Ἔργον
Γρηγόριος Παλαμᾶς – Ἔλεγχος τῶν ἐπιγραφῶν τοῦ Βέκκου
Αναίρεση της ενάτης επιγραφής
Θεολογικός έλεγχος των λατινικών επιχειρημάτων για τη μετάβαση των ιδιωμάτων του Πατρός στον Υιό, με έμφαση στη διάκριση φυσικών και υποστατικών ιδιωμάτων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αναίρεση της ενάτης επιγραφής
Θεολογικός έλεγχος των λατινικών επιχειρημάτων για τη μετάβαση των ιδιωμάτων του Πατρός στον Υιό, με έμφαση στη διάκριση φυσικών και υποστατικών ιδιωμάτων.
Ἐπιγραφὴ Λατίνων ἐνάτη Αἱ παροῦσαι γραφικαὶ χρήσεις, ἐν αἷς οἱ πατέρες ἐθεολόγησαν πάντα τὰ τοῦ πατρὸς ἴδια φυσικῶς διαβαίνειν ἐπὶ τὸν ἐξ αὐτοῦ γεννηθέντα υἱόν, κατεστρώθησαν εἰς ἀπόδειξιν τοῦ ὑπάρχειν καὶ προϊέναι καὶ πηγάζειν τὸ πνεῦμα καὶ ἐκ τοῦ υἱοῦ, καθάπερ ἀμέλει καὶ ἐκ τοῦ πατρός, κατὰ τὸν ἅγιον Κύριλλον.
Εἰ γὰρ τὴν πατρότητα καὶ τὸ γεννᾶν μόνον ἀφαιροῦνται ἀπὸ τοῦ υἱοῦ οἱ προσδιορισμοὶ τῶν χρήσεων, εὔδηλον ὡς υἱὸς μὲν ἐκ τοῦ υἱοῦ οὐκ ἔσται, πνεῦμα δὲ τὸ ἐκ τῆς πατρικῆς ἀναβλύζον οὐσίας καὶ ἐκ τῆς μὴ γεννώσης οὐσίας τοῦ υἱοῦ ἀναβλύζον ἔσται καὶ προχεόμενον.
Τοῦ αὐτοῦ ἀντεπιγραφὴ ἐνάτη Ὄντως ἀσυλλόγιστον ἡ δυσσέβεια· διαβαίνειν γὰρ ἀκούων ὁ λατινόφρων οὗτος ἐπὶ τὸν υἱὸν τὰ τοῦ πατρὸς ἴδια φυσικῶς τε καὶ οὐσιωδῶς, τὰ τῆς πατρικῆς ὑποστάσεως ἐνόμισεν ἴδια, ἀλλ’ οὐ τὰ τῆς φύσεως. Οὐκοῦν κατὰ τὴν αὐτοῦ σύνεσιν, ἣν ἐν ταῖς τῶν θεοφόρων κέκτηται θεολογίαις, τοῦ θείου Κυρίλλου γράφοντος ἐν Θησαυροῖς «πῶς οὐκ ἔσται θεὸς τὸ πνεῦμα, ὅλην ἔχον οὐσιωδῶς τὴν ἰδιότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ», τὰ ὑποστατικὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ πνεῦμα ἕξει, γέννημά τε καὶ γεννήτωρ ἔσται καὶ πατὴρ τῶν φώτων, τὸ γεννᾷν καὶ ἐκπορεύειν ἔχον· οὗ τί ἂν ἀκουσθείη δυσσεβέστερόν τε καὶ καινότερον;
Τὸ αὐτὸ δὲ σχεδὸν πείσεται πάλιν αὐτός τε καὶ οἱ κατ’ αὐτὸν φρονοῦντες καὶ ὅταν ἀκούσωσι τοῦ μὲν ἱεροῦ Δαμασκηνοῦ λέγοντος ἐν τῷ ὀγδόῳ τῶν δογματικῶν «πάντα ὅσα ἔχει ὁ πατὴρ καὶ τοῦ πνεύματός ἐστι πλὴν τῆς ἀγεννησίας» καὶ τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου γράφοντος ἐν τῷ Πρὸς τοὺς ἀπ’ Αἰγύπτου καταπλεύσαντας, «πάντα ὅσα τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, πλὴν τῆς υἱότητος». Πόσης δὲ ἀνοίας πάλιν τὸ ἐκ τῆς οὐσίας ἀκούειν καὶ ἐκ τῆς τοῦ υἱοῦ ὑποστάσεως δοξάζειν, ὥσπερ ἂν εἰ μία ἦν, καθάπερ οὐσία, οὕτω καὶ ὑπόστασις ἐπὶ θεοῦ· πρὸς δὲ καὶ τὸ μὴ συνορᾷν ὡς, ἐπεὶ πατρὸς καὶ ἐκ πατρὸς λέγεται τὸ πνεῦμα, οἱ πατέρα εἶναι τὸν υἱὸν ἀπαγορεύοντες συναπαγορεύουσι καὶ τὴν τοῦ υἱοῦ πρὸς τὸν πατέρα κοινωνίαν κατὰ τὴν ἐκπορευτικὴν ἰδιότητα.
Ἐπιγραφὴ Λατίνων δεκάτη Αἱ παροῦσαι γραφικαὶ χρήσεις, ἐν αἷς οἱ πατέρες ἐθεολόγησαν ἴδιον τοῦ πατρὸς τὸν υἱὸν εἶναι, ὡς ἐκ τῆς οὐσίας αὐτοῦ ὄντα καὶ ἐξ αὐτοῦ εἶναι, ὡς ἴδιον ὄντα τῆς οὐσίας αὐτοῦ, κατεστρώθησαν ἐνταῦθα, ἵν’ εἴη τῷ βουλομένῳ ἐντεῦθεν διαγινώσκειν ὡς καὶ τὸ πνεῦμα διὰ τοῦτο ἴδιον τοῦ υἱοῦ λέγεται εἶναι, διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ εἶναι· καὶ αὗ διὰ τοῦτο ἐκ τῆς οὐσίας τοῦ υἱοῦ λέγεται, διὰ τὸ τῆς τοιαύτης οὐσίας ἴδιον ἀγαθὸν εἶναι αὐτό, ὅπερ ἐμφαίνει καὶ τὴν πρὸς τὸν υἱὸν τοῦ πνεύματος ὁμοουσιότητα. Εἰ γὰρ κατ’ ἄλλον τινὰ λόγον ὁμοουσιότητος, ὁποῖός ἐστιν ὁ περὶ δύο τινῶν ὁμοουσίων λεγόμενος, ἐν οἷς οὐκ ἔστι διὰ τοῦ ἑτέρου τὸ ἕτερον, ἦν τὸ πνεῦμα ἴδιον τοῦ υἱοῦ καὶ ἐκ τῆς οὐσίας τοῦ υἱοῦ, ἦν ἂν καὶ ὁ υἱὸς ἴδιος τοῦ πνεύματος καὶ ἐκ τῆς οὐσίας τοῦ πνεύματος διὰ τὸ ἀντιστρέφον τῆς τοιαύτης ὁμοουσιότητος, ὅπερ οὔτε ἐρρήθη παρά τινος τῶν ἁγίων οὔτε ῥηθήσεταί ποτε παρά του τῶν ὀρθοδοξεῖν αἱρουμένων.
Ἡ δὲ τοιαύτη ὁμοουσιότης οὐδὲ κυρίως ὁμοουσιότης, ἀλλ’ ἡ συνάπτουσα τὸ ἕτερον τῷ ἑτέρῳ, ὡς δι’ αὐτοῦ ἢ ἐξ αὐτοῦ ὑπάρχον φυσικῶς τε καὶ οὐσιωδῶς. Καὶ μαρτυρήσει τοῦτο ἡ ἐνταῦθα κατεστρωμένη τοῦ μεγάλου Βασιλείου χρῆσις ἡ λέγουσα μὴ «τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεσθαι», προστίθενται δὲ καὶ αἱ δηλοῦσαι χρήσεις διὰ τοῦτο εἶναι τὸν υἱὸν ὁμοούσιον τῷ πατρί, διὰ τὸ ἐκ τῆς οὐσίας αὐτοῦ εἶναι, ἵν’ εἴη τῷ βουλομένῳ ἐντεῦθεν διαγινώσκειν, ὡς καὶ τὸ πνεῦμα διὰ τοῦτό ἐστι τῷ υἱῷ ὁμοούσιον, ὅτι ἐκ τῆς αὐτοῦ οὐσίας ἐστί.
Τοῦ αὐτοῦ ἀντεπιγραφὴ δεκάτη Ἴδιόν ἐστιν ὁ υἱὸς τοῦ πατρός, ὡς ἐξ αὐτοῦ γεννηθείς, ὡσαύτως καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς ἐξ αὐτοῦ τοῦ πατρὸς ἐκπορευόμενον, καθ’ ἃ καὶ ὁ μέγας Βασίλειος ἐν τοῖς Πρὸς Εὐνομιανούς φησι κεφαλαίοις, γράφων· «τὴν πρὸς τὸν πατέρα οἰκειότητα νοῶ τοῦ πνεύματος, ἐπειδὴ παρὰ τοῦ πατρὸς ἐκπορεύεται». Λέγεται δὲ καὶ τοῦ υἱοῦ τὸ πνεῦμα. ἐπειδὴ ὁ αὐτὸς ἐν ὀγδόῳ κεφαλαίῳ τῶν Πρὸς Ἀμφιλόχιόν φησιν, «ὡς κατὰ τὴν φύσιν ᾠκειωμένον αὐτῷ». Ἔστι δὲ τῶν ἀδυνάτων τὰ τῇ φύσει ταυτὰ μὴ καὶ ἀλλήλοις οἰκεῖα εἶναι· οὐ λέγεται δὲ ὁ υἱὸς τοῦ πνεύματος, ἵνα μὴ δόξῃ πατὴρ τὸ πνεῦμα τὸ ἅγιον, ἅτε τοῦ υἱοῦ πατέρα δεικνύντος τὸν οὗπερ ἂν λέγοιτο υἱός.
Ὁ δὲ λατινόφρων οὗτος ἐκ τῶν ὑγιῶς ἐνταῦθα κατεστρωμένων ῥήσεων οὐδὲν συνάγει ὑγιές. Ἐξελέγχεται μέντοι καὶ παρ’ ἑαυτοῦ λέγων διὰ τὸ ὁμοούσιον ἐκ τῆς οὐσίας τοῦ υἱοῦ λέγεσθαι τὸ πνεῦμα· οὐ γὰρ ἔσται διὰ τοῦτο καὶ ἐκ τῆς ὑποστάσεως· συμβήσεται γὰρ ἐξ ἀλλήλων εἶναι ταῦτα, διὸ οὐδεὶς οὐδέποτε τῶν ἁπάντων τὸ πνεῦμα τὸ ἅγιον εἴρηκεν ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ υἱοῦ, ἀλλ’ ἐκ τῆς τοῦ πατρός.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.