Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἔλεγχος τῶν ἐπιγραφῶν τοῦ Βέκκου

Γρηγόριος Παλαμᾶς

Ανασκευή της πέμπτης, έκτης και έβδομης επιγραφής

Αντίκρουση των κακοδοξιών περί εκπορεύσεως εκ των δύο προσώπων, διασαφήνιση της ορολογίας περί προελεύσεως και προχύσεως, και θεολογική διάκριση θείας ουσίας και άκτιστης ενέργειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 4

Ἐπιγραφὴ Λατίνων πέμπτη Ἐπειδὴ εἰσί τινες μὴ καταδεχόμενοι ἐκεῖνο τὴν εὐαγγελικὴν δύνασθαι ῥῆσιν, τὴν ‘πνεῦμα ἀληθείας’ τὸ ἅγιον λέγουσαν πνεῦμα, ὅπερ δύναται καὶ ἡ ῥῆσις ἡ λέγουσα ἐκ τοῦ πατρὸς αὐτὸ ἐκπορεύεσθαι, ἔτι δὲ διενιστάμενοι μηδὲ εἰς ἰσοδύναμον ἔννοιαν λέγεσθαι τὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι καὶ ἐκ τοῦ υἱοῦ λαμβάνειν τὸ πνεῦμα τὸ ἅγιον, κατεστρώθησαν αἱ παροῦσαι γραφικαὶ χρήσεις εἰς ἀπόδειξιν τοῦ ἰσοδυνάμου τῶν τοιούτων εὐαγγελικῶν χρήσεων.

Τοῦ αὐτοῦ ἀντεπιγραφὴ πέμπτη Τῆς ἀναισθησίας· ἰσοδυναμοῦσι γὰρ αἱ ῥήσεις τῶν ἁγίων εἰς τὸ δεῖξαι τὴν πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν οἰκειότητα, ταὐτὸ δ’ εἰπεῖν ὁμοουσιότητα τοῦ θείου πνεύματος, διαφέρουσι δὲ ὡς μὴ παρ’ ἀμφοτέρων, πατρός τε καὶ υἱοῦ, τὴν ὕπαρξιν δεικνῦσαι. Καὶ τοῦτο κατάδηλον ὑπ’ αὐτῶν τούτων τῶν γραφικῶν χρήσεών ἐστι, ὁ δὲ συνειλοχὼς ταύτας οὗτος πρὸς τὴν διαφορὰν τῶν ῥήσεων τούτων καθάπερ ἐκκεκώφηται.

Ἐπιγραφὴ Λατίνων ἕκτη Ἐπειδὴ εἰσί τινες λέγοντες διαφέρειν ἀλλήλων τὸ ‘πρόεισι’ καὶ τὸ ‘προχεῖται’ καὶ ‘ἐκπορεύεται’, ἐξελέγησαν εἰς ἀναντίρρητον ἀπόδειξιν τοῦ ἰσοδυνάμου αὐτῶν αἱ προκείμεναι χρήσεις τοῦ ἁγίου Κυρίλλου καὶ μετ’ αὐτὰς αἱ ὑποτεταγμέναι χρήσεις τῶν θεολογούντων ἐκ πατρὸς προϊέναι τε καὶ ἐκπέμπεσθαι καὶ προχεῖσθαι τὸ πνεῦμα.

Τοῦ αὐτοῦ ἀντεπιγραφὴ ἕκτη Τῆς ἀναισχυντίας· τίς γὰρ οὐκ οἶδεν ὅτι τὸ πρόεισι λέγεται καὶ ἐπὶ τοῦ υἱοῦ, τὸ δὲ ἐκπορεύεται ἢ προχεῖται οὐδέποτε, καθάπερ καὶ τὸ προχεῖται κυρίως ἐπὶ τῆς χορηγίας, ἔστι δ’ ὅτε καὶ ἐπὶ τῆς ἐκπορεύσεως λέγεται; Οἱ δὲ τὰ Λατίνων φρονοῦντες μηδὲν διαφέρειν ἀλλήλων διατείνονται ταῦτα δυσσεβῶς ὁμοῦ καὶ ἀναιδῶς· αἱ γὰρ συλλεγεῖσαι τῶν ἁγίων ἐνταῦθα ῥήσεις, ἐφ’ ὧν ἔσθ’ ὅτε ταῦτα συντρέχουσι, δεικνῦσαι τὴν πρὸς ἄλληλα τούτων διαφοράν, ἀναιροῦσιν οὐδαμῶς.

Ἐπιγραφὴ Λατίνων ἑβδόμη Ἐπειδή τινες ἀκούοντες τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ υἱοῦ ὑπάρχον καὶ ἀναβλύζον καὶ προϊόν, οὐχὶ τὴν φύσιν τοῦ πνεύματος ἐκ τῆς οὐσίας τοῦ υἱοῦ πηγάζειν καὶ ἀναβλύζειν τερατολογοῦσιν, ἀλλὰ τὸ πνευματικὸν χάρισμα τὸ τοῖς ἀξίοις ἐπιγινόμενον, διὰ τὸ τὴν ἐγγινομένην αὐτοῖς ἐνοίκησιν τῆς πανταχοῦ παρούσης θεότητος τοῦ ἁγίου πνεύματος σχετικῶς γίνεσθαι, οὕτω τὸ τοιοῦτον ἐκλαμβάνοντες χάρισμα, ὥσπερ ἂν εἰ ἀποδιῃρημένον τῆς θείας οὐσίας νοοῖτο τοῦ πνεύματος, συνελέγησαν αἱ παροῦσαι γραφικαὶ χρήσεις, ἐξ ὧν ἔχει τις διαγνῶναι, ὡς κἂν ἡ ἐγγινομένη τοῖς ἀξίοις ἐνοίκησις τοῦ παναγίου πνεύματος σχετική ἐστιν ἀρρήτως καὶ ὑπὲρ λόγον, ἀλλ’ ἐπεὶ ἐκεῖ τὰ χαρίσματα προχέονται, ὅπου ἡ θεία φύσις αὐτοῦ σχετικῶς ἐνοικήσει, αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον, τὸ ἓν τῆς τριάδος καὶ συμπληρωτικόν, ὅπερ ἐστὶ θεία φύσις καὶ τέλειος θεός, ὡς ὁ πατὴρ καὶ ὁ υἱός, δηλοῦται, ὅταν τις λέγῃ τὸ πνεῦμα τὸ ἅγιον προϊὸν καὶ ἀναβλύζον καὶ ὑπάρχον ἐκ τοῦ υἱοῦ.

Τοῦ αὐτοῦ ἀντεπιγραφὴ ἑβδόμη Ὄντως οὐκ οἶδεν ἃ λέγει οὔτε περὶ τίνων διαβεβαιοῦται ὁ καὶ ταύτην τὴν ἐπιγραφὴν συνθείς. Οὐδεὶς γὰρ τῶν εὐσεβεῖν ᾑρημένων διεσπασμένην εἶναι νομίζει τῆς θείας φύσεως τὴν θείαν χάριν καὶ τὴν ἐνέργειαν· οὐ μὴν ὅτι ἀχώριστός ἐστι τῆς θείας φύσεως ἡ θεία ἐνέργεια, παρὰ τοῦτο καὶ φύσις ἐστὶν ἡ ἐνέργεια ταύτης μηδὲν διαφέρουσα· τοῦτο γὰρ τῆς Βαρλαὰμ καὶ Ἀκινδύνου δυσσεβείας ἐστίν· ἡ μὲν γὰρ θεία ἐνέργεια ἐκ τῆς θείας φύσεώς ἐστι καὶ ἐνθεωρεῖται ταύτῃ κατὰ τοὺς θεολόγους, ἀλλ’ οὐκ ἔστι καθ’ αὑτήν, ἡ δὲ θεία φύσις οὐκ ἐκ τῆς ἐνεργείας ἐστὶ καὶ καθ’ ἑαυτήν ἐστι καὶ τῶν θείων ἐνεργειῶν ἐστι πηγή.

Ἀλλὰ καὶ τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ υἱοῦ φαμεν· οὗτος δὲ λέγων εἶναι τοῦτο ἐκ τῆς φύσεως, ἡμῖν ἀντιλέγειν οἴεται καὶ τἀναντία ἡμῶν κατασκευάζειν, μηδὲν διαφέρειν, ὡς ἔοικε, νομίζων τὴν φύσιν τῆς ὑποστάσεως, ἢ καὶ διαφορὰν ἀφρόνως εἰσάγων φύσεως ἐπὶ τῆς ἁγίας τριάδος, ἐπεὶ διαφορά ἐστιν ὑποστάσεων.

Ἐπιγραφὴ Λατίνων ὀγδόη Εἰς ἀπόδειξιν τοῦ εἶναι τὸ πνεῦμα τὸ ἅγιον ἐκ πατρὸς καὶ υἱοῦ συνελέγησαν καὶ αἱ παροῦσαι γραφικαὶ χρήσεις, αἱ δηλοῦσαι εἶναι αὐτὸ ποιότητα τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐσίας, ἔτι δὲ εὐωδίαν, πνοὴν καὶ ὀσμὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, μεθ’ ἃς ἕτεραι χρήσεις, αἵτινες καὶ τὸν πατέρα πηγὴν τοῦ πνεύματος καὶ τὸν υἱὸν πηγὴν θεολογοῦσι τοῦ πνεύματος.

Τοῦ αὐτοῦ ἀντεπιγραφὴ ὀγδόη Αἱ συνειλεγμέναι παροῦσαι γραφικαὶ χρήσεις καὶ διὰ παραδειγμάτων τὸ πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν ὁμοούσιον παριστῶσι τοῦ ἁγίου πνεύματος κατὰ τὸ ἐγχωροῦν· οὐ γὰρ ἔστιν εὑρεῖν ἐπὶ θεοῦ παράδειγμα πάντῃ κατάλληλον. Ἐπεὶ δὲ καὶ ὕδωρ ζῶν καλεῖται τὸ πνεῦμα τὸ ἅγιον κατὰ τὴν χάριν καὶ τὴν ἐνέργειαν, τούτου τοῦ ὕδατος καλεῖται πηγὴ καὶ ὁ υἱὸς μετὰ πατρός, ἔστι δ’ ὅτε καὶ αὐτὸ τὸ ἅγιον πνεῦμα, ὁ δὲ τὰς ῥήσεις ταύτας προενεγκὼν ἐνταῦθα τὰς μὲν παρῆκε τούτων, ταῖς δὲ παραχρῆται καὶ οὕτω δι’ αὐτῶν κλέπτειν οἴεται τοὺς ἐντυγχάνοντας πρὸς τὴν οἰκείαν κακόνοιαν.