Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἔλεγχος τῶν ἐπιγραφῶν τοῦ Βέκκου

Γρηγόριος Παλαμᾶς

Έλεγχος της ενδέκατης και δωδέκατης επιγραφής

Αναίρεση της σύγχυσης μεταξύ θείας ουσίας και υποστάσεων, και διευκρίνιση της διαφοράς μεταξύ της υπαρκτικής εκπορεύσεως του Αγίου Πνεύματος και της αΐδιας εκλάμψεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 4 από 4

Ἐπιγραφὴ Λατίνων ἑνδεκάτη Ἐπειδὴ ἀκούοντές τινες τὸ πνεῦμα ἐκ τῆς οὐσίας τοῦ υἱοῦ λέγουσιν ἄλλο εἶναι τὸ ἐκ τῆς οὐσίας καὶ ἄλλο τὸ ἐκ τῆς ὑποστάσεως, μὴ δυνάμενοι συνιδεῖν ὡς τὸ υἱὸς ὄνομα ὑποστατικόν ἐστι καὶ ὁ λέγων ἐκ τῆς οὐσίας τοῦ υἱοῦ ὅλον δηλοῖ τὸν υἱόν, οὐσίαν δηλαδὴ ἀνυπόστατον, εἰς ἔλεγχον τῆς αὐτῶν ἐπινοίας συνελέγησαν αἱ παροῦσαι γραφικαὶ χρήσεις, αἱ δηλοῦσαι ἐκ τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸν γεννᾶσθαι. Ὡμολογημένου γὰρ μίαν εἶναι τὴν ἐκ πατρὸς γέννησιν τοῦ υἱοῦ, πῶς ἔστι διαφέρειν τὸ ἐκ τῆς οὐσίας καὶ τὸ ἐκ τῆς ὑποστάσεως, εἰ μή τις βλασφημῶν ἐθέλει λέγειν ἄλλην μὲν ἐκ τῆς οὐσίας, ἄλλην δ’ ἐκ τῆς ὑποστάσεως πατρὸς γέννησιν τοῦ υἱοῦ; Μεθ’ ἃς ἕτεραι χρήσεις αἱ δηλοῦσαι τελείαν οὐσίαν καὶ τέλειον θεὸν λέγεσθαι τὸν πατέρα καὶ τελείαν οὐσίαν τὸν υἱὸν καὶ τελείαν οὐσίαν τὸ πνεῦμα τὸ ἅγιον.

Τοῦ αὐτοῦ ἀντεπιγραφὴ ἑνδεκάτη Ὅταν τι μιᾶς οὐσίας ᾖ καὶ ὑποστάσεως, τὸ ἐκ τῆς οὐσίας ἐκείνης φυσικῶς ἔχον ὁπωσδήποτε τὴν ὕπαρξιν καὶ ἐκ τῆς ὑποστάσεως ἐκείνης ταύτην ἔχει καὶ ἀντιστρόφως· ὃ γὰρ ἂν ἐκ τῆς ὑποστάσεως ἐκείνης ᾖ καὶ ἐκ τῆς οὐσίας ἐκείνης ἐστίν. Ὅταν δέ τι μιᾶς μὲν οὐσίας ᾖ, οὐ μιᾶς δὲ ὑποστάσεως, ἀλλὰ πλειόνων, τὸ ἐκ τῆς μιᾶς ἐκείνης οὐσίας οὐκ ἐκ τῶν λοιπῶν αὐτῆς ὑποστάσεών ἐστιν, ἀλλ’ ἐκ μιᾶς τινος αὐτῶν. Ἐπεὶ οὖν ἡ ἀνωτάτω καὶ προσκυνητὴ τριὰς ἡμῖν μία φύσις ἐστὶν ἐν ὑποστάσεσι τρισίν, οὐ πᾶν τὸ ἐκ τῆς οὐσίας τὴν ὑπόστασιν ἔχον ἐκ τῶν λοιπῶν ὑποστάσεών ἐστιν, ἀλλ’ ἐκ μιᾶς τινος αὐτῶν, δηλαδὴ τῆς πατρικῆς· ἐκ ταύτης γὰρ μὴ εἶναι οὐκ ἐνδέχεται. Οὐκοῦν οὐχὶ καὶ ἐξ ἑτέρας, ἀλλ’ ἐκ μόνης, εἴπερ ἐκ μιᾶς. Καὶ τοῦτο δῆλον ἀπὸ τῶν ἀνθρώπων· ἕκαστος γὰρ ἡμῶν ἐκ τῆς οὐσίας μέν ἐστι τοῦ Ἀδάμ, οὐκέτι δὲ καὶ ἐκ τῆς ὑποστάσεως τοῦ Ἀδάμ, διότι μία μὲν οὐσία τῶν ἀνθρώπων νῦν, πολλαὶ δὲ ὑποστάσεις· ἀνθρωπίνης δὲ τὴν ἀρχὴν μιᾶς οὔσης οὐσίας τε καὶ ὑποστάσεως, τῆς τοῦ Ἀδάμ, ἐκ τῆς οὐσίας τοῦ Ἀδὰμ ἡ Εὔα οὖσα καὶ ἐκ τῆς ὑποστάσεως ἐκείνου ἦν.

Ἀλλὰ καὶ πρὶν τὸν Κάϊν εἶναι, μιᾶς οὔσης ἀνδρικῆς οὐσίας τε καὶ ὑποστάσεως, ἐκ μιᾶς καὶ τῆς αὐτῆς ὁ Κάϊν ἀνδρικῆς οὐσίας τε καὶ ὑποστάσεως ὑπῆρχε, τοῦ Ἀδάμ· δυοῖν δὲ ἀνδρῶν ἤδη καθ’ ὑπόστασιν τελούντων, ὁ τῷ Κάϊν γεννηθεὶς υἱὸς ἐκ τῆς οὐσίας μὲν ὑπῆρχε τοῦ Ἀδάμ, ἀλλ’ οὐχὶ καὶ ἐκ τῆς ὑποστάσεως αὐτοῦ, ἀλλ’ ἐκ μόνης τῆς τοῦ Κάϊν. Ὁ δὲ λατινόφρων οὗτος διατεινόμενος ἐνταῦθα καὶ ἐκ τῆς ὑποστάσεως εἶναι τοῦ υἱοῦ τὸ πνεῦμα, εἴπερ εἶναι θεολογεῖται ἐκ τῆς φύσεως, μίαν δείκνυσι φρονῶν ὥσπερ οὐσίαν οὕτω καὶ ὑπόστασιν ἐπὶ θεοῦ, τὸν υἱὸν ἢ τὸν πατέρα τελέως ἀθετῶν ὁ τάλας, πρὸς δὲ τούτῳ καὶ ἐκ μόνου τοῦ υἱοῦ τὴν ὕπαρξιν εἶναι τοῦ θείου πνεύματος δεικνύς.

Ἀλλὰ καὶ ἀπὸ τῶν ῥητῶν, ἃ θεολογοῦσι τελείαν οὐσίαν εἶναι τὸν πατέρα καὶ τελείαν οὐσίαν τὸν υἱόν, ὡσαύτως καὶ τὸ πνεῦμα τὸ ἅγιον, οὐ τὸ ἑνιαῖον καὶ ἀπαράλλακτον τῆς οὐσίας ἐπιγινώσκει τῶν τριῶν, ἀλλ’ ἐνθεωρεῖν πειρᾶται πληθυσμόν τινα καὶ διαφορὰν ἐντεῦθεν κατ’ αὐτὴν ἀφρόνως.

Ἐπιγραφὴ Λατίνων δωδεκάτη Ἐπειδὴ εἰσίν τινες ἀποτολμῶντες καὶ λέγοντες τὸ ἀναβλύζειν καὶ προϊέναι καὶ ἐκλάμπειν καὶ πεφηνέναι ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα μὴ δηλοῦν τὸ οὐσιωδῶς καὶ ἐνυποστάτως ὑπάρχειν αὐτὸ ἐκ τοῦ υἱοῦ, ἀλλὰ τὴν ἐξ αὐτοῦ τῶν πνευματικῶν χαρισμάτων διανομήν, εἰς ἔλεγχον τῆς τοιαύτης ἀνοίας ἐξελέγησαν αἱ παροῦσαι γραφικαὶ χρήσεις, αἱ δηλοῦσαι ἀναβλύζειν καὶ ἐκλάμπειν καὶ πεφηνέναι τὸν υἱὸν ἐκ πατρός· οὐ γὰρ δή τις ἐρεῖ ὡς οὐχ ὁ υἱός ἐστιν ὁ ἀναβλύζων καὶ ἐκλάμπων καὶ πεφηνὼς ἐκ πατρὸς οὐσιωδῶς καὶ ἐνυποστάτως, ἀλλὰ τὰ χαρίσματα τοῦ υἱοῦ.

Τοῦ αὐτοῦ ἀντεπιγραφὴ δωδεκάτη Τὸ γεννητῶς ἔκ τινος ἢ ἐκπορευτῶς τὴν ὕπαρξιν ἔχον ἐξ αὐτοῦ καὶ προϊέναι λέγεται καὶ ἐκπέμπεσθαι καὶ ἐκλάμπειν, εἴπερ φῶς ἐστι, καὶ ὅσα παραπλήσια τούτοις. Οὐ μὴν πᾶν τὸ προϊὸν ἢ ἐκπεμπόμενον ἢ ἐκλάμπον ἔκ τινος καὶ ἐξ ἐκείνου γεννητῶς ἢ ἐκπορευτῶς τὴν ὕπαρξιν ἔχει καὶ ἐν ἰδίᾳ ὑποστάσει ἐστίν. Οὗτος δέ, ὁ τὰς ἐπιγραφὰς ταύτας συγγραψάμενος, τόλμαν ἐγκαλεῖ τοῖς εὐσεβῶς καὶ νουνεχῶς φρονοῦσι, τολμητίας ὢν αὐτὸς περὶ τὸ δυσσεβεῖν.