Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Δογματικοὶ λόγοι

Γρηγόριος Παλαμᾶς

Το αμέθεκτο της θείας ουσίας, τα θεία ονόματα και ο μερισμός των πνευματικών χαρισμάτων

Εμβάθυνση στην έννοια της κοινωνίας της θείας φύσεως, η ορθή κατανόηση των θείων ονομάτων και η διάκριση της φυσικής μετοχής στην πρόνοια από την υπερφυή μετοχή των αγίων στη θεοποιό χάρη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 9 από 10

ΘΕΟΦ. Εἰ δὲ τὰ μὲν αὐτῶν κτιστά, τὰ δ’ ἄκτιστα, ὦ χρηστὲ Θεότιμε, ὑπάρχει, καὶ διαφόρων οὐσιῶν ἐστι; ΘΕΟΤ. Πῶς γὰρ οὔ; ΘΕΟΦ. Πολύθεοι ἄρ’ ὡς ἀληθῶς οἱ ταῦθ’ οὕτω διαιροῦντες οὗτοι. Ὅταν δ’ αὖθις ταὐτὸν παντάπασι τιθῶνται τῇ κρυφιότητι τὴν ἔκφανσιν, καὶ τῇ ἀκινησίᾳ καὶ μονιμότητι τὴν πρόοδον, καὶ τῇ ἀμεθεξίᾳ τὴν θείαν μέθεξίν τε καὶ μετάληψιν, ταὐτὸν δ’ εἰπεῖν τῇ τοῦ θεοῦ οὐσίᾳ τὴν θείαν χάριν καὶ ἐνέργειαν, καταληπτὸν σαφῶς παντάπασι τίθενται τὸ θεῖον, ὃ τῆς πολυθεΐας οὐκ ἔλαττόν ἐστι κακόν· ἀλλὰ ταῦτα μὲν ἀποχρώντως νῦν ἡμῖν εἰρῆσθαι καὶ αὐτὸς ἄν, οἶμαι, φαίης.

ΘΕΟΤ. Οὐχ ἥκιστα μὲν οὖν καὶ πρὸς ἀκρίβειαν ἀσφαλῶς καὶ εὐσεβῶς. ΘΕΟΦ. Ἐκεῖνο δ’ ἐνταῦθα τοῦ λόγου γενομένοις διευκρινῆσαι ἀναγκαῖον. ΘΕΟΤ. Ποῖον δήποτ’ ἄρ’ ἐκεῖνο; ΘΕΟΦ. Πῶς φησιν ὁ τῶν ἀποστόλων κορυφαῖος ἐν τῇ δευτέρᾳ τῶν ἐπιστολῶν, «ἵνα γένησθε θείας κοινωνοὶ φύσεως»;

Ἀλλὰ καὶ ὁ σοφὸς τὰ θεῖα Μάξιμος, «εἰς τοῦτο ἡμᾶς πεποίηκεν ὁ θεός, ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως καὶ τῆς αὐτοῦ ἀϊδιότητος μέτοχοι». Ὁ δὲ Νύσσης θεῖος πρόεδρος Γρηγόριος, «σκεῦος», φησί, «τῆς ἐκλογῆς ἅπαξ γενόμενος ὁ θεῖος Παῦλος, οἶκος περιληπτικὸς τῆς ἀπεριλήπτου γέγονε φύσεως».

ΘΕΟΤ. Εὖ σοι γένοιτο, Θεόφανες, μὴ πρὸς ἐπίδειξιν ἁπλῶς μηδὲ πρὸς τὸ πείθειν τοὺς ἀκροωμένους ποιουμένῳ τὴν διάλεξιν, ἀλλὰ πρὸς ἀκριβῆ τῆς ἀληθείας ἔρευνάν τε καὶ ἀπόδειξιν. Νῦν γὰρ ἔγωγε σοῦ ἀναμνήσαντος ἐνεθυμήθην, ὡς τὰ τοιαῦτ’ ἐκεῖνοι μέγα δεῖγμα προβαλλόμενοι μεθεκτήν φασιν εἶναι τὴν οὐσίαν καὶ τὴν φύσιν τοῦ θεοῦ. Ὡς οὖν πρὸ ἔργου ὂν παντὸς μᾶλλον εἰς τὴν προκειμένην σκέψιν, διασάφησον ὁπόση δύναμις.

ΘΕΟΦ. Καὶ τοῦτο παραπλησίως τοῖς ἀνωτέρω εἰρημένοις τῆς αὐτῆς ἔχεται διπλόης, ὦ φιλότης. Ἄκουε γὰρ αὖθις τοῦ αὐτοῦ Μαξίμου λέγοντος· «ὁ τοῖς οὖσι μὴ κατ’ οὐσίαν ὑπάρχων μεθεκτός, ἑτέρῳ δὲ τρόπῳ μετέχεσθαι τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ’ οὐσίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται». Καὶ πάλιν· «ὅλοι διόλου γινόμεθα θεοὶ χωρὶς τῆς κατ’ οὐσίαν ταυτότητος». Καὶ πάλιν· «ἡ μακαρία θεότης κατ’ οὐσίαν ἐστὶν ὑπεράρρητος καὶ ὑπεράγνωστος καὶ πάσης ἀπειρίας ἀπειράκις ἐξῃρημένη, μηδ’ ἴχνος ὅλως καταλήψεως, κἂν ψιλόν, τοῖς μετ’ αὐτὴν καταλείψασα».

Καὶ τοῦ μεγάλου Ἀθανασίου· «κατὰ τὴν θεοποιὸν χάριν καὶ μετέχεται καὶ ὁρᾶται τοῖς ἀξίοις ὁ θεός, κατ’ οὐσίαν δὲ ἀμέθεκτός ἐστι». Καὶ πάλιν· «τὸ θεὸς εἶναι δεύτερόν ἐστι τῆς φύσεως· καὶ ἡμεῖς γὰρ θεοὶ μὲν γινόμεθα, τῆς δὲ αὐτῆς φύσεως γενέσθαι οὐ δυνάμεθα». Καὶ πάλιν· «πρόδηλον ὅτι οὐ τὴν οὐσίαν τοῦ θεοῦ ἔβλεπον οἱ ἅγιοι, ἀλλὰ τὴν δόξαν», ὡς καὶ περὶ τῶν ἀποστόλων γέγραπται, ὅτι «διαγρηγορήσαντες ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ εἶδον τὴν δόξαν αὐτοῦ».

Καὶ τοῦ μεγάλου Βασιλείου· «αἱ μὲν ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος». Καὶ πάλιν· «ἡμεῖς ἐκ τῶν ἐνεργειῶν αὐτοῦ γνωρίζειν λέγομεν τὸν θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα».

Καὶ τοῦ Χρυσοστόμου πατρός· «τοῦ πνεύματος τὴν χάριν ἡ γραφὴ ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνῦσα ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα ὀνόματα, ἀλλ’ ἐνεργείας». Καὶ πάλιν· «‘οὐκ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα’· θέλει δεῖξαι δηλονότι ὁ τοῦ Χριστοῦ πρόδρομος καὶ βαπτιστής, ὅτι πάντες ἡμεῖς μέτρῳ τὴν τοῦ πνεύματος ἐνέργειαν λαμβάνομεν.

Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν ἡ μεριζομένη· οὗτος δέ, τουτέστιν ὁ Χριστός, ἀμέτρητον καὶ ὁλόκληρον ἔχει πᾶσαν τὴν ἐνέργειαν. Εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία». Ὁρᾷς ἀμφότερ’ ἡμῖν ὑπὸ τῶν σεπτῶν θεολόγων παραδεδομένα, καὶ ὡς ἀμέθεκτός ἐστιν ἡ οὐσία τοῦ θεοῦ καὶ μεθεκτή πως, καὶ κοινωνοῦμεν τῆς θείας φύσεως καὶ οὐ κοινωνοῦμεν οὐδαμῶς;

Δεῖ οὖν ἀμφότερα ἡμᾶς τηρεῖν καὶ τίθεσθαι ὡς εὐσεβείας γνώμονα, καὶ τοὺς τῷ ἑνὶ χρωμένους κατὰ τοῦ ἑτέρου καὶ ταῦτ’ οἰομένους τὸ αὐτὸ ἑκάτερον ὡς δυσσεβεῖς τε καὶ ἄφρονας ἀπορραπίζειν, μηδενὶ κατὰ μηδένα τρόπον συγχωροῦντας ὑπεναντίους ἑαυτοῖς ἢ ἀλλήλοις, καὶ ταῦτ’ ἐπὶ τῶν τοιούτων νομίζειν τοὺς ἁγίους, εἰδότας ἀνδρῶν μικρογνωμόνων ὂν ὡς ἀληθῶς τὴν δόξαν ταύτην τῆς ἐναντιώσεως· νοῦν δ’ ἔχοντι καὶ σὺν νῷ μετὰ θεοῦ σκοποῦντι πάντα συνῳδὰ καὶ φίλια.

ΘΕΟΤ. Πῶς οὖν, ὦ σοφὲ Θεόφανες, πρὸς τῆς ἀληθείας ἄμφω ἐκεῖνα ἀληθῆ; ΘΕΟΦ. Σὴν καὶ τοῦτο χάριν θήσομαι σαφές. Πρότερον δὲ δείξομεν ὡς ἀνοήτως παντάπασι τὴν ἀποστολικὴν καὶ τὰς πατερικὰς ἐκεῖνοι ῥήσεις διατελοῦσι προβαλλόμενοι, τὰς κοινωνοὺς ἡμᾶς λεγούσας γίνεσθαι φύσεως θεοῦ, μὴ μόνον ὅτι πρὸς ἀνατροπὴν τοῦ ἀκοινώνητον εἶναι καὶ ἀμέθεκτον τοῖς κτίσμασι πᾶσι τὴν θείαν καὶ φύσιν καὶ οὐσίαν, ὅπερ διὰ πάσης τῆς θεοπνεύστου κηρύττεται γραφῆς, ἄλλ’ ὅτι καὶ ὡς αὐτοὶ ταύταις κεχρημένοι διετέλεσαν, αὐτὴν τὴν ἐκείνων ἀνασκευάζει δόξαν. Σὺ γάρ, ὅ,τι ποτὲ δοξάζουσιν, οἶσθα τῶν ἄλλων ἀκριβέστερον. Εἰπὲ τοίνυν πρὸς τῆς ἀληθείας· οὐ πάντα μὲν λέγουσι μετέχειν τοῦ θεοῦ, πάντα δὲ τὰ τοῦ θεοῦ μετέχοντα τῆς οὐσίας μετέχειν τοῦ θεοῦ, ὡς μηδὲν ἕτερον ὄντος τοῦ θεοῦ πλὴν οὐσίας μόνης, ἵνα μὴ σύνθετος αὐτοῖς εἴη, μηδὲ πολλὰ τὰ ἄκτιστα;

ΘΕΟΤ. Τοῦτ’ ἄντικρυς αὐτὸ καὶ δοξάζουσι καὶ λέγουσιν. ΘΕΟΦ. Ἀλλ’ αἱ ῥήσεις, ἃς οἱ πρὸς ἡμᾶς ἀντικείμενοι προάγουσιν ὡς αὐτοῖς δῆθεν συνηγόρους, οὐ μόνον τἄλλα πάνθ’ ἁπλῶς, ἀλλ’ οὐδὲ πάντας τοὺς ἀνθρώπους κοινωνοὺς τελεῖν φασι τῆς θείας φύσεως, καὶ τούτους γίνεσθαί ποθ’ ὕστερον, ἀλλ’ οὐκ ἐξ ἀρχῆς ὑπάρχειν κοινωνούς. Πέτρος μὲν γὰρ ὁ τοῦ κορυφαίου χοροῦ τῶν ἀποστόλων κορυφαῖος γράφων τοῖς ἰσότιμον λαχοῦσι πίστιν πρὸς εὐσέβειαν καὶ ἀρετὴν παρακαλεῖ· «δι’ ὧν», φησί, «τὰ τίμια ὑμῖν ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως». Ὁρᾷς ὅτι δωρεά ἐστιν ἐν ἐπαγγελίαις κειμένη τοῖς κατὰ Χριστὸν βιοῦσι; Τίς οὖν ἐπαγγέλλεταί τινι τὰ προσόντα πᾶσιν ἐκ γενέσεως; Ὁ δὲ θεῖος Μάξιμος, «εἰς τοῦτο», φησί, «πεποίηκεν ἡμᾶς ὁ θεός, ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως». Ὡς οὐκ ὄντες ἄρα πρότερον, οὐδ’ ἅμα τῇ γενέσει καὶ κοινωνοὶ πεποιημένοι ταύτης. Ὁ δὲ θεῖος Παῦλος οὐχ ὅτε μὴ πιστὸς μόνον, ἀλλὰ καὶ μιμητὴς γέγονε Χριστοῦ τῆς ἀπεριλήπτου φύσεως οἶκος ἐχρημάτισε;

Ποῦ τοίνυν εἰσὶν οἱ τὰ ὄντα πάντα κοινωνεῖν λέγοντες αὐτῆς, ἐπεὶ πάντα μετέχει τοῦ θεοῦ; ΘΕΟΤ. Ἐρρέτωσαν οὗτοι· παιδαριώδεις γὰρ ὄντες τὴν διάνοιαν, νεανικοὶ δὲ τὴν ἀπείθειαν καὶ τὴν ἀναίδειαν, ταῖς φρεσίν, ὡς ἔοικεν, ἀλλ’ οὐ τῇ κακίᾳ νηπιάζουσιν. Ἐγὼ δ’ οἶμαι συνορᾶν ἐκ τῶν εἰρημένων νῦν, ὅπως καὶ μεθεκτὸς καὶ ἀμέθεκτος εἶναι λέγεται κατ’ οὐσίαν ὁ θεός.

ΘΕΟΦ. Ἐξήγησαι τοίνυν ὃ τυγχάνεις διανοούμενος. ΘΕΟΤ. Ἐπειδὴ τοῖς ἁγίοις μόνοις δέδοται κοινωνοὺς τῆς θείας φύσεως τελεῖν, τοῖς μὲν ἄλλοις ἀμέθεκτον ἐροῦμεν τὴν οὐσίαν τε καὶ φύσιν τοῦ θεοῦ, τοῖς δὲ εὐηρεστηκόσι τούτῳ μεθεκτήν, μάλιστα δὲ κατὰ τὴν μέλλουσαν ἐκείνην λῆξιν. Καὶ πρὸς τοῦτ’ ἄρ’ αὐτὸ κἀκεῖνο φέρει τὸ εἰρημένον Γρηγορίῳ τῷ τῆς θεολογίας ἐπωνύμῳ· «ἔσται δὲ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως, ὅταν μηκέτι πολλὰ ὦμεν, ὥσπερ νῦν τοῖς κινήμασι καὶ τοῖς πάθεσιν, οὐδὲν ὅλως θεοῦ ἢ ὀλίγον ἐν ἡμῖν αὐτοῖς φέροντες, ἀλλ’ ὅλοι θεοειδεῖς, ὅλου θεοῦ χωρητικοὶ καὶ μόνου· τοῦτο γὰρ ἡ τελείωσις πρὸς ἣν σπεύδομεν». Καλῶς ἄρ’ ἐπιβαλεῖν δοκῶ, Θεόφανες, καὶ ταῦθ’ οὕτως ἔχει, καί σοι συνδοκεῖ, καὶ συμφήσαις ἂν ἐπιψηφιζόμενος μὴ ἄλλως ἔχειν;

ΘΕΟΦ. Ἄπαγε· μεσσαλιανοὺς γὰρ τοῦτ’ αὐτὸ φρονοῦντας, ὡς οἱ κατ’ αὐτοὺς κεκαθαρμένοι τὴν ὑπόστασιν δέχονται τοῦ παναγίου πνεύματος καὶ εἰς ἐκείνην ἀνέρχονται τὴν φύσιν, οἱ θεῖοι πατέρες τελέως ἀπεκήρυξαν, εἰπόντες ὡς γίνεταί τις ἐπιδημία τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τοῖς ὡς χρεὼν κεκαθαρμένοις, καὶ ἐνοικεῖ αὐτοῖς κατὰ τὴν εὐαγγελικὴν ἐπαγγελίαν, ἀλλ’ οὐχ ὡς ἔχει φύσεως ἡ θεότης. Ἀλλὰ μηδὲ τὸ θεολογικὸν ἐκεῖνο θορυβείτω σου πάλιν τὴν διάνοιαν, ὡς ὅλου θεοῦ χωρητικοὶ ἔσονται οἱ ἅγιοι, τῶν λόγων ἐκείνων μεμνημένου, ὧν ἔναγχος ἐποιησάμεθα, δεικνύντες μηδαμῆ μηδὲν λυμαίνεσθαι τῷ ἀμεθέκτῳ τῆς οὐσίας τὸ δι’ ἑκάστης τῶν ἐνεργειῶν ὅλον τὸν θεὸν μετέχεσθαί τε καὶ νοεῖσθαι λέγεσθαι· οὐ γὰρ σωματικῶς μερίζεται τὰ ἀσώματα. Διὸ καὶ διὰ τῆς μιᾶς ὑποστάσεως ὅλῳ μοι ἀτρέπτως ὅλος ἥνωται. Οἱ χωρητικοὶ τοίνυν θείας καὶ θεοποιοῦ γεγονότες ἐνεργείας, ὅλου θεοῦ καθεστήκασι χωρητικοί. Ὅταν δὲ τὴν φύσιν ὑπεραναβάντες καθαρῶς, πᾶσαν ἀποπαύσωσιν ἐνέργειαν ψυχῆς καὶ σώματος, ὡς μόνης τῆς θείας ἐνεργείας ἐπειλημμένοι, τηνικαῦτα τελεσθεῖεν ἂν ὅλου καὶ μόνου θεοῦ χωρητικοί· τοῦτο γὰρ ἡ τελείωσις πρὸς ἣν σπεύδομεν, ἀποστολικῶς εἰπεῖν, «ἀποτιθέμενοι τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν».

Φησὶ γὰρ καὶ Μάξιμος ὁ τῶν τοιούτων εἴπερ τις ἑρμηνεύς, ὅτι «πᾶσα θεία ἐνέργεια δι’ ἑαυτῆς ὅλον τὸν θεὸν ἀμερῶς ὑποσημαίνει»· πᾶσαν δὲ εἰπὼν πολλὰς ἔδειξε καὶ οὐκ οὐσίας οὔσας.

Ὅτι δὲ οὐδὲ τοῖς ἁγίοις μεθεκτή ἐστιν ἡ οὐσία τοῦ θεοῦ, ὁ αὐτὸς Μάξιμος διὰ τῶν μικρὸν ἀνωτέρω προηγμένων ἔδειξεν ἡμῖν, εἰπὼν ὡς «ὁ θεὸς τοῦ κατ’ οὐσίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται». Καὶ πάλιν· «ὅλοι διόλου γινόμεθα θεοί, χωρὶς τῆς κατ’ οὐσίαν ταυτότητος». Καὶ ὁ μέγας Ἀθανάσιος· «κατὰ τὴν θεοποιὸν χάριν καὶ μετέχεται καὶ ὁρᾶται τοῖς ἀξίοις ὁ θεός, κατ’ οὐσίαν δὲ ἀμέθεκτός ἐστι». Καὶ πάλιν· «θεοὶ μὲν γινόμεθα τῆς δὲ αὐτῆς φύσεως γενέσθαι οὐ δυνάμεθα». Καὶ ὁ Χρυσόστομος πατήρ, «οὐκ ἐκ μέτρου δίδοσθαι τὸ πνεῦμα» παρὰ τοῦ βαπτιστοῦ ἀκηκοώς, «θέλει», φησί, «δεῖξαι, ὅτι πάντες ἡμεῖς μέτρῳ τὴν ἐνέργειαν τοῦ πνεύματος λαμβάνομεν· αὕτη γάρ ἐστιν ἡ μεριζομένη», ὡς τῆς οὐσίας οὔσης ἀμεροῦς. Ὥστε οὐδ’ οὗτος συγχωρεῖ, οὐδ’ αὐτοὺς τοὺς μετέχοντας τοῦ πνεύματος μετέχειν οἴεσθαι τῆς οὐσίας τοῦ πνεύματος. Πρὸς δὲ τοῖς ἐνθέοις διδάγμασι τῶν θεοσόφων τούτων οὐδὲ τῷ ἀνωτέρω μικρὸν ἡμῖν ἐκτεθειμένῳ γνώμονι τῆς εὐσεβείας ἐναρμόνιόν ἐστι τὸ τοὺς ἁγίους μετόχους εἶναι τῆς οὐσίας τοῦ θεοῦ· ἐκεῖνος γὰρ μεθεκτὴν ἁπλῶς καὶ ἀμέθεκτον ἐτίθει ταύτην, ἀλλ’ οὐχὶ τισὶ μὲν ἀμέθεκτον, τισὶ δὲ μεθεκτήν.

ΘΕΟΤ. Εἰ τοίνυν μήτε κατὰ μέρη ταύτην τὴν διαφορὰν προσίεται—καὶ γὰρ ὑπάρχει ἀμερής—, μήτε τισὶ μὲν μέτεστιν αὐτῆς, τισὶ δ’ οὐ μέτεστι, πῶς ἑκάτερον ἐκεῖνο ἀληθές; ΘΕΟΦ. Ἄκουε καὶ μάνθανε· τὴν ὑπερουσιότητα τὴν θείαν «οὔτε εἰπεῖν ἐστιν οὔτε ἐννοῆσαι», οὔτε ὅλως πως θεωρῆσαι, διὰ τὸ πάντων αὐτὴν ἐξῃρημένην εἶναι καὶ ὑπεράγνωστον, ἀπεριλήπτῳ δυνάμει καὶ τῶν ὑπερουρανίων νόων ὑπεριδρυμένην, καὶ πᾶσι πάντῃ ἄληπτόν τε καὶ ἄρρητον ἀεί. Οὐδὲ γὰρ ὄνομά ἐστιν αὐτῆς κατὰ τὸν νῦν αἰῶνα ἢ κατὰ τὸν μέλλοντα ὀνομαζόμενον, οὐδὲ λόγος ἐν ψυχῇ συνιστάμενος ἢ διὰ γλώττης προφερόμενος, οὐκ ἐπαφή τις αἰσθητὴ ἢ νοερά· ἀλλ’ οὐδὲ φαντασία ὅλως, εἰ μή τις φαίη τὴν ἐξ ἀποφάσεων τελεωτάτην ἀκαταληψίαν, ὡς πάντα ὅσα ἐστὶν ἢ ὅλως λέγεται ὑπεροχικῶς ἀφαιρουμένην. Καὶ τοίνυν οὐδ’ οὐσίαν αὐτὴν ἢ φύσιν ὀνομάσαι θεμιτὸν ὀνομάζοντα κυρίως, ὅστις τῆς ὑπὲρ πᾶσαν ἀλήθειαν ἀληθείας ἐπιγνώμων.

Ἐπεὶ δ’ αὖθις πάντων ἐστὶν αἰτία, καὶ περὶ αὐτὴν πάντα καὶ αὐτῆς ἕνεκα, καὶ αὐτή ἐστι πρὸ πάντων καὶ ἁπλῶς καὶ ἀπεριορίστως ἐν ἑαυτῇ ἅπαντα προείληφεν, ἐκ πάντων αὐτὴν ὀνομαστέον καταχρηστικῶς, ἀλλ’ οὐ κυρίως.

Οὐκοῦν καὶ οὐσίαν αὐτὴν καὶ φύσιν προσρητέον, κυρίως δὲ τὴν οὐσιοποιὸν τοῦ θεοῦ πρόοδόν τε καὶ ἐνέργειαν. Ὅτι δὲ καὶ αὕτη οὐσιωνυμεῖται, καὶ κυρίως αὕτη, τοῦ μεγάλου ἄκουσον Διονυσίου· «μετιτέον» λέγοντος «ἐπὶ τὴν ὄντως οὖσαν τοῦ ὄντως ὄντος θεολογικὴν οὐσιωνυμίαν· τοσοῦτον δὲ ὑπομνήσομεν, ὅτι τῷ λόγῳ σκοπὸς οὐ τὴν ὑπερούσιον οὐσίαν, ᾗ ὑπερούσιος, ἐκφαίνειν—ἄρρητον γὰρ τοῦτο καὶ ἄγνωστον καὶ παντελῶς ἀνέκφαντον, καὶ αὐτὴν ὑπεραῖρον τὴν ἕνωσιν—, ἀλλὰ τὴν οὐσιοποιὸν εἰς τὰ ὄντα πάντα τῆς θεαρχικῆς οὐσιαρχίας πρόοδον ὑμνῆσαι». Ὁρᾷς ὅτι ὄντως οὖσαν οὐσιωνυμίαν τὴν θείαν λέγει πρόοδον; Καλεῖ μέντοι οὕτω κἀνταῦθα καὶ τὸ κρύφιον πάντῃ καὶ ἀνεκφοίτητον καὶ ἀνέκφαντον ἐκεῖνο. Εὕροις δ’ ἂν παραπλησίως καὶ τὴν τῆς φύσεως προσηγορίαν κἀπὶ τῶν φυσικῶς προσόντων τιθεμένην, ὡς καὶ ὁ τῶν Γρηγορίων θεολογικώτατός φησί που τῶν Ἐπῶν· «ἥδε γὰρ ἄνακτος ἐμοῦ φύσις ὄλβον ὀπάζειν».

Οὐδὲ γὰρ τὸ διδόναι φύσις ὁτῳοῦν, ἀλλὰ φυσικῶς τοῦτο πρόσεστι τῷ εὐεργετικῷ. Κἀπὶ τοῦ πυρὸς δὲ φαίη τις ἂν φύσιν ἔχειν ἀνωφερὲς εἶναι, καὶ φῶς ἐνιέναι τοῖς ὁρῶσιν· ἀλλ’ οὐχ ἡ κίνησις αὐτῷ φύσις, οὐδὲ τὸ ἐμποιεῖν ἁπλῶς, ἀλλ’ ἡ τῆς κινήσεως ἀρχή. Λέγεται τοιγαροῦν καὶ τὰ φυσικὰ φύσις, ὡς καὶ αὐτὸς ὁ μέγας Διονύσιος ἀλλαχοῦ φησι, «φύσις», γράφων, «τῷ ἀγαθῷ τὸ παράγειν καὶ σώζειν»· δηλονότι φυσικῶς τοῦτο πρόσεστιν αὐτῷ. Καὶ τοίνυν ὅταν ἀκούσῃς τῶν πατέρων ἀμέθεκτον λεγόντων τὴν οὐσίαν τοῦ θεοῦ, ἐκείνην μοι νόει τὴν ἀνεκφοίτητόν τε καὶ ἀνέκφαντον.

Ὅταν δ’ αὖθις μεθεκτήν, νόει μοι τὴν φυσικῶς προσοῦσαν τῷ θεῷ πρόοδον καὶ τὴν ἔκφανσιν καὶ τὴν ἐνέργειαν· καὶ οὕτω στέργων ἀμφότερα ὁμόλογος ἔσῃ τοῖς πατράσιν. Ἀλλὰ καὶ διὰ τῆς τοιαύτης ἐνεργείας ἐκείνην αὐτήν, εἰ καὶ μὴ καθ’ ἑαυτήν, τὴν θείαν φύσιν λέγων μεθεκτὴν ἐν τοῖς ὅροις μενεῖς τῆς εὐσεβείας· συντηρεῖται γὰρ καὶ οὕτω τὸ ἀμέθεκτόν τε καὶ ἀνέκφαντον τῆς ἀνεκφοιτήτου φύσεως ἐκείνης. Ἴδοι δ’ ἄν τις καὶ τοὺς ἔξωθεν σοφοὺς οὐσίαν οὐ τὴν ἑκάστου μόνον φύσιν ὀνομάζοντας, ἀλλὰ καὶ τὰ φυσικὰ καὶ οὐσιώδη· διαιροῦντες γὰρ ὑπὸ τὴν οὐσίαν ταῦτα πάντα τάττουσιν. Ἡμεῖς δ’ ἔτι προσδιατρίψαντες τῇ τοῦ ἀμεθέκτου θεωρίᾳ τὸ κρύφιόν τε καὶ ἀνέκφαντον τῆς θείας φύσεως, ἐφ’ ὅσον ἡμῖν ἔξεστιν, ἀναφήνωμεν ὕψος.

Ἐρομένῳ μοι τοίνυν ἀπόκριναι, χρηστὲ Θεότιμε· οὐ τὸ μέρος τῆς οὐσίας καὶ τὸ βραχύτατον πάσας ἔχει τὰς αὐτῆς δυνάμεις; ΘΕΟΤ. Πάντας οἶμαί σοι τοῦτο συνερεῖν, καὶ δι’ αἰσθήσεως εἰδότας, ὡς καὶ ὁ σπινθήρ, ἐλάχιστον ὑπάρχον τοῦ πυρός, λαμπρόν τε καὶ φωτιστικόν ἐστι, διακριτικόν τε καὶ καυστικὸν τῶν ἐγγιζόντων, αὐτοκίνητόν τε φύσει καὶ ἀνωφερές, καὶ ἁπλῶς ὅσα καὶ τὸ πῦρ, οὗ μόριόν ἐστι, καὶ ἡ σταγὼν ὅσα καὶ τὸ ὕδωρ, οὗ ἐστι σταγών, καὶ ἡ βῶλος ὅσα καὶ τὸ μέταλλον, ὁτουδήποτ’ ἂν ἀπορρὼξ διατελοίη.

ΘΕΟΦ. Τοιγαροῦν εἴπερ τῆς οὐσίας τοῦ θεοῦ μετέχομεν, κἂν εἰ πάσης, κἂν εἰ μορίου μετέχει τις αὐτῆς, παντοδύναμος ἔσται· καὶ οὕτω τῶν ὄντων ἕκαστον ἔσται παντοδύναμον, ὃ μηδὲ πάντες ἔχομεν ὁμοῦ, κἂν πᾶσαν τὴν κτίσιν συμπεριλαβὼν εἴπῃς. Τοῦτο δεικνὺς ὁ Παῦλος ἐκ περιουσίας καὶ αὐτοῖς τοῖς εὐμοιρηκόσι τῶν θεοποιῶν χαρισμάτων τοῦ πνεύματος, οὐ πάνθ’ ἑκάστῳ προσεῖναι μαρτυρεῖ τὰ χαρίσματα τοῦ πνεύματος, ἀλλὰ «τῷ μέν», φησί, «δίδοται λόγος σοφίας, τῷ δὲ λόγος γνώσεως, ἄλλῳ δ’ ἄλλο τι κατὰ τὸ αὐτὸ πνεῦμα». Ὁ δὲ Χρυσόστομος πατήρ, φανερῶς ἐντεῦθεν προαναστέλλων τὴν Βαρλαὰμ καὶ Ἀκινδύνου πλάνην, «οὐ πάντα τις ἔχει», φησίν, «ἵνα μὴ φύσιν εἶναι τὴν χάριν νομίσῃ».

ΘΕΟΤ. Σαφὴς ὄντως ἀνασκευὴ τοῦτο τῆς νῦν ἐπαναστάσης τῇ εὐσεβείᾳ λύμης. Οὐδὲ γὰρ ἂν ἔχοιεν κτιστὴν νομίσαι πεῖσαι τὴν τῆς θείας φύσεως ἀντιδιεσταλμένην ὧδε χάριν οἱ τῆς θείας χάριτος πολέμιοι. Τίς γὰρ ἄν ποτε δείσειε, μὴ τὸ κτίσμα νομίσῃ τις θεοῦ φύσιν;

ΘΕΟΦ. Μερισμὸν οἱ τάλανες οὗτοι, Θεότιμε, τὴν διαστολὴν ὑπονοοῦσι ταύτην. Μὴ συνορῶντες οὖν ὡς, εἰ καὶ διενήνοχε τῆς φύσεως, οὐ διασπᾶται ταύτης ἡ τοῦ πνεύματος χάρις, ἐπισπᾶται δὲ μᾶλλον τοὺς ἠξιωμένους πρὸς τὴν συνάφειαν τοῦ θείου πνεύματος, εἰς αὐτὴν τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος φύσιν βλασφημοῦντες οὐκ αἰσθάνονται, κατὰ τῆς τοιαύτης χάριτος χωροῦντες· μηδὲ τοῦ Νύσσης ἐνθέου Γρηγορίου λέγοντος ἀκούοντες ἐν τοῖς κατὰ Μακεδονίου λόγοις, «ὥσπερ ἡ χάρις ἀδιασπάστως ἀπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἐπὶ τοὺς ἀξίους ῥέουσα φέρεται, οὕτω καὶ ἡ βλασφημία εἰς τὸ ἔμπαλιν κατὰ διάδοσιν ἀναλύουσα, ἀπὸ τοῦ πνεύματος διὰ τοῦ υἱοῦ ἐπὶ τὸν τῶν ὅλων θεὸν διεξέρχεται». Ἥ γε μὴν οὐσία παρ’ ὅσων ἐστὶ μετεχομένη, τοσαύτας καὶ τὰς ὑποστάσεις ἔχει· καὶ γὰρ ὁπόσας ἂν ἀνάψοι τις λαμπάδας ἀπὸ τῆς μιᾶς, τοσαύτας καὶ τὰς ὑποστάσεις τοῦ πυρὸς ἐποίησε.

ΘΕΟΤ. Συμβαίνει τοίνυν ἐντεῦθεν, ὦ σοφὲ Θεόφανες, εἰ κατὰ τοὺς ἡμῖν ἀντικειμένους ἡ οὐσία τοῦ θεοῦ μετέχεται, καὶ ταῦτα παρὰ πάντων, μηκέτι τρισυπόστατον αὐτήν, ἀλλὰ μυριοϋπόστατον ὑπάρχειν. ΘΕΟΦ. Μάλιστα. Τὸ γὰρ ἀκόλουθον εὖ μάλα συνήγαγες ἀγχίνους ὤν. Τὸ δ’ ἔτι χεῖρον ἅμα καὶ παραδοξότερον, ὅτι μυριοϋπόστατον ἐντεῦθεν ποιοῦντες οἱ ἀντιλέγοντες ἡμῖν τὴν οὐσίαν τοῦ θεοῦ, τὰς τρεῖς θείας ὑποστάσεις εἰς μίαν συναλείφουσι κατὰ Σαβέλλιον. Ἐν ἑνὶ γὰρ ἑκάστῳ τῶν μετεχόντων τὰς τρεῖς εἰς μίαν συνάγουσιν ὑπόστασιν, ὡς ἕκαστον τῶν τὴν οὐσίαν τοῦ θεοῦ μεθεκτὴν δογματιζόντων μυριάκις ἄλλον Σαβέλλιον διατελεῖν. Ἔδει δὲ τῷ πονηρῷ μὴ δι’ ἑνὸς ἰσχύσαντι κατὰ τῆς εὐσεβείας, διὰ μυρίων, μᾶλλον δὲ καὶ σὺν πολλαῖς ταῖς τῶν κακοφρόνων μυριάσιν, αὖθις προσβαλεῖν. Ἀλλ’ οὐδ’ οὕτω τῆς ἀληθείας περιέσται. Τὴν δὲ τῶν αὐτῷ πειθομένων ἀφροσύνην ἐκδηλοτέραν εἰργασμένος ἔσται. Πρὸς γὰρ ταῖς ἄλλαις δυσσεβείαις καὶ τοῦ μόνου Χριστοῦ, βαβαὶ τῆς ἀπονοίας, ὑπέρτερον ἑαυτὸν ὁ Ἀκίνδυνος παρίστησιν ὅλῳ λέγων ἑνοῦσθαι τῷ θεῷ, καὶ τῇ οὐσίᾳ καὶ ταῖς ἐνεργείαις καὶ ταῖς τρισὶ θείαις ὑποστάσεσιν. Εἰ δ’ ἄρα κατὰ μίαν τῶν ὑποστάσεων ὅλῳ τῷ θεῷ ἑνοῦσθαι λέγει, καὶ τῇ θείᾳ οὐσίᾳ καὶ πάσαις ταῖς θείαις ἐνεργείαις, τοῦ μόνου Χριστοῦ διενηνοχέναι φησὶν οὐδέν.

Ἀλλ’ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος τοὺς φρενοβλαβεῖς τούτους φληνάφους πόρρωθεν ἀνασκευάζων, «Χριστός», φησί, «διὰ τὴν θεότητα· χρίσις γὰρ αὕτη τῆς ἀνθρωπότητος, οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους χριστοὺς ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος». Τοῦτο καὶ κοινῇ συνελθόντες οἱ θεόσοφοι πατέρες ἔδρασαν, καθάπερ ἔφθημεν εἰπόντες, ἐνοικεῖν ἀποφηνάμενοι τὴν θεότητα τοῖς ὡς χρεὼν κεκαθαρμένοις, ἀλλ’ οὐχ ὡς ἔχει φύσεως.

Οὔτε τοίνυν κατὰ τὴν οὐσίαν οὔτε καθ’ ὑπόστασίν τινα μέτοχός τις γίνεται θεοῦ. Μερίζεται γὰρ τούτων ἑκάτερον οὐδ’ ὁπωσοῦν, οὐδὲ μεταδίδοται τὸ παράπαν οὐδενί. Διὸ καὶ πᾶσι παντάπασιν ἀχώρητος κατὰ ταῦτα ὁ θεός, εἰ καὶ πανταχοῦ κατὰ ταῦτα πάρεστιν. Ἡ δὲ κοινὴ τῆς τρισυποστάτου φύσεως θεία δύναμίς τε καὶ ἐνέργεια ἀπεργαστική τε τῶν ἐκτός ἐστι, καὶ εἰς μυρία μερίζεται· παντοδύναμον γὰρ τὸ θεῖον. Ταῦτ’ ἄρα καὶ πολλοὶ κατὰ ταύτην ἑνοῦνται θεῷ, ποικίλως καὶ διαφόρως αὐτοῦ μετέχοντες· καὶ τὸ μέρος γὰρ τῆς ἐνεργείας πάλιν μερίζεται κατὰ τὸν Χρυσόστομον πατέρα. Καὶ κατὰ τὸν μέγαν Βασίλειον, «τὸ πνεῦμα τὸ ἅγιον οὐχ ἑνὶ μέτρῳ τοῖς ἀξίοις μετεχόμενόν ἐστιν, ἀλλὰ κατὰ ἀναλογίαν τῆς πίστεως διαιρεῖ τὴν ἐνέργειαν· ἁπλοῦν μὲν ὂν τῇ οὐσίᾳ, ποικίλον δὲ ταῖς δυνάμεσιν».

ΘΕΟΤ. Ἄγαμαί σε τῆς θεολογικωτάτης διανοίας, ὦ Θεόφανες. Θεοπρεπής τε γὰρ ἐς τὰ μάλιστά ἐστιν, ἀμερῆ μὲν δεικνῦσα πάντῃ τὴν ὑπερούσιον οὐσίαν, ἀμερίστως δὲ μερίζουσα τὴν θείαν τοῦ θεοῦ ἐνέργειαν. Καὶ τὸ εὐπαράδεκτον οὐδὲν ἧττον πρόσεστιν αὐτῇ; Διὰ τοῦτο γὰρ καὶ χωρητὸν γίνεται κατ’ ἐνέργειαν τοῖς κεχαριτωμένοις, ἀνθρώποις μέντοι τὴν φύσιν οὖσι, τὸ πνεῦμα τὸ ἅγιον, ἐπεὶ κατὰ ταύτην οὕτω καὶ μερίζεται. Κατ’ οὐσίαν δὲ καὶ ὑπόστασιν ὑπάρχον ἀμερές, πῶς ἄν τινι χωρηθείη τὸ παράπαν;

ΘΕΟΦ. Καὶ τὸ μετέχον, ὦ θαυμάσιε Θεότιμε, μέρος ἔχει τοῦ μετεχομένου. Κἂν γὰρ εἰ μὴ μέρους, ἀλλὰ τοῦ παντὸς μετέχει, ἔχειν ἂν κυρίως τοῦτο λέγοιτ’ ἄν, ἀλλ’ οὐχὶ μετέχειν τούτου. Μεριστὸν ἄρα τὸ μετεχόμενόν ἐστιν, εἴπερ μέρους μετέχειν ἀνάγκη τὸ μετέχον. Ἡ δὲ οὐσία τοῦ θεοῦ παντάπασίν ἐστιν ἀμέριστος· οὐκοῦν καὶ παντάπασίν ἐστιν ἀμέθεκτος. Τὸ δὲ μερίζεσθαι τῆς θείας ἐνεργείας εἶναι πολλάκις ὁ Χρυσόστομος ἀποφαίνεται πατήρ. Αὕτη τοιγαροῦν ἐστιν ἡ καὶ παρὰ τῶν ἠξιωμένων τῆς θεουργοῦ χάριτος μετεχομένη.

Καὶ τοῦτο γὰρ εἶναι τῆς θείας χάριτος ἴδιον ὁ πολὺς τὰ θεῖα Μάξιμός φησι, «τὸ ἀναλόγως τοῖς οὖσι χαρίζεσθαι θέωσιν, λαμπρυνούσης τὴν φύσιν τῷ ὑπὲρ φύσιν φωτί, καὶ τῶν οἰκείων ὅρων ὑπεράνω κατὰ τὴν ὑπερβολὴν τῆς δόξης ποιουμένης». Ἄκουσον πάλιν τοῦ χρυσοῦ τὴν γλῶτταν ἀμφότερα διδάσκοντος, τό τε τὴν ἐνέργειαν, ἀλλ’ οὐ τὴν οὐσίαν εἶναι τὴν μετεχομένην, καὶ τὸ ταύτην εἶναι τὴν μεριζομένην ἀμερίστως, τὴν καὶ μετεχομένην, ἀλλ’ οὐχὶ τὴν ἀμέθεκτον οὐσίαν, ἐξ ἧς ἡ θεία πρόεισιν ἐνέργεια.

Προθεὶς γὰρ τὸ ἀποστολικὸν ἐκεῖνο, «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν», «εἰ γὰρ ἐπὶ τοῦ πυρός», φησίν, «ἔνθα οὐσία ἐστὶ τὸ μεριζόμενον καὶ σῶμα, καὶ μερίζομεν καὶ οὐ μερίζομεν αὐτό, πόσῳ μᾶλλον ἐπὶ τῆς ἐνεργείας, καὶ ἐνεργείας τῆς ἐξ ἀσωμάτου οὐσίας». Ἔτι τὸ τινὸς μετέχον κατ’ οὐσίαν, κοινὴν ἀνάγκη μετὰ τοῦ μετεχομένου τὴν οὐσίαν ἔχειν, καὶ κατά τι τὴν αὐτήν. Τίς οὖν ποτ’ ἤκουσε μίαν εἶναι θεοῦ καὶ ἡμῶν κατά τι τὴν οὐσίαν;

Καὶ ταῦτα τοῦ μεγάλου Βασιλείου λέγοντος, «αἱ μὲν ἐνέργειαι τοῦ θεοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος»· καὶ τοῦ θείου Μαξίμου, «πάντα ὅσα ὁ θεός, καὶ ὁ διὰ τῆς χάριτος τεθεωμένος ἔσται, χωρὶς τῆς κατ’ οὐσίαν ταυτότητος». Οὐκ ἄρα τῆς θείας οὐσίας ἔνεστι μετέχειν, οὐδ’ αὐτοὺς τοὺς διὰ τῆς θείας χάριτος τεθεωμένους.

Τῆς δὲ θείας ἐνεργείας ἔνεστι μετέχειν. «Εἰς τοῦτο γάρ με φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας, λαμπρότητα θεοῦ ἰδεῖν καὶ παθεῖν», φησὶν ὁ θεολόγος Γρηγόριος. Καὶ «ἡ λαμπρότης τοῦ θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς», κατὰ τὸν ψαλμῳδὸν προφήτην. Καὶ «μίαν εἶναι θεοῦ καὶ τῶν ἁγίων τὴν ἐνέργειαν» ὁ τούτοις ἐναρίθμιος Μάξιμος γράφει διαρρήδην, «καὶ ζώσας εἰκόνας εἶναι τούτους Χριστοῦ, καὶ ταὐτὸ μᾶλλον αὐτῷ κατὰ τὴν χάριν ἢ ἀφομοίωμα».

ΘΕΟΤ. Πάνυ μὲν ὑγιῶς ἔχει, καὶ τοῖς ἁγίοις ἐς τὰ μάλιστα συνᾴδει τὰ περὶ τῆς θείας ἀμεθεξίας τεθεωρημένα σοι, Θεόφανες. Ἀλλ’ εἰσὶν οἳ λέγουσι καὶ ἀπερινόητον εἶναι καὶ ἀμέθεκτον, καὶ νοεῖσθαι καὶ μετέχεσθαι τὴν οὐσίαν τοῦ θεοῦ καθ’ ἑαυτὴν ὑπερφυῶς, καὶ νομίζουσιν οὕτω μᾶλλον εὐσεβεῖν, τὸ ὑπερφυὲς τοῖς θείοις ἐναρμόζοντες.

ΘΕΟΦ. Ἀλλ’ οὐχ ὑπερφυὲς τοῦτ’ ἐστίν, οὐδὲ θεοπρεπές, ἄπαγε· παρὰ φύσιν δὲ μᾶλλον καὶ τῶν ἀδυνάτων πάντῃ. Τὸ γὰρ αὐτὸ κατὰ τὸ αὐτὸ μεθεκτὸν εἶναι καὶ ἀμέθεκτον, νοητόν τε καὶ ἀπερινόητον, τελέως ἀσύμβατόν ἐστι καὶ ἀσύστατον, καὶ ὡς πορρωτάτω τοῦ ὄντως ὄντος διὰ τὴν ἄκραν ἐναντίωσιν.

Ἐπεὶ καὶ κατὰ τὸν Νύσσης θεῖον Γρηγόριον τοιοῦτόν ἐστιν ἕκαστον τῶν ἐπὶ θεοῦ λεγομένων, ὥστε κἂν διαφέρῃ τῷ σημαινομένῳ, μηδεμίαν ἔχειν πρὸς τὸ συνονομαζόμενον ἐναντίωσιν. Ὁ δὴ τοῦτο λέγων, τὸ αὐτὸ κατὰ τὸ αὐτὸ συντιθέμενος καὶ ἀνανεύων, τοῖς οἰκείοις τε λόγοις αὐτὸς πάλιν ἀντίθετός ἐστι, καὶ τὸ τοῦ θεοῦ ὑπερφυὲς εἰς τὸ παρὰ φύσιν κατασπᾷ, καὶ δι’ ἀλλήλων ὧν φησιν ἀναιρῶν ἑκάτερον, ἀθετεῖ τελέως τὸ εἶναι τὸν θεόν, καὶ τῆς ἀθέοις ἑαυτὸν συντάττει. Διὰ τοῦτο Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος, «οὐκ ἐκ τῶν κατ’ αὐτόν, ἀλλ’ ἐκ τῶν περὶ αὐτόν», φησί, «νοεῖσθαι τὸν θεόν»· ὁ δὲ μέγας Διονύσιος «πάντα μετέχειν προνοίας ἐκ τῆς παναιτίου θεότητος ἐκβλυζομένης».

Ὁ δὲ θεῖος Μάξιμος, «ἐν τῷ θεῷ», φησί, «γενόμενος ὁ νοῦς, τοὺς περὶ τῆς οὐσίας αὐτοῦ πρῶτον λόγους ἐπιζητεῖ μὲν ὑπὸ τοῦ πόθου φλεγόμενος, οὐκ ἐκ τῶν κατ’ αὐτὴν δὲ τὴν παραμυθίαν εὑρίσκει· ἀμήχανον γὰρ τοῦτο καὶ ἀνένδεκτον πάσῃ γενητῇ φύσει ἐξίσου. Ἐκ δὲ τῶν περὶ αὐτὴν παραμυθεῖται, λέγω δὴ τῶν περὶ ἀϊδιότητος, ἀπειρίας τε καὶ ἀοριστίας, ἀγαθότητός τε καὶ σοφίας καὶ δυνάμεως, δημιουργικῆς τε καὶ προνοητικῆς καὶ κριτικῆς τῶν ὄντων».

Τὸ μέντοι ἀπερινόητον καὶ ἀκατονόμαστον καὶ ἀκοινώνητον ἐκεῖνο χρῆμα τῆς θείας ὑπερουσιότητος οὐκ οὐσίαν μόνον οἱ θεορρήμονες, εἰ καὶ μὴ κυρίως, ὡς εἰρήκαμεν, ὀνομάζοντές εἰσιν, ἀλλὰ καὶ θεότητα καὶ ἀγαθότητα καὶ σοφίαν καὶ ζωήν, καὶ ἁπλῶς ὁπόσα καὶ τὰς θεοπρεπεῖς προόδους τε καὶ ἐνεργείας ὀνομάζουσιν αὐτοῦ. Καὶ γὰρ «οὐκ ἐκφράσαι», φησί, «τὴν αὐτοϋπερούσιον ἀγαθότητα καὶ οὐσίαν καὶ ζωὴν καὶ σοφίαν τῆς αὐτοϋπερουσίου θεότητος ὁ λόγος ἐπαγγέλλεται, τὴν ὑπὲρ πᾶσαν ἀγαθότητα καὶ θεότητα καὶ οὐσίαν καὶ σοφίαν καὶ ζωήν, τὴν ἐν ἀποκρύφοις ὑπεριδρυμένην, ἀλλὰ τὴν ἐκπεφασμένην ἀγαθοποιὸν πρόνοιαν ὑπεροχικῶς ἀγαθότητα καὶ πάντων ἀγαθῶν αἰτίαν ὑμνεῖ, καὶ ὂν καὶ ζωὴν καὶ σοφίαν, τὴν οὐσιοποιὸν καὶ ζωοποιὸν καὶ σοφοδότιν αἰτίαν τῶν οὐσίας καὶ ζωῆς καὶ νοῦ καὶ λόγου καὶ αἰσθήσεως μετειληφότων». Ποῦ εἰσιν οἱ μὴ ἀνεχόμενοι τῶν ἀκτίστων ὑπερτιθέναι τὴν οὐσίαν τοῦ θεοῦ; Ἰδοὺ γὰρ ὁ μέγας Διονύσιος καὶ τῆς θεότητος καὶ τῆς τῶν ἀγαθῶν αἰτίας καὶ ἁπλῶς πασῶν τῶν μετοχῶν σαφῶς ὑπερτίθησιν αὐτήν, οὐχ ὡς ὑφεστηκυιῶν καθ’ ἑαυτάς, ἀλλ’ ὡς ἐνεργειῶν αὐτῆς μεθεκτῶν ἡμῖν ὑπαρχουσῶν· αὐτὸς γάρ ἐστιν ὁ κατ’ ἐνέργειαν ὑπὸ πάντων μετεχόμενος.

Ὅτι δ’ ἄκτιστοί εἰσιν αἱ μετοχαὶ ὧν ὑπέρκειται κατ’ οὐσίαν ὁ θεός, τοῦ αὐτοῦ πάλιν ἄκουσον μικρὸν ἀνωτέρω φάσκοντος, καθὰ καὶ προειρήκαμεν· «ὅτι τῷ λόγῳ σκοπὸς οὐ τὴν ὑπερούσιον οὐσίαν, ᾗ ὑπερούσιος, ἐκφαίνειν—ἀνέκφαντος γάρ—, ἀλλὰ τὴν οὐσιοποιὸν εἰς τὰ ὄντα πρόοδον ὑμνῆσαι. Καὶ γὰρ ἡ τἀγαθοῦ θεωνυμία εἰς πάντα τὰ ὄντα ἐκτείνεται, καὶ ὑπὲρ τὰ ὄντα ἐστίν. Ἡ δὲ τῆς ζωῆς εἰς πάντα τὰ ζῶντα ἐκτείνεται, καὶ ὑπὲρ τὰ ζῶντά ἐστιν. Ἡ δὲ τῆς σοφίας εἰς πάντα τὰ νοερὰ καὶ λογικὰ καὶ αἰσθητικὰ ἐκτείνεται, καὶ ὑπὲρ πάντα ταῦτά ἐστιν». Ὁρᾷς τὰς μετοχὰς ταύτας ὑπὲρ τὰ ὄντα οὔσας; Ταύτας γὰρ ὑμνῆσαι ἐπηγγείλατο, ἀλλ’ οὐ τὴν ἀνέκφραστόν τε καὶ ἀνέκφαντον φύσιν.

Ἀλλ’ αὖθις ἄκουσον τοῦ αὐτοῦ, καὶ τῶν ὑπὲρ τὰ ὄντα τούτων μετοχῶν ἐπέκεινα εἶναι τὸν θεὸν φανερῶς θεολογοῦντος. Φησὶ γὰρ ἐν δωδεκάτῳ κεφαλαίῳ τοῦ τῆς θεωνυμίας ὕμνου· «καθόσον ὑπερέχουσι τῶν οὐκ ὄντων τὰ ὄντα, ἅγια ἢ κύρια ἢ θεῖα ἢ βασιλικά, καὶ αὖ τῶν μετεχόντων αἱ αὐτομετοχαί, κατὰ τοσοῦτον ὑπερίδρυται πάντων τῶν μετεχόντων καὶ μετοχῶν ὁ ἀμέθεκτος αἴτιος». Ἐπεὶ γὰρ αἱ αὐτομετοχαὶ πάντων τῶν μετεχόντων ὑπερέχουσι, μετέχοντα δ’ εἰσὶ καὶ οἱ ἄγγελοι, τὰ καὶ τῶν ἀγγέλων ὡς μετεχόντων ὑπερέχοντα κτιστὰ οὐκ ἔστιν, ἀλλὰ καὶ τῶν μετοχῶν τούτων, ὡς ἀκήκοας, ὁ κατ’ οὐσίαν ἀμέθεκτος ὑπερανίδρυται. Πρὸς ὃ δ’ ἡμῖν ὁ λόγος νῦν. Ἐπειδήπερ ἐκεῖνο τὸ ἀνώνυμον οὐκ οὐσία μόνον, ἀλλὰ καὶ θεότης καὶ ἀγαθότης καὶ σοφία καὶ ζωή, καὶ πάνθ’ ἁπλῶς, ὁπόσα καὶ τὰ μεθεκτὰ καλεῖται, εἴ ποτε περὶ θεοῦ ἀκούσεις ὡς οὐσίαν ἔχει τὴν ἀγαθότητα, καὶ φύσιν τὸν ἁγιασμόν, καὶ οὐκ ἄλλη παρ’ αὐτὸν ἡ ἁγιότης, καὶ ὡς ἡ θεότης οὐ μερίζεται, οὐδ’ ἐκχεῖται, οὐδ’ ἀποστέλλεται, καὶ τἄλλ’ ὅσα τούτοις παραπλήσια, μὴ τῶν ἐνεργειῶν ἑκάστην θείαν ὑπολάβῃς εἶναι λέγεσθαι οὐσίαν, ἀλλ’ ἀπὸ τούτων ὁμωνύμως τὴν ὑπερώνυμον ἐκείνην ὀνομαζομένην ἴσθι, ἅτε φυσικῶς αὐτῇ προσόντων.

Ὁπηνίκα δ’ αὖθις λεγόντων τῶν θεολόγων τυγχάνεις ἀκροώμενος, ὡς «τὴν ἀγαθότητα τοῦ θεοῦ ἡμῶν εἰδέναι λέγομεν καὶ τὴν σοφίαν, ἀλλ’ οὐ τὴν οὐσίαν», καὶ ὡς «θεοὶ μὲν γινόμεθα, τῆς δὲ αὐτῆς οὐσίας γενέσθαι οὐ δυνάμεθα», καὶ ὅσα τούτοις ἐμφερῆ, θεότητα τότε καὶ ἀγαθότητα μὴ τὴν ἄληπτον ἐκείνην καὶ ἀπρόσιτον παντάπασιν οὐσίαν ὑπολάμβανε—καὶ γὰρ αὐτοὶ τοῦτο σαφῶς ἀπαγορεύουσιν—, ἀλλὰ τὴν ἐκείνης θείαν ἐνέργειαν, ἧς ἐν περινοίᾳ γινόμεθα καὶ μετουσίᾳ κατὰ λόγον τῆς ἑαυτοῦ καθάρσεως ἕκαστος, καθ’ ὃν αὕτη πολυτρόπως σωστικῇ δικαιοσύνῃ τοῦ μεταδιδόντος μερίζεταί τε καὶ ποικίλλεται. Ταῦτ’ ἄρα καὶ ὁ θεῖος Μάξιμος εἰπών, «εἰς τοῦτο ἡμᾶς πεποίηκεν ὁ θεός, ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως καὶ τῆς αὐτοῦ ἀϊδιότητος μέτοχοι», ἐπήγαγε, «κατὰ τὴν ἐκ χάριτος θέωσιν», ὡς ἐκ τῆς θεώσεως τῆς πρὸς τὸν θεὸν ἐκτελουμένης κοινωνίας. Διὸ καὶ ἀλλαχοῦ τὴν μὲν κατ’ οὐσίαν πρὸς θεὸν ταυτότητα τελέως ἀπηγόρευσε, τὴν δὲ κατ’ ἐνέργειαν καὶ χάριν ἀνεκήρυξε. Τῆς οὖν ἀγαθότητός τε καὶ θεότητος, τῆς ποικιλλομένης, τῆς μεριζομένης, τῆς μετεχομένης, τῆς καταλαμβανομένης, εἰ καὶ ἀμυδρῶς, τῆς κυρίως ὀνομαζομένης, ἡ ἁπλουστάτη καὶ ἀμέριστος καὶ ὑπὲρ ἐπωνυμίαν πᾶσαν οὖσα καὶ μέθεξιν καὶ νόησιν καὶ παντοίαν ἐπαφὴν ἀγαθότης καὶ θεότης, πῶς οὐκ ἂν ὑπερκειμένη εἴη;

Καλῶς ἄρ’ εἶπε πρὸς Γάϊον ἐρόμενον ὁ αὐτὸς θεοφάντωρ Διονύσιος, ὡς «οὐ μόνων τῶν χάριτι θεῶν—μικρὸν γὰρ ἂν εἴη τοῦτο—, ἀλλὰ καὶ αὐτῆς τῆς θεαρχίας καὶ ἀγαθαρχίας καὶ θεότητος, δηλαδὴ τῆς θεοποιοῦ δωρεᾶς καὶ χάριτος, ὁ πάσης ἀρχῆς ὑπεράρχιος θεὸς ὑπέρκειται».

Εἰ δὲ καὶ κατ’ αὐτὸν αὖθις οὐ τῶν μετεχόντων μόνον, ἀλλὰ καὶ τῶν μετοχῶν ὁ θεὸς αἴτιός ἐστι, πῶς οὐκ ἂν εἴη μείζων καὶ τῶνδε τῶν αἰτιατῶν ὡς αἴτιος; Εἰ δὲ δεῖ καὶ δι’ ἡμῶν, ὡς δι’ ἀμυδρᾶς εἰκόνος τοῦ θεοῦ, τῶν εἰρημένων ἐμφανεστέραν πορίσασθαι παράστασιν, οὐχὶ νοῦς ἐστι καὶ ἡ τοῦ νοῦ σοφία; Οὐχὶ κατ’ αὐτὴν καὶ μερίζεται καὶ ποικίλλεται καὶ πρόεισι καὶ σοφίζει πολυτρόπως ἑνούμενος καὶ μετεχόμενος, ἐγγινόμενός τε νοεροῖς καὶ ἀνοήτοις, καὶ τὰ μὲν ἑαυτῷ ἐξομοιῶν, ὡς καὶ κατ’ ἐνέργειαν νοῦν ἔχειν τὸν αὐτὸν αὐτῷ, τῶν δ’ αἰσθητῶν τε καὶ ἀλόγων ἔστιν ἃ μὴ προάγων ἐκ μὴ ὄντων—οὐ γὰρ πέφυκε θεός—, μετασχηματίζων δὲ καὶ τῆς δυνατῆς ἐπιμελείας ἀξιῶν, ἐξομοιῶν δὲ ἥκιστα—καὶ γὰρ ἀνεπίδεκτα φρενῶν—, κατ’ οὐσίαν δὲ ἀμετάβατός ἐστι πρὸς ὑπόστασιν ἑτέραν, ἀμέριστός τε καὶ ἁπλοῦς καὶ τοῖς κοινωνοῦσιν ἀμιγής; Οὐκ ἀνώνυμος δέ ἐστιν ὁ ἡμέτερος νοῦς, οὐδ’ ὑπερώνυμος, οὐδ’ ἀπερινόητος τοῖς πᾶσιν, εἰ καὶ κατ’ εἰκόνα τοῦ θεοῦ γεγόναμεν, ἐπεὶ μηδ’ ἀπαράλλακτός ἐστιν εἰκών. Ἡ μέντοι τοῦ πατρὸς ἀπαράλλακτος εἰκών, ὁ τοῦ θεοῦ μονογενὴς υἱός, ὡσδαύτως καὶ τὸ πνεῦμα τοῦ θεοῦ πάνθ’ ὅσα ὁ πατήρ, οὐκοῦν καὶ τὰς αὐτὰς ἀπαραλλάκτως ἔχει ἐνεργείας· ἀλλ’ οὐκ αὐτός, ὡς ὁ τῶν κακοφρόνων τούτων λόγος, τοιαύτη ἐνέργειά ἐστιν, ἀλλὰ κατ’ αὐτὰς καὶ οὗτος ἀναλόγως ἑκάστῳ τῶν ὄντων μετεχόμενος κατ’ οὐσίαν ἀμέθεκτός ἐστιν.

Εἰ γὰρ ὁ ἀνθρώπινος νοῦς, κατὰ τὸν θεηγόρον Νύσσης φάναι Γρηγόριον, διὰ πολλῶν ἐπιστημῶν τε καὶ ἐπιτηδευμάτων καὶ ὀνομάτων τῶν περὶ αὐτὸν λεγομένων οὐδὲν εἰς τὴν ἁπλότητα παραβλάπτεται, πῶς ἄν τις οἰηθείη τὸν θεόν, εἰ σοφὸς καὶ δίκαιος καὶ ἀγαθὸς καὶ ἀΐδιος καὶ πάντα τὰ θεοπρεπῆ καλεῖται ὀνόματα, εἰ μὴ μία πᾶσι νομισθείη τοῖς ὀνόμασι σημασία, ἢ πολυμερῆ γίνεσθαι ἢ ἐκ μετουσίας τούτων τὸ τέλειον αὐτῷ συναγείρειν τῆς φύσεως; Ὁ αὐτὸς δὲ καὶ μικρὸν ἔπειτα τοῦ λόγου προϊών, «πάντα δέ», φησί, «τὰ ὀνόματα, ὧν ἡ σημασία θέσεώς τινός ἐστιν ἐνδεικτικὴ καὶ ὑπάρξεως, οὐκ αὐτῆς τῆς θείας φύσεως, ἀλλὰ τῶν περὶ αὐτὴν εὐσεβῶς νοουμένων τὴν ἔνδειξιν ἔχει». Πῶς ἄρα κοινωνήσαιμεν ἂν τοῖς κακοσχόλοις τούτοις, κτιστὰ φρονοῦσι καὶ διδάσκουσι πάντα τὰ περὶ θεόν, καὶ τὰς ἀκτίστους καὶ θείας ἐνεργείας οὐ κοινὰς εἶναι τοῖς τρισὶ προσκυνητοῖς προσώποις ὡς θεωρουμένας περὶ τὴν οὐσίαν, ἀλλὰ τὸν υἱὸν εἶναι καὶ τὸ πνεῦμα τὸ ἅγιον; Καίτοι τοῦ αὐτοῦ θεορρήμονος ἐν τῷ αὐτῷ Πρὸς Εὐνόμιον δευτέρῳ λόγῳ φάσκοντος, «πᾶν ὅ,τι πέρ ἐστι περὶ τὸν θεὸν νοούμενον, τοῦτο πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν. Ἀλλ’ ὀνομάζεσθαι τοῦτό φαμεν μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα».

Καὶ μὲν δὴ ὡς ὁ υἱός τε καὶ τὸ πνεῦμα τοῦ θεοῦ δωρεά τε καὶ χάρις, καὶ τοιαύτη ἐνέργεια κατ’ οὐσίαν ἥκιστά ἐστι, δείκνυσιν ὁ τὴν ἐκφαντορικὴν τῶν ὅλων ἑαυτῆς ἀγαθωτάτων προνοιῶν ἐπικαλούμενος τριάδα, καὶ χρῆναι διδάσκων ἡμᾶς ταῖς εὐχαῖς αὐτῇ προσάγεσθαι καὶ πλησιάζειν, ὡς «ἐν τούτῳ μυεῖσθαι τὰ πανάγαθα δῶρα τὰ περὶ αὐτὴν ἱδρυμένα».

Τίς γὰρ ἂν τῶν νοῦν ἐχόντων οὐσίαν ἀμέθεκτον φαίη τοῦ θεοῦ τὴν ἐκείνου πρόνοιαν, ἢ κτιστὴν ὅτι μὴ οὐσία; Τίς δὲ τὰ περὶ τὴν ὑπεράγαθον τριάδα πανάγαθα δῶρα ἱδρυμένα τὸν υἱὸν εἶναι δοξάσειε καὶ τὸ πνεῦμα τοῦ πατρός;

Ἢ τίς ταῦτα τοῖς κτίσμασιν ἐναρίθμια ποιήσειεν, ὅτι τούτων ὁ υἱός τε καὶ τὸ πνεῦμα τοῦ πατρὸς ὑπέρκειται, καθὰ καὶ ὁ πατήρ, ὡς ὑπὲρ πᾶν ὄνομα καὶ πᾶσαν μετοχήν, καὶ ὡς δοτὴρ ὢν φύσει καὶ αἴτιος τῶν ὑπερφυῶν τούτων δωρεῶν;

ΘΕΟΤ. Τοῦτον ἄρα τὸν τρόπον, ὦ σοφὲ Θεόφανες, καὶ τὸ πρόσωπον τοῦ θεοῦ νῦν μὲν ὁρᾶσθαι ὑπὸ τῶν ἀξίων διὰ τῆς ἐνθέου καταγγέλλεται γραφῆς—καὶ «οἱ ἄγγελοι γὰρ ἡμῶν βλέπουσι τὸ πρόσωπον τοῦ πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς», ᾧ καὶ Μωυσῆς ἐντυχεῖν ἠξίωται, καὶ ἡμεῖς δὲ τὴν «πρὸς πρόσωπον» θέαν ἐν ἐπαγγελίαις ἔχομεν—, νῦν δ’ ἀθέατον πάντῃ τε καὶ πᾶσι καὶ ἀεί· «οὐδεὶς γάρ», φησὶν αὖθις ὁ αὐτὸς τῷ αὐτῷ Μωσεῖ θεός, «ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται».

ΘΕΟΦ. Ἥκιστά γε ἕτερον. Καὶ γὰρ «θεὸν οὐδεὶς ἑώρακέ ποτε», καὶ «οἱ καθαροὶ τῇ καρδίᾳ τὸν θεὸν ὁρῶσιν», ὡς ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ ἐφανέρωσεν ἡμῖν αὐτὸν ἐκεῖνον, ἀόρατον κατὰ τὴν οὐσίαν, ὁρατὸν καὶ μάλιστα τοῖς θεοειδέσι γενομένοις κατ’ ἐνέργειαν καὶ χάριν, ἀλλ’ οὐκ ἄλλον ἀντ’ αὐτοῦ, καὶ ταῦτα κτίσμα ὡς Βαρλαὰμ καὶ Ἀκίνδυνος κακοδοξότατά φασιν. Οὕτω γὰρ καὶ τὸ πανταχοῦ παρὸν καὶ ἀόρατον καὶ ἀμερὲς καὶ τῆς ἑαυτοῦ ἑνότητος ἐχόμενον ἀνεκφοιτήτως πνεῦμα ἐκχεῖται καὶ ἔρχεται καὶ πέμπεται καὶ ἐνοικίζεται, καὶ ταῦτ’ οὐ πᾶσι, καὶ ὁρᾶται καὶ μετρεῖται καὶ μερίζεται, λαμβανόμενόν τε καὶ διδόμενον. Οὕτω γὰρ καὶ ὁ Χρυσόστομος θεολόγος, ὡς ἀνωτέρω ἔφημεν, τοῦ βαπτιστοῦ λέγοντος ἀκηκοὼς περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς «οὐκ ἐκ μέτρου ἔλαβε τὸ πνεῦμα», «πνεῦμα», φησίν, «ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν ἡ μεριζομένη».

Καὶ ὁ μέγας Βασίλειος λέγων ἐκ τῶν ποιημάτων τὸν θεὸν γινώσκεσθαι, «δυνάμεως», φησί, «καὶ σοφίας καὶ τέχνης, ἀλλ’ οὐχὶ τῆς οὐσίας αὐτῆς ἐνδεικτικά ἐστι τὰ ποιήματα». Ὥστε τὸν θεὸν ἐκεῖ γινωσκόμενον κατὰ τὴν δύναμίν φησιν, οὐ κατὰ τὴν οὐσίαν. Οἱ δὲ μικρογνώμονες οὗτοι, οὗ ἂν ἀκούσωσι τὸν θεὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον ἐπιφαινόμενον ἢ μετεχόμενον ἢ ἐρχόμενον καὶ μονὴν ποιούμενον, ἢ κτίσμα τοῦτο λέγουσιν, ἢ τὴν οὐσίαν εἶναι διαβεβαιοῦνται τοῦ θεοῦ. Καὶ τοὺς μὴ κατ’ αὐτοὺς βλασφημεῖν ἀνεχομένους διθεΐᾳ περιπίπτειν λέγουσι, μηδ’ ἐκεῖνο ἐπὶ νοῦν λαμβάνοντες οἱ τάλανες, ὡς ἐπὶ τὴν μόνην μητέρα καὶ παρθένον καὶ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον παραγέγονε καὶ ὁ υἱός· ἀλλ’ ὁ μὲν καθ’ ὑπόστασιν, τὸ δὲ κατὰ μόνην τὴν ἐνέργειαν· διὸ καὶ ὁ υἱὸς μόνος, ἀλλ’ οὐχὶ καὶ τὸ πνεῦμα ἐνηνθρώπησε.

Καὶ τοίνυν ὅταν λέγωμεν θεὸν ἢ πνεῦμα ἢ θεότητα οὐκ ἀεὶ νοοῦμεν τὸ αὐτό, τὴν θείαν οὐσίαν δηλαδὴ ἤ τινα τῶν τῆς ἁγίας τριάδος ἰδίως ὑποστάσεων ἢ τὴν κοινὴν ἐνέργειαν αὐτῶν, ἀλλ’ ἔστι μὲν ὅτε πάντα, ἔστι δ’ ὅτε πλείω, ἔστι δ’ ὅτε τούτων ἕν. Ὅταν γὰρ ὁ μέγας Διονύσιος «θεότητα θεογόνον καὶ πηγαίαν φῇ θεότητα», οὐ συνορῶμεν τοῦτον οὕτω μόνην προσαγορεύοντα τὴν πατρικὴν ὑπόστασιν;

ΘΕΟΤ. Δι’ αὐτοῦ μὲν οὖν καὶ τῶν Λατίνων ῥᾷον ἢ ἐκεῖνοι αἴρουσι κατασπῶμεν τὴν ὀφρῦν, οἷς ἐοίκασιν ὁμοφρονεῖν οἱ διὰ τὴν ὁμωνυμίαν οὗτοι πάντα φύροντες, μᾶλλον δὲ συναλείφοντες εἰς ἕν. ΘΕΟΦ. Ὅτε δ’ ἀλλαχοῦ πάλιν ὁ αὐτός φησιν, «ἡ θεαρχικὴ μακαριότης, ἡ φύσει θεότης, ἡ ἀρχὴ τῆς θεώσεως, ἐξ ἧς τὸ θεοῦσθαι τοῖς θεουμένοις ἐστίν», οὐ τὴν τρισυπόστατόν φησιν οὐσίαν;

ΘΕΟΤ. Καὶ γὰρ ὁ πατὴρ δι’ υἱοῦ ἐν ἁγίῳ πνεύματι θεοῖ τοὺς θεουμένους. ΘΕΟΦ. Ὅτε δὲ αὐτὴν τὴν θέωσιν ἀρχὴν εἶναι λέγει τοῖς θεουμένοις τοῦ θεοῦσθαι, καὶ θεότητα καλεῖ καὶ θεαρχίαν καὶ ἀγαθαρχίαν ὡς δωρεὰν θεοποιόν, ἧς καὶ ὑπερκεῖσθαι λέγει τὸν θεόν, ὡς πάσης ἀρχῆς ὑπεράρχιον, οὐ τὴν θεουργὸν μόνην ἐνέργειαν καὶ χάριν ὀνομάζει θεότητα;

ΘΕΟΤ. Πῶς γὰρ ἂν καὶ ὑπερκείμενος εἴη ταύτης ὁ ἐν τρισὶν ὑποστάσεσι προσκυνούμενος θεός, εἰ μὴ μόνη αὕτη εἴη; ΘΕΟΦ. Κἀκεῖνο μέντοι δεῖ προσδιανοήσασθαι ἐνταῦθα. ΘΕΟΤ. Τὸ ποῖον; ΘΕΟΦ. Ὡς εἰ καὶ μήθ’ ὑπόστασις, μήτ’ οὐσία θεία ἡ θεότης αὕτη πέφυκεν, ἀλλ’ οὐδὲν ἧττον ἄκτιστός ἐστι καὶ ἀΐδιος, ὡς δύναμις θεοπρεπὴς περὶ τὸν θεὸν οὖσα καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως. Ἐπεὶ δὲ καὶ αἰτία καὶ ἀρχή ἐστι τῶν θεουμένων πάντων, ὑπ’ αὐτῆς βελτιουμένων δήπουθεν, ὡς ὑπὲρ φύσιν γινομένων, ἡ δὲ ἀρχὴ καὶ τὸ αἴτιον τῶν ἐξ αὐτῆς οὕτω διέστηκεν ἐπὶ τὸ κρεῖττον ἀναγκαίως, καὶ τὸ βελτιοῦν τῶν βελτιουμένων βέλτιον, καὶ τὸ ὑπὲρ φύσιν ἕτερα ποιοῦν αὐτὸ καθ’ αὑτὸ ὑπερφυές, θεοῦνται δὲ καὶ ἄγγελοι, τὸ καὶ τῶν ἀγγέλων κρεῖττον, καὶ ὑπὲρ τὴν φύσιν ὂν αὐτῶν καὶ καθ’ αὑτὸ ὑπερφυὲς ὑπάρχον, πῶς ἂν εἴη κτίσμα;

ΘΕΟΤ. Καὶ αὐτός γε μὴν οὕτως ἔχω περὶ τούτου· πῶς γὰρ ἄν τι τῶν κτιστῶν καὶ θεαρχία καὶ ἀγαθαρχία καὶ θεοποιὸς κληθείη δωρεά; «Μίμησιν» μέντοι καὶ «θεομιμησίαν» τὴν θείαν ἔλλαμψιν ὁ μέγας οὗτος εἴωθε καλεῖν, ὡς ἐξομοιοῦσαν πρὸς θεόν, καὶ μὲν δὴ καὶ σχέσιν, ὡς ἕνωσίν τε καὶ σύνδεσμον ὑπερφυᾶ θεοῦ καὶ τῶν εὖ ἐχόντων λογικῶν.

ΘΕΟΦ. Ἀλλὰ γὰρ ὅτε πάλιν οὗτος, «θεότητα», φησί, «φαμὲν ἀρχικῶς μὲν καὶ θεϊκῶς καὶ αἰτιατικῶς τὴν μίαν ὑπερούσιον ἀρχὴν καὶ αἰτίαν, μεθεκτῶς δὲ τὴν ἐκ θεοῦ τοῦ ἀμεθέκτου προϊοῦσαν δύναμιν, τὴν αὐτοθέωσιν», ἆρ’ οὐκ ἄμφω, τήν τε θείαν φύσιν καὶ τὴν ἐνέργειαν, ὁμοίως δῆλός ἐστι καλῶν; Καὶ μὴν οὐδ’ ἂν καινόν τι δόξαι τῷ ἐπιστήσαντι καλῶς. Ὅτε γὰρ ἐλέγομεν ὡς τὴν πρώην ὁμιλίαν διεκπνεῦσαι παρῆκας τῆς ψυχῆς ἀμελέτητον ἀφείς, τίνα ποτ’ ἐλέγομεν ψυχήν, οὐχὶ τὴν μνήμην; Αὕτη γὰρ ἡ μὴ τὸ σκέμμα παρακατασχοῦσα μόνιμον, ἢν διαφύγῃ. Προτρεπόμενοι δὲ «φοβεῖσθαι μᾶλλον τὸν καὶ ψυχὴν καὶ σῶμα δυνάμενον ἀπολέσαι ἐν γεέννῃ», τί ποτέ φαμεν ψυχήν, οὐκ αὐτὴν τὴν οὐσίαν τῆς ψυχῆς;

ΘΕΟΤ. Ταῦθ’ οὕτως ἐκληπτέον καὶ ἀποδοτέον, οὐκ ἐκ τοῦ ἀκολούθου μόνον, ἀλλὰ καὶ διὰ τῆς πνευματοκινήτου τῶν θεολόγων δυνάμεως ἀποδεικνῦσιν. Ἀλλ’ ἐπειδήπερ ἡ οὐσιοποιὸς δύναμις φυσική ἐστιν ἐνέργεια θεοῦ—φύσει γάρ ἐστι δημιουργικὸν τὸ θεῖον—, τῇ δὲ ταύτης μετοχῇ πάνθ’ ὅσα γέγονέν ἐστιν, ἆρα πάντα μετέχει τῶν φυσικῶν τοῦ θεοῦ δυνάμεών τε καὶ ἐνεργειῶν;

ΘΕΟΦ. Καὶ γὰρ οὐ μόνης τῆς δημιουργικῆς ἐνεργείας τοῦ θεοῦ, ἀλλὰ καὶ τῆς αὐτοῦ προνοίας ἅπαντα μετέχει. Ἦ γάρ; ΘΕΟΤ. Πῶς γὰρ ἂν καὶ συνίσταιτο χωρὶς αὐτῆς; ΘΕΟΦ. Ἡ τοίνυν πρόνοια φυσική ἐστι καὶ οὐσιώδης ἐνέργεια θεοῦ. Φησὶ γὰρ ὁ μέγας Ἀθανάσιος· «οὐ κατὰ ἄλλην καὶ ἄλλην πρόνοιαν ὁ πατὴρ καὶ ὁ υἱὸς ἐργάζεται, ἀλλὰ κατὰ μίαν καὶ τὴν αὐτὴν οὐσιώδη τῆς θεότητος ἐνέργειαν».

Μετέχουσιν οὐκοῦν πάντα τῆς δημιουργικῆς τε καὶ προνοητικῆς τοῦ θεοῦ δυνάμεως, ἀλλ’ ὡς ἡ οἰκία τῆς τοῦ οἰκοδόμου διανοίας καὶ τῆς τοῦ οἰκοδεσπότου δυνατῆς προνοίας, εἰ ἄρα μέλλει συνεστάναι. Τὰ δὲ λογικὰ καὶ ὁρῶσιν ἐκ τῶν κτισμάτων, λογισμῷ μέντοι, τὴν τῷ κτίστῃ φύσει προσοῦσαν ἀγαθότητα καὶ δύναμιν. Μόνοι δὲ καὶ μετέχουσι καὶ ὁρῶσι κυρίως οἱ ἅγιοι, διὰ τῆς τοῦ πνεύματος μεθέξεως θεοειδεῖς γεγονότες, καὶ θεοειδεῖ δυνάμει λαμπρότητα θεοῦ ἰδόντες καὶ παθόντες, καὶ ὑπερφυοῦς ἀγλαΐας πληρωθέντες, καὶ αὐτοὶ δι’ αὐτῆς ἀπορρήτως αἰγλήεντες ἀναφανέντες. Τὸ γὰρ πνεῦμα τὸ ἅγιον, κατὰ τὸν μέγαν φάναι Βασίλειον, «πάντα μὲν πληροῖ τῇ δυνάμει, μόνοις δέ ἐστι μεθεκτὸν τοῖς ἀξίοις»· καὶ «ἀχώρητον μὲν τῷ κόσμῳ, τοῖς ἁγίοις δὲ μόνοις διὰ καθαρότητα τῆς καρδίας θεωρητόν»· καὶ πᾶσι μὲν πάρεστιν, ἀλλὰ τοῖς μὲν καθαρεύουσι τῶν παθῶν τὴν ἰδίαν ἐμφαίνει δύναμιν, τοῖς δὲ τὸ ἡγεμονικὸν συγκεχυμένον ἔχουσιν ἀπὸ τῶν τῆς ἁμαρτίας σπίλων οὐκέτι· ὥσπερ γὰρ αἱ τῶν προσώπων ἐμφάσεις οὐκ ἐν πάσαις ταῖς ὕλαις γίνονται, ἀλλ’ ἐν ταῖς λειότητά τινα καὶ διαφάνειαν κεκτημέναις, οὕτως οὐκ ἐν πάσαις ταῖς ψυχαῖς ἡ τοῦ πνεύματος ἐνέργεια, ἀλλ’ ἐν ταῖς μηδὲν σκολιὸν ἐχούσαις μηδὲ στραγγαλιῶδες.

Ὁρᾷς ὡς πᾶσι μὲν πάρεστι τὸ ἅγιον πνεῦμα κατ’ οὐσίαν, εἰ δὲ βούλει καὶ κατὰ δύναμίν τε καὶ ἐνέργειαν, μετέχεται δὲ καὶ ἐπιφαίνεται κατὰ μὲν τὴν οὐσίαν οὐδενί, κατὰ δὲ τὴν ἐνέργειαν μόνοις τοῖς τὸν ἀπὸ τῶν πονηρῶν παθῶν ἀποθεμένοις σπίλον;

ΘΕΟΤ. Ὄντως σφᾶς αὐτοὺς παρακρούονταί τε καὶ κατασοφίζονται πάντες οἱ ἀντιλέγειν σπεύδοντες ὑμῖν. Ἀμφοτέρων γὰρ ἐν ταῖς ἁγιογράφοις δέλτοις σαφῶς ὑπαγορευομένων, αὐτοὶ νῦν μὲν τοῦ ἑνὸς ὡς αὐτοῦ μόνου εἰρημένου δῆθεν ὑπεραγωνίζονται, νῦν δὲ χωροῦσι κατὰ τοῦ ἑτέρου ὡς μὴ εἰρημένου, καὶ οὐδ’ ἑκατέρου ὡρισμένως, ὡς εἶναι τοὺς αὐτοὺς τὸ αὐτὸ κατασκευάζοντας καὶ ἀναιροῦντας. Ὅτε μὲν γὰρ μεθεκτὴν ἅπασι τὴν ὑπερουσιότητα ἐκείνην λέγουσιν, ἐξ ἀνάγκης ἀκτίστου διδόασι μετέχειν πάντας τοὺς μετέχοντας, ὅτε δὲ κτιστὴν τὴν χάριν, οὐκ ἀκτίστου οὐδ’ αὐτοὺς ἐκείνους τοὺς ὑπερκοσμίους.

ΘΕΟΦ. Τὴν κατὰ τὸ ὄνομα μόνον ἀντίθεσιν, ὦ βέλτιστε, ζητοῦσιν, οὐ τὴν κατὰ τὸ ὑπὸ τοῦ ὀνόματος δηλούμενον. Εἰ δέ που καὶ πρὸς τὸ σημαινόμενον ἐπιστρέψουσι τὸν νοῦν, οὐ τὰ εἴδη τῶν σημαινομένων διαιροῦσιν, ὡς ἀπολαβόντες ἀκριβῶς ἐφίκοιντο, οὗ ἕνεκα ἡ ζήτησις. Ταῦτ’ ἄρα καὶ αὐτοὶ ἑαυτοῖς οὐχ ἑκόντες εἶναι περιπίπτουσι, καθάπερ ἐν κυβείᾳ τῆς διανοίας σφίσι καὶ τῶν λόγων κυλινδουμένων τε καὶ μεταρριπτουμένων καὶ ἀεὶ παραφαινόντων ἑτεροῖα. Τοῦτο δέ μοι δοκοῦσι καὶ αὐτοὶ συνιδόντες οἱ τὰ τοῦ Βαρλαὰμ ἐπεκδικοῦντες σαφῆ προτιθέναι τὰ ὑπ’ αὐτῶν καὶ διὰ γραμμάτων κρατυνόμενα μηκέτ’ ἔπειτα τολμᾶν. Οὐ γὰρ ἂν ὑπολογίσαιντο τὴν συνοδικὴν ἀπόφασιν, ἣ μὴ τοῖς γράφουσι μόνον, ἀλλὰ καὶ τοῖς λέγουσιν ἐπήρτηται, καὶ τούτων ἀμφοτέροις, αὐτοῖς τοῖς κινοῦσι καὶ κατηγοροῦσιν, ἀλλ’ οὐχ ἡμῖν τοῖς ἀναγκαίως πρὸς ἀπολογίαν ἐρχομένοις.

ΘΕΟΤ. Ἀλλ’ ἐπειδὴ σύ, Θεόφανες, δικαίως καὶ καλῶς ἀπολογούμενος τὸ τῆς οὐσίας ὄνομα διεῖλες, μᾶλλον δὲ ἀπέδειξας διττῶς παρὰ τῆς γραφῆς ἐκλαμβανόμενον, νῦν μὲν ἐπὶ τῆς ἀμεθέκτου ὑπερουσιότητος ἐκείνης, νῦν δ’ ἐπὶ τῶν φυσικῶν τε καὶ οὐσιωδῶν, ἅ ἐστι τοῖς ἁγίοις μόνοις κυρίως μεθεκτά—κατ’ αὐτὰ γὰρ θεοῦ καὶ ἀνθρώπων ἕνωσις τελεῖται—, ἆρ’ ἔχεις αὐτοὺς τοὺς ἁγίους συμμαρτυροῦντάς σοι τῷ λόγῳ δεῖξαι, ὡς αὐτῶν τῶν φυσικῶν τοῦ θεοῦ μεταλαγχάνουσι καὶ δι’ αὐτῶν αὐτὸν ὁρῶσιν, ἀλλ’ οὐκ ἀπὸ τῶν κτισμάτων μόνον ὡς ἡμεῖς;

ΘΕΟΦ. Καὶ τίς ἂν τοῦτ’ εἰπεῖν ἐτόλμησε μὴ τῶν πείρᾳ μαθόντων ἐξειπόντων; Ὁ γὰρ πείρᾳ μαθών, οὗτος οἶδε μόνος τὰς ἐνεργείας τοῦ πνεύματος. ΘΕΟΤ. Τίς οὖν ὁ ἐξειπών; ΘΕΟΦ. Ἅπαντες· οὐ λόγοις μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς πράγμασι καὶ θαύμασιν, ὅσοι μέντοι τῶν ἐνθένδε μεταστάντων, διὰ τῶν ἐξενηνεγμένων σφίσιν ἐνθέων συγγραμμάτων ἔτι σύνεισιν ἡμῖν, οὐδὲ μέχρι νῦν ἀνῆκαν, οὐδ’ ἀνήσουσιν ἀπαγγέλλοντες τρανῶς.

ΘΕΟΤ. Τρεῖς ἔμοιγε πρὸς βεβαίωσιν ἀποχρήσουσι, Θεόφανες· ἐπιδείκνυ τοίνυν μηκέτ’ ἀναβαλλόμενος. ΘΕΟΦ. Δείκνυμι δή. Καὶ γὰρ ὁ ἐκ Δαμασκοῦ θεῖος Ἰωάννης τὸ λάμψαν ἐπ’ ὄρους ἀπὸ τοῦ σωτῆρος φῶς—«ὃ ἰδόντες Πέτρος καὶ οἱ τῆς βροντῆς υἱοὶ τὰ προοίμια τῆς μελλούσης αὐτοῦ παρουσίας», κατὰ τὸν μέγαν Βασίλειον, «ὀφθαλμοῖς λαβεῖν κατηξιώθησαν», οὗ πλήρεις ἔσονται κατὰ τὸν μέγαν Διονύσιον πάντες οἱ χριστοειδεῖς, καθ’ ὃ καὶ «λάμψουσιν ὡς ὁ ἥλιος», κατὰ τὸν μέγαν αὖθις Βασίλειον, ὃς κἀν τῷ παρόντι ψυχῶν ἁγίων φωτισμὸν προσείρηκεν αὐτό—, τοῦτο τοίνυν «φυσικὴν ἀκτῖνα τῆς θεότητος» ὁ ἐκ Δαμασκοῦ θεῖος Ἰωάννης εἶπεν, ὁ δὲ μελῳδὸς Κοσμᾶς «οὐσιώδη τοῦ λόγου τοῦ θεοῦ εὐπρέπειαν», κατὰ φύσιν δὲ τοῦτο ἔχειν τὸν θεὸν ὁ μέγας Ἀθανάσιος· «ἀνελθὼν γάρ», φησίν, «ὁ κύριος εἰς τὸν οὐρανὸν ἥξει ἐν δόξῃ φυσικῇ καὶ οὐκ ἐν χάριτι· ἐν τῇ ἑαυτοῦ θεότητι ἐκλάμπων ἐκ τοῦ ἐκ Μαρίας σώματος αὐτοῦ τοῦ ἁγίου τὴν δόξαν τὴν ἀπόρρητον, ὡς καὶ ἐπὶ τοῦ ὄρους ἔδειξεν ἀπὸ μέρους». Ἔχεις ὁπόσους ἀποχρήσειν εἰς παράστασιν ἐνόμισας. Ἡμεῖς δ’ ἐπιδαψιλευσάμενοι τοὺς τῆς ἀληθείας αὐξήσομέν σοι μάρτυρας. Φησὶ γὰρ ὁ θεῖος Μάξιμος· «πάντα ὅσα ὁ θεὸς καὶ ὁ διὰ τῆς χάριτος τεθεωμένος ἔσται χωρὶς τῆς κατ’ οὐσίαν ταυτότητος».

Καὶ ἀλλαχοῦ πάλιν· «ἑτοίμους ὁ λόγος δι’ ἐλπίδος καθίστησι τῇ παραδοχῇ τῆς τῶν ἀγαθῶν ἀρχετυπίας ψυχωθῆναι καὶ γενέσθαι ζώσας εἰκόνας Χριστοῦ, καὶ ταὐτὸν αὐτῷ μᾶλλον κατὰ τὴν χάριν ἢ ἀφομοίωμα». Ἐν δὲ τοῖς θεολογικοῖς Κεφαλαίοις φανερῶς φησιν· «ἡ τοῦ θεοῦ βασιλεία τῶν προσόντων τῷ θεῷ φυσικῶς ἀγαθῶν κατὰ χάριν ἐστὶ μετάδοσις».

Ὁ δὲ ἅγιος Κύριλλος τὸ τοῦ κυρίου προενεγκών, «εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν», ἑαυτοῦ τὴν εἰρήνην ταύτην εἶπεν εἶναι, φησίν, ὡς ἴδιον ἀγαθὸν ἐνυπάρχον αὐτῷ. Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ λόγῳ τῶν Θησαυρῶν ἐκεῖνο πάλιν προενεγκών, «ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον», «ὡς φύσει», φησί, «προσοῦσαν αὐτῷ τὴν ζωὴν καὶ οὐσιωδῶς ὑπάρχουσαν δώσειν τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπαγγέλλεται.

Προελθὼν γὰρ ἐκ τοῦ πατρὸς πάντα τὰ αὐτοῦ κατὰ φύσιν ἐπάγεται· ἓν δὲ τῶν προσόντων τῷ πατρὶ καὶ ἡ ζωή». Ὁρᾷς καὶ τοῖς ἀξίοις διδομένην τὴν τοιαύτην ζωήν, καὶ κατὰ φύσιν προσοῦσαν τῷ θεῷ, ἀλλ’ οὐχὶ φύσιν οὖσαν;