Ἀγνοοῦντες τοιγαροῦν ὅτι τῶν ἁγίων οἱ ταλαίπωροι γίνονται κατήγοροι, καὶ κατὰ τὸν θεολόγον «ὅμοιόν τι παθόντες τοῖς διὰ θανάτου φόβον ἀπαγχομένοις, ἵνα μὴ κάμωσι» μικρόν, ἐκζητήσαντες τίνες αἱ θεότητες αὗται, τί τὸ ἐν αὐταῖς εὐσεβῶς λεγόμενον ὑπερκείμενον—ἐὰν γὰρ ἡ τοῦ θεοῦ θεατικὴ δύναμις καὶ ἡ φύσις ᾖ καὶ ἀμφοτέραις ταύταις θεότης ἡ προσηγορία, καὶ ἡ μὲν ὑπέρκειται ὡς αἰτία καὶ κατὰ τὸ ἄφραστον καὶ ἀμέθεκτον, τῆς δὲ τοῦ θεοῦ θεατικῆς δυνάμεως ἐν μεθέξει καὶ οἱ προφῆται γεγόνασι, καὶ ἡ τῆς θεότητος προσηγορία ταύτην παρίστησιν, ὡς ἀνωτέρω φθάσας εἶπεν ὁ Νύσσης θεῖος Γρηγόριος, καὶ ὡς αἰτίας αὕτη ἐξ ἐκείνης ὑπάρχει τῆς φύσεως· «οὐ γὰρ ἡ οὐσία ἐκ τῆς σοφίας, ἀλλ’ ἡ σοφία ἐκ τῆς οὐσίας», φησὶν ὁ Χρυσόστομος θεολόγος—, ἵνα τοίνυν μὴ κάμωσι μετὰ φόβου θεοῦ καὶ προσοχῆς ἐκζητοῦντες τῶν λεγομένων τὴν δήλωσιν, καὶ ταῦτα τῆς τοῦ ἀκτίστου προσθήκης ἐφελκομένης πρὸς τὴν ἐξέτασιν καὶ ὑποφαινούσης τῆς ἀληθείας τὴν εὕρεσιν καὶ κατάφωρον ποιούσης τὴν ἐπὶ τὴν κτίσιν τοῦ θείου παρὰ τῶν κατηγόρων καθαίρεσιν, οἱ δὲ ῥᾳδίως οὕτω προδιδόασι τοῖς ἐχθροῖς τὸ ζητούμενον καὶ ζημιοῦνται θεότητα, κτισματολάτραι, φεῦ, καὶ ἄθεοι μονοθεΐται, μᾶλλον δὲ καὶ διθεΐται ὄντως γινόμενοι· καὶ γὰρ ἐκεῖνοι παρ’ αὐτὰ διδάσκειν ἕτοιμοι, καὶ οὗτοι προσίεσθαι κατὰ τὸ ἀκόλουθον μόνην ἄκτιστον εἶναι θεότητα τὴν θείαν φύσιν, τὴν πᾶσι πάντῃ καθ’ ἑαυτὴν ἀόρατον καὶ ἀπερινόητον καὶ ἀναφῆ καὶ ἀμέθεκτον, τὴν δὲ λαμπρότητα τῆς θείας φύσεως, καθ’ ἣν ὁ θεὸς κοινωνεῖ τοῖς κατηξιωμένοις «λαμπρότητα θεοῦ ἰδεῖν τε καὶ παθεῖν» κατὰ τὸν θεολόγον Γρηγόριον, τὸ φῶς τὸ λάμψαν ἀπὸ τοῦ σωτῆρος ἐν Θαβώρ, ὃ θεότητα ὁ αὐτὸς θεολόγος ἐκάλεσε, «φῶς», λέγων, «ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθηταῖς», τὴν ἄχρονον καὶ «διηνεκῆ καὶ διαιωνίζουσαν δόξαν» τῆς θεότητος, τὴν ἁπάντων ἐπέκεινα κατὰ τὸν ἐκ Δαμασκοῦ θεορρήμονα, τὴν μόνην ὑπερτελῆ καὶ προτέλειον, καθ’ ἣν τοῖς τε συναναβᾶσι τὸ ὄρος ὁ Χριστὸς ὡς θεὸς ὦπται, λαβοῦσιν ὀφθαλμοὺς οὓς οὐ πρότερον εἶχον, καὶ ἐν τῷ μέλλοντι τοῖς ἁγίοις ἀπορρήτως ὀφθήσεται, καὶ ἧς αὐτοῖς μεταδοὺς ἄλλους ἡλίους κατὰ τὸν μέγαν Βασίλειον ἀπεργάσεται τῷ ἀκραιφνεστάτῳ καὶ ἀληθινῷ φωτὶ κεκραμένους, καὶ τῆς ἡμέρας κυρίου γεγονότας υἱούς, ἰδόντας τε καὶ παθόντας τὸ θεῖον ἐκεῖνο κάλλος· περὶ οὗ πάλιν φησὶν ὁ αὐτός, «κάλλος ἀληθινὸν καὶ ἐρασμιώτατον τὸ περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν ἐστίν· οὗ ὁ ἐνατενίσας ταῖς μαρμαρυγαῖς καὶ ταῖς χάρισι, καὶ αὐτὸς μεταμορφοῦται πρὸς τὸ θειότερον», καὶ πάλιν, «εἶδον δὲ αὐτοῦ τὸ κάλλος Πέτρος καὶ οἱ υἱοὶ τῆς βροντῆς ἐν τῷ ὄρει ὑπερλάμπον τὴν τοῦ ἡλίου λαμπρότητα· καὶ τὰ προοίμια τῆς αὐτοῦ παρουσίας ὀφθαλμοῖς λαβεῖν κατηξιώθησαν», ταύτην οὖν τὴν τοῦ θεοῦ βασιλείαν, τὴν λαμπρότητα τῆς φύσεως αὐτοῦ, τὴν ἀποκαλυπτομένην τοῖς ἀξίοις ἐν δυνάμει πνεύματος, εἶναι θεότητα κτιστήν, καὶ τὴν θεατικὴν τοῦ θεοῦ δύναμιν καὶ τὴν θελητικήν, καὶ τὴν πρόνοιαν αὐτοῦ καὶ τὴν δικαιοσύνην, καὶ ἁπλῶς πᾶν τὸ διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως εἰς κτίσμα κατασπῶντες, κἂν ἀγαθότης, κἂν ἀγαθαρχία, κἂν θεότης, κἂν θεαρχία, κἂν θεοποιὸς δωρεὰ καὶ χάρις καὶ δύναμις καὶ πᾶν ὑψηλὸν καὶ θεῖον προσαγορεύηται, καὶ ὧν οὐδὲν ὑψηλότερον, δι’ ὧν συγκατασπῶσι πάντως καὶ τὴν θείαν φύσιν.