Γράφων δὲ Πρὸς Γάϊον, «εἰ θεότητα», φησί, «νοήσαις τὸ χρῆμα τοῦ θεοποιοῦ δώρου, τῆς οὕτω λεγομένης θεότητος, ὡς θεαρχίας καὶ ἀγαθαρχίας ὁ πάσης ἀρχῆς ὑπεράρχιός ἐστιν ἐπέκεινα». Ἀλλ’ αὖθις ὁ αὐτὸς ἔτι περὶ τοῦ ὄντος θεολογῶν, ἐπειδήπερ ἔφη θεότητα, ὑπὲρ τὴν πάντων ἀγαθῶν αἰτίαν θεότητα, ἵνα μὴ καὶ αὐτὸς δόξῃ τοῖς ἀκούουσι τὴν αἰτίαν ταύτην νομίζειν αὐθυπόστατον ὑπάρχειν, ἀλλὰ μὴ προνοητικὴν δύναμίν τε καὶ πρόοδον τῆς ἐν ἀποκρύφοις ὑπερουσιότητος, καὶ οὕτω τοιαύτας οὐσίας εἶναι φάσκειν πλείους τῆς μιᾶς, «οὐ πολλά», φησί, «λέγω τὰ αἴτια, οὐδὲ πολλὰς θεότητας ὑπερεχούσας καὶ ὑφειμένας, ἀλλ’ ἑνὸς θεοῦ τὰς ὅλας ἀγαθὰς προόδους». Καὶ ὁ μέγας αὖ Βασίλειος τῷ ἰατρῷ ἐπιστέλλων Εὐσταθίῳ, «μὴ λίαν ἀποδέχεσθαι», φησί, «τοὺς ἐπὶ τὴν τοῦ θεοῦ φύσιν ἐκλαμβάνοντας τὸ τῆς θεότητος ὄνομα. Οὐ μήν· ἀλλ’ εἴτε τὴν φύσιν τοῦ θεοῦ φαίη τις θεότητα, μία τῶν τριῶν ἡ φύσις, εἴτε τὴν ἐνέργειαν ὀνομάσει τις θεότητα, μία τῶν τριῶν προσώπων ἡ ἐνέργεια». Καὶ Γρηγόριος πάλιν ὁ μέγας θεολόγος, «ἑνὶ φωτί», φησί, «περιαστράφθητε κατὰ τὸν τῆς οὐσίας λόγον, εἴτουν θεότητος». Καὶ ἐν τῷ Περὶ υἱοῦ δευτέρῳ λόγῳ, «ὁ ὢν καὶ ὁ θεὸς μᾶλλόν πως τῆς οὐσίας ὀνόματα· καὶ τούτων μᾶλλον ὁ ὤν. Ἡ γὰρ τοῦ θεοῦ, κἂν ἀπὸ τοῦ θέειν ἢ αἴθειν ἠτυμολόγηται, ἀλλ’ οὖν τῶν πρός τι λεγομένων ἐστί, καὶ οὐκ ἄφετος».