Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Δογματικοὶ λόγοι

Γρηγόριος Παλαμᾶς

Η αποκατάσταση του ανθρώπου, η φανέρωση του ακτίστου φωτός και η διαφύλαξη της θείας απλότητας

Πατερικές μαρτυρίες περί της μετοχής των αγίων στη θεία ζωή, η φανέρωση του ουράνιου φωτός και η θεολογική αναίρεση των κατηγοριών περί συνθέσεως στη θεία φύση, καταλήγοντας σε δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 5 από 10

Εἰ δ’ ἓν ὂν τὸ πᾶσι μεθεκτόν, οὐχ ἑνιαίως, ἀλλὰ διαφόρως μετέχεται, τί κωλύσει μετέχειν μὲν καὶ τοὺς ἁγίους καὶ τοὺς μὴ τοιούτους τοῦ θεοῦ, διαφορὰν δ’ εἶναι τούτων τῶν μεθέξεων τὸ τὴν μὲν εἶναι ἄκτιστον τὴν δὲ κτιστήν; Ὡς γὰρ Ἀθανάσιον τὸν μέγαν εἰρηκότα «εἷς θεὸς ὁ πατήρ», ἡ πάντων ἀρχὴ κατὰ τὸν ἀπόστολον, «καὶ γὰρ ὁ λόγος ἐξ αὐτοῦ γεννητῶς καὶ τὸ πνεῦμα ἐξ αὐτοῦ ἐκπορευτῶς», εἴ τις ἤρετο, πῶς οὖν ἐκ τοῦ πατρὸς ἁπάντων ὄντων τὸν υἱὸν μόνον καὶ τὸ πνεῦμα θεὸν φῂς ἀληθινὸν καὶ τοῦ πατρὸς ἀδιαίρετον, εὐθυβόλως ἀπεκρίθη ἄν, ὅτι διὰ τὴν τῆς ὑπάρξεως διαφοράν—ὁ μὲν γὰρ υἱὸς καὶ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ὑπάρχει ὡς ἀπαύγασμα καὶ ἀκτὶς ἐκ τοῦ φωτός, αὐθυποστάτως μέντοι, τὰ δὲ ἄλλα πάντα ὡς κτίσματα ἐκ τοῦ δημιουργοῦ—, οὕτω καὶ ἡμεῖς ἐροῦμεν ὡς, εἰ καὶ μετέχει πάντα τοῦ θεοῦ, ἀλλὰ τῆς τῶν ἁγίων μεθέξεως πολλὴν καὶ μεγίστην ὁρῶμεν τὴν διαφοράν. Πῶς γάρ, εἰπέ μοι, τῶν ἐκ τοῦ ζῆν μετεχόντων τοῦ θεοῦ αἰσθητικῶς ἢ λογικῶς ἢ νοερῶς μηδενός ἐστί τε καὶ λέγεται θεοειδὴς ἢ ἔνθεος ζωή, μηδέ τι τούτων θεῖον ἢ θεόληπτον ἢ θεοφόρον, μᾶλλον δὲ θεός, εἰ μὴ τῶν τεθεωμένων εἴη; Τὰ δὲ κατ’ αἴσθησιν μόνην πεφυκότα ζῆν, ἔστι δ’ ἃ καὶ τῶν κεχωρισμένων παντελῶς αἰσθήσεως, οὐδ’ ἐνδέχεταί ποτε ἐνθέως ζῆσαι, καίτοι καὶ ταῦτα μετέχοντα θεοῦ.

Ὁρᾷς ὡς, εἰ καὶ ἐν πᾶσίν ἐστι καὶ ὑπὸ πάντων μετέχεται τὸ θεῖον, ἀλλ’ ἐν τοῖς ἁγίοις μόνοις ἐστὶ καὶ ὑπ’ αὐτῶν μόνων μετέχεται κυρίως; Καὶ οὕτω τοῦτό ἐστι βέβαιον καὶ ἀληθές, ὡς καθάπερ πολλῶν θεῶν ὄντων τε καὶ λεγομένων εἷς ἡμῖν ἐστι θεὸς ἀληθινός, καὶ καθάπερ υἱῶν θεοῦ πολλῶν ὄντων τε καὶ λεγομένων ἡμῖν εἷς υἱὸς ὡς ἀληθῶς θεοῦ κηρύττεται, διόπερ καὶ μονογενής, οὕτω καὶ πολλῶν, μᾶλλον δὲ πάντων μετεχόντων τοῦ θεοῦ, μόνοι μέτοχοι θεοῦ καὶ μέτοχοι Χριστοῦ λέγονται οἱ ἅγιοι. «Ἀδύνατον γάρ», φησὶ Παῦλος, «τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου», πάντως ὡς μὴ πρότερον μετέχοντας.

Καὶ ὁ κύριος ἥξειν καὶ μονὴν ποιήσειν ἐπαγγέλλεται παρὰ τοῖς ἀγαπήσασιν αὐτὸν καὶ ἀγαπηθεῖσιν ὑπ’ αὐτοῦ, πάντως ὡς μὴ πρότερον παρὼν μηδ’ ἐνοικῶν αὐτοῖς. Ἐχρῆν δὲ ἄρα πρός τε τὸν θεὸν τοὺς θεωθέντας καὶ πρὸς τὸν φύσει υἱὸν τοὺς υἱοποιηθέντας πολλὴν ἔχειν τὴν ὁμοιότητα.

Ὡς οὖν ὁ θεὸς μόνος ὤν, μόνος ζῶν, μόνος ἅγιος, μόνος ἀγαθός, «μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον», καίτοι πολλῶν ὄντων καὶ πολλῶν ζώντων, ἁγίων τε καὶ ἀγαθῶν καὶ ἀθανάτων ὄντων, καὶ ἐν φωτὶ καὶ χώρᾳ ζώντων κατοικούντων, οὕτω καὶ μόνοι οἱ ἅγιοι μέτοχοί εἰσι θεοῦ, καίτοι πάντων μετεχόντων.

Ἆρά σοι δοκεῖ τὴν τῆς μεθέξεως τηλικαύτην διαφορὰν ἱκανὴν εἶναι τὴν τῶν θείως ζώντων μέθεξιν ἡμῖν παραστῆσαι ἄκτιστον, εἰ καὶ μὴ Παῦλος ἔλεγε, «ζῶ δὲ ἐγὼ οὐκέτι, ζῇ δὲ ἐν ἐμοὶ Χριστός»; Καὶ εἰ μὴ Μάξιμος αὖθις ἔλεγε περὶ αὐτοῦ τε καὶ τῶν κατ’ αὐτόν, ὡς «τὴν χρονικὴν οὐ φέρουσιν ἐν ἑαυτοῖς ζωὴν τὴν ἀρχὴν καὶ τέλος ἔχουσαν, ἀλλὰ τὴν θείαν τοῦ ἐνοικήσαντος λόγου καὶ ἀΐδιον»; Καὶ πάλιν· «ἡ θεία ζωὴ καὶ ἀνεννόητος, εἰ καὶ ἀπόλαυσιν δίδωσιν ἑαυτῆς τοῖς κατὰ χάριν μεθέξουσιν, ἀλλ’ οὐ κατάληψιν· μένει γὰρ ἀεὶ κἀν τῇ μεθέξει τῶν ἀπολαυόντων αὐτῆς ἀκατάληπτος, ὅτι κατὰ φύσιν ὡς ἀγένητος ἔχει τὴν ἀπειρίαν».

Καὶ πάλιν· «μισθὸν δωρουμένου τοῖς πειθομένοις αὐτῷ τὴν ἀγένητον θέωσιν»· ἀγένητον δὲ λέγω θέωσιν «τὴν κατ’ εἶδος ἐνυπόστατον ἔλλαμψιν, ἥτις οὐκ ἔχει γένεσιν, ἀλλ’ ἀνεπινόητον ἐν τοῖς ἀξίοις φανέρωσιν».

Ὁ δὲ μέγας Ἀθανάσιος, «ὅτι λεγόμεθα», φησί, «μέτοχοι Χριστοῦ καὶ μέτοχοι θεοῦ δείκνυται τὸ ἐν ἡμῖν χρίσμα καὶ ἡ σφραγὶς μὴ οὖσα τῆς τῶν γενητῶν φύσεως». Καὶ πάλιν· «αὕτη τοῦ θεοῦ φιλανθρωπία ἐστίν, ὅτι ὧν ἐστι ποιητής, τούτων καὶ πατὴρ ὕστερον κατὰ χάριν γίνεται· γίνεται δέ, ὅταν οἱ κτισθέντες ἄνθρωποι λάβωσιν ‘εἰς τὰς καρδίας ἑαυτῶν τὸ πνεῦμα τοῦ υἱοῦ κρᾶζον· ἀββὰ ὁ πατήρ’.

Ἄλλως δὲ οὐκ ἂν γένοιντο υἱοὶ ὄντες φύσει κτίσματα, εἰ μὴ τοῦ ὄντος φύσει καὶ ἀληθινοῦ τὸ πνεῦμα ὑποδέξονται. Διὸ ‘ὁ λόγος σὰρξ ἐγένετο’, ἵνα τὸ ἀνθρώπινον δεκτικὸν θεότητος ποιήσῃ». Καὶ πάλιν· «ὡς πρὸς τοὺς ἀποστόλους τὸ πνεῦμα καὶ ἡ δύναμις τοῦ ὑψίστου ἐπήγγελται, οὕτω καὶ πρὸς τὴν παρθένον». Καὶ ὁ μέγας Βασίλειος· «διὰ πνεύματος ἁγίου κοινωνὸν γενέσθαι τῆς χάριτος τοῦ Χριστοῦ, τέκνον φωτὸς χρηματίζειν, δόξης ἀϊδίου μετέχειν». Καὶ πάλιν· «τὸ κινηθὲν ὑπὸ πνεύματος ἁγίου κίνησιν ἀΐδιον ζῷον ἅγιον ἐγένετο. Ἔσχε δὲ ἄνθρωπος πνεύματος εἰσοικισθέντος ἐν αὐτῷ ἀξίαν προφήτου, ἀποστόλου, ἀγγέλου, θεοῦ, ὢν πρότερον γῆ καὶ σποδός». Καὶ πάλιν· «οὐ γὰρ ὁ τὸ δοῦλον εἰληφὼς υἱὸς ἐκ δούλου καθίσταται, οὐδὲ διὰ τὴν τοῦ δούλου μετουσίαν πατέρα τὸν θεὸν καλεῖν παρρησιάζεται».

Καὶ πάλιν· «μετέχει τοῦ δημιουργοῦ τὰ κατ’ εἰκόνα, τοῦτο δὲ διὰ τοῦ πνεύματος γινόμενα. Ἄθλια μὲν γὰρ πάντα τὰ πεποιημένα πρὸς θεοῦ καὶ τῆς τοῦ δημιουργοῦ δόξης ἀπολειπόμενα κατὰ τὴν κτιστὴν φύσιν, εἰ μὴ μετέχει θεότητος.

Ἀνάξιος δὲ ὁ λόγος περὶ θεοῦ τοῦ γυμνὴν ὥσπερ καὶ ἔρημον ἑαυτοῦ περιορᾶν τὴν κτίσιν. Ἀλλ’ οὔτε ἡ κτίσις οὕτως ἀθλία οὔτε θεὸς οὕτως ἀδύνατος, ὥστε τὴν ἁγίαν μετάδοσιν μὴ διαπέμπειν ἐπὶ τὰ ποιήματα». Καὶ αὖθις· «καινὴ πάλιν ἡ κτίσις μεταλαμβάνουσα τοῦ πνεύματος, οὗπερ ἐστερημένη πεπαλαίωτο»· «συντρέχειν γὰρ δεῖ τῇ κατ’ ἀρχὴν καινότητι τὴν νῦν ἀνακαίνωσιν καὶ συνδρομήν. Ἐξετύπωσεν οὖν ἐμφυσήσας οὐχ ἕτερος ὢν παρὰ τὸν ἐξ ἀρχῆς ἐμφυσήσαντα, ἀλλ’ αὐτὸς δι’ οὗ θεὸς δέδωκε τὴν ἐμφύσησιν, τότε μὲν μετὰ ψυχῆς, νῦν δὲ εἰς ψυχήν». Ὁ δὲ Χρυσόστομος πατὴρ τὴν τοῦ θείου βαπτίσματος χάριν ἐξυμνῶν, «τότε μέν», φησίν, «‘εἰς ψυχὴν ζῶσαν ἐγένετο ὁ ἄνθρωπος’, νῦν δὲ ‘εἰς πνεῦμα ζωοποιοῦν’.

Πολὺ δὲ τὸ μέσον· ἡ μὲν γὰρ ψυχὴ οὐχ ἑτέρῳ παρέχει τὸ ζῆν, τὸ δὲ πνεῦμα οὐκ αὐτὸ ζῇ μόνον, ἀλλὰ καὶ ἑτέροις παρέχει τοῦτο. Οὕτω γοῦν καὶ νεκροὺς ἀνέστησαν οἱ ἀπόστολοι». Ταῦτα διεξοδικώτερον καὶ ὁ θεῖος Κύριλλος ἐκτίθεται, ἀνατρέπων καὶ τοὺς εἰς ψυχὴν τῷ ἀνθρώπῳ γενέσθαι λέγοντας τὸ θεῖον ἐμφύσημα. Ὃς καὶ συμπεραίνων ἤδη τοὺς λόγους, «τὸ δὲ ἐμφυσηθὲν ἐξ αὐτοῦ», φησί, «πάντως που εἶναι νοεῖται καὶ ἴδιον αὐτοῦ, ἤτοι τῆς οὐσίας αὐτοῦ. Εἶτα πῶς ἂν τὸ ἐκ τοῦ θεοῦ πνεῦμα μεταβέβληται εἰς φύσιν ψυχῆς;

Οὐκοῦν τὸ ζῷον μὲν ἐψυχώθη», φησίν, «ἀρρήτῳ δυνάμει θεοῦ καὶ τῇ πρὸς αὐτὸν ὁμοιώσει γέγονε καθὸ πέφυκεν ἀγαθὸν καὶ δίκαιον καὶ ἀρετῆς ἁπάσης εἶναι δεκτικόν. Ἡγιάσθη δὲ τοῦ θείου πνεύματος ἀποδεδειγμένον μέτοχον· ὃ καὶ διὰ τὴν ἁμαρτίαν ἀποβέβληκε». Ποῦ εἰσιν οἱ λέγοντες μίμησιν κτιστὴν καὶ φυσικὴν τὴν θεοποιὸν δωρεὰν τοῦ πνεύματος, ἀλλ’ οὐ θείαν καὶ ἀπόρρητον καὶ ἀπορρήτως ἐγγινομένην ἐνέργειαν; Καὶ ταῦτα τοῦ ἁγίου Μαξίμου λέγοντος· «πάσχομεν ὡς ὑπὲρ φύσιν οὖσαν, ἀλλ’ οὐ ποιοῦμεν τὴν θέωσιν». Καὶ πάλιν· «θεώσεως οὐδὲν κατὰ φύσιν ἐστὶ ποιητικόν».

Ἀλλ’ ἐπανελθόντες ὅθεν ἐξέβημεν, ἐπὶ τὰ ἑξῆς τὸν λόγον προάγωμεν. Οὐδὲν γὰρ ἄρα τὸ προσιστάμενον ἡμᾶς ἔτι λέγειν ὅτι, καθάπερ «οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός», οὕτως οὐδὲν τὸ μετέχον θεοῦ, εἰ μὴ μόνοι τῶν ἀγγέλων οἱ ἀγαθοὶ καὶ τῶν ἀνθρώπων οἱ μυστικῶς αὖθις κατὰ ψυχὴν εἰσδεξάμενοι τὸ θεῖον ἐμφύσημα, ὃ τοῦ Ἀδὰμ τὴν ἀρχὴν ἀπανέστη διὰ τὴν ἀθέτησιν τοῦ θείου προστάγματος. Ἡδέως δ’ ἂν ἐροίμην τὸν ἀπαναινόμενον τὴν γνώμην· ἆρ’ οὐκ ἀνάγκη πᾶσα τὸ μεθέξον ἑτέρου τῆς κατ’ αὐτὸ μεθέξεως προϋποκεῖσθαι δύνασθαι καὶ καθ’ ἑαυτό τι εἶναι πρότερον;

Τὰ τοίνυν μετοχῇ θεοῦ ζῶντα αἰσθητικῶς ἢ λογικῶς ἢ νοερῶς, ποίας αἰσθήσεως εὐμοίρουν ἄν, ἢ λόγου τε καὶ νοῦ, μήπω μετασχόντα τοῦ θεοῦ; Τὸ εἶναι φαίη τις ἔχειν ἐκεῖνα μόνον, ᾧ ταῦτα ἐπεγένετο; Ἀλλὰ καὶ τοῦτο μεθέξει ἔχει τοῦ θεοῦ. Φανερὸν ἄρα ὡς οὐ μετέχει ταῦτα τοῦ θεοῦ κυρίως, ἀλλ’ ὡς τῆς δημιουργικῆς ἐκείνου ἐνεργείας καὶ δυνάμεως ἀποτελέσματα θεοῦ λέγεται μετέχειν, καθάπερ καὶ τὰ τεχνητὰ πάντα μετέχειν λέγοιτ’ ἂν κατ’ ἀμυδρὰν ἀπήχησιν τῆς τοῦ τεχνίτου διανοίας, ἐνεργοῦς ὄντα διανοίας ἄμοιρα παντάπασιν.

Οἱ δὲ ἅγιοι προϋποκειμένην ἔχοντες τὴν φύσιν τὴν κτιστήν, ἐπ’ αὐτῇ προσκτῶνται τὴν ὑπερφυᾶ καὶ θείαν μετοχήν, οὐχ ὡς τὴν τέχνην τὰ προηγμένα κατ’ αὐτήν, ἀλλ’ ὡς οἱ ἀνειληφότες καὶ ὑποδεξάμενοι τὴν ἐπιστήμην, «ἀεὶ μὲν συμπαροῦσαν, ἐνεργείᾳ δὲ προφαινομένην ἡνίκ’ ἂν δέοι», κατὰ τὰς διαφόρους τῶν χαρισμάτων τοῦ πνεύματος ἰδέας. «Καὶ ὡς ὁ ἐν ἡμῖν», φησί, «λόγος, οὕτω τὸ πνεῦμα ἐν ἡμῖν· ποτὲ μὲν αὐτὸς ὁ ἐγκάρδιος, ὅταν ‘συμμαρτυρῇ τὸ πνεῦμα τῷ πνεύματι ἡμῶν’ καὶ ὅταν ‘κράζῃ ἐν ταῖς καρδίαις ἡμῶν ἀββὰ ὁ πατήρ’, ποτὲ δὲ ὡς ὁ διὰ γλώττης προφερόμενος· ‘οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες’, φησὶν ὁ τὴν ἀναντίρρητον διδοὺς σοφίαν, ‘ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν’. Ἀλλὰ καὶ ὡς ὅλον ἐν μέρεσι νοηθείη ἄν, φησί, κατὰ τὴν τῶν χαρισμάτων διανομήν. Διὸ καὶ ‘πάντες ἐσμὲν ἀλλήλων μέλη’». Πρὸς δὲ «καὶ ὡς ἡ δύναμις τοῦ ὁρᾶν ἐν τῷ ὑγιαίνοντι ὀφθαλμῷ, οὕτως ἡ ἐνέργεια τοῦ πνεύματος ἐν τῇ κεκαθαρμένῃ ψυχῇ». Διὸ καὶ ἀπόρροιαν ὁ αὐτὸς ὀνομάζει τοῦ πνεύματος τὸν ἐξ αὐτοῦ φωτισμόν. «Ὡς γὰρ τὰ τοῖς ἀνθηροῖς», φησί, «παρακείμενα χρώμασιν ἐκ τῆς περιρρεούσης αὐγῆς καὶ αὐτὰ καταχρώννυται, οὕτως ὁ ἐναργῶς ἐνατενίσας τῷ πνεύματι ἐκ τῆς ἐκείνου δόξης μεταμορφοῦταί πως πρὸς τὸ φανότερον, οἷόν τινι φωτὶ τῇ ἐκ τοῦ πνεύματος ἀληθείᾳ καταλαμπόμενος».

Γρηγόριος δὲ ὁ τῆς θεολογίας ἐπώνυμος κατάλογον ποιησάμενος τῶν διαδεξαμένων ἐξ ἀνθρώπων γεγονυῖαν τὴν ἀδελφὴν Γοργονίαν καὶ εἰπὼν ὡς, «εὖ οἶδα κρείσσω καὶ μακρῷ τιμιώτερα τὰ παρόντα σοι νῦν ἢ κατὰ τὰ ὁρώμενα, ἦχος ἑορταζόντων, ἀγγέλων χορεία, τάξις οὐρανία, δόξης θεωρία, τῆς τ’ ἄλλης καὶ τῆς ἀνωτάτω τριάδος ἔλλαμψις καθαρωτέρα τε καὶ τελεωτέρα, προσαστραπτούσης ταῖς ἡμετέραις ψυχαῖς ὅλῳ τῷ φωτὶ τῆς θεότητος», ταῦτ’ εἰπὼν ἐπιστρεπτικῶς πρὸς αὐτήν, εἶτ’ ἐπαναλαβὼν τὸν λόγον καὶ συνελών, «πάντων ἀπολαύεις», φησίν, «ὧν ἔτι ὑπὲρ γῆς εἶχες τὰς ἀπορροίας διὰ τὸ γνήσιον τῆς πρὸς αὐτὰ νεύσεως».

Τοιαύτη γὰρ ἡ τῆς ἀπορροίας φύσις, καὶ μεταδιδομένη μένει τοῦ μεταδιδόντος ἀχώριστος, μείωσιν οὐδ’ ἡντινοῦν ὑποστάντος τῇ μεταδόσει· πῶς γὰρ ἄν τι τοιοῦτον πάθοι διὰ τὴν ἀκτῖνα τὸ φῶς ἢ διὰ τὴν αὐγὴν αὖθις αὕτη;

Καὶ μή μοι τὰς ὑλικὰς ἀπορροίας προαγάγῃς εἰς μέσον. Ἀλλὰ πᾶσαν ἀπεμφαίνουσαν σημασίαν ἐκκαθάρας αὐτῆς, οὕτω μοι σκόπει κατὰ τὸ ἐγχωροῦν τὸν τρόπον τῆς πρὸς τοὺς ἀξίους χορηγίας τοῦ πνεύματος. Πῶς ἀπορρήτως ἐμφανῶς ἅπασιν ἐλλάμπει τοῖς ἀξίοις; «Καθάπερ ἡλίου βολαί», φησί, «φωτίσασαι νέφος καὶ λάμπειν ποιοῦσι χρυσοειδῆ ὄψιν ποιοῦσαι». Νόει δέ μοι καὶ τὰς νεφέλας ταύτας, τὰ σκεύη τοῦ φωτός, αἴσθησίν τε θείαν ἐχούσας τοῦ φωτὸς ἐκείνου καὶ πεφυκυίας οἷόν τινας καταλλήλους ὀφθαλμοὺς μεταλήψει τοῦ φωτός, φῶς παραπλήσιον τελεῖσθαι καὶ φωτὶ τοιούτῳ χρῆσθαι.

Οὕτω τοίνυν ἔνθεοι καὶ θεοειδεῖς γενόμενοι μόνοι κυρίως οἱ ἅγιοι μετέχουσι θεοῦ. Μὴ μετέχοντες μόνον, ἀλλὰ καὶ μεταδιδόντες. Μηδὲ τῶν γεγονότων μόνων ὄντες ἐπιγνώμονες, ἀλλ’ ἔστιν ἃ καὶ τῶν μηδαμῇ πω προηγμένων ἐκ μὴ ὄντος ἐπιστάμενοι. Μηδὲ ζῶντες μόνον, ἀλλὰ καὶ ζωοποιοῦντες, ἃ κτιστῆς δυνάμεως οὐκ ἔστι. Δεῖ δὲ ὅμως μετὰ τὴν ἀπόδειξιν τῆς ἀληθείας καὶ τῶν τῆς ἀληθείας κηρύκων αὖθις ἐπαΐειν τοὺς ἁγίους μόνους λεγόντων μετέχειν τοῦ θεοῦ· τούτους γὰρ ἡμεῖς ἀεὶ μάρτυρας τῆς ἀληθείας προβαλλόμεθα.

Φησὶ τοίνυν ὁ μέγας Βασίλειος· «καθαρθέντα δὴ οὖν ἀπὸ τοῦ αἴσχους ὃ ἀνεμάξατο διὰ τῆς κακίας, καὶ πρὸς τὸ ἐκ φύσεως κάλλος ἐπανελθόντα καὶ οἷον εἰκόνι βασιλικῇ τὴν ἀρχαίαν μορφὴν διὰ καθαρότητος ἀποδόντα, οὕτως ἐστὶ μόνως προσεγγίσαι τῷ παρακλήτῳ». Καὶ πάλιν· «τὸ πνεῦμα τὸ ἅγιον ἀπρόσιτον τῇ φύσει, χωρητὸν δι’ ἀγαθότητα· πάντα μὲν πληροῦν τῇ δυνάμει, μόνοις δὲ ὂν μεθεκτὸν τοῖς ἀξίοις· οὐχ ἑνὶ μέτρῳ μετεχόμενον, ἀλλὰ κατὰ ἀναλογίαν τῆς πίστεως διαιροῦν τὴν ἐνέργειαν». Καὶ πάλιν· «τὸ οὖν ἀχώρητον μὲν τῷ κόσμῳ, τοῖς ἁγίοις δὲ μόνοις διὰ καθαρότητα καρδίας θεωρητὸν τί χρὴ νομίζεσθαι, ἢ ποταπὰς τιμὰς συμμέτρους ὑπάρχειν αὐτῷ»; Καὶ πάλιν· «τοῖς μέντοι μαθηταῖς ἑαυτοῦ καθαρότητα ζωῆς ἐκ τῶν διδαγμάτων αὐτοῦ μαρτυρήσας ὁ κύριος, τὸ καὶ ἐποπτικοῖς ἤδη εἶναι καὶ θεωρητικοῖς τοῦ πνεύματος ἀποδίδωσι». Καὶ πάλιν· «οἱ γὰρ καταπατοῦντες τὰ γήϊνα καὶ ὑπεράνω αὐτῶν γενόμενοι ἄξιοι τῆς δωρεᾶς τοῦ ἁγίου πνεύματος μεμαρτύρηνται».

Ἵνα δὲ καὶ παραδειγματικῶς δι’ ἀμυδρᾶς εἰκόνος τῶν μεθέξεων τούτων παραστήσωμέν σοι τὴν διαφοράν, μετέχει μὲν πυρὸς τὸ κεραμεοῦν τρυβλίον καὶ μετὰ τὸ πρὸς χρῆσιν ἀποληφθῆναι τῆς καμίνου πυρὸς ἴχνη διασῶζον· τό τε γὰρ τοῦ χρώματος ἐρυθροειδὲς καὶ τὸ ἐπιεικῶς αὖον καὶ στερρὸν τῆς ὕλης ἄντικρυς ἐκ τοῦ πυρός· ἀναλισκομένου γὰρ ἐκεῖθεν τοῦ ὑγροῦ καὶ τοῦ πυρὸς τοῦτο διαβοσκομένου καὶ μελαίνοντος τῇ καύσει συνεπιπλέκεται τὸ τοῦ πυρὸς ξανθὸν τῇ τοῦ γεώδους φυσικῇ λευκότητι καὶ οὕτως ἐκ ξανθοῦ καὶ λευκοῦ καὶ μέλανος διαμεμιγμένων ἄκρως ἡ βαφὴ πυρουμένῳ τῷ πεφυραμένῳ ἐπιγίνεται καὶ τὸ χαῦνον τοῦ γεώδους σφίγγεται τῶν ἐν τῷ βάθει πόρων οὕτω μεμυκότων ὑπὸ τῆς βίας τοῦ πυρός, ὡς μηκέτι τῷ ὕδατι παχυμερεῖ ὄντι παρείσδυσίν τινα διδόναι. Ταῦτ’ ἄρα καὶ περιρρεόμενον ὕδατι τοὐντεῦθεν ἀδιάλυτον ὡς ἄτεγκτόν ἐστιν. Ἀλλὰ καὶ λίθου καὶ χοὸς ἰσομετρήτου πολλῷ κουφότερόν τε καὶ θερμότερον, ἃ παρὰ τοῦ πυρὸς δήπου προσελάβετο. Μετέχει γοῦν τὸ κεράμιον καὶ πρὸς χρῆσιν ἤδη προκείμενον πυρός. Μετέχει δὲ καὶ ὁπηνίκ’ ἂν ἐπικέηται τῇ καμίνῳ καιομένῃ καὶ διαπεπυρακτωμένον ᾖ συνημμένον τῷ πυρί. Ἀλλὰ τότε μὲν οὐ τῶν ἀποτελεσμάτων μόνων, ἀλλὰ καὶ αὐτῶν τῶν ἐνεργειῶν μικροῦ πασῶν μετέχει τοῦ πυρός, θερμότητός τε καὶ τῆς καυστικῆς δυνάμεως οὐκ ἀπολείπεται.

Μεταδοίη δ’ ἂν καὶ τῆς ἐνεργείας, ἧς αὐτὸ μεταλαμβάνει, παντὶ τῷ προσπελάσαντι ῥαδίως, εἴπερ ἐπιτηδείως ἔχει πρὸς μετάληψιν ἐκεῖνο, καίτοι τὴν φύσιν ἀμετάβλητον ἔχον καὶ γῆ τυγχάνον κατ’ αὐτήν. Τὸ δ’ ἔξω τῆς καμίνου πρὸς χρῆσιν μετακομισθὲν τῶν μὲν ἀποτελεσμάτων τῆς ἐνεργείας τοῦ πυρὸς μετείληχε, τῶν δὲ ἐνεργειῶν οὐκέτι.

Ἐντεῦθεν δή μοι νόει κατὰ τὸ ἐγχωροῦν ἀναλεγόμενος ἐκ τῶν σκευῶν τὰ χρήσιμα πρὸς τὴν τοῦ προκειμένου σκέψιν, ὡς ἡ μὲν φυσικὴ ζωὴ καὶ ὕπαρξις καὶ γνῶσις καὶ ὅσα τῶν τοιούτων τῶν θείων ἐνεργειῶν ἀποτελέσματά εἰσιν, ἀλλ’ οὐχὶ ἐνέργειαι κυρίως. Τῶν δὲ ὑπαρχόντων τε καὶ ζώντων θείως καὶ ὑπερφυῶς ἡ ἔνθεος ζωὴ καὶ χάρις ἐνέργειά ἐστιν ὡς ἀληθῶς θεία καὶ ὑπερφυής, καθ’ ἣν ἕνωσις γίνεται θεοῦ καὶ τῶν ἀξίων θεοῦ. Κτιστὰ μὲν οὖν καὶ τῶν θείων ἐνεργειῶν ἐστιν ἀποτελέσματα, ἀλλ’ οὐχὶ καὶ ἐνέργειαι, πάνθ’ ὅσα δημιουργικῷ προστάγματι παρήχθη ἐκ μὴ ὄντων. Μονὴν δὲ τοῦ κυρίου κατὰ τὴν ἐπαγγελίαν μετὰ τοῦ πατρὸς ποιήσαντος ἐν τοῖς ἀξίοις, τὰ τοῖς θεοφόροις ἐγγινόμενα οὐ δημιουργικῷ προστάγματι τελεῖται, ἀλλὰ θεοῦ θείᾳ ἑνώσει τε καὶ ἐνοικήσει, θεουργικῇ δυνάμει τε καὶ χάριτι μεταδιδόντος τοῖς συνημμένοις τῶν ἐκ φύσεως αὐτῷ προσόντων.

Οὐκ ἄρα τῶν ἀποτελεσμάτων μόνων, ἀλλὰ καὶ αὐτῶν τῶν τοῦ θεοῦ ἐνεργειῶν ἀγγελομιμήτως τε καὶ ἀγγελοπρεπῶς οἱ ἅγιοι μετέχουσιν· ἀγγέλοις γὰρ ὁ μέγας Βασίλειος πρὸς τὸ ἅγιον πνεῦμα ταύτην εἶναι λέγει τὴν διαφοράν, «ὅτι τῷ μὲν φύσει ἡ ἁγιωσύνη, τοῖς δὲ ἐκ μετουσίας ὑπάρχει τὸ ἁγιάζεσθαι».

Οὕτω λάμψουσιν οἱ δίκαιοι, ὡς ὁ κύριος ἔλαμψεν ἐπ’ ὄρους· καὶ βασιλείαν οὐ κτιστὴν οὐδ’ ἑτέραν ὅλως ἕξουσιν, ἀλλὰ τὴν αὐτὴν ἐκείνῳ. Οὕτω κἀνταῦθα ἐν τῷ Παύλῳ ζῇ τε καὶ λαλεῖ Χριστός, καίτοι Παύλου ὄντος τοῦ ζῶντος καὶ λαλοῦντος. Οὕτω Πέτρος θανατοῖ καὶ ζωογονεῖ, καίτοι θεοῦ μόνου τοῦ θανατοῦντος καὶ ζωογονοῦντος ὄντος. Οὕτω μετ’ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης καὶ σωματικοῖς ὀφθαλμοῖς ἐπ’ ὄρους τὸ ἀνέσπερον καὶ ἀδιάδοχον ὁρῶσι φῶς, ὃ καὶ Παῦλον περιλάμψαν ὕστερον, τὴν μὲν ὀπτικὴν αἴσθησιν αὐτοῦ ἠμαύρωσε μὴ διενεγκοῦσαν τὴν ὑπερβολὴν τῆς λαμπρότητος· οὐ γὰρ χωρεῖ σαρκὸς φύσις τοῦ φωτὸς ἐκείνου τὴν δύναμιν. Οὕτω Στέφανος ἀπὸ γῆς εἰς οὐρανὸν ὁρᾷ καὶ μετὰ σώματος. Καὶ χειρῶν σωματικῶν ἁφῇ χορηγία πνεύματος ἁγίου γίνεται, μεταδιδοῦσα τῷ γνησίως καὶ ἀληθῶς προσπελάσαντι θείας ἐνεργείας καὶ χάριτος, ἣ καὶ διὰ τούτου πάλιν ἑτέρῳ διαδόσιμος γίνεται, καὶ δι’ αὐτοῦ πάλιν ἄλλῳ, καὶ χωρεῖ κατὰ διαδοχὴν τῷ παντὶ χρόνῳ συμπαρατείνουσα.

Ὢ τίς ἀξίως ὑμνήσῃ, θεοῦ μονογενὲς λόγε, τῆς σῆς ἐπὶ γῆς παρουσίας τὴν δύναμιν; Οὐ γὰρ ἀνάπτεταί ποτε ξένῳ καὶ γηΐνῳ πυρὶ τὸ σὸν θεῖον θυσιαστήριον· ξένῳ δ’ ἕτερον τρόπον καὶ οὐρανίῳ, τηρουμένου τῇ διαδόσει τοῦ πυρὸς ἀσβέστου, ὃ βαλεῖν ἦλθες ἐπὶ γῆς διὰ φιλανθρωπίας ἀνείκαστον πέλαγος. Οὗ καὶ τὰ λειτουργικά σου μετέχουσι πνεύματα, καὶ δι’ οὗ δαίμονες φυγαδεύονται. Ὃ Μωϋσῆς εἶδεν ἐπὶ τῆς βάτου, καὶ δι’ οὗ γῆθεν Ἠλίας ἀνήρπασται.

Ὃ καὶ τῶν σῶν ἀποστόλων ὁ χορὸς εἶδεν ἀπὸ τοῦ σοῦ σώματος προχεόμενον, καὶ δι’ οὗ Παῦλος περιελάμφθη καὶ μετεσκευάσθη πρὸς μαθητὴν ὁ διώκτης. Ὃ δύναμίς ἐστιν ἀναστάσεως καὶ ἀθανασίας ἐνέργεια, ψυχῶν ἁγίων φωτισμὸς καὶ λογικῶν πασῶν δυνάμεων σύστασις.

Ἀλλὰ γὰρ τῶν εἰρημένων ἀπόδειξις τὰ κατ’ αἴσθησιν δῆλα σημεῖα παραληφθέντα πρὸς καιρόν, ὡς ἄρα καὶ τοὺς μὴ πάμπαν ἰσχυρογνώμονας πεῖσαι· μετέσχε γὰρ ζωῆς ἡ τοῦ ἀρχισυναγώγου παῖς καὶ ὁ υἱὸς τῆς χήρας ἁφῇ καὶ φωνῇ δεσποτικῇ· μετέσχε δὲ καὶ ἡ ἐν Ἰόππῃ Ταβηθὰ καὶ ὁ ἐν Τρωάδι νεανίας Εὔτυχος, ὁ μὲν ἁφῇ Παύλου, ἡ δὲ φωνῇ Πέτρου. Ποίας μετεχόντων τούτων ζωῆς; Οὐ τῆς ζωοποιοῦ ἣν εἶχεν, ἀλλ’ οὐ μετεῖχεν ὁ δεσπότης; Ἆρ’ ἔχει τις ἔτι λέγειν ὡς οὐ τῆς φυσικῆς καὶ ἀκτίστου θείας ἐνεργείας μετέχουσιν οἱ ἅγιοι πάντες, οἱ τῇ κατὰ προαίρεσιν ἐλλείψει τῆς φύσεως ἐκ μόνης τῆς χάριτος γνωριζόμενοι, καὶ μέλλοντες ἐκ τῆς κατ’ αὐτὴν τοσοῦτο διαδειχθῆναι δυνάμεως, ὁπόσον ὁ φύσει θεὸς τῆς ἡμῶν σαρκωθεὶς ἀσθενείας μετείληφεν, ἀντιμετρουμένης, ὡς οἶδεν αὐτός, τῇ αὐτοῦ κενώσει τῆς τῶν χάριτι σωζομένων θεώσεως; Καὶ πῶς ἄρα εἴπερ κληρονομήσουσι τὴν τοῦ θεοῦ βασιλείαν, ἣ «τῶν προσόντων αὐτῷ φυσικῶν ἀγαθῶν κατὰ χάριν ἐστὶ μετάδοσις»;

Ὅλους εἰσδύντας εἰς ἑαυτὸν προσεμένῳ καὶ μεταδόντι τῆς οἰκείας δόξης τε καὶ λαμπρότητος, ὡς μηδόλως ἐξ ἑαυτῶν γνωρίζεσθαι δύνασθαι, καθάπερ καθαρὸς ἀὴρ διόλου πεφωτισμένος φωτί, μᾶλλον δὲ καθάπερ λογικὸς χρυσὸς ἀκίβδηλος, ἐκπεπυρακτωμένος ἀΰλῳ τε καὶ θείῳ πυρί, «θεῶν τῇ θεώσει γεγενημένων, καὶ μόνης τῆς θείας ἐνεργείας ἐπειλημμένων διὰ τὴν ἐκνικήσασαν χάριν τοῦ πνεύματος, ὡς εἶναι μίαν καὶ μόνην διὰ πάντων ἐνέργειαν τοῦ τε θεοῦ καὶ τῶν ἀξίων θεοῦ», κατὰ τὸν ἐνθεαστικῶς εἰπόντα Μάξιμον, «ὅλου ὅλοις τοῖς ἀξίοις ἀγαθοπρεπῶς περιχωρήσαντος».

Ὡς γὰρ πάντα μὲν τὰ ἀπομόργματα μετέχει τῆς σφραγῖδος, κινεῖται δ’ ὅμως ἕκαστον ὁποίποτε διῃρημένον, ἂν δ’ ἀπολαβὼν ἐκείνων ἓν ἐναρμόσῃς τῇ σφραγῖδι, οὐκέτ’ ἔχει λοιπὸν ἄλλοσέ ποι φέρεσθαι, ἀλλὰ τὴν αὐτὴν ἔχει κίνησιν τῷ ἀρχετύπῳ ἓν αὐτό τε κἀκεῖνο γεγονός, πλὴν τῆς καθ’ αὑτὴν διαφερούσης ὕλης, οὕτω τῆς θείας ἐν ἡμῖν εἰκόνος ἀνελθούσης πρὸς τὸ ἀρχέτυπον, τὰ τῆς θεσπεσίας ἐκείνης εὐχῆς ὑπὲρ ἡμῶν τελεῖται· δὸς γὰρ αὐτοῖς, φησίν, «ἵνα πάντες ἓν ὦσιν, ὥσπερ ἐγώ, πάτερ, ἐν σοὶ καὶ σὺ ἐν ἐμοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν» ἐν ἀληθείᾳ. Οὕτως «ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν». Οὕτω τὸ μυστήριον τῆς ἐκ σωμάτων συναφείας εἰς μίαν σάρκα συνδρομῆς ὄντως μέγα ἐστίν, ἀλλ’ «εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν».

Ἐπιδίδωσι μὲν οὖν ἡ σφραγὶς ὅλην ἑαυτὴν τῷ ἐκμαγείῳ, μεταλαγχάνει δ’ ἕκαστον αὐτῶν κατὰ τὸ ἐγχωροῦν τῇ τῆς οἰκείας ἐπιτηδειότητος ἀναλογίᾳ, οὐ τῶν χαρακτήρων λέγω μόνον, ἀλλὰ καὶ τῆς πρὸς τὸ τυποῦν ἑνώσεως.

Τί ἔτι σύνθεσιν δέδοικας ἐπὶ θεοῦ, καὶ τῶν ἐνεργειῶν ἀκτίστων οὐσῶν τε καὶ λεγομένων; Πολλῷ μᾶλλον δέδιθι, μὴ κτίσμα ποιήσῃς τὸν θεόν, τὰς αὐτοῦ φυσικὰς ἐνεργείας ἡγούμενος κτιστάς, τοῦ θείου Δαμασκηνοῦ περὶ τῶν ἐπὶ Χριστοῦ δύο λέγοντος ἐνεργειῶν, ὡς «ἡ μὲν κτιστὴ κτιστὴν δηλώσει φύσιν, ἡ δὲ ἄκτιστος ἄκτιστον χαρακτηρίσει οὐσίαν· δεῖ γὰρ κατάλληλα ταῖς φύσεσιν εἶναι τὰ φυσικά»· καὶ συνῳδὰ τούτῳ τοῦ σεπτοῦ Μαξίμου· «τοῦ φυσικοῦ θελήματος καὶ τῆς οὐσιώδους ἐνεργείας ἀναιρουμένων, τῆς τε θείας καὶ ἀνθρωπίνης οὐσίας, πῶς θεὸς ἢ ἄνθρωπος ἔσται»; Τί δέ, οὐχὶ καὶ τὰ ὑποστατικὰ τῆς ἀνωτάτω τριάδος πολλὰ ὄντα, ἄκτιστά ἐστι; Πῶς οὖν οὐ πολλοὶ θεοὶ ἢ σύνθετος διὰ ταῦτα εἷς; Ἢ σὺ κακεῖνα ἓν κατὰ πάντα καὶ ταὐτὸν ἐρεῖς τῇ τοῦ θεοῦ οὐσίᾳ καὶ ἀδιάφορον παντάπασι, καθάπερ καὶ τὴν ἐνέργειαν; Δέδοικα μὴ θεὸν ἡμῖν εἰσάγῃς παντελῶς ἀνούσιον καὶ ἀνυπόστατον· ταῦτα γὰρ πάντα καθ’ αὑτὰ πάντως ἀνυπόστατα. Σὺ δὲ κατὰ πάντα λέγεις ταὐτὰ ταῦτα τῇ οὐσίᾳ τοῦ θεοῦ καὶ τὸν θεὸν ἕνα κατὰ πάντα τρόπον καὶ ἀμερῆ, μὴ συνιεὶς ὅτι καὶ πληθύνεται μένων εἷς καὶ μερίζεται μένων ἀμερής, καὶ μετέχεται ποικίλως ἄτμητος ὢν πάντῃ καὶ τῆς ἑαυτοῦ ἑνότητος ἐχόμενος ἀνεκφοιτήτως καθ’ ὑπερούσιον δύναμιν.

Εἰπὲ δή μοι· καὶ ἐπὶ μιᾶς ἑκάστης ὑποστάσεως οὐχὶ πολλὰ τὰ ὑποστατικά εἰσιν; Ὁ γὰρ πατὴρ ἀναίτιός τε καὶ αἴτιος, προβολεύς τε καὶ γεννήτωρ· ἀκτίστως δὲ δήπου ταῦτ’ ἔχει πάντα ὁ πατήρ. Ἆρ’ οὖν ταὐτὸν παντάπασιν αὐτὸς ἡγῇ τῇ ὑποστάσει τὰ ὑποστατικά, καθάπερ ἐκεῖ κατὰ μηδὲν διενηνοχέναι τῆς φύσεως τὰ φυσικὰ καὶ τὰ οὐσιώδη τῆς οὐσίας;

Ὑπόστασιν οὐκοῦν ἐρεῖς τὰ ὑποστατικά, καθάπερ φύσιν ἔλεγες τὰ φυσικὰ συνωνύμως, ἀλλ’ οὐχ ὁμωνύμως; Ἀλλ’ οὐχ οἱ πατέρες οὕτως· ἐνυπόστατα γὰρ ταῦτα λέγουσιν, ἀλλ’ οὐχ ὑπόστασιν, ὥσπερ ἐκεῖνα οὐκ οὐσίαν, ἀλλ’ ἐνούσια κυρίως.

Ἄλλως τε καὶ περὶ μίαν ἑκάστην τῶν ὑποστάσεων, ὑποστατικῶν πολλῶν καὶ διαφόρων ὄντων, πῶς ἔσται ταὐτὸ ὑπόστασις καὶ ὑποστατικόν; Πολλῶν οὖν καὶ διαφόρων ἀκτίστων ἀναπεφηνότων τῶν ὑποστατικῶν κατὰ τὴν σὴν εὐεπιβολωτάτην καὶ μετέωρον καὶ ἀσφαλῆ διάνοιαν, ἢ πολλοὶ ἔσονται θεοὶ ἢ σύνθετος ἑκάστη τῶν θείων ὑποστάσεων.

Οὕτω πολυσύνθετον ἡμῖν τὸν θεὸν ἀνέδειξας ὁ τῆς ὑπὲρ πάντα νοῦν ἁπλότητος αὐτοχειροτόνητος προστάτης. Ἀλλ’ ὦ τάν, αἱ συνθέσεις τῶν αὐθυποστάτων οὐ τῶν ἐν ἑτέρῳ θεωρουμένων εἰσί—καὶ τοῦτο κοινόν ἐστι δόγμα καὶ τῶν ἔξωθεν καὶ τῶν ἄνωθεν σοφῶν—οὐδέν τε τῶν ὄντων μετ’ οἰκείας ἐνεργείας λέγεταί ποτε συγκεῖσθαι· καὶ γὰρ οὐδ’ ἡ καυστικὴ δύναμις ὅτι καὶ θερμαίνει σύνθετος, οὐδ’ ἀκτὶς διὰ τὸ φῶς. Τοιγαροῦν μᾶλλον τοῦτο συμβήσεταί σοι τῷ πρεσβεύοντι τὴν κατὰ πάντα τρόπον ἀδιάκριτον τοῦ ἀκτίστου φαντασίαν ἐπὶ τοῦ τριττοῦ τῶν ὑποστάσεων· πολλὰ γάρ ἐστιν εἰς ἓν συνιόντα ἄκτιστα, καὶ τούτων ἕκαστον ἐνυπόστατον ὡς αὐθυπόστατον. Τὰ δὲ φυσικὰ καὶ ὑποστατικὰ ταῦτ’ ἐπὶ θεοῦ σύνεισι μὲν εἰς ἓν πολλά, οὐδὲν δὲ τούτων ἐν ὑποστάσει ὡς αὐθυπόστατόν ἐστιν, οὐδ’ ἦν πρότερον, οὐδ’ ἔπειτ’ ἔσται, οὐδέ τι τῶν φυσικῶν τούτων δυνατὸν ἑτέρᾳ τινὶ οὐσίᾳ ἐνυπάρξαι, οἷα ἔμφυτον. Πᾶν δὲ σύνθετον ἢ ἐκ διαφόρων οὐσιῶν κατὰ ἀνάχυσιν ἢ καθ’ ἕνωσιν ἀσύγχυτον, ἐν οἷς ὑποστατικὰ μὲν ἐνθεωρεῖται πλείω τοῦ ἑνός, ὑποστάσεις δὲ τέλειαι οὐ πλείω τῆς μιᾶς ἑκάστῳ —ἐπεὶ οὐκ ἔσται ἓν οὐδὲ συντεθήσεται—καὶ κατὰ ταύτας διαφέρον, ἢ γοῦν ἐκ διαφόρων οὐσιῶν, ἢ ἐξ οὐσίας καὶ τῶν ἐνθεωρουμένων ὡς ἐν ὑποκειμένῳ ταύτῃ ἐναντιοτήτων καὶ οὐσιωδῶν διαφορῶν.

Μὴ μέντοι μόνῃ ταύτῃ, ἀλλὰ καὶ φύσεσιν ἑτέραις ὑπαρχουσῶν ἐμφύτων, καθ’ ἃ καὶ ἀλλοιώσεις κατ’ αὔξησιν καὶ μείωσιν, πρόσληψίν τε καὶ ἀπόθεσιν ἐπιδέχονται πάντα τὰ κτιστά, ἐνεργοῦντά τε καὶ πάσχοντα, καὶ οὕτως ἀφαίρεσιν ὑφίσταταί πως τῶν πρότερον συνόντων.

Ὅθεν δείκνυται διαιρετὰ τελείως· πᾶν δὲ διαιρετὸν τοιοῦτον ἐξ ἀνάγκης σύνθετον. Ἐπὶ δὲ τοῦ θεοῦ μιᾶς οὐσίας ὄντος ἀμεροῦς οὐκ ἔστιν οὐ μείωσις, οὐκ αὔξησις, οὐ προσθήκη, οὐκ ἀφαίρεσις· οὐκοῦν οὐδὲ διαίρεσις, ἥτις ἂν φανερὰν ἡμῖν ποιήσηται τὴν προτέραν σύνθεσιν. Καὶ «ὅσα δὲ ἔχει ὁ θεός», ἵνα κατὰ τὸν μέγαν Ἀθανάσιον εἴπω, «φύσει ἔχει καὶ οὐκ ἐπίκτητα»· καὶ ὡς ἐνεργῶν μόνον, ἀλλ’ οὐχὶ πάσχων κατ’ αὐτά. Διὸ καὶ τῆς μεταβολὴν φερούσης ἐναντιότητος ἀνεπίδεκτός ἐστι παντάπασι, διαφορὰς μόνος ἁπάντων οὐκ ἔχων οὐσιώδεις, ἐνεργείας δ’ ἔχων, καθὰ προαπέδειξεν ὁ λόγος, δι’ ἃς ὡς ὕλη πάνθ’ ὑπόκειταί οἱ καὶ αὐτὰ τὰ νοερὰ φέροντι πάντα καὶ μετασκευάζοντι ῥήματι, μᾶλλον δὲ βουλήματι, ταὐτὸν δ’ εἰπεῖν δι’ ἐνεργείας ἀχρόνου καὶ ἀκαμάτου καὶ ἀπαθοῦς.

Ἀλλ’ οὐδ’ ἂν ἴδοις πώποτέ τι τῶν αὐτῷ προσόντων ἑτέρῳ τινὶ τῶν ἁπάντων ἔμφυτον. Καὶ ταῦθ’ ὡς ἐνεργοῦντι κατὰ τοῦτο μόνον· «οὐδεὶς» γάρ, φησίν, «ἀγαθός, εἰ μὴ εἷς ὁ θεός», «ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον». Πόθεν οὖν ὑπολήψῃ τὴν ἐξ ἑτεροφυῶν τοῦ θείου σύνθεσιν, μοναδικοῦ πάντοθεν ἐκφαινομένου;

Τῶν δὲ τριῶν ὑποστάσεων ἑκάστη τελεία τέ ἐστι καὶ διακεκριμένη, καὶ ἐπ’ αὐτῆς τῆς ὑπὲρ πάντα νοῦν καὶ λόγον ἀπορρήτου ἑνώσεως. Ἀλλ’ οὐδ’ ἐπινοῆσαί τις δυνήσεται πρότερον ἢ ἔπειτα μόνην ἑκάστην τῶν ἄλλων ἀφειμένην, ἵν’ ἐντεῦθεν ἐπακολουθήσῃ σύνθεσις· «οὐ φθάνω γάρ», φησίν, «ἐπὶ νοῦν ἀνενεγκεῖν τὸ ἓν καὶ τοῖς τρισὶ περιλάμπομαι».

Τὸ τοίνυν συναφὲς ἅμα καὶ τέλειον τῶν ὑποστάσεων ἀπορραπίζει κἀνταῦθα τὴν σύνθεσιν. Οὕτω μοι νόει καὶ φύλαττε τὴν ἁπλότητα τὴν θείαν, ἀλλὰ μὴ τὰς φυσικὰς αὐτοῦ προόδους ἀθετήσῃς ὡς μὴ οὔσας μηδὲ τὸ ἀνέσπερον καὶ ἀδιάδοχον φῶς ἀρκτὸν νομίσῃς μηδὲ δύο θεότητας καὶ δύο θεαρχίας καὶ ἀγαθαρχίας εἴπῃς, κτιστὰς καὶ ἀκτίστους δηλονότι· οὕτω γὰρ κυρίως δύο. Ἀμφοτέρων γὰρ οὐσῶν ἀκτίστων, τῆς τε οὐσίας καὶ τῆς ἐνεργείας, οὐδὲν κωλύσει μίαν εἶναι, ὡς ἀκτὶς καὶ ἥλιος ἓν φῶς. Μηδ’ αὐτὴν τὴν τοῦ θεοῦ θεότητα καὶ βασιλείαν κτιστὴν εἶναι οἰηθῇς· φυσικαὶ γὰρ αὗταί εἰσιν ἐνέργειαι θεοῦ. Μηδὲ τὴν θεοποιὸν χάριν εἰς κτίσμα κατασπάσῃς, μὴ καὶ τὸν ἐκ φύσεως ἔχοντα καὶ παρέχοντα τὴν χάριν ταύτην αὐτῇ συγκατασπάσῃς.

Μηδ’ εἰκῇ τὸν τοῦ θεοῦ υἱὸν καθ’ ἡμᾶς γενέσθαι δείξῃς· πῶς γὰρ ὑπὲρ ἡμῶν γενέσθαι καθ’ ἡμᾶς ἠξίωσεν, εἰ μὴ μετέδωκε πνεύματος ἁγίου, ἀλλὰ κτίσματος, μᾶλλον δὲ εἰ μὴ τὸ πνεῦμα τῆς υἱοθεσίας ἀντέδωκεν ἡμῖν τῆς σαρκός, ἣν ἐκ παρθένου προσλαβόμενος υἱὸς ἀνθρώπου γέγονε; Μηδὲ κτισμάτων οἰκητήρια τοὺς τοῦ θεοῦ ναοὺς ποιήσῃς, τοὺς ἁγίους δηλαδή, μηδὲ σαὐτὸν οὕτως ἄθλιον ἐργάσῃ, ὡς μὴ μόνον θείας καὶ θεοποιοῦ μεθέξεως ἀπέχειν, ἀλλὰ καὶ αὐτῆς ἀνέλπιδα τελεῖν, μηδὲ τὸν θεὸν οὕτως ἀδύνατον, ὥστε τὴν ἁγίαν αὐτοῦ μετάδοσιν μὴ δύνασθαι τοῖς λογικοῖς καθηραμένοις ἐνιέναι κτίσμασιν αὐτοῦ. Μᾶλλον δὲ μὴ ἀνούσιον καὶ ἀνυπόστατον αὐτὸν ποιήσῃς, ταῖς ἐνεργείαις ταὐτὸν αὐτὸν λέγων κατὰ πάντα, αἳ καθ’ αὑτὰς ἀνούσιοι καὶ ἀνυπόστατοί εἰσιν, οὐκ οὐσίαι δηλονότι οὐδὲ ὑποστάσεις οὖσαι.

Μηδὲ μεθεκτὴν ποιήσῃς τὴν ὑπερούσιον καὶ ὑπερώνυμον καὶ καθ’ αὑτὴν ἀμέθεκτον καὶ ἀνέκφαντον οὐσίαν τοῦ θεοῦ πᾶν ἄκτιστον οὐσίαν λέγων. Μηδ’ ἄλλος Εὐνόμιος ἀναφανῇς, κατ’ ἐκεῖνον τὰ ὑποστατικὰ πάντα ὡς ἄκτιστα οὐσίας λέγων προφάσει τῆς ἁπλότητος τῆς θείας. Μηδὲ μονοθελήτης γένοιο, τὴν ἐπὶ Χριστοῦ θείαν φύσιν ἐνεργείας ἄμοιρον τιθείς. Μηδὲ Σαβέλλιος ἄλλος τρόπον ἕτερον τὰ ὀνόματα ἐπὶ θεοῦ πραγμάτων ἔρημα δοξάζων, ὡς καθ’ ἑνὸς σημαινομένου πάντα, τῆς οὐσίας μόνης ἐκλαμβάνων. Μὴ σύ γε ταῦτα πάντα πάθοις, τὰς ἐνεργείας τοῦ θεοῦ κτιστὰς ἀποφαινόμενος, ἐν διακένοις ἀναπλασμοῖς ἁπλότητος μηδαμῇ οὔσης μηδαμῶς, ἀλλὰ πίστευέ μοι τὸν αὐτὸν διαιρετὸν καὶ ἀδιαίρετον θεόν, ἡνωμένον ἐν τῇ διακρίσει καὶ ἐν τῇ ἑνώσει διακεκριμένον, ἀνεκφοίτητον ἑαυτοῦ ἐν ταῖς προόδοις καὶ ἐν τῇ ἀκινησίᾳ ἀεικίνητον, ἀμερῶς μεριζόμενον καὶ ὁλοσχερῶς μετεχόμενον κατὰ τὴν εἰκόνα τῆς ἡλιακῆς ἀκτῖνος.

Ἀλλὰ παρελθὼν αὖθις εἰς τὸ μέσον ὁ θεὸν ἕνα καὶ ἁπλοῦν εἴπερ τις κηρύξας μέγας Βασίλειος δειξάτω φανερῶς, ὡς οὐ διὰ τὰς τοιαύτας ἐνεργείας σύνθετος ἔσται ὁ θεός. «Πῶς» γάρ, φησίν, «οὐκ ἀσύνθετος ὁ κατὰ τὴν οὐσίαν ἁπλοῦς;

Οὐ γὰρ δὴ οἱ δεικτικοὶ τῆς ἰδιότητος αὐτοῦ τρόποι τὸν τῆς ἁπλότητος αὐτοῦ λόγον παραλυπήσουσιν· ἢ οὕτω γε πάντα, ὅσα περὶ θεοῦ λέγεται, σύνθετον ἡμῖν τὸν θεὸν ἀναδείξει. Καί, ὡς ἔοικεν, εἰ μέλλοιμεν τὴν τοῦ ἁπλοῦ καὶ ἀμεροῦς ἔννοιαν διασώζειν, ἢ οὐδὲν ἐροῦμεν περὶ θεοῦ πλὴν τὸ ἀγέννητον καὶ παραιτησόμεθα αὐτὸν ὀνομάζειν ἄφθαρτον, ἀναλλοίωτον, δημιουργόν, κριτὴν καὶ πάντα ὅσα νῦν εἰς δοξολογίαν παραλαμβάνομεν, ἢ δεχόμενοι τὰ ὀνόματα τί καὶ ποιήσομεν; Πότερον, εἰς τὴν οὐσίαν ἅπαντα φέροντες καταθήσομεν; Οὐκοῦν οὐ μόνον σύνθετον, ἀλλὰ καὶ ἐξ ἀνομοιομερῶν συγκείμενον αὐτὸν ἀποδείξομεν, διὰ τὸ ἄλλο καὶ ἄλλο ὑφ’ ἑκάστου τῶν ὀνομάτων σημαίνεσθαι».

Ὅταν οὖν ἡμῶν ἀκούσῃς ἄλλο λεγόντων οὐσίαν καὶ ἄλλο ἐνέργειαν, τοῦτο διανοήθητι, ὡς ἄλλο καὶ ἄλλο λέγομεν τὸ ὑφ’ ἑκατέρου τούτων σημαινόμενον, ὡς καὶ ὁ μέγας ἔφη Βασίλειος. Καὶ πάλιν· «εἰ μὲν ὡς μέρος τῆς οὐσίας ἐλαμβάνομεν τὸ ἀγέννητον, εἶχεν ἂν χώραν ὁ λόγος, σύνθετον εἶναι τὸ ἐκ διαφόρων συγκείμενον· εἰ δὲ οὐσίαν τοῦ θεοῦ τὸ φῶς τιθέμεθα ἢ τὴν ζωὴν ἢ τὸ ἀγαθόν, ὅλον ὅπερ ἐστὶ ζωὴν ὄντα καὶ ὅλον φῶς καὶ ὅλον ἀγαθόν, παρεπόμενον δὲ ἔχει ἡ ζωὴ τὸ ἀγέννητον, πῶς οὐκ ἀσύνθετος ὁ κατὰ τὴν οὐσίαν ἁπλοῦς»; Καὶ πάλιν πρὸς τοὺς αὐτὸ τοῦτο τότε λέγοντας αἱρετικούς, ὅπερ οἱ ἀντιλέγοντες ἡμῖν ἀρτίως, ὅτι ἁπλοῦς ὁ θεός, καὶ πᾶν ὅπερ ἂν αὐτοῦ ἀπαριθμήσῃς γνωστὸν τῆς οὐσίας ἐστί, φησὶν ὅτι «τοῦτο σόφισμά ἐστι μυρίας τὰς ἀτοπίας ἔχον· τοσούτων γὰρ τῶν ἀπηριθμημένων ὄντων, πότερον, μιᾶς οὐσίας ταῦτα ὀνόματα καὶ ἰσοδυναμεῖ ἀλλήλοις»;

Καὶ πάλιν· «τὴν μεγαλειότητα τοῦ θεοῦ εἰδέναι λέγομεν καὶ τὴν δύναμιν καὶ τὴν σοφίαν, ἀλλ’ οὐκ αὐτὴν τὴν οὐσίαν». Ὅταν οὖν ἀκούσῃς ἡμῶν λεγόντων ὅτι ἄλλο οὐσία καὶ ἄλλο δύναμις ἢ ἐνέργεια ἐπὶ θεοῦ, διὰ τοῦτο, τοῦτο γνῶθι λέγοντας ἡμᾶς· ὅτι ἡ μὲν δύναμις ἢ ἡ ἐνέργεια τοῦ θεοῦ γινώσκεται ὁπωσδήποτε, ἡ δὲ οὐσία οὐ γινώσκεται παρ’ οὐδενός.

Ὁ δὲ τῶν γνώσεων κύριος, ὁ διδάσκων ἄνθρωπον γνῶσιν, ὁ καὶ τῆς σοφίας χορηγὸς καὶ τῶν σοφῶν διορθωτής, «ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεώς εἰσιν ἀπόκρυφοι», «δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως, αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ» «τῷ δυναμένῳ ὑπερεκπερισσοῦ ποιεῖν ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἡμῖν». ᾯ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.