸ πρὸς ἀκρίβειαν ἄληπτον τῶν σεπτῶν τοῦ μακαρίου Μαξίμου φωνῶν;

Ἡμῖν δ’ εἰ καὶ παρεκβατικώτερον ὁ παρὼν ἐξετάθη λόγος, ἀλλὰ πρῶτον μὲν τῆς νομίμου πρὸς τοὺς ἐν πνεύματι πατέρας ὀφειλῆς ἕνεκεν, οὐχ ἧττον ὅτι μὴ καὶ μᾶλλον ὑπαρχούσης ἀπαραιτήτου τῆς παρὰ παίδων ὀφειλομένης τοῖς φύσει πατράσι χάριτος· τὸ γὰρ ποιῆσαν ἐκείνους πατέρας πνεῦμα πρὸς ἑαυτὸ καὶ τὸν ἀνωτάτω πατέρα τό τε χρέος ἕλκει καὶ τὴν τοῦ χρέους παρ’ ἡμῶν ἔκτισιν. Ἔπειτα πόσου Λατίνους οἴει τιμήσασθαι τὸ δειχθῆναι τὰς τῆς καθ’ ἡμᾶς ἐκκλησίας βίβλους οὐκ ἀσφαλεῖς, καὶ ταῦτα παρὰ τοῦ πρὸς ἡμᾶς ἔναγχος παρ’ αὐτῶν ἀφιγμένου καὶ μετ’ οὐ πολὺ πάλιν ὡς αὐτοὺς ἐπανήκοντος; Ὃ πῶς οὐ συνορῶσιν οἱ πολεμοῦντες ἡμῖν διὰ τοῦτο τῶν ὁμοφύλων, οὐκ ἔχω συμβαλεῖν.

Ἀλλ’ ἐγὼ τούτων ἕνεκα διὰ βραχέων ὡς ἐνῆν μεταχειρίσας μεταξὺ τοῦτο τοῦ λόγου παρεμπεσόν, ὅθεν ἐξέβην αὖθις ἐπάνειμι. Καὶ τοίνυν, ὡς οὔτε ἡ ἄκτιστος χάρις ταὐτὸν τῇ οὐσίᾳ τοῦ θεοῦ οὔθ’ ἡ οὐσία ταὐτὸν παντάπασι τῇ ἀκτίστῳ ἐνεργείᾳ, διδάσκου καὶ παρὰ τοῦ χρυσῇ φωνῇ διατρανοῦντος τὴν θεολογίαν· «τοῦ πνεύματος γάρ», φησί, «τὴν χάριν ἡ γραφὴ ποτὲ μὲν πῦρ ποτὲ δὲ ὕδωρ ὀνομάζει, δεικνῦσα ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα ὀνόματα, ἀλλ’ ἐνεργείας· οὐ γὰρ ἐκ διαφόρων συνέστηκεν οὐσιῶν τὸ πνεῦμα ἀόρατόν τε καὶ μονοειδὲς ὄν».

Ὅτι δὲ ἐνέργειαν ἐνταῦθα οὐ τὴν ἀρχὴν καὶ τέλος ἔχουσάν φησιν, εἴσεταί τις ἀκριβῶς, εἴπερ ἐξετάσειε, ποῦ ποτε καὶ διατί πῦρ καὶ ὕδωρ τὴν τοιαύτην ἐνέργειαν ὀνομάζει ἡ γραφή. Ἀλλὰ περὶ μὲν τοῦ πυρὸς ἐν τοῖς πρὸς τὸν Βαρλαὰμ Περὶ θεώσεως προτέθειται καὶ ἀποδέδεικται ἡμῖν, «οὐκ ἐν ἀνθρωπίνης σοφίας λόγοις», ἀλλ’ ἐκ τῆς πνευματοκινήτου τῶν θεολόγων δυνάμεως. Τὸ δὲ ὕδωρ ἐξηγήσατο ὁ εὐαγγελιστής· τοῦ γὰρ κυρίου εἰρηκότος ὅτι «τὸ ὕδωρ ὃ ἐγὼ δώσω αὐτῷ γενήσεται πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον»· καὶ ἀλλαχοῦ, «ὁ πιστεύων εἰς ἐμὲ ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ὕδατος ζῶντος· τοῦτο δέ», φησίν, «ἔλεγε περὶ τοῦ πνεύματος, ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη». Τί οὖν; Ἤρξατό ποτε τὸ πνεῦμα τὸ ἅγιον καὶ οὔπω τότε ἦν; Οὔμενουν· ἀλλὰ τοῦτό φησιν, ὅτι ἐν τοῖς ἀποστόλοις «οὔπω ἦν». Καὶ τὸ γενήσεται δὲ ἀκούων μὴ γενητὸν ὑπολάβῃς· γενήσεται γὰρ αὐτῷ, φησί, τῷ λαβόντι, ὡς καὶ ὁ Δαυῒδ λέγει, «ἐγένετό μοι ὁ θεὸς εἰς καταφυγήν».

Εἰ δὲ τὸ ὕδωρ ὃ ἔσχον οἱ ἀπόστολοι ἐν ἑαυτοῖς ἀγένητόν τε καὶ ἄναρχον—τὸ γὰρ ἅγιον ὑπῆρχε πνεῦμα—, τοῦτο δὲ οὐχ ἡ οὐσία ἦν τοῦ πνεύματος, ἀλλ’ ἡ χάρις, ἡ δὲ χάρις ἐνέργεια κατὰ τὸν Χρυσόστομον πατέρα, ἡ τοιαύτη ἄρα ἐνέργεια ἄναρχός τε καὶ ἀγένητος, τῶν ὑπ’ αὐτῆς ἐνεργουμένων ἀρχὴν λαμβανόντων ἐνεργεῖσθαι. Εἰ δὲ καὶ τελευτὴν ἢ μὴ λαμβάνουσιν ἐνταῦθα, καὶ ὅπως ἑκάτερον αὐτῶν, ἡ κατὰ τὸν Σαούλ τε καὶ Δαυῒδ ἱστορία δείκνυσιν ἡμῖν· ὁ μὲν γὰρ προεφήτευσε καὶ τοῖς προφήταις ἐναρίθμιος οὐκ ἔστι· τὸν δὲ Δαυῒδ ἐν τοῖς προφήταις ἡ μετάνοια διετήρησεν.

Ἀλλ’ ὡς ἐκ γεωμετρικοῦ πορίσματος κἀντεῦθεν ἄναρχος ἡ τοῖς ἁγίοις ἐγγινομένη πρὸς θεοῦ ἐνέργεια δείκνυται· τῆς γὰρ τῶν μηδαμῶς ὄντων προγνώσεως, μόνου τοῦ εἰδότος πάντα πρὶν γενέσεως αὐτῶν ἀνάρχως οὔσης, μεταλαγχάνουσιν οἱ ἔνθεοι προφῆται. Τί οὖν; Ἡ πρόγνωσις οὐσία τοῦ θεοῦ ἐστιν, ἧς μετέδωκε καὶ τῷ Δαυῒδ ὁ κύριος;

Ἀλλ’ ἡ τοῦ θεοῦ περί τινος πρόγνωσις, κατὰ τὸν μέγαν Βασίλειον, ἄναρχος μέν, οὐκ ἀτελεύτητος δέ. Ὁρᾷς ὁπόσαις βλασφημίαις οἱ τοῦ Βαρλαὰμ διάδοχοι κινδυνεύουσι περιπείρειν ἑαυτούς; Ὁ δὲ Βαρλαὰμ φρονεῖ μὲν τὰ αὐτά—καὶ γὰρ ἐκεῖνός ἐστιν ὁ γεύσας αὐτοὺς τοῦ θολεροῦ τῆς κακονοίας νάματος—· ἀμφότεροι γὰρ οὐχ ἕνα φύσει λέγουσιν ἄκτιστον θεόν, καθάπερ σέβομεν ἡμεῖς, ἀλλ’ ἓν ἄκτιστον, τὴν οὐσίαν τοῦ θεοῦ, ὡς ἂν λέγειν ἔχοιεν, ὅτι ἡ θεοποιὸς χάρις τοῦ θεοῦ ἢ ὑπερούσιός ἐστιν οὐσία τοῦ θεοῦ ἢ κτίσμα. Οὕτω τοὺς προορισμούς, οὕτω τὴν σοφίαν, τὴν ἁγιότητα, τὴν ἀγαθότητα, τὴν θεότητα, ἃ πάντα φύσει μὲν οἱ ἅγιοι περὶ τὸν θεόν φασι, καὶ ἄκτιστα ὡς οὐκ οὐσίας, ἀλλ’ ἐνεργείας θείας ὄντα. Διὸ καὶ τούτων ὑπερκεῖσθαί φασι κατ’ οὐσίαν τὸν θεόν, ὡς τῶν ὀνομαζομένων τὸ ὑπερώνυμον, καὶ τῶν αἰτιατῶν τὸ αἴτιον, καὶ τῶν μεθεκτῶν τὸ ὑπὲρ μετοχὴν παντάπασιν ὑπάρχον, καὶ τῶν ἀρχῶν τὸ ὑπεράρχιον. Αὐτοὶ δὲ κτίσμα τούτων ἕκαστον, εἰ μὴ οὐσίαν αὐτὸ φαῖμεν, ἀποφαίνονται, καὶ ὡς ἄκτιστα ταῦτα λεγόντων ἡμῶν κατηγοροῦσιν. Ὁμολογοῦσι μὲν οὖν ἀλλήλοις οὐχ ἕνα θεὸν ἄκτιστον, τήν τε φύσιν καὶ ὅσα κατὰ φύσιν ἕπεται αὐτῷ, ἀλλὰ τὴν οὐσίαν μόνην εἶναι ἄκτιστον ἰσχυριζόμενοι. Βουλόμενος δ’ ἐκεῖνος κλέψαι τοὺς ἀκούοντας, χάριν θεοῦ περιφραστικῶς εἰρῆσθαι τῷ σοφῷ Μαξίμῳ τὸν θεόν φησι καὶ διὰ τοῦτο ταύτην προσειρῆσθαι ἄκτιστον.

Ἡμεῖς δὲ ἐροῦμεν ὅτι, εἰ καὶ τοῦτ’ ἦν, ἀπόδειξις ἂν ἦν, ὅτι τῶν περὶ θεὸν ἡ χάρις αὕτη, ἀλλ’ οὐκ οὐσία τοῦ θεοῦ. Πᾶσα γὰρ περίφρασις, ὡς καὶ αὐτὸ τοὔνομα ταύτης μαρτυρεῖ τοῖς ἐπαΐουσιν, ἐκ τῶν περὶ αὐτὸ ἑκάστου γίνεται. Ἐκεῖ δὲ οὐκ ἔνι περιφραστικῶς δέξασθαι· καὶ γὰρ πρόσκειται τὸ εἶναι ταύτην ἐκ θεοῦ. Κοινῆς οὖν καὶ μιᾶς ὑπαρχούσης χάριτος πατρός, υἱοῦ καὶ πνεύματος, καὶ μάλιστα καθ’ ἣν ἡ θέωσις τελεῖται, ὁ χάριν θεοῦ περιφραστικῶς τὸν θεὸν εἰπών, τὸν ἐν τρισὶ γνωριζόμενον ὑποστάσεσι περιφραστικῶς ἐδήλωσε. Πῶς οὖν ἡ τριὰς ἐκ τοῦ θεοῦ; Ὁ γὰρ πατὴρ ἀναίτιος· καὶ οὗτος μόνος αἴτιος οὐδαμόθεν ὑφιστάμενος. Ὁ δὲ Βαρλαὰμ διὰ τῆς τοιαύτης ἐξηγήσεως καὶ ἕτερον ἡμῖν εἰσάγει· τῇ γὰρ αὐτῇ διανοίᾳ πρότερος χρησάμενος καὶ ταῖς αὐταῖς ἀτοπίαις περιέπεσεν.

Εἰ δὲ διατείνεται πάλιν ἡ τοῦ Βαρλαὰμ ἐκείνου διαδοχὴ τὸν υἱὸν εἶναι μόνον ἢ τὸ πνεῦμα τὸ ἅγιον τὴν ἀεὶ οὖσαν ἐκ θεοῦ χάριν, δι’ ἣν καὶ τοὺς μετὰ Χριστὸν ἐν ἑαυτοῖς οἰκοῦντά τε καὶ ζῶντα κατὰ Παῦλον ἔχοντας αὐτὸν ἀκτίστους εἴρηκεν ὁ πολὺς τὰ θεῖα Μάξιμος, πῶς ὁ υἱὸς αὐτὸς ἐν Εὐαγγελίοις τοῖς ἀγαπήσασιν αὐτὸν καὶ ἀγαπηθεῖσιν ὑπ’ αὐτοῦ μετὰ τοῦ πατρὸς ἥξειν ἐπαγγέλλεται καὶ μονὴν ποιήσειν παρ’ αὐτοῖς; Οὐ μήν, ἀλλ’ εἰ καὶ τὸν υἱὸν δοίημεν μόνον ἐνοικεῖν, μεθέξεως οὔσης τῆς τοιαύτης ἐνοικήσεως—οὐ γὰρ ὡς ἁπανταχοῦ ἐστιν ὁ πληρῶν τὰ πάντα κατ’ οὐσίαν, οὕτω καὶ ἐν τοῖς ἁγίοις—ἀμεθέκτου τῆς οὐσίας οὔσης τοῦ υἱοῦ, λείπεται κἀνταῦθα τὴν χάριν εἶναι τὴν μετεχομένην, δηλονότι τὴν θεοποιὸν ἐνέργειαν. Ταύτην ἄρα θείαν καὶ ἄκτιστον καὶ ἀεὶ οὖσαν ἐκ τοῦ ἀεὶ ὄντος ὁ ἅγιος προσεῖπεν.

Ἀλλὰ καὶ ἡ τοῦ πανταχοῦ παρόντος ἔλευσις τί ἂν εἴη ἄλλο ἢ φανέρωσις ἀποκαλυπτομένου τοῖς ἀξίοις μυστικῶς; Οὐ γὰρ ἄλλοσε ἄλλοθεν ἥξει ἡ πανταχοῦ παροῦσα δύναμις, οὐδὲ μενεῖ που ἡ μηδαμοῦ. Ἀλλὰ τοῦτο ἔλευσίς ἐστι πρὸς ἡμᾶς ἐκείνου καὶ μονή, ἡ πρὸς αὐτὸν ἡμῶν δι’ ἀποκαλύψεως ἄνοδος. Ἀποκαλύπτεται δὲ καὶ φανεροῦται τίς; Ἡ οὐσία τοῦ θεοῦ; Ἄπαγε. Τοιγαροῦν ἡ χάρις ἐστὶ καὶ ἡ ἐνέργεια τοῦ πνεύματος, δι’ ἧς ἐπιφαίνεται καὶ ἐνοικεῖ τοῖς ἀξίοις ὁ θεός. Χάριν μὲν οὖν θεοῦ περιφραστικῶς φαίη ἄν τις τὸν ἐν τρισὶν ὑποστάσεσι προσκυνούμενον θεόν. Ἀλλ’ οὐκ ἐπειδὰν προσκέηται τὸ εἶναι ταύτην ἐκ θεοῦ. Καὶ χάριν δὲ υἱοῦ τὸν υἱὸν λέγειν περιφραστικῶς, καὶ χάριν πνεύματος τὸ πνεῦμα, τὸ προσιστάμενον οὐδέν. Ἐπεὶ καὶ Γρηγορίων ὁ θεολογικώτατος Εὐαγρίῳ γράφων ἀπεστάλθαι, φησίν, εἰς ἡμᾶς παρὰ τοῦ πατρὸς «δίρρυτόν τινα τὴν νοητὴν χάριν τοῦ τε υἱοῦ καὶ τοῦ πνεύματος». Καὶ γάρ, ὡς ὁ αὐτὸς αὖθις ἐκεῖ μικρὸν ἀνωτέρω φησίν, «ἡ δίδυμος αὕτη τοῦ πατρὸς ἀκτὶς καὶ μέχρις ἡμῶν διακονεῖται τῆς ἀληθείας τὸ φῶς καὶ τῷ πατρὶ συνήνωται»· κοινὰ γὰρ αὐτοῖς τὰ πρὸς ἡμᾶς δόματα. Χάριν δ’ ἐκ θεοῦ τὸν υἱὸν ὀνομάζειν ἢ τὸ πνεῦμα τὸ ἅγιον οὐ τῶν ἐν ὑποστάσει τούτων ἑκάτερον ἰδίᾳ προσκυνούντων ἐστίν.

Οἱ τοίνυν τοῦτο φανερῶς λέγοντες ἐν τῷ πατρὶ μόνῳ καθ’ ἑαυτὸν ὑφεστῶτι ταῦτ’ ἐνορῶσιν, οἷόν τινας δυνάμεις ἐνυπαρχούσας οὐχ ὑφεστώσας. Εἰ γὰρ κατ’ αὐτοὺς ὁ πατήρ ἐστι μόνος ἐξ οὗ ἡ χάρις, ὁ υἱὸς οὐχ ἕξει τὴν αὐτὴν χάριν, ὡς ἐξ ἡλίου ἄλλος ἥλιος εἶναι, κατὰ πάντα ὡσαύτως ἔχων τῷ γεννήσαντι, χάριτι καὶ δόξῃ καὶ λαμπρότητι καὶ πᾶσι τοῖς περὶ αὐτὸν θεωρουμένοις, ἀλλ’ «οἷόν τις ἀκτὶς ἔσται, καὶ τὸ πνεῦμα οἷον αὐγή, ὡς ἐκ μεγάλου καὶ μείζονος καὶ μεγίστου τὴν τριάδα συνίστασθαι», ὃ κατὰ τὸν θεολόγον μέγαν Γρηγόριον σαφῶς ἐν τοῖς Ἀπολιναρίου γέγραπται λόγοις.

Ἡμῖν δὲ περὶ θεολογίας τὴν ἀρχὴν λόγος ἦν οὐδείς, ἀλλὰ πρὸς τὸν εἰς τὸ φῶς τῆς θεωρίας ὑβρίσαντα τοῖς ὑπὸ τῶν πατέρων εἰρημένοις προσφυῶς ἐχρησάμεθα, δεῖν εἶναι φυλάττειν ἑκατέραν ἐπὶ τῶν οἰκείων ὅρων εἰδότες, καὶ θεολογεῖν ἰδίᾳ καὶ περὶ ἀποκαλύψεως γράφειν ὡς παρελάβομεν.

Ὁ δὲ τὸ διαφέρον αὐτῶν ἀντιπεριστήσας εἰς ἀντιπάλους τὰς μοίρας, καὶ οὕτως ἀλλήλαις ἐκπολεμώσας, θατέρᾳ κατὰ τῆς ἑτέρας ἐχρήσατο, μηδ’ ἑτέρᾳ φυλάξας τὸ ἀσφαλές. Ταῦτ’ ἄρα καὶ παρ’ ἡμῶν ἐξεληλεγμένος συνοδικῶς αὐτὸς ἑαυτὸν ὑπ’ αἰσχύνης ὑπερόριον ἀποδείκνυσιν. Ὁ δὲ μετὰ τὴν ἐκείνου φυγήν, Βαρλαὰμ ἄλλος ἡμῖν ἀναδειχθῆναι φιλοτιμούμενος, τηλικούτοις αὖθις, ὡς ὁρᾶτε, περιπίπτει τοῖς ἀτοπήμασιν.

Ἵνα τοίνυν ἄλλος ἐκεῖνος ἀκριβῶς εἴη τῆς ἐκείνου κακοτεχνίας μηδὲν ἐλλείπων, ἐπεὶ τἀληθῆ λέγων οὐκ ἂν ἴσχυσε κατηγορεῖν ἡμῶν, πρὸς τὸ ψεῦδος ἀπεῖδε καὶ τὰς συκοφαντίας, ἔστιν ἃ τῶν ἡμετέρων γραμμάτων παρασπάσας καὶ πολυτρόπως κακουργήσας ὑφαιρέσεσί τε καὶ προσθήκαις καὶ παρεξηγήσεσι, τὰ αὐτὰ τῷ Βαρλαὰμ ἄντικρυς λέγων καὶ ποιῶν, πλὴν ὅσον ἐκεῖνος μὲν μετὰ τὴν προτέραν σύνοδον νῶτα δοὺς εὐθὺς οὐκέτ’ ἔγνω δεῖν ἀναισχυντεῖν, οὗτος δὲ διὰ τῆς εἰς τέλος ἀναιδείας ἀνύσειν ἤλπισέ τι.

Καὶ δευτέρας γὰρ δι’ αὐτὸν γεγονυίας ἐπὶ τοῖς αὐτοῖς συνόδου καὶ τὰ αὐτὰ τῇ προτέρᾳ προσαποφηναμένης, αὐτοῦ τε δημοσίᾳ παρά τε τοῦ θειοτάτου πατριάρχου καὶ τῶν προεστηκότων τῶν πολιτικῶν πραγμάτων, αὐτῶν τε τῶν καθολικῶν κριτῶν μετὰ τοὺς ἐλέγχους ἐπιτιμηθέντος, ὡς καὶ τὸν δῆμον ἰδόντα κατ’ αὐτοῦ χωρῆσαι, καὶ παραιτουμένων ἔστιν ὧν τῶν ἡμετέρων ὑπὲρ τούτου μόλις ἀποσχέσθαι, τοσούτων γεγονότων ὑπὲρ ἀληθείας κατ’ αὐτοῦ, μᾶλλον δὲ ὑπὲρ αὐτοῦ, αὐτὸς τῶν αὐτῶν αὖθις ἀνερυθριάστως ἔχεται φωνῶν.

Ἡμῶν οὖν λεγόντων ὡς ἡ τῆς θεώσεως χάρις ἔστιν ὅτε καὶ θεότης παρὰ τῶν πατέρων λέγεται, ἐπεὶ καὶ θεοὶ ἀπὸ ταύτης οἱ ταύτης εὐμοιρήσαντες τῆς χάριτος, αὕτη δὲ οὔτε οὐσία τοῦ θεοῦ ἐστι κατ’ αὐτοὺς ἐκείνους τοὺς πατέρας οὔτε ἄγγελος οὔτε τι τῶν τὴν χάριν δεχομένων—χάρις γὰρ καὶ θεοποιὸς δωρεά ἐστι τοῦ πνεύματος—, τοῦτο τοίνυν ἡμῶν λεγόντων, ἐκεῖνος στρεβλῶν τε καὶ παρεξηγούμενος καὶ κακοτρόπως παρασύρων τὴν εὐσεβῆ τῶν γεγραμμένων διάνοιαν, δύο σέβειν ἡμᾶς θεοὺς καὶ θεότητας συκοφαντεῖ, καὶ τὰς τῶν πατέρων αὐτὸς σαφῶς ἀθετῶν φωνάς, ὡς τοὺς ἄλλους λήσων, καθάπερ τι προσωπεῖον ἡμᾶς τῆς οἰκείας πρὸς ἐκείνους ἀθετήσεως προβαλλόμενος, ἑκὼν ἡμῶν τοῦτο καταψεύδεται.

Μὴ γὰρ οὐ τοῖς οἰκείοις ἤκουσεν ὠσὶν ἡμῶν ἐπὶ στόματος φερόντων τὴν καλὴν ὁμολογίαν, ἣν καὶ σύμβολον εὐσεβείας οἱ πατέρες προσηγόρευσαν, ὡς ἱκανὸν δεῖγμα τῶν ἕνα σεβόντων θεὸν καὶ μίαν προσκυνούντων θεότητα ἐν τρισὶ τελείαις ὑποστάσεσιν; Ἀλλ’ ὡς ἔοικεν οἱ πρόσφατοι θεοφάντορες οὗτοι οὐκ ἀληθοῦς τοῦτο θεοσεβείας σύμβολον ἡγοῦνται.

Τί δέ; Οὐ δύο φύσεις, θελήσεις τε καὶ ἐνεργείας δοξάζοντας ἡμᾶς ἴσασιν ἐπὶ Χριστοῦ; Εἰ τοίνυν ἡ μία ἐφ’ ἑκάστου τούτων ἀνθρωπεία ἐστί, καὶ μία τοιγαροῦν ὑπολέλειπται θεία. Πῶς οὖν οὐχ ἕνα σέβομεν θεὸν οἱ μίαν σέβοντες θείαν φύσιν καὶ θέλησιν καὶ ἐνέργειαν; Τί δέ; Μὴ εἰς ἄλλον θεὸν ἐβαπτίσθημεν ἢ οὗτοι οἱ καινοὶ κατήγοροι; Ἡμεῖς δὲ καὶ βαπτίζομεν. Ἢ τοίνυν καὶ ἡμεῖς ἕνα σέβομεν θεόν, εἰς ὃν βεβαπτίσμεθά τε καὶ βαπτίζομεν κατὰ τὴν ἐκείνου μεγαλοδωρεάν, ἢ οὐδ’ οὗτοι ἕνα σέβουσι θεόν. Οὕτως οἱ χριστιανοκατήγοροι αὐτοκατήγοροί εἰσι. Χρῆν δὲ ἡμᾶς τοῦτο λέγειν, ὅτι δύο θεοὺς σέβομεν καὶ δύο θεότητας δοξάζομεν ἑκατέρου τούτων μίαν, καὶ οὕτως ἂν ἦμεν ὑπεύθυνοι δικαίως τῇ κατηγορίᾳ. Ἕως δ’ ἂν ἡμεῖς μὴ τοιαῦτα λέγωμεν, ἐκείνων ἅπτεται δικαίως τῶν τὰ τοιαῦτα οἴκοθεν λεγόντων τὸ τοιοῦτο ἔγκλημα, οὐχ ὡς συκοφαντούντων μόνον, ἀλλ’ ὡς καὶ τὰ εὐσεβῆ δόγματα περιτρεπόντων. Ἀλλὰ τούτων μὲν ἅλις. Ἐπὶ δὲ τὴν προτεθειμένην ἀκολουθίαν τὸν λόγον ἐπανακτέον.

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΕΡΙ ΘΕΙΑΣ ΚΑΙ ΘΕΟΠΟΙΟΥ ΜΕΘΕΞΕΩΣ Ἢ ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΚΑΙ ΥΠΕΡΦΥΟΥΣ ΑΠΛΟΤΗΤΟΣ Φέρε δὴ προθῶμεν νῦν τὸ ὑπ’ ἀμφοτέρων φανερῶς λεγόμενον καὶ δοκοῦν ἔχειν τινὰ λόγον ἀπορίας. Φασὶ γὰρ πρὸς ἡμᾶς, «εἰ τὴν ἐν τοῖς ἁγίοις χάριν ἄκτιστον δι’ οὐδὲν ἄλλο λέγετε, ἢ ὅτι μετέχουσι θεοῦ, πάντα δὲ τὰ κτίσματα μετέχει τοῦ θεοῦ—καὶ γὰρ διὰ πάντων διήκει καὶ πᾶσι μεταδίδωσι, τοῖς μὲν τοῦ εἶναι, τοῖς δὲ πρὸς τῷ εἶναι καὶ τοῦ ζῆν αἰσθητικῶς ἢ λογικῶς ἢ νοερῶς—, ἄκτιστον ἔσται τούτοις ἅπασι, τοῖς μὲν τὸ εἶναι, τοῖς δὲ τὸ ζῆν, τοῖς δὲ πρὸς τούτοις καὶ τὸ λογίζεσθαι καὶ τὸ νοεῖν». Ἡμεῖς δὲ τοῖς ἁγίοις συμφωνοῦντες οὐδεμιᾶς ἂν αὐτοὺς ἠξιώσαμεν ἀπολογίας· πίστις γὰρ ἡγεῖται τῶν χριστιανικῶν δογμάτων, ἀλλ’ οὐκ ἀπόδειξις. Διὰ δὲ τοὺς ἐκ τῆς πιθανολογίας ἐκείνων παρασυρομένους ἀνθυπενεγκεῖν δέον ἂν εἴη πρὸς αὐτούς, ὡς εἰ τὴν ἐν τοῖς ἁγίοις θεουργὸν χάριν, ὦ βέλτιστοι, διὰ τοῦτο λέγετε κτιστήν, ἐπεὶ πάντα τὰ κτιστὰ μετέχει τοῦ θεοῦ, πάνθ’ ὑμῖν ἅγια κληθήσεται καὶ θεοποιηθήσεται πᾶσα κτίσις παρ’ ὑμῶν· οὐ γὰρ τὰ λογικὰ μόνον ἔσται ἅγια, μᾶλλον δὲ τῶν λογικῶν οἱ τῆς θεοποιοῦ δωρεᾶς τοῦ πνεύματος μετεσχηκότες, ἀλλὰ καὶ τὰ ἄλογα καὶ πρὸς τούτοις τὰ ἄψυχα. Τί γὰρ εἴπερ ἕτερον ἑτέρου βελτίονος μετείληχεν ὑπάρξεώς τε καὶ ζωῆς; Κἀν τοῖς ἁγίοις ἴδοις ἂν διαφοράν.

Οὐκοῦν ἁγιωτέρα μέν σοι μέλιττα τῆς μυίας, μελίττης δὲ ἀμνάς, ἀμνάδος δ’ ἕτερ’ ἄττα, καὶ τούτων ἄνθρωπος, κἂν Ἰεζάβελ ᾖ τυχόν. Καὶ πάλιν, μύρμηξ κωνώπων ἁγιώτερος, τοῦ δὲ κριός, εἰ δὲ βούλει ταῦρος ἢ ἐλέφας ἤ τι τῶν θηρίων ἕτερον, τῶν δὲ αὖθις ἄνθρωπος, κἂν ᾖ κατὰ τὸν Ἀχαάβ. Τοιοῦτος ἅγιος εἴη ἂν καὶ ὁ πρὸς τοιαῦτα γελοῖα διὰ τῶν καταγελάστων δογμάτων κατασπῶν ἡμᾶς, ὃς καὶ τῷ τοῦ Χριστοῦ εὐαγγελίῳ δῆλός ἐστιν ἀντιταττόμενος.

Εἰ γὰρ κτιστή ἐστιν ἡ ἐν τοῖς ἁγίοις θεοποιὸς δωρεὰ τοῦ πνεύματος, καὶ ταῦθ’ ὡς ἕξις ἢ μίμησίς τις φυσική, καθάπερ ὁ ταράσσων ἡμᾶς περιέρχεται διδάσκων, οὐχ ὑπὲρ φύσιν γίνονται οἱ ἅγιοι θεούμενοι οὐδ’ ἐκ θεοῦ γεννῶνται οὐδὲ πνεῦμά εἰσιν ὡς ἐκ πνεύματος γεγεννημένοι, καὶ πνεῦμα μετὰ τοῦ κυρίου ἕν, ὡς αὐτῷ κολλώμενοι. Οὐδὲ μόνοις τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ τέκνα θεοῦ γενέσθαι ὁ Χριστὸς ἐξουσίαν ἔδωκεν ἐπιδημήσας· καὶ πρὸ τῆς ἐπιδημίας γὰρ αὐτοῦ πᾶσιν ἐνυπῆρχεν ἔθνεσιν, εἴ γε φυσικῶς ἔνεστιν ἡμῖν, καὶ νῦν τοῖς νῦν δυσσεβέσι τε καὶ ἀσεβέσιν ἅπασιν. Ἄκουσον τοῦ σεπτοῦ Μαξίμου διαλεγομένου πρὸς Πύρρον καὶ λέγοντος· «νεύματι θεοῦ ἐκινοῦντο καὶ Μωϋσῆς καὶ Δαυῒδ καὶ ὅσοι τῆς θείας ἐνεργείας χωρητικοὶ τῇ ἀποθέσει τῶν ἀνθρωπίνων καὶ σαρκικῶν ἰδιωμάτων γεγόνασι».

Καὶ πάλιν ἀλλαχοῦ· «τῆς εἰκόνος ἀνελθούσης πρὸς τὸ ἀρχέτυπον καὶ τῆς θείας ἐπειλημμένης ἐνεργείας, μᾶλλον δὲ θεοῦ τῇ θεώσει γεγενημένης, καὶ πλέον ἡδομένης τῇ ἐκστάσει τῶν φυσικῶς ἐπ’ αὐτῆς καὶ ὄντων καὶ νοουμένων διὰ τὴν ἐκνικήσασαν αὐτὴν χάριν τοῦ πνεύματος».

Οὐκοῦν οὐχ ἁπλῶς βελτιοῦνται τὴν φύσιν οἱ θεωθέντες, ἀλλ’ αὐτὴν προσλαμβάνονται τὴν θείαν ἐνέργειαν, αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον· τοῦτ’ αὐτὸ γὰρ κατὰ τὸν μέγαν Βασίλειον, «ὅταν μὲν τὴν αὐτοῦ οἰκείαν ἐννοῶμεν ἀξίαν, μετὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ θεωροῦμεν, ὅταν δὲ τὴν εἰς τοὺς μετόχους ἐνεργουμένην χάριν ἐνθυμηθῶμεν, ἐν ἡμῖν εἶναι λέγομεν».

Εἰ δὲ ὥσπερ ἐν τοῖς κτίσμασι πᾶσιν οὕτω καὶ ἐν τοῖς ἁγίοις ἐστί, καὶ ὡς θεὸς κατὰ τὰς σοφὰς ὑμῶν ἐπινοίας, καθάπερ ἐν τοῖς ἄλλοις τὰ κατάλληλα κτίζει, οὕτω κἀν τοῖς ἁγίοις τὴν ἁγιότητα, τίς χρεία Χριστοῦ καὶ τῆς αὐτοῦ παρουσίας; Τίς χρεία τοῦ κατ’ αὐτὸν βαπτίσματος καὶ τῆς ἐξ αὐτοῦ προσγινομένης ἡμῖν ἐξουσίας τε καὶ δυνάμεως;

Τίς χρεία πνεύματος ἐξ ὑπαρχῆς αὖθις ἐμφυσωμένου καὶ πεμπομένου καὶ ἐνοικιζομένου; Καὶ γὰρ ὡς ἐν τῷ παντὶ καὶ ἡμῖν ἐνῆν. Ἔσται δὲ καὶ ὁ θεὸς ὁμοίως κτίζων καὶ θεοποιῶν. Καίτοι σαφῶς φησιν ὁ μέγας Βασίλειος, «εἰ ὁ θεὸς ὁμοίως κτίζει καὶ γεννᾷ, ὁμοίως καὶ κτίστης ἡμῶν καὶ πατήρ ἐστιν ὁ Χριστός· θεὸς γὰρ καὶ οὐ χρεία τῆς διὰ τοῦ ἁγίου πνεύματος υἱοθεσίας». «Συνήγειρε», φησὶν ὁ ἀπόστολος, «καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, θεοῦ τὸ δῶρον· οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται». Σὺ δ’ ἡμῖν ἐκ μόνων τῶν ἔργων τῆς κατὰ φύσιν μιμήσεως κατασκευάζεις τὴν θέωσιν, τοῦτ’ εἶναι λέγων θεοποιὸν δῶρον καὶ χάριν θείαν, τὴν ἐκ φύσεως μίμησιν; «Ποια ανάγκη υπάρχει για Πνεύμα που εμφυσάται πάλι εξαρχής, αποστέλλεται και ενοικεί; Διότι και προηγουμένως, όπως ήταν μέσα στο σύμπαν, έτσι ήταν και μέσα σε εμάς. Τότε όμως και ο Θεός θα κτίζει και θα θεοποιεί κατά τον ίδιο τρόπο. Κι όμως σαφώς λέγει ο μέγας Βασίλειος: «Αν ο Θεός κατά τον ίδιο τρόπο κτίζει και γεννά, τότε κατά τον ίδιο τρόπο και κτίστης μας και πατέρας μας είναι ο Χριστός· διότι είναι Θεός, και δεν υπάρχει ανάγκη της υιοθεσίας διά του Αγίου Πνεύματος». «Μας ανέστησε μαζί Του», λέγει ο Απόστολος, «και μας κάθισε μαζί Του στα επουράνια εν Χριστώ Ιησού, για να δείξει στους επερχόμενους αιώνες τον υπερβάλλοντα πλούτο της χάριτός Του, με χρηστότητα προς εμάς εν Χριστώ Ιησού. Διότι με τη χάρη είστε σωσμένοι διά της πίστεως· και αυτό δεν προέρχεται από εμάς, είναι δώρο Θεού· δεν προέρχεται από έργα, για να μη καυχηθεί κανείς». Εσύ όμως μας κατασκευάζεις τη θέωση μόνο από τα έργα της κατά φύση μιμήσεως, λέγοντας ότι αυτό είναι το θεοποιό δώρο και η θεία χάρη: η κατά φύση μίμηση;

Εἴ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ», καὶ «τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ἡμῖν», καὶ «πάντες ἓν πνεῦμα ἐποτίσθημεν», καὶ «ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι», καὶ κατοικεῖ Χριστὸς ἐν ταῖς τῶν πιστῶν καρδίαις διὰ τοῦ πνεύματος, καὶ «τὸν λόγον ἀκούσαντες τῆς ἀληθείας, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθημεν τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ, ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν», καὶ «ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν», καὶ «οὐκ ἐλάβετε», φησί, «πνεῦμα δουλείας, ἀλλὰ πνεῦμα υἱοθεσίας».

Σὺ δὲ καὶ τοὺς ἐμφανῶς δι’ ἄκραν καθαρότητα καρδίας ἰδόντας καὶ παθόντας λαμπρότητα θεοῦ, καὶ ὑποδεξαμένους τὸν υἱὸν μετὰ τοῦ πατρὸς ἐλθόντα μονὴν ποιῆσαι ἐν αὐτοῖς καὶ ἐμφανίσαι κατ’ ἐπαγγελίαν ἑαυτὸν αὐτοῖς μετόχους φῂς καὶ θεωροὺς κτισμάτων; Τί λέγεις ἄνθρωπε; Τὸ πνεῦμα τοῦ Χριστοῦ, τὸ πνεῦμα τοῦ θεοῦ, τὸ πνεῦμα τῆς ἐπαγγελίας τὸ ἅγιον, τὸν ἀρραβῶνα τῆς κληρονομίας τῶν ἁγίων, τὸ πνεῦμα τῆς υἱοθεσίας, τὴν τοῦ πνεύματος ἐπαγγελίαν, ἣν λαβὼν ὁ υἱὸς παρὰ τοῦ πατρὸς ἐχαρίσατο τοῖς πιστεύουσιν αὐτῷ, τὸ ἐπὶ τοὺς δούλους καὶ ἐπὶ τὰς δούλας τοῦ θεοῦ ἀπὸ τοῦ πνεύματος αὐτοῦ κατὰ τὸν προφήτην Ἰωὴλ ἐκκεχυμένον πνεῦμα κτίσμα δοξάζεις εἶναι καὶ φυσικὴν μίμησιν, καὶ τοὺς μὴ κατὰ σὲ βλασφημεῖν ἀνεχομένους δυσσεβεῖς περινοστεῖς κηρύττων; Οὐ δυσωπῇ, ἄνθρωπε, λέγοντα τὸν ἀπόστολον «ὅτι τὰ σώματα ἡμῶν ναὸς τοῦ ἐν ἡμῖν ἁγίου πνεύματός ἐστι»; Καὶ πάλιν· «ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν»; Ἆρα τὸ δουλικὸν οἰκητήριον κατεδέξατο ἄν ποτε τῇ τοῦ ναοῦ προσηγορίᾳ τιμῆσαι;

Εἰ δ’ ὡς ἐν πᾶσι καὶ ἐν ἡμῖν, ναὸς λοιπὸν θεοῦ καὶ τῶν ἀλόγων καὶ τῶν θηρίων καὶ τῶν ἑρπετῶν ἕκαστον· παρίημι γὰρ εἰπεῖν ὅτι καὶ τῶν ταῦτα σεφθέντων Ἑλλήνων καὶ τῶν ἄλλων σεβασμάτων αὐτῶν. Μάτην δὲ καὶ ὁ ἀπόστολος παρὰ τοῦτο τοὺς πιστοὺς ὑπεραίρει, καὶ ταῦτα τοὺς εὐδοκίμους· «οὐκ οἴδατε γὰρ ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;», «εἰ μήτι ἄρα ἀδόκιμοί ἐστε», φησίν.

Ἀλλὰ «κατακερματίζετε», φησί, «τὸ πνεῦμα τὸ θεῖον, ὑφειμένον λέγοντες, ἄκτιστον καὶ ὑπερκείμενον, καὶ μετρεῖτε τὸν θεὸν τῷ μὲν τῶν ἁγίων μείζω, τῷ δὲ ἐλάττω χάριν λέγοντες προσεῖναι· καὶ ταύτην οὐχ ἣν ἕκαστος ἐκ μιμήσεως πρὸς θεὸν ὁμοίωσιν ἑαυτῷ προσένειμεν, ἀλλ’ ἕτερόν τι παρὰ ταύτην καὶ ἄνωθεν ἧκον καὶ δῶρον καὶ ἄκτιστον».

Τίνι ταῦτα δοκεῖς προφέρειν, ἡμῖν ἢ τῷ προφήτῃ; Μᾶλλον δὲ τῷ θεῷ τῶν προφητῶν εἰπόντι δι’ ἑνὸς αὐτῶν, «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα», καὶ τῷ ἀποστόλῳ λέγοντι, «πνεύματος ἁγίου μερισμούς», καὶ Διονυσίῳ τῷ γράφοντι σαφῶς, «ἓν μέν ἐστιν, οὗ πάντες οἱ ἑνοειδεῖς ἐφίενται, μετέχουσι δὲ οὐχ ἑνιαίως ταὐτοῦ τε καὶ ἑνὸς ὄντος, ἀλλ’ ὡς ἑκάστῳ τὰ θεῖα ζυγὰ διανέμει κατ’ ἀξίαν τὴν ἀποκλήρωσιν». Οὐ τοίνυν τὸ πνεῦμα σταθμίζεταί τε ἢ μετρεῖται, ἀλλ’ αὐτὸ μᾶλλον τὰ μετέχοντα μετρεῖ, νέμον ἑκάστῳ πρὸς ἀξίαν ἑαυτὸ κατ’ οἰκείαν σωστικὴν δικαιοσύνην.

Οὐδ’ ἐκεῖνο τὸ μεριζόμενόν ἐστιν, ἀλλ’ ἡμεῖς ἥκιστα τὸ πᾶν χωροῦμεν ἀμερῶς ἐπιλάμποντος ἐκείνου. Ταῦτ’ ἄρα καὶ Παῦλος ἀναγέγραπται βραχείᾳ τοῦ μεγάλου φωτὸς ὡμιληκέναι λαμπηδόνι. Καὶ τὴν ἐπ’ ὄρους τοῦ κυρίου δόξαν οἱ συναναβάντες εἶδον «οὐχ ὁλόκληρον, ἵνα μὴ σὺν τῇ ὁράσει καὶ τὸ ζῆν ἀποβάλωνται». Τὸ δὲ οὐ μόνον ἀμέριστον ἐν μεριστοῖς ἐστιν, ἀλλὰ καὶ τοὺς κατὰ τὸ ἐγχωροῦν μετέχοντας ὡς δύναμις ἑνοποιὸς ἑνοῖ καὶ ἀνατείνει πρὸς τὴν τοῦ συναγωγοῦ πατρὸς ἑνότητα καὶ θεοποιὸν ἁπλότητα.

Οὕτως ἀγαθοπρεπῶς διὰ τὴν τῶν προνοουμένων ἕνωσιν προϊὸν καὶ πληθυνόμενον τὸ πνεῦμα μένει ἔνδον ἑαυτοῦ καθ’ ὑπερούσιον δύναμιν. Εἰ δὲ καὶ φανέρωσίς ἐστιν ἡ τοιαύτη πρόχυσις καὶ ἀποστολὴ καὶ πρόοδος—«ἑκάστῳ γὰρ δίδοται», φησίν, «ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον»—, μετρητὸν ἔσται τὸ πνεῦμα κατὰ λόγον τῶν μυστικῶς ἐντυγχανόντων μετροῦν τὴν ἐπιφάνειαν; Καὶ ὡς ἀλυσιτελὲς τοῖς πᾶσιν ὂν μηδέποτε τελέως ἐκφαινόμενον καὶ ἀπειροπλασίως ὑπερέχον πάσης ἐκφάνσεώς τε καὶ νοήσεως μερίζεται ἢ συντίθεται ἐξ ὑφειμένου καὶ ὑπερέχοντος; Καὶ οὐδ’ ἐκεῖνο συνίετε οἱ τὰ πάντα σοφοί, ὡς οὐ μέρος ἐστὶ τοῦ θεοῦ τὸ φαινόμενον ἢ νοούμενον ἢ μετεχόμενον, ἵνα καὶ μερισμὸν οὕτω καθ’ ὑμᾶς πάθῃ θεός, ἀλλ’ ὅλος ἐκφαίνεταί πως καὶ μή, καὶ νοεῖται καὶ οὐ νοεῖται, καὶ μετέχεται καὶ ἀμέθεκτός ἐστιν;

Εἰ δὲ καὶ κατὰ τὸν μέγαν Διονύσιον «θέωσίς ἐστιν ἡ πρὸς θεὸν ἀφομοίωσίς τε καὶ ἕνωσις», πῶς ἂν ἡμεῖς δεξαίμεθα μίμησιν εἶναι φυσικὴν τὴν θέωσιν; Δεῖ μὲν γὰρ ἡμῖν ὁμοιώσεως, ὡς ἐναρμονίως σχῶμεν πρὸς τὴν ἕνωσιν ἐκείνην, δι’ ἧς ἡ θέωσις τελεῖται. Χωρὶς δὲ τῆς ἑνώσεως ἡ ὁμοίωσις οὐκ ἀποχρήσει πρὸς θέωσιν. Καὶ ὁμοιώσεως δὲ ἐκείνης λέγω δεῖν, τῆς ἐκ τῆς τῶν θείων ἐντολῶν ἐνεργείας καὶ τηρήσεως προσγινομένης, ἥτις οὐκ ἐκ φυσικῆς ἁπλῶς τελεῖται μιμήσεως, ἀλλ’ ἐκ τῆς τοῦ πνεύματος δυνάμεως, ἣ κατὰ τὴν ἱερὰν ἡμῶν ἀναγέννησιν ἄνωθεν ἐφίπταται καὶ τοῖς βαπτισαμένοις ἀπορρήτως προσφύεται. Δι’ ἧς, οἱ «μὴ ἐξ αἱμάτων, μηδὲ ἐκ θελήματος ἀνδρός, μηδὲ ἐκ θελήματος σαρκός, ἀλλ’ ἐκ θεοῦ γεννηθέντες», οἷον ἀρτιτόκα βρέφη, «πρὸς μέτρον ἀφικέσθαι δύνανται τοῦ Χριστοῦ πληρώματος». «Οὐ μή ποτέ τι» γάρ, φησί, «γνοίη τῶν θεοπαραδότων, οὔτε μὴν ἐνεργήσειεν ὁ μηδὲ τὸ ὑπάρχειν ἐνθέως ἐσχηκώς».

Ἀπὸ γραμμῆς τοίνυν, ὅ φασι, τὸ ὑπερφυές, ὦ φιλότης, διδάσκου τῆς θεώσεως· ἧς γὰρ μηδὲ τὴν ἀρχὴν ἡ φύσις αὐτὴ παρ’ ἑαυτῆς ἀνίησι, πῶς ἂν εἴη τὸ ταύτης τέλος φυσικόν τε καὶ κτιστόν; Καὶ εἰ κατὰ τὴν οἰκείαν ἀρχὴν τῆς φυσικῆς ὑπέρκειται μιμήσεως πολλῷ τῷ μέτρῳ, πῶς τελειωθεῖσα φυσικὴ μίμησις ὑπάρξει; Βαπτίζει καὶ Ἰωάννης ὁ Ζαχαρίου, ἀλλ’ ἐν ὕδατι μόνον. Βαπτίζει καὶ Ἰησοῦς ὁ τοῦ θεοῦ υἱός, ἀλλ’ ἐν ὕδατί τε καὶ πνεύματι. Τίς οὖν ἡ πρόσληψις; Ἆρα τοὔνομα μόνον; Οὔμενουν. Ἀλλ’ αὐτή ἐστιν ἡ θεουργὸς χάρις καὶ δύναμις, αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον, οὐ κατ’ οὐσίαν τῷ βαπτιζομένῳ περιχεόμενον, ἀλλὰ κατὰ τὴν ἐνοῦσαν ἐμφύτως τοῦ ἁγιασμοῦ χάριν περιφυόμενον.

Εἰ δ’ αὕτη κτίσμα καὶ κτιστοῦ τινος μετεσχήκαμεν οἱ μεταλαβόντες αὐτῆς ἡμεῖς, πῶς ἄκτιστον τὸ πνεῦμα τὸ ἅγιον; «Εἰ δὲ τῇ τοῦ πνεύματος μετουσίᾳ», κατὰ τὸν μέγαν Ἀθανάσιον φάναι, «γινόμεθα θείας κοινωνοὶ φύσεως, μαίνοιτ’ ἄν τις λέγων τὸ πνεῦμα τῆς κτιστῆς φύσεως καὶ μὴ τῆς τοῦ υἱοῦ». Πῶς δὲ καὶ Χριστὸς υἱὸς θεοῦ βαπτίζων καὶ αὐτὸς ἐν κτίσματι κατὰ τὸν Ἰωάννην καὶ κτιστὴν τοῖς βαπτιζομένοις ἐμποιῶν δύναμιν καὶ χάριν, ὁ κατὰ Παῦλον «ὁρισθείς», δηλονότι γνωρισθεὶς καὶ κυρωθείς, «υἱὸς θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν»;

Τί οὖν ἡ δύναμις ἡ φανεῖσα καὶ θεοῦ υἱὸν ἀποδείξασα τὸν Ἰησοῦν, ἆρα κτίσμα; Καὶ πῶς ἂν θεὸς ὢν ἐγνωρίσθη δι’ αὐτήν; Καὶ μή μοι λογίσῃ τὴν λεπροὺς καθάρασαν, τὴν τυφλοὺς φωτίσασαν, τὴν κυρτοὺς ὀρθώσασαν, τὴν παραλύτους σφίγξασαν—φαρισαϊκῆς γὰρ ἀμβλυωπίας πρὸς ἐκείνην πρώτην βλέπειν—, ἀλλὰ τὴν τῶν ἁμαρτημάτων πρότερον ἀφανῶς λύσασαν σειρὰν καὶ τῷ τῆς ἁγιωσύνης πνεύματι χώραν παρασχοῦσαν καὶ τὸν ἐντὸς ἄνθρωπον ἀνορθοῦσαν καὶ φωτίζουσαν, καὶ διὰ τῆς πρὸς θεὸν συναφείας ἀνιστῶσαν ἐκ νεκρῶν καὶ ζῆν ποιοῦσαν θείως τὴν ψυχήν, θεοῦ θείαν καὶ ὄντως ἀΐδιον ζωὴν διδοῦσαν. Ἡ γὰρ τοῦ σώματος ἀνάστασις ἕπεσθαι πέφυκεν αὐτῇ, καθάπερ καὶ ὁ θάνατος τῷ τῆς ψυχῆς τὴν ἀρχὴν ἐπηκολούθησε θανάτῳ· τοῦτο γὰρ ὁ τῆς ψυχῆς θάνατος, ἡ τῆς ἐν θεῷ ζωῆς ἀλλοτρίωσις. Καὶ οὗτος ὄντως δεινὸς ὁ θάνατος· ὁ δὲ μετ’ αὐτόν, δηλαδὴ τοῦ σώματος, μετ’ αὐτὸν εὐκταιότατος· φιλανθρωπία γάρ ἐστι θεία, ἧς φεῦ ὁ τῶν καταδίκων ὅμιλος ἐν τῇ μελλούσῃ στερηθήσονται κρίσει. Τοιαύτη γὰρ ἀνάστασις μένει τοὺς μὴ χρησαμένους καλῶς τῷ παρὰ θεοῦ δοθέντι ταλάντῳ τῆς θείας χάριτος, ἣ συνημμένη διηνεκῶς ἐκείνῳ τῷ δευτέρῳ θανάτῳ, καθάπερ Ἰωάννης διὰ τῆς Ἀποκαλύψεως ἡμῖν ἀπεκάλυψε, καὶ θανάτου χείρων ἐστίν.

Εἰ δ’ ἐκεῖνοι τοῦτον τὸν τρόπον καὶ ζῶσιν ἀθάνατα καὶ τεθνήκασι, καὶ πολλοὶ τῶν ἐνταῦθα ζώντων νεκροί, καθάπερ ὁ ζωῆς καὶ θανάτου κύριος ἔδειξεν· ἔστιν ἄρα καὶ ψυχῆς νέκρωσις, ἀθανάτου κατὰ φύσιν μενούσης. Πῶς τοίνυν ζήσεται κτιστῆς μεταλαχοῦσα ζωῆς; Ἀλλὰ νεκρὰ τυγχάνει κατ’ αὐτὴν ζῶσα. Δεῖ δὴ μεταλαβεῖν, εἰ δεῖ ταύτην κρειττόντως ἀναβιώσεσθαι, τῆς ἀκτίστου ζωῆς, αὐτῆς τῆς μὴ χωριζομένης τοῦ πνεύματος. Διό φησι Βασίλειος ὁ μετασχὼν ταύτης καὶ τῇ πείρᾳ λαλῶν· «καὶ ἣν δὲ προΐεται ζωὴν εἰς ἄλλου ὑπόστασιν τὸ πνεῦμα, οὐ χωρίζεται αὐτοῦ, ἀλλὰ καὶ αὐτὸ ἐν ἑαυτῷ ἔχει τὴν ζωήν, καὶ οἱ μετέχοντες αὐτοῦ ζῶσι θεοπρεπῶς, ζωὴν θείαν καὶ οὐράνιον κεκτημένοι».

Ἀλλὰ γὰρ βούλει καὶ τοῦτο διδαχθῆναι σαφῶς, ὡς αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον οὐ κατ’ οὐσίαν, ἀλλὰ κατὰ τὴν ἄκτιστον ἔλλαμψιν καὶ χάριν οἱ κατηξιωμένοι θεωθῆναι λαμβάνουσιν; Ἄκουσον τοῦ λέγοντος· «σκοπὸς ἱεραρχίας ἐστὶν ἡ πρὸς θεόν, ὡς ἐφικτόν, ἀφομοίωσίς τε καὶ ἕνωσις, τοὺς ἑαυτοῦ θιασώτας ἀγάλματα θεῖα τελῶν, ἔσοπτρα διειδέστατα καὶ ἀκηλίδωτα, δεκτικὰ τῆς ἀρχιφώτου καὶ θεαρχικῆς ἀκτῖνος».