Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἔλεγχος τῶν ἐπιγραφῶν τοῦ Βέκκου

Γρηγόριος Παλαμᾶς

Έλεγχος των πρώτων τριών επιγραφών του Βέκκου

Ανασκευή των λατινικών θέσεων σχετικά με την εκπόρευση του Αγίου Πνεύματος, την ερμηνεία των πατερικών χωρίων και τη διάκριση μεταξύ φυσικών και υποστατικών ιδιωμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 1 από 4

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΑΣ ΠΑΡΑ ΤΟΥ ΒΕΚΚΟΥ ΥΠΕΡ ΛΑΤΙΝΩΝ ΕΠΙ ΤΑΙΣ ΣΥΛΛΕΓΕΙΣΑΙΣ ΠΑΡ’ ΑΥΤΟΥ ΓΡΑΦΙΚΑΙΣ ΧΡΗΣΕΣΙΝ ΕΠΙΓΡΑΦΑΣ ΑΝΤΕΠΙΓΡΑΦΑΙ ΔΕΙΚΝΥΣΑΙ ΔΥΣΣΕΒΩΣ ΕΧΟΥΣΑΣ ΤΑΣ ΤΟΙΑΥΤΑΣ ΕΠΙΓΡΑΦΑΣ ΚΑΙ ΑΝΤΙΘΕΤΟΥΣ ΟΥΣΑΣ ΤΑΙΣ ΣΥΝΕΙΛΕΓΜΕΝΑΙΣ ΤΩΝ ΑΓΙΩΝ ΡΗΣΕΣΙΝ Ἐπιγραφὴ Λατίνων πρώτη Χρήσεις γραφικαὶ διάφοροι συλλεγεῖσαι εἰς ἀπόδειξιν τοῦ εἶναι τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ υἱοῦ, μεθ’ ἃς ἕτεραι καταστρωννύονται εἰς ἀπόδειξιν τοῦ εἶναι τὸ πνεῦμα διὰ τοῦ υἱοῦ ἐκ τοῦ πατρός. Καὶ ἐπειδὴ αἱ μὲν ἐκ τοῦ υἱοῦ αἱ δὲ διὰ τοῦ υἱοῦ ἀποδεικνύουσιν εἶναι τοῦτο, εἰς παράστασιν τοῦ ἰσοδυνάμου τῆς ‘διὰ’ καὶ τῆς ‘ἐκ’, ἀκολούθως παρευθύς, ἕτεραι γραφικαὶ χρήσεις καταστρωννύονται, δι’ ὧν τὸ τῶν προθέσεων τούτων ἰσοδύναμον ἀποδείκνυται.

Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης Ἀντεπιγραφὴ πρώτη Ὅταν ἐπὶ τῆς θεολογίας ἰσοδυναμῶσιν ἀλλήλαις ἡ ‘ἐκ’ καὶ ἡ ‘διά’, οὐ τὴν διαίρεσιν οὐδὲ τὴν διαφορὰν παριστῶσι τῆς ἁγίας τριάδος, ἀλλὰ τὴν ἕνωσιν καὶ τὴν ἀπαραλλαξίαν, ἥτις ἐστὶ κατὰ τὴν φύσιν καὶ τὴν ὁμοβουλίαν. Δείκνυται γὰρ ἐντεῦθεν μιᾶς καὶ τῆς αὐτῆς εἶναι φύσεως καὶ δυνάμεως καὶ ἐνεργείας καὶ θελήσεως ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὁ δ’ ἐνταῦθα καταγράψας τὰ τῶν ἁγίων ῥητὰ καὶ οὕτως ἐπιγράψας τὴν διαφορὰν κακῶς καὶ δυσσεβῶς τῶν θείων ὑποστάσεων ἐπιχειρεῖ δεικνῦναι διὰ τοῦ τῶν τοιούτων προθέσεων ἰσοδυνάμου καὶ ὅτι ἐκ τῶν δύο ὑποστάσεων καὶ παρ’ ἑκατέρας τούτων διαφόρως ἔχει τὴν ὕπαρξιν ἡ μία τῶν τριῶν προσκυνητῶν ὑποστάσεων, τουτέστι τὸ πνεῦμα τὸ ἅγιον. Φανερὸν οὖν ὡς αἱ μὲν τῶν ἁγίων ῥήσεις ἔχουσιν εὐσεβῶς τε καὶ καλῶς, ἐκλαμβάνονται δὲ παρὰ τοῦ συνειλοχότος καὶ καταγράψαντος ἐνταῦθα ταύτας κακῶς τε καὶ δυσσεβῶς.

Ὅτι δὲ τὴν ἕνωσιν καὶ τὸ ἀπαράλλακτον ἐν πᾶσιν ἡ τοιαύτη δείκνυσι ‘διά’, ὅταν δηλονότι ἰσοδυναμῇ τῇ ‘ἐκ’, ὅ τε θεῖος Μάξιμος παρίστησι σαφῶς, περί τινων εἰπόντων διὰ τοῦ υἱοῦ τὸ πνεῦμα, γράφων πρὸς Μαρῖνον, «οὐκ αἰτίαν τὸν υἱὸν ποιοῦντας σφᾶς αὐτοὺς ἀπέδειξαν, μίαν γὰρ ἴσασι τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τὸν πατέρα αἰτίαν, τοῦ μὲν κατὰ τὴν γέννησιν τοῦ δὲ κατὰ τὴν ἐκπόρευσιν, ἀλλ’ ἵνα τὸ δι’ αὐτοῦ προϊέναι δηλώσωσι καὶ ταύτῃ τὸ συναφὲς τῆς οὐσίας καὶ ἀπαράλλακτον παραστήσωσι».

Σαφὲς οὖν ἐντεῦθεν ὡς ὁ Βέκκος οὗτος δυσσεβῶς ἐκλαμβάνει τὰς τοιαύτας ῥήσεις· οὐ γὰρ τὸ συναφὲς καὶ ἀπαράλλακτον, ὅ ἐστι κατὰ τὴν φύσιν, ἀλλὰ τὸ διαφέρον τῶν ὑποστάσεων ἐκ τούτων ἐπιχειρεῖ συνάγειν, οὐδὲ τῷ μεγάλῳ Βασιλείῳ πειθόμενος· καὶ οὗτος γὰρ ἐν ὀγδόῳ τῶν Πρὸς Ἀμφιλόχιον κεφαλαίῳ φησί· «τὸ διὰ τοῦ υἱοῦ δημιουργεῖν τὸν πατέρα, οὔτε ἀτελῆ τοῦ πατρὸς τὴν δημιουργίαν συνίστησιν, οὔτε ἄτονον τοῦ υἱοῦ παραδηλοῖ τὴν ἐνέργειαν, ἀλλὰ τὸ ἡνωμένον τοῦ θελήματος παρίστησιν».

Ὁ γοῦν λέγων διὰ τοῦ υἱοῦ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα προϊέναι κατὰ τὴν χορηγίαν, τὴν ὁμοβουλίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ παρίστησι καλῶς. Εὐδοκίᾳ γὰρ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ αὐτὸ συνευδοκοῦν τοῖς ἀξίοις χορηγεῖται τὸ πνεῦμα τὸ ἅγιον. Οἱ δὲ λατινόφρονες οὗτοι συνάγοντες ἐκ παρανοίας διὰ τοῦ υἱοῦ καὶ ἐκ τοῦ υἱοῦ τὴν ὕπαρξιν τὸ πνεῦμα ἔχειν, εὐδοκίας καὶ θελήσεως ἔργον καὶ κτίσμα ἐξ ἀνάγκης, ἀλλ’ οὐ θείας φύσεως καρπὸν ὑπάρχειν τὸ πνεῦμα τὸ ἅγιον παριστῶσι δυσσεβῶς.

Κατὰ γὰρ τὸν ἱερὸν Δαμασκηνὸν ἔργον θείας θελήσεως ἡ κτίσις, ἀλλ’ οὐχ ἡ θεότης, ἄπαγε· «οὐ γὰρ τῆς θείας θελήσεως, ἀλλὰ τῆς θείας φύσεως, αὖθις κατὰ τὸν αὐτόν, ἡ προαιώνιος καὶ ἀΐδιος γέννησίς τε καὶ ἐκπόρευσις».

Ἐπιγραφὴ Λατίνων δευτέρα Ἐπειδὴ εἰσί τινες ἀντιλέγοντες ταῖς γραφικαῖς χρήσεσι, ταῖς δηλούσαις διὰ τοῦ υἱοῦ εἶναι τὸ πνεῦμα ἐκ τοῦ πατρός, συνελέγησαν καὶ αἱ παροῦσαι γραφικαὶ χρήσεις, αἱ δηλοῦσαι προσεχῶς καὶ ἀμέσως τὸν υἱὸν ἐκ πατρὸς εἶναι, εἰς συγκρότησιν τῶν δηλουσῶν χρήσεων διὰ τοῦ υἱοῦ εἶναι τὸ πνεῦμα. Εἰ γὰρ μὴ ἦν τὸ πνεῦμα διὰ τοῦ υἱοῦ, διατί μὴ καὶ αὐτὸ ἀμέσως ἐρρήθη εἶναι ἐκ τοῦ πατρός;

Τοῦ αὐτοῦ ἀντεπιγραφὴ δευτέρα Καὶ μὴν ἐρρήθη καὶ τὸ θεῖον πνεῦμα ἐκ πατρὸς ἀμέσως καὶ ἀνῄρηταί σου παντάπασιν ἡ τῆς δυσσεβείας πρόφασίς τε καὶ παράστασις. Γρηγόριος γὰρ ὁ τῆς θεολογίας ἐπώνυμος δεύτερον ἐν τοῖς Ἔπεσιν ἀπὸ τοῦ πατρὸς εἶναί φησι τὸ πνεῦμα τὸ ἅγιον καθὰ καὶ τὸν υἱόν. Ὁ δὲ Νύσσης, σὺν πολλοῖς ἑτέροις, πρὸς ἓν πρόσωπον, τὸ πατρικόν, ὡσαύτως ἔχειν ἑκάτερόν φησιν, ἄνευ τοῦ τρόπου τῆς ὑπάρξεως. Ἀλλὰ «καὶ τὰ τοῦ ἀνθρώπου, φησί, πρόσωπα οὐκ ἀπὸ τοῦ αὐτοῦ προσώπου κατὰ τὸ προσεχὲς ἔχει τὸ εἶναι, ὡς πολλὰ καὶ διάφορα εἶναι πρὸς τοῖς αἰτιατοῖς καὶ τὰ αἴτια. Ἐπὶ δὲ τῆς ἁγίας τριάδος οὐχ οὕτως· ἓν γὰρ πρόσωπον καὶ τὸ αὐτό, τοῦ πατρός, ἐξ οὗπερ ὁ υἱὸς γεννᾶται καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεται. Διὸ καὶ κυρίως τὸν ἕνα αἴτιον μετὰ τῶν αὑτοῦ αἰτιατῶν ἕνα θεόν φαμεν τεθαρρηκότως».

Τί δὲ οἱ λέγοντες ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι καὶ ἐν τῷ υἱῷ διαμένειν τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ πατρὸς ἐν τῷ υἱῷ διήκειν καὶ ἐκ τοῦ πατρὸς εἶναι καὶ τῷ λόγῳ συμπαρομαρτεῖν; Ἔτι δὲ οἱ κοινωνίαν καὶ ἀγάπην εἶναι λέγοντες τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον; Πρὸς δὲ τούτοις οἱ πρὸς τὸ ἕτερον ἕκαστον ἔχειν τῶν προσώπων λέγοντες οὐχ ἧττον ἢ πρὸς ἑαυτό; Τί δὲ ὁ ψάλλων «αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με»; Ἆρ’ οὐχ ἅπαντες οὗτοι ἀμέσως εἶναι καὶ τὸ πνεῦμα δεικνύουσιν ἐκ τοῦ πατρός;

Ἐπιγραφὴ Λατίνων τρίτη Κατεστρώθησαν καὶ αἱ παροῦσαι γραφικαὶ χρήσεις εἰς συγκρότησιν τῆς ἐννοίας τῶν δηλουσῶν χρήσεων, μὴ ἀμέσως ἀλλὰ διὰ τοῦ υἱοῦ ἐκ πατρὸς εἶναι τὸ πνεῦμα. Εἰ γὰρ ἀμέσως ἦν τὸ πνεῦμα ἐκ τοῦ πατρός, οὐκ ἂν ἐρρήθη ὁ μὲν υἱὸς εἰκὼν τοῦ πατρός, τὸ δὲ πνεῦμα εἰκὼν τοῦ υἱοῦ· καὶ ὁ μὲν υἱὸς ἐνέργεια τοῦ πατρός, τὸ δὲ πνεῦμα ἐνέργεια τοῦ υἱοῦ· καὶ ὁ μὲν υἱὸς πρόσωπον τοῦ πατρός, τὸ δὲ πνεῦμα πρόσωπον τοῦ υἱοῦ.

Τοῦ αὐτοῦ ἀντεπιγραφὴ τρίτη Ἀνούστατε, ὁ δυσσεβῶς ἐπιγράφων ὧδε τὰ παρὰ τῶν ἁγίων εὐσεβῶς εἰρημένα, πῶς οὐ συνορᾷς ὅτι τὰ κοινὰ καὶ φυσικὰ ἐπὶ τῆς ἀνωτάτω καὶ προσκυνητῆς τριάδος οὐδεμίαν ἔχουσι διαφοράν;

Εἷς γὰρ θεός, μία εἰκών, μία θέλησις, μία ἐνέργεια πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος. Οὐκοῦν πρὸς τοῖς ἄλλοις, ὅταν καὶ πρόσωπον ἕτερον ἑτέρου τούτων λέγηται, φυσικόν ἐστιν, ἀλλ’ οὐχ ὑποστατικὸν καὶ τῆς ἀπαραλλάκτου ὁμοιώσεώς ἐστι δηλωτικόν, ἀλλ’ οὐχὶ τοῦ τρόπου τῆς ὑπάρξεως, ἄπαγε. Σὺ δὲ μὴ οὕτω πρόσωπον ἕτερον λέγων, ἀλλ’ ὑποστατικῶς, οὐκέτ’ ἔχεις εἶναι μύστης τῆς τριάδος. Εἰ γὰρ τοῦ πατρός ἐστιν ὁ υἱὸς τὸ πρόσωπον, ὡς ἐξ αὐτοῦ, καὶ τοῦ υἱοῦ τὸ πνεῦμα, οὐκέτ’ ἔσται λοιπὸν ὁ πατὴρ πρόσωπον ἕτερον παρὰ τὸν υἱόν, οὐδὲ παρὰ τὸ πνεῦμα ὁ υἱός. Ὁρᾷς ὡς αἱ μὲν τῶν ἁγίων ῥήσεις ἔχουσιν εὐσεβῶς τε καὶ καλῶς παρὰ δὲ σοῦ ἐκλαμβάνονται κακῶς καὶ δυσσεβῶς;

Ἐπιγραφὴ Λατίνων τετάρτη Ἐπειδή τινες μὴ καταδεχόμενοι τὴν ἐν τῇ τριάδι μεσιτείαν τοῦ υἱοῦ, προδήλως παρὰ τῶν ἁγίων θεολογουμένην, ἀπαρνοῦνται καὶ τὸ ὅλως λέγειν ὄνομα τάξεως ἐν τῇ τριάδι, συνελέγησαν αἱ παροῦσαι γραφικαὶ χρήσεις εἰς δήλωσίν τε τοῦ τὸ πνεῦμα διὰ τοῦ υἱοῦ συνάπτεσθαι τῷ πατρὶ καὶ εἰς παράστασιν τοῦ λέγεσθαι ἀριδήλως τάξιν ἐν τῇ τριάδι.

Τοῦ αὐτοῦ ἀντεπιγραφὴ τετάρτη Καταψεύδῃ τῶν εὐσεβῶν, ταλαίπωρε. Ἴσμεν γὰρ τάξιν ἐπὶ τῆς ἁγίας τριάδος, ἀλλὰ τὴν εὐσεβῆ· τὴν δὲ δεικνῦσαν τρίτον ἐξ ἀνάγκης ἀπὸ τοῦ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον, ὡς δυσσεβῶς ἔχουσαν, ἣν σὺ μετ’ Εὐνομίου στέργεις, οὐ καταδεχόμεθα. Καὶ τῶν γραφικῶν δὲ καταψεύδῃ χρήσεων· οὐ γὰρ τὸν υἱὸν μόνον, ἀλλ’ ἔσθ’ ὅτε καὶ τὸν πατέρα τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἕνωσίν φασιν, ἄλλοτε δὲ τοῦ υἱοῦ καὶ τοῦ πατρὸς τὸ πνεῦμα μέσον καὶ κοινὸν αὐτοῖς· καὶ ἣν ‘ἀριδήλως λέγεσθαι’ φῂς τάξιν, σαφὲς ὡς οὐ περὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματός ἐστι. Στέργεται δὲ καὶ ἡ μεσιτεία τοῦ υἱοῦ, ἀλλ’ οὐ κατὰ τὴν ὕπαρξιν τοῦ πνεύματος τοῖς τὰ θεῖα συνετοῖς, ἀλλὰ κατὰ τὴν ὁμολογίαν, μὴ προσεχῶς τῷ πατρὶ τὸ πνεῦμα τὸ ἅγιον τιθεῖσιν, ἵνα μὴ δόξῃ καὶ τοῦτο γεννητόν. Τὰ τοιαῦτα τοίνυν τοῖς ἁγίοις λέγεται καλῶς, ὁ δὲ συνειλοχὼς ταῦτα καὶ προθεὶς ἐνταῦθα πρὸς τὴν οἰκείαν μεθέλκων κακοδοξίαν κακῶς καὶ δυσσεβῶς αὐτοῖς χρῆται.