Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Δογματικοὶ λόγοι

Γρηγόριος Παλαμᾶς

Διάλογος «Θεοφάνης»: Ο ασφαλής κανόνας της πίστεως και η διττή θεολογική έκφραση

Προοίμιο του διαλόγου «Θεοφάνης» και η εισαγωγή της πατερικής μεθόδου ερμηνείας για την αντιμετώπιση των αιρέσεων, με έμφαση στη διάκριση μεταξύ της αμέθεκτης ουσίας και των μεθεκτών ενεργειών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 8 από 10

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΤΟΥ ΑΥΤΟΥ ΟΡΘΟΔΟΞΟΥ ΘΕΟΦΑΝΟΥΣ ΔΙΑΛΕΞΙΣ ΠΡΟΣ ΤΟΝ ΑΠΟ ΒΑΡΛΑΑΜΙΤΩΝ ΕΠΙΣΤΡΕΨΑΝΤΑ ΘΕΟΤΙΜΟΝ ΘΕΟΦΑΝΗΣ ΘΕΟΦΑΝΗΣ Ἢ ΠΕΡΙ ΘΕΟΤΗΤΟΣ ΚΑΙ ΤΟΥ ΚΑΤ’ ΑΥΤΗΝ ΑΜΕΘΕΚΤΟΥ ΤΕ ΚΑΙ ΜΕΘΕΚΤΟΥ ΘΕΟΦΑΝΗΣ. Ἐπεσκέψω κατὰ σεαυτὸν γενόμενος, ἀδελφὲ Θεότιμε, τὰ ὡμιλημένα ἔναγχος, ἢ καθάπερ τινὰ περιττὴν ἀδολεσχίαν ἀμελέτητον ἀφείς, καὶ λεληθότως ὑπεκπνεῖν κατὰ μικρὸν ἐάσας, τῶν τῆς σῆς ψυχῆς ἐξεφόρησας τελέως λογισμῶν;

ΘΕΟΤΙΜΟΣ. Τί τοῦθ’ ὃ λέγεις, ἀγαθὲ Θεόφανες; Οὕτως οἴει με ῥᾳδίως τῆς μνήμης ἐκβαλεῖν ὁμιλίαν ἐκείνην τὴν καλὴν ἐμοὶ καὶ τῶν καλλίστων πρόξενον, δι’ ἧς τοσαύτης πλάνης ἀπηλλάγην, πλάνης ἣν ἔτεκε μὲν ὁ Ἰταλὸς ἐκεῖνος Βαρλαάμ, καὶ ὑφ’ ἧς διόλωλε φυγαδευθείς, εἰσποιησάμενος δὲ οὐκ οἶδ’ ὅπως ὁ Ἀκίνδυνος, κίνδυνος σαφὴς ἑαυτῷ καὶ τοῖς αὐτῷ πειθομένοις γέγονε μάλιστα ἀγύρταις;

ΘΕΟΦ. Οἶδα πολλοῖς περιστοιχιζόμενόν σε πράγμασι, καὶ τὸν περισχόντα θόρυβον ἀρτίως πάντας, δι’ ὃν εἴπερ ποτὲ τοὺς φίλους δεῖσθαί σου τῆς ἀγχινοίας οἶμαι. Ταῦτ’ ἄρα ταύτῃ ἠρόμην. ΘΕΟΤ. Ἀλλ’ ἐγὼ καὶ ἀσχολίας ἁπάσης ὑπερτέραν, εὖ ἴσθι, πεποίημαι τὴν περὶ τηλικούτων σκέψιν, ὥστε μοι καὶ ἀπὸ τῆς συνεχοῦς μελέτης οἷόν τινα τύπον ἐνδῦναι εἰς τὴν ψυχήν, καὶ μηδὲ καθεύδοντα ἀνιέναι, ἐξεγειρομένῳ τε εὐθὺς παρεῖναι, ὡς ἐνῆν ἕκαστα βασανίζοντι τῷ λογισμῷ. Καί μοι ἐδόκει, καθάπερ ἐπὶ σκοπιᾶς τινος ἀμφιφαοῦς τῆς ἀληθείας τῶν περὶ θεοῦ δογμάτων ἑστηκότι βεβαίως, ἐφ’ ἣν ἐτύγχανον ὑπὸ τῶν σῶν λόγων ἀναβιβασθείς, ἐκεῖθεν ὡς ἐξ ἀπόπτου τινὸς κάτω που διακειμένην φάραγγά τινα βαθεῖαν καὶ διασφάγα ἐπίσκιον, διάπλεων ζόφου, δηλονότι ψεύδους ἀμφιλαφοῦς, τὰ ἐκείνων ὁρᾶν, οἳ ψεῦδος ἄντικρυς θέμενοι τὴν ἐλπίδα τοσοῦτον ἐπεντρυφῶσιν αὐτῷ καὶ τοσαύτην ἐπιδαψιλεύονται τὴν ἀπάτην, ὡς καὶ σφῶν αὐτῶν ἐθελοντὰς καταψεύδεσθαι καὶ ἐξαπατᾶν ἑαυτούς.

Οἱ γὰρ νῦν μὲν τὴν θεοποιὸν δωρεὰν τοῦ πνεύματος, δι’ ἧς μέτοχοι θεοῦ, μᾶλλον δὲ «ἓν πνεῦμα» μετὰ τοῦ θεοῦ γίνονται οἱ ἅγιοι, κτίσμα διαρρήδην λέγοντες καὶ δι’ ἐπιχειρημάτων καὶ γραφικῶν μαρτυριῶν πάντας πείθειν διὰ μεγίστης ποιούμενοι σπουδῆς, νῦν δ’ αὖθις ὡς αὐτῆς τῆς οὐσίας τοῦ θεοῦ μέτοχοί ἐσμεν, ἆρ’ οὐχὶ πρὸς τῷ κατ’ ἀμφότερα ψεύδεσθαι ταυτί, καὶ καθ’ ἑαυτῶν καὶ τῶν οἰκείων λόγων ἐφ’ ἑκατέρου μέρους ψεύδονται, καὶ ὑφ’ ἑαυτῶν ἀπατῶνται; Πῶς γὰρ ἂν ὁ τῆς οὐσίας τοῦ θεοῦ μετέχων κατ’ αὐτοὺς οὐκ ἀκτίστου, ἀλλὰ κτιστοῦ μετέχων εἴη; Πῶς δ’ αὖθις ὁ κτιστῇ κατ’ αὐτοὺς χάριτι θεοποιούμενος τῆς οὐσίας μετέχει τοῦ θεοῦ;

ΘΕΟΦ. Θεότιμε, οὐκ ἀπεικότως οἱ σφῶν λόγοι τῷ πάθει τῆς αὐτοὺς τικτούσης ἐοίκασι ψυχῆς, ἀφ’ οὗ πρὸς τὴν λογολεσχίαν ταύτην ἐπήρθησαν· φθίσιν γὰρ ἐμποιεῖν τοῖς φθονοῦσιν ὁ φθόνος πέφυκε, καὶ οἱ τούτων λόγοι τοῖς λέγουσιν ἀντιλέγουσιν, οὐκ ἡμιμοχθήρους τινὰς τοὺς προϊεμένους, ἀλλὰ παμπονήρους δεικνύντες· ὁ γὰρ τελέως κακὸς οὐδ’ ἑαυτῷ ἐστιν ἀγαθός. Ἀλλ’ ἐκεῖνοι μὲν ἑαυτοὺς καταστρεφόντων, σὺ δ’ εἰ μὴ τῶν ἀποριῶν ἀπολέλυσαι τελέως, πυνθάνου ἀδεῶς, ὅπερ ἂν ᾖ σοι βουλομένῳ· τῷ γὰρ μὴ πρὸς ἔριν ἀλλὰ πρὸς ἀλήθειαν ζητητικῷ διαφερόντως, εὖ ἴσθι, χαίρω διαλεγόμενος.

ΘΕΟΤ. Τοῦτό μοι πρὸς θεοῦ πρὸ τῶν ἄλλων φράσον, Θεόφανες· τίς ποτ’ ἄρα τῆς ἀντιλογίας ταύτης ἦρξε, καθ’ ἣν ἡττηθεὶς ὁ Βαρλαὰμ ἀειφυγίαν ὑπ’ αἰσχύνης ἑαυτοῦ κατεψηφίσατο; Γράμμασι γὰρ ἐντυχεῖν ἔλεγεν ἐκεῖνος, ἀφ’ ὧν καὶ πολυστίχους ὑπεδείκνυ ῥήσεις ἐκλεξάμενος, δι’ ἃς παθεῖν διεβεβαιοῦτο τὴν ψυχήν, οὐκ αὐτός τι βλάβος ὑποστάς, ἀλλὰ κατὰ τῶν συγγραψαμένων ὑπόνοιαν δεξάμενος οὐκ ἀγαθήν, μᾶλλον δὲ καὶ λίαν κακήν· δυσσεβῆ γὰρ ἔχειν δόξαν ὑπέλαβεν αὐτούς, ἣν δὴ καὶ ἀνασκευάζων, Ἀντιρρητικοὺς λόγους συνεγράψατο. Τοιγαροῦν οὐκ ἂν ἔχοι τις εἰπεῖν αὐτὸν τῆς ἀντιλογίας καταβαλέσθαι τὴν ἀρχήν.

ΘΕΟΦ. Καλῶς εἶπέ τις τῶν παλαιῶν καισάρων, ὡς οὐχ ὑπέχειν ἄμφω δεῖ τὰ ὦτα τοῖς κατηγοροῦσιν, ἀλλὰ τῷ ἀπολογησομένῳ θάτερον ἀκήρατον φυλάττειν οὖς, ὥστε μηδαμῆ μηδὲν στέργειν μηδὲ ἀποφαίνεσθαι, πρὶν ἂν διακούσῃ ἀμφοτέρων.

Ταῦτα γὰρ αὐτὰ κἀπὶ τῆς συνόδου διεξῆλθε μικροῦ καὶ ἐπὶ λέξεως ὁ Βαρλαάμ, καὶ πολὺ τῶν ἐκείνου λόγων μεταξὺ τὸ «τετραυμάτισμαι καὶ πέπονθα τὴν ψυχήν», ὑφ’ ὧν ἔφης συγγραμμάτων δηλαδή. Πρὸς ταῦτα δὲ ἡμῖν ὀλίγων ἐδέησε λόγων· εἴχομεν γὰρ τὴν ἀπὸ τῶν πραγμάτων ἀνεξέλεγκτον ἀντίθεσιν. Ἐξενεγκόντες γὰρ ὑπεδείξαμεν συγγράμματα ἐκείνου, πολλῷ πρότερα τῶν ἡμετέρων, τείνοντα κἀκεῖνα πρὸς τὴν προκειμένην δίκην, πρὸς ἃ καὶ ἀντέκειτο τὰ ἡμέτερα. Ταῦτα δὲ ἐκεῖνος τῆς Θεσσαλονίκης ἀπαίρων ἀφανίσας, ὥς γε ᾤετο, καὶ τὰ μετ’ ἐνιαυτὸν συγγεγραμμένα οἱ πρὸς τὰς ὑφ’ ἡμῶν γεγονυίας ἀντιρρήσεις προδεικνὺς ἐνθάδε, τοὺς οὐκ εἰδότας, ὡς οὐκ ἦρξε, ῥᾷον ἔπειθεν. Ἀλλὰ γὰρ ἀναπεφηνότος οὕτω ῥᾷστα δολίου κατὰ τοῦτο καὶ ψευδοῦς, ἐπεὶ καὶ Θεσσαλονικεῖς ἄνδρες παρῆσαν οἱ συνειδότες ἐξεταζομένης ἔτι τῆς ἀρχῆς, ὅθεν ἀνεφάνη πρὸ ἐνιαυτῶν τεττάρων, ὅτε μηδὲ ᾔδει πω σχεδόν, ποῦ γῆς ἡμεῖς ἐσμεν, μηδὲ διὰ γραμμάτων ἐτύγχανεν ὡμιληκὼς ἡμῖν, τότε πρὸ τοσούτου χρόνου πρός τινα τῶν ἐν ἁπλότητι μοναζόντων ὑπακοὴν αὐτὸν ὑποκρινάμενον, ἐκ τούτου τὰς λαβὰς εὑρέσθαι τῶν κατηγορημάτων, ὡς καὶ ὁ Συνοδικὸς τόμος καταφανὲς τίθεται τοῖς βουλομένοις.

Πρὸς δὲ τοῖς εἰρημένοις, τίς ὁ τῶν λόγων ἄρχων; Οὐχ ὁ κατηγορῶν, οὐχ ὁ ἐγκαλῶν, ὃς ἦν φανερῶς αὐτός; Ἡμεῖς δ’ οὐ μετὰ μῆνας ἥκομεν ἑπτά, πατριαρχικοῖς γράμμασι μετάπεμπτοι; Πῶς οὖν οὐ παντὸς μᾶλλον ἐκφανές, ὡς οὐχ ἡμεῖς οἱ τὴν ἀρχὴν τῆς πρὸς αὐτὸν ἀντιλογίας καταβαλόμενοι; Οὐ μήν, ἀλλ’ εἴτ’ ἐκεῖνος ἦρξεν εἴθ’ ἡμεῖς, ὁ δυσσεβῶς λέγων μάλιστα μεμπτέος, μᾶλλον δὲ καὶ ἀποτρόπαιος, ἀλλ’ οὐχ ἁπλῶς ὁ ἄρξας.

ΘΕΟΤ. Εὖ λέγεις. Τοῦτο μὲν δὴ καὶ προὐργιαίτερον ἂν εἴη καὶ δυσχερέστερον μαθεῖν· ἐμοὶ δὲ οὐκέτ’ ἀμφισβητήσιμον οὐδέν· καὶ γὰρ ἔγνων ἀκριβῶς τὴν τοῦ ἀνδρὸς κακοδοξίαν ὅση. Μακρᾶς δὲ οὔσης καὶ πολυσχιδοῦς καὶ ὑπὸ τῶν διαδεξαμένων αὐξηθείσης ἐς τὰ μάλιστα, μεθόδου τινὸς δέομαι, καθ’ ὅσον οἷόν τε συντετμημένης, οὐκ εἰς κατάληψιν, ἀλλ’ εἰς διασάφησίν τε καὶ ἔλεγχον αὐτῆς. Καὶ σοῦ δέομαι μὴ ἀνεῖναι κατὰ τὸ ἐγχωροῦν ὁδὸν ὑφηγήσασθαι τοιαύτην, ὅπως δι’ αὐτῆς ἡμεῖς ἰόντες, καὶ ὡς «ὅπλῳ κυκλούμενοι τῇ ἀληθείᾳ», πιπτούσας ὁρῶμεν τὰς ἐκείνων λεσχηνοίας, ψαλμικῶς εἰπεῖν, ἔκ τε τοῦ κλίτους καὶ ἐκ δεξιῶν, ἡμῖν δὲ μηδὲ ἐγγιζούσας.

ΘΕΟΦ. Οὐ μικρόν ἐστι τὸ αἴτημα, ὦ βέλτιστε, ἐγώ τε τοιαῦτα ἄττα οὔτε συνιδεῖν ὀξὺς οὔτε ἐξειπεῖν δεινός. Σὴν δ’ ὅμως χάριν, ἐπεὶ καὶ τοῖς ὑπὲρ δύναμιν ἡ ἀγάπη πείθει ἐγχειρεῖν, σχήσειν ἐλπίσας συλλήπτορα τὸν τῆς ἀγάπης θεόν, γνώμονά τινα δογμάτων ἐξεργάσασθαι πειράσομαι, δι’ οὗ τὰ εὖ ἔχοντα καὶ μὴ διακριθείη ἄν. Ὃς μέντοι καὶ σοὶ συνδόξει οὕτως ἔχειν, ἵνα προσάγων ἅττα βούλοιο, μὴ μόνον τῶν ἄρτι κινηθέντων, ἀλλὰ μικροῦ καὶ τῶν ἐκ τοῦ παντὸς αἰῶνος, μανθάνοις ἐν πᾶσι τἀληθές. Οὐ μικρὸν δ’ ἂν εἴη καὶ τοῦτο τεκμήριον, μᾶλλον δὲ ἀπόδειξις, τῆς τε ὑφ’ ἡμῶν κηρυττομένης ἀληθείας καὶ τῆς ἐπιχωριαζούσης πλάνης τοῖς ἀντιλέγειν ἡμῖν προαιρουμένοις. Εἰ γὰρ ἀναδειχθεῖεν τῷ ὁμοίως ἔχοντι κανόνι τά τε τῶν πάλαι κακοδόξων καὶ τὰ τῶν νῦν ἡμῖν ἀντιλεγόντων μηδαμῶς ἐναρμοζόμενα, ἐναρμόνια δὲ τὰ ἐξ αἰῶνος εὐσεβῆ καὶ τὰ παρ’ ἡμῶν λεγόμενα ἀρτίως, ἆρ’ οὐκ ἔκδηλον ἐν ποίᾳ μοίρᾳ τετάξεται ἑκάτερα; Τὰ γὰρ τῷ αὐτῷ τὰ αὐτά, καὶ ἀλλήλοις ἐστὶν ἀναγκαίως τὰ αὐτά· τὰ δ’ ὁποτέρῳ τούτων ἕτερα καὶ ἀμφοτέροις ἄρα.

Οὐ θαυμαστὸν δέ, εἰ τὰ μέλλοντα ῥηθήσεσθαι διὰ πάντων μοι τέταται τῶν ἄλλων λόγων· οἱονεὶ γὰρ τὴν ἐν τῷ βάθει ῥίζαν καὶ τὸ αἴτιον πάντων τῶν ἐχόντων εὖ τε καὶ μὴ περὶ θεοῦ δογμάτων, νῦν ἐκφῆναι προῄρημαι συνεπτυγμένως.

ΘΕΟΤ. Ὡς ἐράσμιον τὸ ἐπάγγελμα, μηκέτ’ οὖν μέλλε· πολλῶν γὰρ ἀνέραστος προοιμίων ὁ σφόδρα τι ποθῶν μαθεῖν. ΘΕΟΦ. Καὶ δὴ λέγω. Συνορᾷς ὡς τὰ τῆς θεολογίας ἔστι μὲν ὡς αὐτόπιστά ἐστιν, ἔστι δ’ ὡς παρακαλεῖ τὸν τοῦ διδασκομένου νοῦν εἰς ἐπίσκεψίν τε καὶ ἐξέτασιν;

ΘΕΟΤ. Τὰ αὐτὰ καὶ πιστά ἐστι καὶ μή; Οὐ μανθάνω ὅ,τι λέγεις. ΘΕΟΦ. Ἐγὼ ὃ λέγω ποιήσω φανερόν. ΘΕΟΤ. Ποίησον, καὶ τότε συνερῶ τῷ δοκοῦντι ἀληθεῖ. ΘΕΟΦ. Ἔφη Μωυσῆς ὑπὸ θεοῦ μαθών· «ἄκουε, Ἰσραήλ· κύριος ὁ θεός σου κύριος εἷς ἐστιν»· οὐκ αὐτόπιστόν ἐστι τοῦτο;

ΘΕΟΤ. Ναί, εἴπερ φῂς αὐτόπιστον τὸ πιστευόμενον ἄνευ ἀποδείξεως. Διὸ καὶ Μωυσῆς ἀκούειν ἐγκελευσάμενος, εἶτ’ ἀποφηνάμενος, οὐδὲν ἔπειτα περὶ αὐτοῦ προσέθηκε. ΘΕΟΦ. Καλῶς γε ποιῶν· ὡς γὰρ αἴσθησις ἐν τοῖς ὑπ’ αἴσθησιν λογικῆς οὐ δεῖται δείξεως, οὕτως οὐδὲ πίστις ἐν τοῖς τοιούτοις ἀποδείξεως. Διὸ καὶ πρὸς τοὺς ἀπίστους μόνους ὑπὲρ τοῦ τοιούτου μακροὺς ἄν τις ἐξενέγκοι λόγους.

Ἀλλ’ ὁ αὐτὸς Μωυσῆς καὶ τοῦτο μαθὼν ὑπὸ θεοῦ, φησὶν ὡς «ἐπὶ Σόδομα καὶ Γόμορρα παρὰ κυρίου πῦρ ἔβρεξεν ὁ κύριος ἐξ οὐρανοῦ». Καὶ ὁ τηνικαῦτα τῷ Λὼτ ἐπιφαινόμενος ἐν Σοδόμοις κύριος ἐν δυσὶν ἐφαίνετο προσώποις. Πίστει οὖν καὶ τοῦτο δεχόμεθα ὁμοίως;

ΘΕΟΤ. Πῶς γὰρ οὔ; Τί μήν; ΘΕΟΦ. Πιστεύομεν δὴ καὶ ὅτι εἷς καὶ ὅτι οὐχ εἷς ὁ κύριος. Οὐκ αὐτὴ οὖν ἡ πίστις βιάζεται ἡμᾶς καὶ παντάπασι διακελεύεται ζητεῖν καὶ διδόναι λόγον, εἴ τις μάλιστα παρὰ τὰ τοιαῦτ’ ἐπηρεάζει, πῶς εἷς καὶ πῶς οὐχ εἷς, ἵνα μὴ ἄτοποί τινες ὦμεν καὶ ἡμῖν αὐτοῖς οὕτως ἀνακόλουθα δοξάζοντές τε καὶ φθεγγόμενοι;

ΘΕΟΤ. Πάνυ μὲν οὖν. Οὐ γὰρ τοὺς περὶ ἀκαταλήπτου λόγους ἀνθυπενέγκαι τις ἂν τῶν εὖ φρονούντων τῷ πυνθανομένῳ, πῶς τοῦτ’ ἔστιν ὁπότερον· ἐπεὶ μὴ τὴν ἑκατέρου πολυπραγμονεῖ αἰτίαν τῆς ὑπάρξεως, ἀλλὰ τὴν θατέρου πρὸς θάτερον διαφοράν.

ΘΕΟΦ. Ἄγαμαί σε τῆς συνέσεως. Ἐν γοῦν ταῖς τοιαύταις διπλόαις τῆς θεολογίας μικροῦ πᾶσαν πονηρὰν αἵρεσιν κινηθεῖσαν ἴδοις ἄν. Ἀλλ’ ὁ μὲν ἀποδιδοὺς τὸν λόγον οὕτως, ὡς ἀμφότερα πιστὰ μηδὲν ἧττον ἢ πρότερον σώζεσθαι τὰ μέρη, εὐσεβής, ὁ δὲ τῷ ἑτέρῳ κατὰ τοῦ ἑτέρου χρώμενος ὁποιῳοῦν καὶ ὁπηδηποτοῦν δυσσεβὴς ἢ καὶ ἀσεβής, κατὰ λόγον τῆς προκειμένης ἑκάστης ὑποθέσεως.

ΘΕΟΤ. Ποίησον καὶ τοῦθ’ ὃ λέγεις, πρὸς θεοῦ, σαφέστερον. ΘΕΟΦ. Καὶ δὴ ποιῶ. Πᾶς μὲν ὁ τῶν ἁγίων ὅμιλος πατέρων ἕνα εἶπον τὸν θεὸν κατὰ τὴν οὐσίαν, τρεῖς τὸν ἕνα κατὰ τὰς ὑποστάσεις, ἄλλο μὲν οὔσης τῆς ὑποστάσεως καὶ ἄλλο τῆς οὐσίας, ὡς ἄλλο καὶ ἄλλο σημαινούσης ἑκατέρας, ἀκτίστων δὲ καὶ ἀχωρίστων οὐσῶν ἀλλήλων ἀμφοτέρων καὶ τῶν ὑποστάσεων καὶ τῆς οὐσίας, οὕτω τηρήσαντες ἀσάλευτον καὶ τὴν εἰς τριάδα καὶ τὴν εἰς μοναρχίαν πίστιν. Σαβέλλιος δὲ τριθεΐαν κατηγορήσας τῶν οὕτω δοξαζόντων, αὐτὸς εἰς ἓν τὰ τρία συναλείψας, διὰ τοῦ ἑνιαίου τὸ τριαδικὸν ἀνεῖλε τῆς θεότητος· καὶ ἐκ τῶν ἱερῶν γραφῶν τοὺς περὶ μονάδος λόγους συλλεξάμενος, οἷον, «ἐγὼ θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα καὶ εἰς τὸν αἰῶνα, λέγει κύριος», καὶ τὸ παρ’ αὐτοῦ τοῦ κυρίου ἐν Εὐαγγελίοις εἰρημένον, «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καὶ ὅσα τούτοις παραπλήσια, προὐβάλλετο πρὸς μαρτυρίαν εἰς ἀναίρεσιν τοῦ τριαδικοῦ τῶν ὑποστάσεων. Οὐχ οὕτω ποιεῖ Σαβέλλιος καὶ ὅσοι κατ’ αὐτόν;

ΘΕΟΤ. Τοῦθ’ οὕτω πάντες ἴσμεν. ΘΕΟΦ. Κἀγὼ διὰ τὸ πᾶσιν εἶναι τοῦτο φανερὸν σαφηνείας ἕνεκα προήνεγκα· σὺ γὰρ τοὺς αὐτοῦ τοιούτους λόγους προσαγαγὼν τῷ γνώμονι τῆς πίστεως, ὃς καὶ ἕνα καὶ τρία λέγει τὸν αὐτὸν θεόν, ἐξελέγξεις ἄπιστόν τε καὶ κακόδοξον, ὡς τὸ τριαδικὸν ἀναιροῦντα τοῦ ἑνὸς θεοῦ, καὶ τοὺς ὑπ’ ἐκείνου παρὰ τοῦτο πολυθέους λεγομένους ὡς εὐσεβεῖς ἀνακηρύξεις καὶ πιστούς. Ἄρειος δὲ καὶ αὐτὸς πολυθέους λέγων τοὺς τρία λέγοντας τὰ ἄκτιστα, ἓν ἄκτιστον εἶναι διεβεβαιοῦτο, τὸν πατέρα, τὰς ἄλλας ὑποστάσεις εἰς κτίσμα κατασπῶν, καὶ ταῖς ἀπὸ τῶν γραφῶν μαρτυρίαις, ὅσαι παριστᾶσι τὴν διαφορὰν τῶν ὑποστάσεων, οἷον «ὁ πατήρ μου μείζων μού ἐστι», καὶ «ἃ ἤκουσα παρὰ τοῦ πατρός μου, ταῦτα λαλῶ», καὶ ὅσα τούτοις παραπλήσια, διαστέλλοντα καὶ δεικνύντα τὴν μίαν τῆς θεότητος πηγήν, ταύταις τοίνυν ἀπὸ τῶν ἱερῶν γραφῶν ἐρανισάμενος ἐχρῆτο κατὰ τῶν εὐσεβῶς τὴν ἁγίαν τριάδα προσκυνούντων. Σὺ οὖν καὶ τοὺς Ἀρείου λόγους τῷ αὐτῷ γνώμονι τῆς πίστεως προσαγαγών, ὃς ἓν καὶ τρία λέγει τὸν αὐτὸν θεόν, ἐκεῖνον μᾶλλον δείξεις πολύθεον ὡς ἀληθῶς, κτιστόν τε καὶ ἄκτιστον λέγοντα τὸν αὐτὸν θεόν, ἃ συμβῆναι πρὸς μίαν φύσιν ἀδύνατον.

ΘΕΟΤ. Ἄριστός γε ὁ κανών· οὐ γὰρ μόνον δείκνυσιν, ἀλλ’ οἷον καὶ ἐκτέμνει καὶ ἀποδιοπομπεῖται τὰς στρεβλότητας. Ἔστι δ’ ἄρα καὶ τοὺς σφαλλομένους περὶ τὴν δεσποτικὴν οἰκονομίαν δι’ ὁμοίου κανόνος ἐξελέγχειν;

ΘΕΟΦ. Μάλιστα. ΘΕΟΤ. Τίς οὖν ὁ κανών; ΘΕΟΦ. Ὅτι πιστεύομεν εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τουτέστιν εἰς ἕνα υἱὸν τοῦ θεοῦ ἐνανθρωπήσαντα, ταὐτὸν δ’ εἰπεῖν διπλοῦν. Ἐὰν οὖν λέγῃ Νεστόριος ἄλλον τὸν ἐκ θεοῦ καὶ ἄλλον τὸν ἐκ τῆς μητροπαρθένου, μίαν δὲ Χριστοῦ φύσιν ἀντιστρόφως ὁ Εὐτυχής, προσάγαγε σὺ τοὺς αὐτῶν λόγους τῷ γνώμονι τῆς πίστεως, ὃς ἕνα διπλοῦν ὡς θεάνθρωπον λέγει τὸν αὐτὸν Χριστόν· εὐθὺς γὰρ Εὐτυχὴς ἐξελεγχθήσεται τὸ διπλοῦν ἀρνούμενος καὶ τῷ ἑνιαίῳ κατὰ τούτου χρώμενος, Νεστόριος ἀθετῶν τὸ τῆς ὑποστάσεως μοναδικόν, καὶ τῷ δυϊκῷ τῆς φύσεως ἀνατρέπειν τὸ ἑνιαῖον τοῦ προσώπου ἐγχειρῶν.

ΘΕΟΤ. Ἦ μὴν καὶ τὰς τοῦ Βαρλαὰμ καὶ τῶν αὐτῷ κινδυνευσάντων προσρυῆναι δόξας τὸν αὐτὸν τρόπον ἀπελέγξαι σχοίης ἄν; ΘΕΟΦ. Πάνυ γε. ΘΕΟΤ. Σαφήνισον οὖν καὶ τοῦθ’ ἡμῖν διὰ τῶν λόγων ἐπιπλέον. ΘΕΟΦ. Καὶ δὴ σαφηνιῶ, καθάπερ τὸν πρῶτον ἐκεῖνον ἀπὸ τῶν μωσαϊκῶν φωνῶν κατεσκεύασά σοι γνώμονα, οὕτω τοῦτον ἀπὸ τῶν πατερικῶν ἐξεργασάμενος· ἓν γὰρ οὗτοι πάντες κατὰ τὴν δεσποτικὴν εὐχήν, ἦν δ’ ἂν καὶ ἐξ ἑνὸς αὐτῶν κατασκευάσαι τὸν αὐτόν. Πλειόνων μέντοι δεῖ διὰ τοὺς ἐπιεικῶς ἰσχυρογνώμονας.

ΘΕΟΤ. Λέγε πρὸς θεοῦ, Θεόφανες, ἐφ’ ἑκάστου τῶν ὑπὸ σοῦ προβαλλομένων καὶ τὸν εἰρηκότα καὶ οὗ τῶν λόγων εἶπεν, ἵν’ εἴη τῷ βουλομένῳ ἐν ταῖς αὐτῶν ἐκείνων βίβλοις ἀναγινώσκειν ἕκαστα. ΘΕΟΦ. Οὕτω δὴ ποιήσω, μάλιστ’ ἐπὶ τῶν ἀναγκαιοτάτων πρὸς τὸ προκείμενον ἀρτίως σκέμμα. Βασίλειος οὖν ὁ μέγας τὸν τεσσαρακοστὸν τέταρτον διασαφῶν δαυϊτικὸν ψαλμόν, «κάλλος», φησί, «τοῦ ὄντως δυνατοῦ, ἡ νοητὴ αὐτοῦ καὶ θεωρητὴ θεότης». Γρηγόριος δὲ ὁ θεολόγος εἰς ἀνάληψιν τοῦ θείου προτρεπόμενος βαπτίσματος, «φῶς», φησίν, «ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθηταῖς μικροῦ στερροτέρα καὶ ὄψεως». Καὶ αὖθις Πρὸς Κληδόνιον γράφων, «ἥξει μέν», φησίν, «ὡς ὁ ἐμὸς λόγος, τοιοῦτος δὲ οἷος ὤφθη τοῖς μαθηταῖς ἢ παρεδείχθη, ὑπερνικώσης τὸ σαρκίον τῆς θεότητος». Μακάριος δὲ ὁ μέγας ὡς ἐνὸν τὴν πνευματικὴν θεωρίαν ἐκκαλύπτων, καὶ περὶ τοῦ τῆς ἀποκαλύψεως διατρανῶν φωτός, «ἐπειδή», φησί, «πᾶς λογισμὸς διὰ φαντασίας αἰσθητῶν τινων εἰσέρχεται ἐν τῇ καρδίᾳ, τότε αὐγάζει αὐτὴν τὸ μακάριον φῶς τῆς θεότητος, ὅταν πάντῃ εὐκαιρήσῃ ἀπὸ πάντων καὶ ἀσχημάτιστος ἐκ τούτων γένηται, εἴπερ ἡ λαμπρότης ἐκείνη κατὰ στέρησιν πάντων τῶν νοημάτων παραφαίνεται τῷ καθαρῷ νοΐ».

Μητροφάνης δὲ ὁ θεῖος, πρὸς μέλος συντιθεὶς τοὺς λόγους, «ὁ κατ’ οὐσίαν ἀθεώρητος λόγος, ἄνθρωπος ὤφθης, τὸν ἄνθρωπον ἀνακαλούμενος πρὸς μετουσίαν τῆς σῆς θεότητος». Γρηγόριος δὲ ὁ Νύσσης τὰ τῶν πνευματομάχων ἀνατρέπων, «οὐ τὴν φύσιν», φησίν, «ἀλλὰ τὴν θεατικὴν δύναμιν τοῦ πνεύματος ἡ τῆς θεότητος προσηγορία παρίστησιν. Εἴ τι γὰρ λέγεται περὶ αὐτῆς, τῶν περὶ αὐτήν τι ἀποσημαίνει. Αὐτὴ δὲ ἡ θεία φύσις ἄφραστός τε καὶ ἀνεκφώνητος μένει, ὑπερβαίνουσα πᾶσαν τὴν διὰ φωνῆς σημασίαν». Καὶ πάλιν ὁ αὐτὸς Πρὸς Ἀβλάβιον γράφων, «θεός», φησίν, «ἐνεργοῦντα δηλοῖ, θεότης δὲ ἐνέργειαν· οὐδὲν δὲ τῶν τριῶν ἐνέργεια, ἀλλὰ μᾶλλον ἐνεργοῦν ἕκαστον αὐτῶν». Ὁ δὲ μέγας Ἀθανάσιος κατὰ Μακεδονίου γράφων, «τὸ θεὸς εἶναι», φησί, «δεύτερόν ἐστι τῆς φύσεως· καὶ ἡμεῖς γὰρ θεοὶ μὲν γινόμεθα, τῆς δὲ αὐτῆς φύσεως γενέσθαι οὐ δυνάμεθα». Ὁ δὲ μέγας αὖθις Βασίλειος πρὸς τὸν ἰατρὸν Εὐστάθιον γράφων φησίν· «οὐκ οἶδ’ ὅπως ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες. Ἐξουσίας γάρ τινος εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς ἔνδειξιν ἡ προσηγορία φέρει. Ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος, ὡς ὁ ἡμέτερος λόγος.

Δι’ αὐτῶν γὰρ ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν· τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα. Ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκάστου τούτων τῶν ὀνομάτων καὶ αὐτῆς τῆς φύσεως περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδώσει λόγον.

Ὧν δὲ ὁ λόγος ἕτερος, τούτων καὶ ἡ φύσις διάφορος. Οὐκοῦν ἄλλο μέν ἐστιν ἡ οὐσία, ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη, ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζομένων. Τὸ μὲν οὖν ἐν ταῖς ἐνεργείαις μηδεμίαν εἶναι διαφορὰν τῶν προσώπων ἐκ τῆς τῶν ὀνομάτων κοινωνίας εὑρίσκομεν· τῆς δὲ κατὰ τὴν φύσιν παραλλαγῆς οὐδεμίαν καταλαμβάνομεν ἐναργῆ τὴν ἀπόδειξιν, καθὼς εἴρηται, τῆς τῶν ἐνεργειῶν ταυτότητος τὸ κοινὸν τῆς φύσεως ὑποσημαινούσης». Ὁ δὲ μέγας Διονύσιος τὴν θείαν καὶ ἀρχισυνάγωγον εἰρήνην ἐξυμνῶν, «αὐτοθεότητα», φησί, «φαμὲν ἀρχικῶς μὲν καὶ θεϊκῶς καὶ αἰτιατικῶς τὴν μίαν ὑπερούσιον καὶ ὑπεράρχιον ἀρχὴν καὶ αἰτίαν· μεθεκτῶς δὲ τὴν ἐκδιδομένην ἐκ θεοῦ τοῦ ἀμεθέκτου προνοητικὴν δύναμιν, τὴν αὐτοθέωσιν, ἧς τὰ ὄντα οἰκείως ἑαυτοῖς μετέχοντα, ἔνθεά ἐστί τε καὶ λέγεται». Τὴν δὲ τοῦ ὄντος θεωνυμίαν ἀναπτύσσων· «οὐ γὰρ ἐκφράσαι», φησί, «τὴν αὐτοϋπερούσιον ἀγαθότητα τῆς αὐτοϋπερουσίου θεότητος ὁ λόγος ἐπαγγέλλεται, τὴν ὑπὲρ πᾶσαν οὖσαν ἀγαθότητα καὶ θεότητα, καὶ ἐν ἀποκρύφοις, ὡς τὰ λόγιά φησιν, ὑπεριδρυμένην, ἀλλὰ τὴν ἐκπεφασμένην ἀγαθοποιὸν πρόνοιαν, ὑπεροχικῶς ἀγαθότητα καὶ πάντων ἀγαθῶν αἰτίαν ὑμνεῖ».

Γράφων δὲ Πρὸς Γάϊον, «εἰ θεότητα», φησί, «νοήσαις τὸ χρῆμα τοῦ θεοποιοῦ δώρου, τῆς οὕτω λεγομένης θεότητος, ὡς θεαρχίας καὶ ἀγαθαρχίας ὁ πάσης ἀρχῆς ὑπεράρχιός ἐστιν ἐπέκεινα». Ἀλλ’ αὖθις ὁ αὐτὸς ἔτι περὶ τοῦ ὄντος θεολογῶν, ἐπειδήπερ ἔφη θεότητα, ὑπὲρ τὴν πάντων ἀγαθῶν αἰτίαν θεότητα, ἵνα μὴ καὶ αὐτὸς δόξῃ τοῖς ἀκούουσι τὴν αἰτίαν ταύτην νομίζειν αὐθυπόστατον ὑπάρχειν, ἀλλὰ μὴ προνοητικὴν δύναμίν τε καὶ πρόοδον τῆς ἐν ἀποκρύφοις ὑπερουσιότητος, καὶ οὕτω τοιαύτας οὐσίας εἶναι φάσκειν πλείους τῆς μιᾶς, «οὐ πολλά», φησί, «λέγω τὰ αἴτια, οὐδὲ πολλὰς θεότητας ὑπερεχούσας καὶ ὑφειμένας, ἀλλ’ ἑνὸς θεοῦ τὰς ὅλας ἀγαθὰς προόδους». Καὶ ὁ μέγας αὖ Βασίλειος τῷ ἰατρῷ ἐπιστέλλων Εὐσταθίῳ, «μὴ λίαν ἀποδέχεσθαι», φησί, «τοὺς ἐπὶ τὴν τοῦ θεοῦ φύσιν ἐκλαμβάνοντας τὸ τῆς θεότητος ὄνομα. Οὐ μήν· ἀλλ’ εἴτε τὴν φύσιν τοῦ θεοῦ φαίη τις θεότητα, μία τῶν τριῶν ἡ φύσις, εἴτε τὴν ἐνέργειαν ὀνομάσει τις θεότητα, μία τῶν τριῶν προσώπων ἡ ἐνέργεια». Καὶ Γρηγόριος πάλιν ὁ μέγας θεολόγος, «ἑνὶ φωτί», φησί, «περιαστράφθητε κατὰ τὸν τῆς οὐσίας λόγον, εἴτουν θεότητος». Καὶ ἐν τῷ Περὶ υἱοῦ δευτέρῳ λόγῳ, «ὁ ὢν καὶ ὁ θεὸς μᾶλλόν πως τῆς οὐσίας ὀνόματα· καὶ τούτων μᾶλλον ὁ ὤν. Ἡ γὰρ τοῦ θεοῦ, κἂν ἀπὸ τοῦ θέειν ἢ αἴθειν ἠτυμολόγηται, ἀλλ’ οὖν τῶν πρός τι λεγομένων ἐστί, καὶ οὐκ ἄφετος».

Καὶ ὁ μέγας Μάξιμος, «εἷς θεός, ὅτι μία θεότης, ἁπλῆ καὶ ἀμερὴς καὶ ἀδιαίρετος», ἀόρατος καὶ ἀπερινόητος. Καὶ Σωφρόνιος ὁ τὴν Ἱεροσολύμων πατριαρχικὴν ὡραΐσας περιωπήν, «ὥσπερ ἕνα θεὸν φρονεῖν ἐδιδάχθημεν, οὕτω καὶ μίαν θεότητα ὁμολογεῖν παρειλήφαμεν».

Ἆρ’ οὖν οὐ τοῦ αὐτοῦ θεοῦ ποτὲ μὲν τὴν οὐσίαν, ποτὲ δ’ οὐ μόνην ταύτην παρὰ τῶν πατέρων διδασκόμεθα θεότητα; Μὴ μέντοι κατὰ τὸ ἄκτιστον εἶναι τὴν διαφοράν; Τίς γὰρ τῶν ᾑρημένων εὐσεβεῖν κτιστὴν ἐρεῖ τὴν ἀγαθοποιὸν καὶ πάντων ἀγαθῶν αἰτίαν πρόνοιαν, προφάσει τοῦ περὶ ταύτης εἶναί οἱ φάναι τὸν λόγον, τὸν ἐξ Ἀρείου πάγου θεοφάντορα Διονύσιον, ἀλλ’ οὐχὶ περὶ τῆς ἀνεκφράστου πάντη καὶ θείας ὑπερουσιότητος, ἢ τὴν θείαν ἐξουσίαν, ὅτι ταύτης ἔνδειξιν ἡ προσηγορία φέρει τῆς θεότητος κατὰ τὸν μέγαν Βασίλειον, ἀλλ’ οὐ τῆς τοῦ θεοῦ οὐσίας, ἢ τὴν θεατικὴν δύναμιν τοῦ πνεύματος, ἐπεὶ ταύτης ὑπερέχει κατὰ τὸ ἄφραστόν τε καὶ ὑπερώνυμον ἡ τοῦ πνεύματος φύσις, ὡς ὁ Νύσσης θεῖος πρόεδρος ἐθεολόγησε Γρηγόριος; Ἆρα οὖν οὐ μίαν, καὶ τρόπον ἕτερον οὐ μόνην τὴν οὐσίαν τοῦ ἑνὸς θεοῦ διδασκόμεθα θεότητα;

ΘΕΟΤ. Σαφέστατα. ΘΕΟΦ. Τί οὖν, οὐ τοῦ ἐπικρινοῦντος ἀναγκαιότατα δεόμεθα, πῶς μία καὶ οὐ μία, καὶ πῶς ἑνὸς ὄντος τοῦ θείου πνεύματος ἑπτὰ πνεύματα προεῖδεν Ἠσαΐας ἐπαναπαυσόμενα τῷ δεσποτικῷ προσλήμματι, ἃ καὶ Ζαχαρίας ἐδιδάχθη παρ’ ἀγγέλου ἑπτὰ τοῦ κυρίου ὀφθαλμοὺς τελεῖν.

ΘΕΟΤ. Διαφερόντως, ἵνα μὴ αὐτοὶ ἑαυτοῖς ὑπεναντίοι ὦμεν, καὶ πρὸ ἡμῶν οἰώμεθα τοὺς πατέρας τοῦτ’ αὐτὸ πάσχειν ἐπὶ τοῦ καιριωτάτου τῆς κατ’ εὐσέβειαν ὁμολογίας. Λέγε τοίνυν, πῶς μία καὶ οὐχ ἡ οὐσία μόνη τοῦ αὐτοῦ θεοῦ θεότης;

ΘΕΟΦ. Φημὶ δὴ καὶ τοῦτο, καθάπερ ὑπ’ αὐτῶν τῶν πατερικῶν ἐκφαίνεται λογίων. Ὅταν γὰρ ὡς ἐπωνυμίαν τῆς ὑπερωνύμου οὐσίας τὸ τῆς θεότητος ὄνομα προφέρωμεν, μία ἐστὶ τοῦ θεοῦ θεότης, ἁπλῆ, ἀμερής, ἀδιαίρετος, ἀόρατος, ἀπερινόητος. Καὶ τοῦτ’ ἔδειξεν ὁ εἰπών, «ἑνὶ φωτὶ περιαστράφθητε κατὰ τὸν τῆς οὐσίας λόγον, εἴτουν θεότητος».

Ἀλλὰ καὶ τῶν τριῶν προσώπων μία θεότης, χωρὶς τῶν προσωπικῶν ἰδιωμάτων, ἀπαραλλάκτως κατὰ τἄλλα πάντ’ ἐχόντων· «ἣν γὰρ ἂν ὀνομάσῃς θεότητα, εἴτε τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, εἴτε τὴν οὐσίαν, μία τῶν τριῶν ἐστιν», ὡς καὶ τοῦτο μικρὸν ἀνωτέρω τὸν μέγαν Βασίλειον ἐπὶ λέξεως προηνέγκαμεν εἰπόντα. Κἂν τὸ ἄθροισμα πάντων τῶν τοιούτων συμπεριλαβὼν θεότητα προσείποι τις, μία καὶ οὕτω τῶν τριῶν προσώπων ἡ θεότης, ἡ οὐσία δηλαδὴ καὶ τὰ περὶ τὴν οὐσίαν θεωρούμενα καὶ θεολογούμενα, ὡς καὶ ὁ μέγας Ἀθανάσιος εἰς τὴν ἐπέτειον τοῦ θείου εὐαγγελισμοῦ πανήγυριν κηρυκτικὸν λόγον συντιθείς φησιν. «Ὅταν δὲ θείαν τινὰ δύναμιν ἢ ἐνέργειαν τοῦ θεοῦ λέγωμεν θεότητα, πολλαί εἰσιν ἐνέργειαι θεῖαι, ταύτην τὴν ἐπωνυμίαν κεκτημέναι· καὶ γὰρ ἡ θεατικὴ καὶ ἡ καθαρτικὴ καὶ ἡ θεουργικὴ καὶ ἡ ἐποπτικὴ καὶ τὸ πανταχοῦ εἶναι καὶ τὸ μηδαμοῦ, ταὐτὸν δ’ εἰπεῖν τὸ ἀεικίνητον καὶ τὸ ἐν τῷ Θαβωρίῳ περιλάμψαν τοὺς τῶν μαθητῶν ἐκκρίτους φῶς», ὡς καὶ ταῦτα παρὰ τῶν ἁγίων μικρὸν ἀνωτέρω δεδιδάγμεθα τρανῶς. Ἀλλὰ πρὸς τοῖς ἄλλοις καὶ ὁ μέγας Βασίλειος ἀλλαχοῦ τε πολλαχοῦ παρίστησι τῶν λόγων, ἔστι δ’ ἐφ’ ὧν καὶ τοῦτο λέγει σαφῶς, ὡς «τὸ πνεῦμα τὸ ἅγιον ἁπλοῦν τῇ οὐσίᾳ, ποικίλον ταῖς δυνάμεσι» καὶ πάλιν· «αἱ μὲν ἐνέργειαι τοῦ θεοῦ ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ». Τίνας λέγων ἐνεργείας;

Ὧν καὶ αὐτὸς ἐμνημόνευσεν ἐκεῖ· τὴν πρόνοιαν, τὴν δύναμιν, τὴν ἀγαθότητα, τὸ προγνωστικόν, τὸ δημιουργικόν, τὸ ἀνταποδοτικὸν καὶ τὰ τοιαῦτα, πρὸς ἃ βλέπων καὶ ὁ θεολόγος Γρηγόριος τῶν ἑπτὰ παρ’ Ἠσαΐᾳ μνησθεὶς πνευμάτων· «τὰς γὰρ ἐνεργείας», φησί, «τοῦ πνεύματος πνεύματα φίλον τῷ Ἠσαΐᾳ καλεῖν». Καὶ ὁ Δαμασκηνὸς θεοφόρος, «λέγονται», φησὶ «πνεύματα καὶ αἱ δυνάμεις τοῦ πνεύματος»· οὐ μὴν ἀλλὰ πρὸς ὃ νῦν ἡμῖν ὁ λόγος μάλιστα, καὶ τῆς οὐσίας, εἰ καὶ μὴ κυριωνύμως, καὶ τῆς ἐνεργείας. Κυρίως μέντοι ταύτης ὀνομαζομένης τοῦ θεοῦ θεότητος, νοητή ἐστι τοῦ αὐτοῦ καὶ ἀπερινόητος θεότης, μία οὖσα ὡς ἑνὸς θεοῦ, «ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτόν», κατὰ τὸν θεολόγον Γρηγόριον, «τῷ δὲ ἀλήπτῳ θαυμάζηται». «Σοφίας γάρ», φησί, «καὶ δυνάμεως καὶ τέχνης, ἀλλ’ οὐχὶ τῆς οὐσίας αὐτῆς ἐνδεικτικά ἐστι τὰ ποιήματα. Καὶ οὐδὲ αὐτὴν πᾶσαν τοῦ δημιουργοῦ τὴν δύναμιν ἀναγκαίως παρίστησι» κατὰ τὸν μέγαν Βασίλειον.

Ἆρ’ ἔχεις καλῶς ἐσκευασμένον καὶ τὸν τῆς εὐσεβείας τοῦτον γνώμονα; ΘΕΟΤ. Κάλλιστα καὶ τελεώτατα, ὥς γέ μοι φαίνεται. Λείπεται δή σοι διὰ τοῦ τοιούτου τὸν Βαρλαὰμ ἐκεῖνον ἀπελέγξαι καὶ τὸν τῆς ἐκείνου κακοδοξίας μαθητὴν καὶ διάδοχον Ἀκίνδυνον.

ΘΕΟΦ. Βαρλαὰμ οὗτος καὶ ὁ μετ’ ἐκεῖνον ἄλλος ἐκεῖνος ἡμῖν καὶ τῇ εὐσεβείᾳ γενέσθαι κινδυνεύσας, οὐ τὸν Ἄρειον μόνον, ἀλλὰ καὶ τὸν ἐκ Λιβύης Σαβέλλιον ζηλώσαντες, τοὺς ἁγίους καὶ πάντας τοὺς ὀρθοδόξως ἔστι μὲν ὡς μίαν —καὶ τοῦτο πολλαχῶς—, ἔστι δ’ ὡς οὐ μόνην τὴν οὐσίαν, ἀλλὰ καὶ τὴν ἄκτιστον δύναμίν τε καὶ ἐνέργειαν, ὡς ἀνωτέρω δέδεικται, τοῦ αὐτοῦ θεοῦ λέγοντας θεότητα, πολυθέους ἔφησαν, αὐτοὶ ποτὲ μὲν μίαν λέγοντες ἄκτιστον τοῦ θεοῦ θεότητα τὴν ὑπερουσιότητα ἐκείνην, κτιστὰς δὲ τὰς ἐμφύτους ἐνεργείας—ὡς Ἄρειος μίαν ἄκτιστον ὑπόστασιν τὴν ποῦ πατρός, κτιστὰς δὲ τὰς ὑπολοίπους—, νῦν δὲ ἀδιάφορον τῇ οὐσίᾳ τὴν ἐνέργειαν—ὡς ὁ Σαβέλλιος τῇ οὐσίᾳ τὴν ὑπόστασιν—, καὶ οὕτω τὸ ἑνιαῖον τῆς θεότητος ἐπιστρατεύσαντες τῷ διακεκριμένῳ, τὰς ἀπὸ τῶν ἱερῶν γραφῶν περὶ μιᾶς θεότητος ῥήσεις συμφορήσαντες, κατὰ τῶν ὀρθοδόξως ἀμφότερα φρονούντων προβάλλονται κακῶς.

Σὺ δὲ προσαγαγὼν τοὺς ἐκείνων λόγους τῷ τῆς εὐσεβείας γνώμονι, ὃς τοῦ αὐτοῦ θεοῦ θεότητά φησιν, ἔστι μὲν ὡς μίαν, ἔστι δ’ ὡς οὐ μόνην τὴν οὐσίαν, ἐκείνους αὐτοὺς δείξεις πολυθέους ὄντως ὄντας, ὡς κτιστὴν καὶ ἄκτιστον τοῦ θεοῦ θεότητα φάσκοντας κακῶς, τὴν μὲν αὐτοῦ οὐσίαν μόνην ἄκτιστον εἶναι διδάσκοντας θεότητα, τὴν δὲ θεατικὴν δύναμίν τε καὶ ἐνέργειαν τοῦ πάντα πρὶν γενέσεως εἰδότος, καὶ τὴν αὐτοῦ ἀξίαν καὶ τὴν ἐξουσίαν καὶ τὴν πρόνοιαν εἰς κτίσμα κατασπῶντας.

Οὕτω γὰρ καὶ ὁ θεὸς αὐτοῖς πῇ μὲν κτιστός, πῇ δ’ ἄκτιστος ὑπάρξει καὶ εἰς τἀναντιώτατα διῃρημένος. Οὐδὲ γὰρ τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον ἔχουσιν ὑπολογίζεσθαι· τούτων γὰρ ἑκάτερον ἄφραστον ἐπίσης τῷ πατρί. Εἰ δ’ αὖθις λέγοιεν ἀδιάφορον εἶναι τῇ οὐσίᾳ τὴν ἐνέργειαν εἰς μίαν ταύτας συναλείφοντες, πάλιν κατὰ τὸν αὐτὸν γνώμονα τῆς εὐσεβείας, εἰπὲ καὶ πῶς ἡ μὲν νοητή, ἡ δὲ ἀπερινόητος ἀναγέγραπται τοῦ αὐτοῦ θεοῦ θεότης, ὁρατή τε τοῖς ἀξίοις ἀπορρήτως ἐν δυνάμει πνεύματος καὶ πᾶσι παντάπασιν ἀόρατος, μεθεκτή τε καὶ ἀμέθεκτος· οὐδὲ γὰρ ἐκεῖνο εὐσεβὲς ἀπὸ τῶν κτισμάτων νοεῖσθαι οἴεσθαι ἢ μετέχεσθαι ἢ ὁρᾶσθαι τὴν οὐσίαν τοῦ θεοῦ, καθάπερ ἐν τῇ πρὸ ταύτης διαλέξει προαπεδείξαμεν.

Ἀλλ’ ὁρᾷς, ὅπως καλῶς τὰ τοιαῦτα συγκρουόμενα πρὸς ἄλληλα φῶς μὲν εὐσεβείας ἐκλάμπει τοῖς πιστοῖς, πῦρ δὲ καταδίκης κατὰ τῶν ἀπειθῶν ἀφίησιν; ΘΕΟΤ. Εὖ μάλα· καὶ γὰρ ἔγωγε δι’ αὐτῆς τῆς πείρας ἔμαθον, διαυγέστερον ἤδη κτησάμενος τὸν νοῦν ἐκ τῶν τοιούτων, καὶ ὀξύτερον συνορᾶν τὴν τῆς εὐσεβείας ἀλήθειαν.

Οὕτω γὰρ καὶ ἓν πνεῦμα ἀμερὲς πρεσβεύειν λέγομεν, ὅταν τὴν οὐσίαν ἢ τὴν ὑπόστασιν αὐτὴν καλῶμεν πνεῦμα, πολυμερὲς δ’ ἄλλοτέ φαμεν αὐτό, καὶ ἑπτὰ εἶναι διδασκόμεθα τὸ ἕν, καὶ μεθεκτὸν τοῦτο διαφόρως περὶ τῶν θείων προόδων καὶ ἐνεργειῶν τοῦ ἑνὸς θείου πνεύματος ποιούμενοι τὸν λόγον. Ἀμέθεκτον οὖν σὺ τὴν οὐσίαν φῂς καὶ φύσιν τοῦ θεοῦ;

ΘΕΟΦ. Ναί, τὴν ἀνώνυμον ἐκείνην καὶ ὑπερώνυμον. ΘΕΟΤ. Μεθεκτὴν δὲ καὶ νοητὴν τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, ἣν καὶ ὁ μέγας ἔφη Βασίλειος ἐκ τῶν ποιημάτων καταλαμβάνεσθαι; ΘΕΟΦ. Τοῦτ’ αὐτό. Μεθέξεως μέντοι τοῦ θεοῦ διαφοραὶ πολλαί, ὡς ἐν τῷ Περὶ θείων ἐνεργειῶν καὶ τῆς κατ’ αὐτὰς μεθέξεως κἀν τῇ πρὸ ταύτης διαλέξει προείρηται ἡμῖν.

ΘΕΟΤ. Τὴν δὲ ἐνέργειαν ἄλλο λέγεις τῆς οὐσίας ὡς διαφέρουσαν ἐκείνης, ταύτης δὲ ἀχώριστον; ΘΕΟΦ. Ὡς καὶ τῆς οὐσίας τὴν ὑπόστασιν· τῷ γὰρ ἀπὸ τοῦ ὀνόματος σημαινομένῳ διενήνοχεν ἑκάτερον αὐτῆς. ΘΕΟΤ. Μὴ οὖν καὶ τὴν ἐνέργειαν ὑπόστασιν δοξάζεις;

ΘΕΟΦ. Ἄπαγε· οὐδεμία γὰρ τῶν τοιούτων ἐνεργειῶν ἐνυπόστατος, τουτέστιν αὐθυπόστατος, κατὰ τὸν μέγαν φάναι Βασίλειον. ΘΕΟΤ. Ἀλλὰ μὴν καὶ διὰ τῆς ἐνεργείας ταύτης τὸν θεὸν φῂς μετέχεσθαι παρὰ τῶν μετεχόντων;

ΘΕΟΦ. Κατὰ τὸ ἐγχωροῦν. ΘΕΟΤ. Καὶ διὰ τῆς οὐσίας τὸν αὐτὸν θεὸν ἀμέθεκτον; ΘΕΟΦ. Μάλιστα. ΘΕΟΤ. Ὄντως λῆρος τὰ καθ’ ὑμῶν ἐκείνων φθέγματα. Πῶς γὰρ ἄλλος ἔσται ὁ αὐτός; Πῶς δ’ αὖθις ἔσται κατὰ πάντα τὸ αὐτὸ τῇ ἀκινησίᾳ πρόοδος, καὶ τῷ ἀμεθέκτῳ μέθεξις, καὶ τῇ κρυφιότητι ἡ ἔκφανσις; Ἀλλήλων μὲν γὰρ ταῦτα διαφέρειν ἀναγκαῖον, ἀλλ’ οὐ διαφόρων δύναται ὑπάρχειν, εἴ γε ἄκτιστα.