Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Δογματικοὶ λόγοι

Γρηγόριος Παλαμᾶς

Η περιχώρηση των θείων υποστάσεων και η ιστορική αναγκαιότητα της απολογητικής θεολογίας

Ανάπτυξη της αμοιβαίας ενοικήσεως των προσώπων της Αγίας Τριάδος, η υπεροχή της ακατάληπτης θείας ουσίας και η βιβλική τεκμηρίωση των άκτιστων ενεργειών έναντι των σύγχρονων κακοδοξιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 10

Πρὸς μέντοι ταῖς εἰρημέναις δυσὶ τῆς τρισυποστάτου θεότητος ἑνώσεσιν ἔστι καὶ ἡ ἐν ἀλλήλαις τῶν ὑποστάσεων μονή τε καὶ περιχώρησις, ὁλικῶς καὶ μονίμως καὶ ἀνεκφοιτήτως ἐχομένων ἀλλήλων, ὡς μίαν εἶναι καὶ τὴν ἐνέργειαν τῶν τριῶν ὑποστάσεων. Οὐ καθάπερ ἐπ’ ἀνθρώπων τριῶν ὁμοία μέν, ἀλλ’ ἑκάστου καθ’ ἑαυτὸν ἐνεργοῦντος ἰδία καὶ ἡ ἐνέργεια. Οὐχ οὕτω τοίνυν, ἀλλ’ ὡς ἀληθῶς μίαν καὶ τὴν αὐτήν· μία γὰρ ἡ τοῦ θείου θελήματος κίνησις ἐκ προκαταρκτικοῦ αἰτίου τοῦ πατρὸς ὁρμωμένη καὶ διὰ τοῦ υἱοῦ προϊοῦσα καὶ ἐν τῷ ἁγίῳ πνεύματι προφαινομένη. Καὶ δῆλον ἐκ τῶν ἀποτελεσμάτων· ἐντεῦθεν γάρ, ὡς εἴρηται, πᾶσα ἐνέργεια καθίσταται γνώριμος. Καὶ τοίνυν οὐχ ὥσπερ ἄλλο παρ’ ἄλλου σκυτέως ὑπόδημα τελεῖται, κἂν πάντων τὸ ἐπιτήδευμα πρὸς ἓν ὁρᾷ, οὕτω καὶ παρὰ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἴδιον ἀποτέλεσμα παρ’ ἑκάστης ὁρᾶται τῶν ὑποστάσεων. Ἀλλὰ πᾶσα ἡ κτίσις τῶν τριῶν ἐστιν ἔργον ἕν, καὶ ἀπὸ ταύτης μίαν καὶ τὴν αὐτὴν τῶν τριῶν προσκυνητῶν προσώπων, ἀλλ’ οὐκ ἀποτεταγμένην ἑκάστῳ καὶ ὁμοίαν νοεῖν ὑπὸ τῶν πατέρων μεμυήμεθα τὴν θείαν ἐνέργειαν.

Κἀπειδήπερ ἡ θεότης κατὰ τὴν τῶν θεολόγων παράδοσιν οὐ τῆς τοῦ θεοῦ οὐσίας, ἀλλὰ τῆς τοῦ θεοῦ ἐνεργείας κυρίως ὄνομά ἐστι, μίαν καὶ τὴν αὐτήν φαμεν θεότητα τῶν τριῶν προσκυνητῶν προσώπων, ἀλλ’ οὐχὶ μίαν ὡς ὁμοίαν, καθάπερ τὴν φυσικὴν τῶν τριῶν ἀνθρώπων ἢ τὴν ἐπίκτητον καὶ τεχνικὴν ἐνέργειαν.

Γνώτωσαν οὖν κἀντεῦθεν Βαρλαὰμ καὶ Ἀκίνδυνος, αὐτὴν τὴν κυρίως τοῦ θεοῦ θεότητα κτιστὴν ἀποφαινόμενοι, συγγραφόμενοι φρενοβλαβῶς, «ἓν ἄναρχον καὶ ἀτελεύτητον, ἡ οὐσία τοῦ θεοῦ, τὰ δὲ παρὰ ταύτην πάντα γενητῆς ὑπάρχει φύσεως», καὶ πάλιν, «μόνη ἄκτιστος θεότης ἡ φύσις τοῦ θεοῦ, τὰ δὲ περὶ αὐτὴν ἅπαντα κτιστά». Τῆς γὰρ θείας ἐνεργείας τῆς ἐκ πατρὸς προϊούσης δι’ υἱοῦ ἐν ἁγίῳ πνεύματι καὶ διὰ τῶν ἀποτελεσμάτων ἡμῖν ἀποκεκαλυμμένης, ἀλλ’ οὐχὶ τῆς θείας οὐσίας ἡ θεότης κυρίως ὄνομά ἐστιν· ἡ γὰρ ἐνέργεια κίνησίς ἐστιν οὐσίας, ἀλλ’ οὐκ οὐσία. Κίνησις δὲ καὶ ἐνέργεια τίνος;

Πάντως τοῦ θεοῦ. Τοιγαροῦν καὶ θεότης τοῦ θεοῦ. Δύο τοίνυν τοῦ θεοῦ λέγουσι θεότητας, ἄκτιστόν τε καὶ κτιστήν, καὶ τὴν μὲν ὑπερκειμένην ὡς ἄκτιστον, τὴν δὲ ὑφειμένην ὡς κτιστήν, οἱ μόνην λέγοντες ἄκτιστον θεότητα τὴν φύσιν τοῦ θεοῦ, τὴν δὲ περὶ αὐτὴν ταύτης ἐνέργειαν θεότητα κτιστήν· μᾶλλον δὲ τὴν μίαν τοῦ θεοῦ θεότητα διχοτομοῦσιν ἀνοήτως εἰς ἄκτιστόν τε καὶ κτιστήν· τὸ γὰρ ἐνεργεῖν καὶ ἡ ἐνέργεια ταὐτόν, ὥσπερ καὶ τὸ κινεῖσθαι καὶ ἡ κίνησις. Τίς οὖν, εἰ μὴ τελέως παραπαίει, διὰ τὸ ἐνεργεῖν τε καὶ κινεῖσθαι τὸν ἐνεργοῦντα καὶ κινούμενον πολλὰ ἐρεῖ ἐναντίως ἔχοντα πρὸς ἄλληλα, ὡς τὸ ἄκτιστον καὶ τὸ κτιστόν; Ἴσον γάρ, εἰ καὶ τὸν ἱστάμενον φαίη πολλοὺς εἶναι διὰ τὴν στάσιν, καίτοι τοῦ ἱσταμένου διενήνοχεν ἡ στάσις καὶ ἡ κίνησις τοῦ κινουμένου, καὶ κατὰ τὴν διαφορὰν ταύτην ἄλλο τούτων ἕκαστον· εἰ δὲ μὴ κατὰ τὸ ἐναντίον ἔχει ταῦτα τὴν πρὸς ἄλληλα διαφορὰν καὶ ἓν εἶναι πάντα οὐδὲν τὸ προσιστάμενον.

Οὕτως οὖν εἰ καὶ τῆς θείας οὐσίας ἡ θεία διενήνοχεν ἐνέργεια, ἀλλ’ ἐν οὐσίᾳ καὶ ἐνεργείᾳ μία ἐστὶ θεότης τοῦ θεοῦ. Καὶ οὐ μία μόνον, ἀλλὰ καὶ ἁπλῆ· τίς γὰρ σύνθεσις κινουμένου τε καὶ κινήσεως, ταὐτὸ δ’ εἰπεῖν ἐνεργοῦντός τε καὶ ἐνεργείας; Οὐδὲ γὰρ ὁ ἑστηκὼς σύνθετος διὰ τὴν στάσιν.

Ἆρ’ οὐκ ἐκδηλότατον ὡς ἡμῶν τὸ σφῶν ἔγκλημα καταψευδόμενοι διατελοῦσιν οἱ διθεΐαν ἡμῶν κατηγοροῦντες προφάσει τῆς παρ’ ἡμῶν πρεσβευομένης διαφορᾶς τῆς θείας οὐσίας πρὸς τὴν θείαν ἐνέργειαν; Οὐ μὴν ἀλλ’ εἰπάτωσαν ἡμῖν οἱ λέγοντες μόνην ἄκτιστον τὴν θείαν φύσιν, τὰ δὲ παρ’ αὐτὴν ἅπαντα τοῖς κτίσμασι συναριθμοῦντες· ἆρα καὶ ἡ ἐν ἀλλήλαις τῶν θείων ὑποστάσεων μονὴ καὶ περιχώρησις οὐσία ἐστίν; Ἆρα δὲ μετὰ τῶν κτισμάτων θήσομεν αὐτήν, ὅτι μὴ οὐσία, ἵνα μὴ τῶν θείων ὑποστάσεων ἑκάστη σύνθετος ἀναφανείη, ἢ πολλὰ γένοιτο τὰ ἄκτιστα καὶ πολυθεΐᾳ παρὰ τοῦτο περιπέσωμεν οἱ καὶ τὰς θείας ὑποστάσεις καὶ τὴν εἰς ἀλλήλας τούτων περιχώρησιν ἄκτιστα δοξάζοντες; Τοιαῦτα Βαρλαὰμ καὶ Ἀκινδύνου τὰ καθ’ ἡμῶν ἐγκλήματα, παρ’ ὧν αὐτοὶ σφᾶς αὐτοὺς κατὰ κρημνοῦ βάλλουσι πολυθεΐας τε καὶ ἀθεΐας, τὸν ἕνα θεὸν εἰς κτιστὰ καὶ ἄκτιστα διχοτομοῦντες, καὶ δι’ ὧν φασι κτιστῶν καὶ τὰ ἄκτιστα κατασύροντες οὐχ ἧττον. Πῶς γὰρ ἂν εἶεν ὑποστάσεις ἄκτιστοι, ὧν ἡ πρὸς ἀλλήλας περιχώρησις κατ’ αὐτοὺς οὐκ ἄκτιστος; Ἐπεὶ μήτ’ οὐσία μήτε τις τῶν ὑποστάσεών ἐστιν, αἷς αὐτοὶ μόναις τὸ ἄκτιστον ἐμπεριγράφουσι.

Πῶς δ’ ἂν οὐσία εἴη ἄκτιστος, ἧς ἡ ἐνέργεια κτιστὴ τυγχάνει κατ’ αὐτούς; Ἡμεῖς δὲ τὰ τῆς θείας ἑνώσεως κεφαλαιωδέστερον προθέντες, ὡς παρὰ τῶν μυσταγωγῶν τῆς εὐσεβείας μεμυήμεθα, φέρε καὶ τὰ τῆς θείας διακρίσεως διευκρινήσωμεν κατὰ τὸ ἐγχωροῦν. Τριττὴν γὰρ ἄν τις ἴδοι καὶ τὴν θείαν διάκρισιν νουνεχῶς ἐπιστήσας τῇ θεοπνεύστῳ θεολογίᾳ. Διακέκριται γὰρ τὸ τοῦ πατρὸς ὑπερούσιον ὄνομα καὶ χρῆμα, καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὐδεμιᾶς ἐν τούτοις ἀντιστροφῆς ἢ ὅλως κοινότητος ἐπεισαγομένης, ἀλλὰ φυλαττομένης ἀκινήτου τῆς ἰδιότητος ἑκάστῃ τῶν ὑποστάσεων, μὴ μόνον ὅτι κατὰ τὴν ἐν ἀλλήλαις μονήν τε καὶ περιχώρησιν ἀμιγῶς καὶ ἀσυγχύτως πρὸς ἀλλήλας ἔχουσιν, ἀλλὰ καὶ κατὰ τὸ αἴτιόν τε καὶ αἰτιατόν· μόνη γὰρ ἀρχὴ καὶ πηγὴ καὶ ῥίζα τοῦ τε υἱοῦ καὶ τοῦ πνεύματος ὁ πατήρ.

Ταῦτα μὲν οὖν εἰ καὶ λέγονται παρ’ ἡμῶν, ἀλλ’ ὑπεράγνωστα καὶ ὑπεράρρητά ἐστι, καὶ τὰ τῆς οὐσιώδους ἑνώσεως καὶ τὰ τῆς ὑποστατικῆς διακρίσεως καὶ τὰ τῆς ἀμιγοῦς παντάπασι καὶ ἀφύρτου συμφυΐας. Τοιαῦτα δέ ἐστιν, ἐπεὶ καὶ τελέως ἐστὶν ἀμέθεκτα. Διὸ οὐδ’ ὑπόδειγμά ἐστι τούτων ἐπὶ τῆς κτίσεως εὑρεῖν. Περὶ μὲν γὰρ τῆς οὐσίας τί χρὴ καὶ λέγειν, ἣν οὔτε εἰπεῖν ἐστιν οὔτε ὅλως πως θεωρῆσαι;

Τῆς δὲ τῶν ὑποστάσεων ἀλληλουχίας τε καὶ διακρίσεως τὸ παντάπασιν ἀπερινόητον ἔξεστιν ἐντεῦθεν συνορᾶν. Πατήρ ἐστι καὶ υἱὸς καὶ ἐν ἡμῖν, μιᾶς μὲν ὄντες οὐσίας, ἀλλ’ οὐκ ἀλλήλων ἀχωρίστως ἔχουσιν, οὐδ’ ἐν ἀλλήλοις εἰσίν. Ἀλλ’ ἐρεῖ τις ἥλιον, ἀκτῖνα καὶ φῶς, ἢ νοῦν καὶ λόγον καὶ πνεῦμα τὰ καθ’ ἡμᾶς; Ἀλλὰ τῶν τοιούτων ἕκαστον ἀχώριστα μὲν ἀλλήλων, οὐ διαιρεῖται δὲ ἀπὸ τοῦ γεννῶντος τὰ παρ’ αὐτοῦ προϊόντα ταῖς ὑποστάσεσι.

Ταῦτ’ ἄρα καὶ Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος τοῦτ’ αὐτὸ λέγων, «ἥλιον», φησίν, «ἐνεθυμήθην καὶ ἀκτῖνα καὶ φῶς· ἀλλὰ δέδοικα, μὴ τὸ μὲν οὐσιώσωμεν, τὰ δὲ οὐχ ὑποστήσωμεν, ἀλλὰ δυνάμεις θεοῦ ποιήσωμεν ἐνυπαρχούσας οὐχ ὑφεστώσας».

Διὰ τοῦτο καὶ ὁ μέγας Διονύσιος περὶ τούτων διαλαβών, εἶτ’ ἐπισφραγίζων τὸν περὶ τούτων λόγον, «αὗται μέν», φησίν, «αἱ κατὰ τὴν ἄφθεγκτον ἕνωσιν ἑνώσεις καὶ διακρίσεις»· οὐδὲ γὰρ ἀπὸ τῶν κτισμάτων ὀνομάσαι ταύτας δυνατόν. Διὸ καὶ ὑπὲρ ἀριθμόν ἐστι τὸ θεῖον μᾶλλον ἤπερ ἡ μονάς, ἅτε μηδὲ συναριθμούμενον τῷ πλήθει· καὶ ὑπὲρ μονάδα μᾶλλον ἢ ὁ ἀριθμός, ἅτε μηδ’ ἐν τῷ διαιρεῖσθαι προσλαμβάνον ἕτερόν τι τῶν ἐκτός, ἀλλ’ ἀριθμὸς ὑπάρχον ἀμερής· μᾶλλον δὲ καὶ ἕν ἐστιν, ὑπὲρ τὸ ἐν τοῖς οὖσιν ἕν, μονώτατον ὑπάρχον καὶ κυρίως ἓν ὡς ὑπερηνωμένον, καὶ ἀριθμεῖται διαιρούμενον ὑπὲρ τὰ ἑνικῶς διῃρημένα πάντα, μόνον ὑπὲρ πάντα νοῦν καὶ λόγον καὶ τὴν τῶν ἡνωμένων ἀεὶ διάκρισιν ἐπαληθεῦον καὶ τὴν τῶν διακεκριμένων ἕνωσιν.

Ὁ μέντοι μέγας Διονύσιος μετὰ τὸ εἰπεῖν, «αὗται μὲν αἱ κατὰ τὴν ἄφθεγκτον ἕνωσίν τε καὶ ὕπαρξιν ἑνώσεις καὶ διακρίσεις», ἐπιφέρει γράφων· «εἰ δὲ καὶ θεία διάκρισίς ἐστιν ἡ ἀγαθοπρεπὴς πρόοδος, τῆς ἑνώσεως τῆς θείας ὑπερηνωμένως ἑαυτὴν ἀγαθότητι πληθυνούσης καὶ πολλαπλασιαζούσης, ἡνωμέναι μέν εἰσι κατὰ τὴν θείαν διάκρισιν αἱ ἄσχετοι μεταδόσεις». Οὐκοῦν ἡ κατὰ ταύτας διάκρισις ἑτέρα παρ’ ἀμφοτέρας τὰς προτέρας ἐστί· πρὸς γὰρ ταῖς ὑπεραρρήτοις ἐκείναις διακρίσεσιν, ἔστι διάκρισις θεία καὶ ἡ κατὰ τὰς προόδους ταύτας καὶ ἐκφάνσεις καὶ ἐνεργείας τοῦ θεοῦ, καθ’ ἃς πᾶσι τοῖς οὖσι μεθεκτός ἐστι. Διὸ καὶ κατὰ ταύτας ἐκ τῶν μετεχόντων καὶ νοεῖται καὶ ὀνομάζεται.

Περὶ ἧς πάλιν διακρίσεως ὁ μέγας Διονύσιος, μετὰ τὸ ῥήσεις προθεῖναι τοῦ θεοφάντορος Ἱεροθέου, «τούτων μὲν τῶν ῥήσεων ἅλις», φησίν, «ἐπὶ δὲ τὸν τοῦ λόγου σκοπὸν προΐωμεν, τὰ κοινὰ καὶ ἡνωμένα τῆς διακρίσεως τῆς θείας ὀνόματα κατὰ τὸ ἡμῖν ἐφικτὸν ἀνελίττοντες». Πῶς κοινὰ καὶ ἡνωμένα; Ὡς κοινὰ ὄντα τῶν τριῶν προσώπων· ἡνωμένως γὰρ ἔχει ταῦτα ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον.

Ἀλλὰ κἀντεῦθεν δῆλον ὅτι πᾶς ὁ τῶν λόγων αὐτῷ σκοπὸς καὶ ἡ πᾶσα πρόθεσις τῆς Περὶ θείων ὀνομάτων πραγματείας οὐ περὶ τῆς θείας οὐσίας ἐστὶ καὶ τῆς κατ’ αὐτὴν ἑνώσεως, οὐδὲ περὶ τῆς ὑποστατικῆς διακρίσεως, ἀλλὰ περὶ τῆς κατὰ τὰς κοινὰς προόδους καὶ ἐκφάνσεις θείας διακρίσεως. Καὶ δῆλον ἔτι μᾶλλον ἐκ τῶν ἐφεξῆς· ἐπάγει γάρ· «καὶ ἵνα σαφῶς περὶ πάντων τῶν ἑξῆς προσδιορισώμεθα, διάκρισιν θείαν φαμὲν τὰς ἀγαθοπρεπεῖς τῆς θεαρχίας προόδους. Δωρουμένη γὰρ πᾶσι τοῖς οὖσι, καὶ ὑπερέχουσα τὰς τῶν ὅλων ἀγαθῶν μετουσίας, ἡνωμένως μὲν διακρίνεται, πληθύνεται δὲ ἑνικῶς καὶ πολλαπλασιάζεται τοῦ ἑνὸς ἀνεκφοιτήτως». Οὐ προόδους καὶ ἐκφάνσεις θείας τὰ κτίσματα λέγων, ὡς Βαρλαὰμ καὶ Ἀκίνδυνος ἀσυνέτως ἐξειλήφασιν, ἀλλὰ τὰς θείας ἐνεργείας, ὧν ἀποτελέσματα τὰ κτίσματά ἐστι.

Τί μὲν οὖν τὸ ἡνωμένως διακρίνεσθαι, μικρὸν ἀνωτέρω διεσαφήσαμεν. Πῶς δ’ ἑνικῶς ἡ θεαρχία πληθύνεται καὶ πολλαπλασιάζεται τοῦ ἑνὸς ἀνεκφοιτήτως, ὁ μέγας οὗτος προϊὼν διασαφεῖ γράφων· «πολλαπλασιάζεσθαι λέγεται τὸ ἓν ὂν ἐκεῖνο τῇ ἐξ αὐτοῦ παραγωγῇ τῶν πολλῶν ὄντων». Πολλὰ δέ φησιν ὄντα νῦν τὰς τῶν κτισμάτων οὐσίας, ἃς ὁ θεὸς παραγαγὼν ἐκ τοῦ μὴ ὄντος πολλὰς καὶ διαφόρους οὔσας αὐτὸς τοῦ ἑνὸς ἀνεκφοιτήτως ἔχεται, δηλονότι κατ’ οὐσίαν.

Ἆρ’ οὖν τῶν κτισμάτων αὐτῷ συνταττομένων πολυπλασιάζεσθαι λέγεται τὸ θεῖον; Ἄπαγε· πῶς γὰρ ἂν συναριθμηθείη τῷ ἀκτίστῳ τὰ κτιστά; Διόπερ ὁ πολὺς τὰ θεῖα Μάξιμος τὸν πολυπλασιασμὸν τοῦτον ἐκδηλότερον ποιούμενός φησι· «πληθύνεσθαι λέγεται ὁ θεὸς τῷ καθ’ ἕκαστον εἰς παραγωγὴν τῶν ὄντων βουλήματι προνοητικαῖς προόδοις πολλαπλασιαζόμενος, μένειν δὲ ἀμερίστως ἕν, ὥσπερ ἥλιος ἀκτῖνας πολλὰς ἐκπέμπων καὶ μένων ἐν τῇ ἑνότητι». Ἔνθεν τοι καὶ ὁ μέγας Διονύσιος οὐκ εἶπε πολυπλασιάζεσθαι τὸ θεῖον τῇ προσθήκῃ τῶν πολλῶν ὄντων, ἀλλὰ τῇ παραγωγῇ, τὴν προνοητικὴν πρόοδον καὶ τὴν θείαν βούλησιν οὕτω καλέσας ἀπὸ τῶν παραχθέντων. Ἐξ ὧν πολλῶν καὶ διαφόρων ὄντων καὶ τὸ διακεκριμένον καὶ διάφορον τῶν θείων δείκνυται προόδων καὶ δυνάμεων, ἃς ὁ μέγας ἀνωτέρω πληθυντικῶς προήγαγε, μετοχὰς ταύτας προσειπὼν καὶ παραδείγματα τῶν ὄντων προϋφεστηκότα ἐν θεῷ, καὶ λόγους οὐσιοποιοὺς καὶ προορισμοὺς καὶ θεῖα θελήματα τῶν ὄντων ἀφοριστικὰ καὶ ποιητικά, ἔτι τε ἀσχέτους καὶ ἀμειώτους μεταδόσεις καὶ θεοπρεπεῖς δωρεάς τε καὶ προόδους· καὶ προσέτι τὸ διακεκριμένον τούτων καὶ πρὸς ἀλλήλας διάφορον ἀριδηλότερον ποιῶν, ἰδίας προσηγορίας ἑκάστην ἀξιοῖ, «αἱ οὐσιώσεις», λέγων, «αἱ ζωώσεις, αἱ σοφοποιήσεις», παρ’ ὧν καὶ ἑτέρων οὐκ ὀλίγων ἅμα τε ἀκτίστους οὔσας ἔδειξε καὶ τῆς θείας οὐσίας διενηνοχυίας.

Ἀκτίστους μέν, ἐπειδὴ προϋφεστήκασι τῶν ὄντων καὶ ὑπὲρ τὰ ὄντα εἰσὶ καὶ ποιητικαί εἰσι τῶν ὄντων. Οὐκ οὐσίαν δέ, ὅτι τε πρόοδοι καὶ ὅτι πολλαί, μιᾶς ἐκείνης οὔσης, καὶ ὅτι πρὸς ἀλλήλας διαφέρουσιν· οὐδὲ γάρ ἐστι πρὸς ἓν ἀδιαφόρως ἔχειν τὰ διαφέροντα πρὸς ἄλληλα.

Ταύτῃ τοι καὶ ὁ πολὺς αὖ τὰ θεῖα Μάξιμος μετὰ τὸ διευκρινῆσαι τὰ κατὰ τὴν ὑποστατικὴν διάκρισιν ἐπάγει· «ἔστι δὲ καὶ κατ’ ἄλλον λόγον θεία διάκρισις, ἡ διὰ πλῆθος ἀγαθότητος πρόοδος τοῦ θεοῦ εἰς τὴν πολυειδίαν τῆς δημιουργίας». Οὐδ’ οὗτος τοίνυν τὴν πολυειδίαν τῶν δημιουργημάτων θείαν διάκρισιν καλεῖ παρὰ τὴν ὑποστατικὴν ἑτέραν, ἀλλὰ τὴν εἰς ταύτην πρόοδον. Διὸ καὶ τρανότερον ὑποδεικνύς, τίς αὕτη ἡ διάκρισις, προσγράφει· «κοιναὶ δέ εἰσι τῆς τρισυποστάτου διακεκριμένης ἑνάδος αἱ δημιουργικαὶ πρόνοιαί τε καὶ ἀγαθότητες». Πολλὰς τοίνυν ὁ θεὸς παραγαγὼν οὐσίας καὶ διαφορὰν ἐχούσας πρὸς ἀλλήλας, αὐτὸς κατ’ οὐσίαν τοῦ ἑνὸς ἀνεκφοιτήτως ἔχεται, πάντῃ κατὰ ταύτην ἀδιάκριτός τε καὶ ἀνέκφαντος ὑπάρχων.

Ἐκ δὲ τῶν πολλῶν καὶ διαφόρων οὐσιῶν οὐκ εἰς τὴν θείαν ἀναγόμεθα οὐσίαν, καθάπερ Εὐνόμιος ἔφη καὶ μετ’ αὐτὸν ὁ Ἀκίνδυνος, ἀλλ’ ἐν περινοίᾳ τῶν θείων δυνάμεών τε καὶ ἐνεργειῶν καὶ τῆς κατὰ ταύτας τοῦ παντοδυνάμου θεοῦ γινόμεθα διακρίσεως, «μένοντος οὐδὲν ἧττον οὐ μόνον ἑνὸς κατ’ οὐσίαν ἐν τῷ πληθυσμῷ, ἀλλὰ καὶ ταῖς ὑποστάσεσιν ἡνωμένου κατὰ τὴν κοινὴν πρόοδον»· ἔτι γε μὴν «καὶ πλήρους ὄντος ἐν τῇ διακρίσει τῷ πάντων εἶναι τῶν ὄντων ὑπερουσίως ἐξῃρημένον», τουτέστι διὰ τὸ κατ’ οὐσίαν πάντων ἀπολελυμένον εἶναι καὶ ἀμέθεκτον τοῖς πᾶσι· τὸ γὰρ ὑπερουσίως ἔχον καὶ ἀνεκφοιτήτως, ὡς μηδενὶ μεταδιδόμενον, πλῆρες ἐξ ἀνάγκης· ἀλλὰ «καὶ τῇ ἑνιαίᾳ τῶν ὅλων παραγωγῇ», τουτέστι τῷ μηδεμίαν ἐπιδέχεσθαι πρόσληψιν· τὸ γὰρ ἐκ πολλῶν τῶν ἐξ αὐτοῦ παρηγμένων ὄντων μηδὲν προσλαμβάνον, ἀλλὰ μένον ἕν, ὡς μηδενὸς προσδεόμενον οὐ προσλαμβάνει. Τὸ δὲ μηδενὸς προσδεόμενον πλῆρες ἐξ ἀνάγκης, «ἀλλὰ καὶ τῇ ἀνελαττώτῳ», φησί, «χύσει τῶν ἀμειώτων αὐτοῦ μεταδόσεων», τουτέστι, τῷ μηδεμίαν ἐπιδέχεσθαι ἀφαίρεσιν μηδὲ κατ’ αὐτὰς τὰς μεταδόσεις καὶ προόδους· τὸ γὰρ μὴ μειούμενον οὐδ’ ἀφαίρεσιν ὑφίσταται, τὸ δὲ ὑπερχεόμενον καὶ μηδεμίαν ὑφιστάμενον ἀφαίρεσιν πλῆρες ἐξ ἀνάγκης.

Οὗ δὲ αἱ πρόοδοι καὶ μεταδόσεις τὸ πλῆρες ἔχουσι διὰ τὸ ἀνελάττωτόν τε καὶ ἀμείωτον, πῶς οὐκ ἐκεῖνος πλήρης, μᾶλλον δὲ καὶ ὑπὲρ τὸ πλῆρες κατ’ οὐσίαν;

Καθάπερ δὲ ὁ ἥλιος ἀμειώτως τοῖς μετέχουσι μεταδιδοὺς θέρμης καὶ φωτός, ἐμφύτους ταῦτ’ ἔχει καὶ οὐσιώδεις ἐνεργείας, οὕτω καὶ αἱ θεῖαι μεταδόσεις, ἀμειώτως ἐνοῦσαι τῷ μεταδιδόντι φυσικαὶ καὶ οὐσιώδεις ἐνέργειαί εἰσιν αὐτοῦ, τοιγαροῦν καὶ ἄκτιστοι. Τοῦ δ’ εἶναι τὰς οὐσιώδεις ἐνεργείας τοῦ θεοῦ ἄλλο παρὰ τὴν οὐσίαν, ἀξιόχρεῳ πρὸς πίστιν ὅ τε Δαμασκηνὸς θεολόγος καὶ ὁ μέγας Βασίλειος. Καθάπερ δὲ τοῦ μὲν ἡλιακοῦ φωτὸς οὐδ’ ἴχνος ὑπολείπεται τοῦ ἡλίου ὄντος ὑπὸ γῆν καὶ τοὺς ὑπὲρ γῆν ἐπιλιπόντος, οὐδ’ ἔνι τὸ τῆς αὐγῆς ταύτης ἀπολαῦον ὄμμα μὴ ἀνακεκρᾶσθαι πρὸς αὐτὴν καὶ δι’ αὐτῆς ἡνῶσθαι τῷ βλύζοντι τὸ φῶς, ἡ δ’ ἐκεῖθεν θέρμη καὶ ὅσα ἐξ αὐτῆς τελεῖται συμβαλλομένης πρὸς γένεσίν τε καὶ αὔξησιν τοῖς αἰσθητοῖς καὶ τὴν τῶν χυμῶν καὶ ποιοτήτων πολυειδῆ διαφορὰν οὐκ ἐπιλείπει ταῦτα, κἂν μὴ τὸ συναφὲς ἔχῃ διὰ τῆς ἀκτῖνος πρὸς τὸν ἥλιον, τὸν αὐτὸν τρόπον, ὡς κατ’ ἀμυδρὰν ἐν αἰσθητοῖς εἰκόνα, τῶν ἐπιβαλλόντων μόνων τῷ ὑπερφυεῖ καὶ θειοτάτῳ φωτὶ τῆς θεοποιοῦ χάριτος εἰλικρινῶς μετέχειν καὶ δι’ αὐτῆς ἡνῶσθαι τῷ θεῷ. Τὰ δ’ ἄλλα πάντα τῆς δημιουργικῆς ἐνεργείας ἐστὶν ἀποτελέσματα· χάριτι μὲν ἐκ μὴ ὄντων προηγμένα, δηλονότι δωρεάν, οὐ κατηγλαϊσμένα δὲ τῇ χάριτι, ἥτις τῆς τοῦ θεοῦ λαμπρότητος ἐπώνυμόν ἐστιν.

Ἀλλὰ περὶ μὲν τῆς ἀπορρήτου ταύτης θεώσεως πολλαχοῦ τῶν Πρὸς βαρλαὰμ καὶ τοὺς μετ’ ἐκεῖνον κατ’ ἐκεῖνον ἀθετοῦντας ταύτην διαρκέστερον ἡμῖν διείληπται. Ὁ δὲ μέγας δείξας μὴ περὶ τῆς ὑποστατικῆς διακρίσεως εἶναι τούτῳ τὴν πρόθεσιν τῶν λόγων, ἀλλ’ ὡς ἂν εἴποι τις περὶ τῆς ἐνεργητικῆς, καὶ τὰς ἐνεργείας ταύτας μήτε θείαν οὔσας οὐσίαν—μία γὰρ αὕτη καὶ οὐκ ἔκ τινος—μήθ’ ὑποστάσεις θείας—αὗται γὰρ οὔτε πλείους τῶν τριῶν οὔτε πᾶσαι ἐξ αἰτίου· καὶ γὰρ ὁ πατὴρ ἐξ οὐδεμιᾶς ἀρχῆς, ἀλλὰ καὶ τῶν ἐξ ἀρχῆς οὐσῶν ἑκατέρα τῶν ὑποστάσεων ἐκ μόνου τοῦ πατρός, αἱ δ’ ἐκφάνσεις αὗται καὶ ἐνέργειαι κοιναὶ πατρός, υἱοῦ καὶ πνεύματος, καὶ ἐκ πατρός, υἱοῦ καὶ πνεύματος—, ταῦτα διδάξας τοὺς ὦτα ἔχοντας ἀκούειν, εἶτ’ ἐπαναλαμβάνων πάλιν φησί· «ταύτας ἡμεῖς τὰς κοινὰς καὶ ἡνωμένας τῆς ὅλης θεότητος διακρίσεις, εἴτουν ἀγαθοπρεπεῖς προόδους, ἐκ τῶν ἐμφαινουσῶν αὐτὰς ἐν τοῖς λογίοις θεωνυμιῶν ὑμνῆσαι κατὰ τὸ δυνατὸν πειρασόμεθα».

Τῶν ἀριδηλοτάτων οὖν, ὡς ἡ περὶ θείων ὀνομάτων πᾶσα βίβλος εἰς ὕμνον ἀνεῖται ταῖς προόδοις ταύταις καὶ ἐνεργείαις τοῦ θεοῦ. Τοιγαροῦν ἄκτιστοί εἰσιν οὐκ ἐκτὸς οὖσαι τοῦ θεοῦ· τούτῳ γὰρ καὶ ὁ θεῖος ὑμνολόγος ἀνατιθέναι τοὺς ὕμνους ἰσχυρίζεται τὰς προόδους ἐξυμνῶν. Πῶς δ’ ἂν καὶ τηλικαύτας ἀφεῖναι φωνὰς περὶ κτισμάτων ἠνέσχετο θείων ὑμνῳδῶν ἐξοχώτατος ὑπάρχων; Ἀλλ’ οὐχὶ τὰ κτίσματα, τὰ δ’ ἐκ τῶν κτισμάτων τῆς θείας οὐσίας ὀνόματα ὑμνεῖν ἐνταυθοῖ τὸν θεολόγον ὁ τοῦ Βαρλαὰμ μύστης Ἀκίνδυνός φησι.

Καὶ μὴν οὐ τοῦτό φησιν ὁ θεηγόρος, ἀλλὰ «τὰς κοινὰς τῆς ὅλης θεότητος διακρίσεις καὶ προόδους ὑμνῆσαι πειρασόμεθα ἐκ τῶν ἐμφαινουσῶν αὐτὰς θεωνυμιῶν». Τί δ’ ὁ λέγων «κατὰ τὸν ἀριθμὸν τῶν ὀνομάτων καὶ αἱ συμφυεῖς ἀξίαι τοῦ θεοῦ θεωροῦνται»; Ἀλλὰ γὰρ καὶ θεωνυμίας ὁ μέγας ἐνταῦθα καλέσας τὰ ὀνόματα τούτων τῶν προόδων τὸν θεὸν ὑπέδειξεν εἶναι τὰς προόδους ταύτας, εἰ καὶ μὴ κατ’ οὐσίαν.

Ἐπεὶ καὶ ὅταν λέγωμεν ἐκ τῶν κτισμάτων νοεῖσθαί τε καὶ ὀνομάζεσθαι θεόν, κατὰ τὰς προόδους καὶ ἐνεργείας ταύτας νοεῖσθαι καὶ ὀνομάζεσθαί φαμεν αὐτόν, ἀλλ’ οὐχὶ κατὰ τὴν οὐσίαν· αὕτη γὰρ παντάπασιν ὑπερώνυμός τε καὶ ἀνείκαστός ἐστι, καὶ οὔτε ἐννοῆσαι ταύτην οὔτ’ εἰπεῖν οὔτε ὅλως πως θεωρῆσαι δυνατόν, ὡς ὁ αὐτός φησι θεολόγος, διὰ τὸ πάντων αὐτὴν ἐξῃρημένην εἶναι καὶ ὑπεράγνωστον, πάντων ἀπεριλήπτῳ δυνάμει καὶ τῶν ὑπερουρανίων νόων ὑπεριδρυμένην.

Αἰσχυνέσθωσαν οὖν οἱ τὰς προόδους ταύτας τιθέμενοι κτιστάς, ὡς τὸν θεὸν εἰς κτίσμα κατασπῶντες. Εἰ δέ τις διαποροίη, τοῦ θεοφάντορος τούτου διὰ τοσαύτης σπουδῆς θεμένου περὶ τῆς διακρίσεως διδάξαι ταύτης τὴν ἀρχήν, ὅτου χάριν οἱ μετ’ αὐτὸν θεολόγοι μὴ πολὺν περὶ αὐτῆς πεποίηνται λόγον, ῥᾴδιον μὲν κἀκείνους πολλαχοῦ δεῖξαι τῶν οἰκείων λόγων τούτῳ συνῳδὰ θεολογοῦντας, μᾶλλον δὲ καὶ διὰ πολλῶν τῶν πεποιημένων ἡμῖν πρὸς Βαρλαὰμ καὶ τοὺς αὐτῷ παραπλησίως κατὰ τῆς θείας ταύτης διακρίσεως μεμηνότας ὑπεδείξαμεν. Οὐ τοὺς μετ’ ἐκεῖνον δὲ μόνους, ἀλλὰ καὶ τοὺς πρὸ ἐκείνου, καὶ ἁπλῶς πάντας τοὺς ἐξ αἰῶνος ἐνθέους θεολόγους τὸν αὐτὸν ἴδοι τις ἂν θεολογοῦντας τρόπον. Παῦλος μὲν γὰρ ὁ μέγας, «συμμαρτυρεῖν», ἔφη, «τῷ εὐαγγελίῳ τὸν θεὸν» οὐ μόνον «σημείοις καὶ τέρασιν», ἀλλὰ «καὶ ποικίλαις δυνάμεσι καὶ πνεύματος ἁγίου μερισμοῖς». Ἰωάννης δὲ ὁ θεολογικώτατος τῶν εὐαγγελιστῶν ἐν τῇ Ἀποκαλύψει τῷ πατρὶ καὶ τῷ υἱῷ τὰ ἑπτὰ πνεύματα συναριθμεῖ, τοῖς ἑπτὰ τούτοις ἀντὶ τοῦ ἑνὸς ἁγίου πνεύματος προσχρώμενος, ὡς ἐμφύτοις αὐτοῦ δηλονότι ἐνεργείαις, «χάρις λέγων ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ». Ἀλλὰ καὶ ὡς ἀρνίον ἐν πνεύματι βλέπει τὸν Χριστόν, «ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά».

Τοῦτο δὴ καὶ πρὸ τῶν ἀποστόλων Ἠσαΐας προκαταγγέλλων, ἐναργῶς ἐπὶ τὸ ἄνθος τὸ ἀναβησόμενον ἐκ τῆς ῥάβδου τῆς ἐκ τῆς ῥίζης Ἰεσσαί, ἑπτὰ πνεύματα ἐπαναπαύσεσθαί φησι. Ζαχαρίᾳ δὲ τοὺς ἑπτὰ ἑωρακότι λύχνους καὶ τὰς ἰσαρίθμους ἐπ’ αὐτοῖς ἐπαρυστρίδας ὁ ἑρμηνεὺς αὐτῷ τῶν τοιούτων θεαμάτων ἄγγελός φησιν· «ἑπτὰ οὗτοι ὀφθαλμοὶ κυρίου εἰσὶν οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν», τὰς φύσει προσούσας τῷ θεῷ προνοητικὰς προόδους τε καὶ ἐνεργείας, ταῦτ’ εἶναι τὰ ἑπτὰ πνεύματα δεικνύς, ὡς καὶ Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος ὕστερον ἐδίδαξεν ἡμᾶς· «τὰς γὰρ ἐνεργείας», φησί, «τοῦ πνεύματος πνεύματα φίλον τῷ Ἠσαΐᾳ καλεῖν». Καὶ μετ’ αὐτὸν Μάξιμος ὁ θεῖος, ὡς θεοῦ υἱῷ φύσει ταῦτα προσεῖναι γράφων τῷ Χριστῷ. Ποῦ εἰσιν οἱ προφέροντες ἡμῖν τὴν δυάδα καὶ τὸ πλῆθος ἐπὶ τῶν φυσικῶν τοῦ θεοῦ ἐνεργειῶν; Ἑπταπλασίως αἰσχυνέσθωσαν ἀμεταμελήτως ἐχόμενοι τῆς κακονοίας.

Τοῦ γε μὴν μὴ περὶ τῆς τοιαύτης διακρίσεως διαλαβεῖν ἰδίᾳ τοὺς ἔπειτα θεολογήσαντας, τὸ κατὰ τῆς ὑποστατικῆς διακρίσεως τηνικαῦτα λυττῆσαι τοὺς θεομαχοῦντας αἴτιον. Ὡς οὖν ταύτης ἀθετουμένης καὶ ὑπὸ τῶν προστατῶν τῆς αἱρέσεως ἀναιρουμένης καὶ δι’ αὐτῆς ἐπηρεαζομένης τῆς δόξης τοῦ θεοῦ, κατατεμνομένου παρὰ τῶν φρενοβλαβῶν εἰς κτιστὰ καὶ ἄκτιστα, καὶ τῶν εὐσεβεῖν ᾑρημένων διὰ τὴν εὐσεβῆ διαίρεσιν πολυθεΐαν κατηγορουμένων ὡς πολλὰ σεβόντων ἄκτιστα, πρὸς τὸν ὑπὲρ αὐτῆς ἀγῶνα καθῆκαν ἑαυτοὺς οἱ πρόμαχοι τῆς εὐσεβείας, καὶ χειρὶ καὶ γλώττῃ καὶ πᾶσι τρόποις τοὺς μὲν ἀντικειμένους ἐλέγχοντες, τοῖς δὲ πειθομένοις ἀνάγραπτον προτιθέντες τὴν τῆς εὐσεβείας ἀλήθειαν, ὡς ἂν μελέτημα ταύτην ἑαυτοῖς οὗτοι ποιησάμενοι, τὴν ἀπάτην καὶ τὸ ψεῦδος τῆς δυσσεβείας εὐχερῶς διορῶσι καὶ ἀποσείωνται.

Τὸ δὲ νῦν ἔχον, ἐπεὶ Βαρλαὰμ καὶ Ἀκίνδυνος κατὰ τῆς διακρίσεως τῶν κοινῶν ἐνεργειῶν τῆς τρισυποστάτου θεότητος κεχωρηκότες διχοτομοῦσι διὰ ταύτας εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα, καὶ καθάπερ Ἄρειος τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, οὕτως οὗτοι πᾶσαν δύναμιν καὶ ἐνέργειαν θείαν καὶ αὐτὴν τὴν παραδειχθεῖσαν ἐπ’ ὄρους τοῦ θεοῦ λαμπρότητα τῆς ἀκτίστου φύσεως ὑπερορίζουσι, καὶ τῶν εὐσεβῶς ἄκτιστον εἰδότων καὶ τὴν κατὰ ταύτας τοῦ θεοῦ διάκρισιν ὡς πολλὰς σεβόντων ἀκτίστους θεότητας κατηγοροῦσι καὶ πολλοὺς τῶν ἀκεραιοτέρων συναρπάζουσι, ζητητέον ἂν εἴη καὶ περὶ τῆς θείας ταύτης διακρίσεως καὶ τῶν κατ’ αὐτὴν ἐνεργειῶν, καὶ διευκρινητέον εἰς δύναμιν, καὶ μελέτημα τοῦτο μηδὲν ἧττον ποιητέον, ὡς ἂν ἐκ τῶν τοῖς θείοις πατράσι τεθεολογημένων περὶ ταύτης εὐχερῶς τὴν βαρλααμίτιδα πλάνην συνορᾶν καὶ καθαιρεῖν δυνώμεθα.