Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαὶ πρὸς Ἀκίνδυνον καὶ Βαρλαάμ

Γρηγόριος Παλαμᾶς

Επιστολή Β' προς Βαρλαάμ: Η αληθής θεοπτία και η υπεράσπιση της νοεράς προσευχής

Απόκρουση των προσβολών κατά των ησυχαστών, βιβλική τεκμηρίωση της σωματικής στάσης κατά την προσευχή και ανάλυση της συμμετοχής του καθαρού νου στο θείο φως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 11 από 15

Ποῦ δὴ ἐκεῖνο ὡς ἐπὶ τῶν θείων ἀπόδειξιν οὐκ ἔνι λέγειν οὐδαμῶς ὑπὲρ οὗ σοι πᾶς ὁ λόγος; Ἀλλ’ ὁ μὴ ἐκ τούτων τῶν ἀρχῶν συλλογισμὸς γινόμενος οὐ θεολογικός, ὥσπερ οὐδὲ γεωμετρικὸς ὁ μὴ ἐκ γεωμετρικῶν ἀρχῶν. Οὐκοῦν θεολογικὸς συλλογισμὸς διαλεκτικὸς οὐδέποτε, ὥσπερ οὐδὲ γεωμετρικός· ὁρᾷς πῶς ἔλαθες συνηγορῶν ἡμῖν; Τῆς γὰρ σῆς προθέσεως ἅπαν τοὐναντίον ἐξ αὐτῶν τῶν σῶν ὑπὲρ αὐτῆς ταύτης τῆς προθέσεως ἐκβαῖνον ἀποδέδεικται λόγων· οὕτω πᾶν τὸ μὴ τῇ ἀληθείᾳ συμβαῖνον καὶ ἑαυτῷ ἀνακόλουθον. Ἀλλὰ γεωμετρικὰς μὲν ἀρχὰς δείξομεν ἐξ οὐ γεωμετρικῶν ἀρχῶν, τὰς δὲ θεολογικὰς ἐξ οὐ θεολογικῶν, οὔ; Καὶ γὰρ τούτων ἐκτὸς οὐδὲν ἀξιόπιστον περὶ θεοῦ τῷ πληρώματι τῆς ἐκκλησίας κρίνεται, καὶ εἰσέρχεσθαι δεῖ πρὸς ταύτην διὰ τῆς αὐλῆς, τουτέστι τῆς γραφῆς· ἐκ τῶν ὁμοίων ἄρα καὶ αὐτὰς δείξομεν πιστάς, καὶ αὐτοῖς τοῖς ἀντιλέγουσιν αἱρετικοῖς εἰκότως, ὅτι ὁ μὲν περὶ γεωμετρικῶν ἀρχῶν ζητῶν τοῖς γεωμέτραις ἀπιστεῖ, οἱ δὲ περὶ θεολογικῶν, καὶ μάλιστα πρὸς οὓς ἡμῖν ὁ λόγος, πιστεύειν μέν φασι τοῖς μεμαρτυρημένοις θεολόγοις, ἀμφιγνοοῦσι δέ τινα τῶν παρ’ ἐκείνων εἰρημένων· ἂν οὖν ἀπὸ τῶν φανερῶς αὐτοῖς ἐκπεφασμένων καὶ τούτοις συνωμολογημένων ἀκολούθως τὸ ζητούμενον συναγάγωμεν, ἐλύσαμεν τὴν ἀμφισβήτησιν καὶ διὰ τοῦτο θεολογικῶς καὶ αἱ ἀρχαὶ τῆς θεολογίας δείκνυνται, εἰ μὴ ἄρα πρὸς Ἕλληνας ἡμῖν ὁ λόγος εἴη.

Κἀπὶ τούτων δὲ ἐπ’ ὀλίγον τὰ εἰκότα καταλλήλως αὐτοῖς προχειρισάμενοι, τὰς τῶν θαυμάτων ἔπειτα προδείξομεν ἀνάγκας, ἀφ’ ὧν ὅ,τι ἂν συμπερανθείη θεολογικῶς ἔσται ἀποδεδειγμένον. Ἃ δὴ σὺ περὶ τῶν θείων διατελεῖς συλλογιστικῶς δεικνύων, εἰ μὲν ἐκ τῶν θεολογικῶν ἀρχῶν, ἀπόδειξις ἄρα τὸ δειχθέν, ἐκ γὰρ ἀποδεικτικῶν καὶ κατὰ σὲ δέδεικται ἀρχῶν, εἰ δὲ μὴ ἐκ τῶν τοῖς πατράσιν εἰρημένων, οὐδαμόθεν ἕξει τὸ πιστόν. Ὥστ’ οὐχ ὅπως οὐκ ἀποδεικτῶς δεικνύεις, ἀλλ’ οὐδὲ διαλεκτικῶς· σοφιστικῶς οὖν εἴπερ συλλογιστικῶς· οὕτω κατ’ αὐτὸς σαυτοῦ ἠγωνισμένος ἔχεις.

Ἃ δὴ τοὐντεῦθεν αὐχεῖς σαυτὸν ἐξαίρων ταῖς μεγαληγορίαις ὡς τὸ ἐν λόγοις κράτος ἔχοντα, παρεῖναί μοι δοκῶ· καὶ γὰρ ὥσπερ ἀνωτέρω τἀναντία τῆς οἰκείας προθέσεως ἔλαθες παθών, οὕτω δὴ κἀνταῦθα ἀποδεικτικώτατον ἅμα καὶ θεολογικώτατον θέλων δεῖξαι σεαυτόν, τῶν περὶ τὰ τοιαῦτ’ ἀμυήτων εἷς ἐφάνης· τήν τε γὰρ ἀντιστροφήν, ἣν ἐξ ἀνάγκης αἱ πλείους προτάσεις ἔχουσι τῶν θεολογικῶν συλλογισμῶν, ἔστιν ὧν ἐξισαζόντων ὅρων διὰ τὸ μοναδικώτατον τοῦ προκειμένου, καὶ αὗθις τῶν ἐν ταῖς ἀποδείξεσιν αἰτίων ὅσα ἅμα, εἰ καὶ τρόπον ἕτερον, ἀγνοῶν παντάπασιν ἐδείχθης, καὶ ὅτι τὰ ἐλάττω τῶν αἰτημάτων οὐκ ἐλάττω, ὅταν μὴ καὶ δυνάμει ᾖ ἐλάττω, καὶ ὅτι οὐχ ἁπλῶς ἡ ἐξ ἐλαττόνων αἰτημάτων ἀπόδειξις φέρεται τὸ κρεῖττον, ἀλλὰ βελτίων αὐτῆς ἡ ἐκ πλειόνων, ὅταν γνωριμωτέρας ἔχῃ τὰς προτάσεις.

Ταῦτα μὲν οὖν καὶ ὅσα μεταξὺ τούτων ἐν οὐ παικτοῖς παίζεις. Ταῦτα μὲν οὖν καὶ ὅσα μεταξὺ τούτων ἐν οὐ παικτοῖς παίζεις κατὰ σεαυτοῦ παρήσω· κλέψειε γὰρ ἂν οὐδεμίαν, ὡς οἶμαι, ἀκοήν, κἂν κλέψωσιν, οὐδείς μοι λόγος.

Δι’ ὃ δὲ τί δόξειας ἂν λέγειν; «Διὰ μέσου δείκνυσιν ὁ ἀποδεικτικὸς καὶ τούτου αἰτίου· πλημμελὲς δὲ λίαν αἴτιον εἶναι οἴεσθαί τι, δι’ ὃ τὸ πνεῦμα ἐκ μόνου τοῦ πατρός· πῶς οὖν σὺ τὸ φύσει ἐξ αὐτοῦ εἶναι ὡς αἴτιον ἂν θείης»; Οὗτος μὲν οὖν ὁ λόγος οὐ τὴν ἀπόδειξιν μόνον, ἀλλὰ καὶ τοὺς σούς, ὦ φιλόσοφε, καὶ πάντας ἁπλῶς τούς τε ὄντας τούς τε ἐσομένους περὶ θεοῦ συλλογισμοὺς ἀσυλλογίστους δείκνυσι καὶ πλημμελεῖς· χωρὶς γὰρ μέσου, καὶ τούτου τοῦ συμπεράσματος αἰτίου, συλλογισμὸς οὐκ ἔστιν ἀσφαλής· ἂν δὲ τὸ μέσον φερωνύμως ἔχῃ μέσον, κατὰ σὲ λίαν ἔσται περὶ τὸ θεῖον πλημμελής.

Ἀλλὰ τοῦτο μὲν ἀφῶμεν· ἐρωτῶ δέ σε τὸν μόνον ἀσφαλῆ θεορρήμονα· ἐκ θεοῦ καὶ ἡμεῖς—«τὰ γὰρ πάντα» φησὶν «ἐκ τοῦ θεοῦ»—ἐκ θεοῦ καὶ ὁ μονογενής· υἱοὶ θεοῦ καὶ ἡμεῖς—«εἶπα γάρ» φησι «θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες»—υἱὸς θεοῦ καὶ ὁ μονογενής· ἀλλ’ ἡμεῖς μὲν ἐκ θεοῦ τε καὶ υἱοὶ θεοῦ πατρός, υἱοῦ καὶ πνεύματος· ἐν γὰρ τοῖς τρισὶ τούτοις ὁ ὕψιστος ἡμῖν ἐγνώσθη· καὶ τοίνυν ἐκ τούτων μὲν ἡμεῖς, ὁ δὲ υἱὸς ἐκ μόνου τοῦ πατρός· ἔστι δή τι αἴτιον δι’ ὃ ἡμεῖς μὲν ἐκ τῆς τρισυποστάτου θεότητος, ὁ δὲ υἱὸς ἐκ μόνου τοῦ πατρός; Εἰ μὲν οὐκ ἔστι, καὶ ἡμεῖς λοιπὸν ἀναιτίως ἐκ θεοῦ, εἰ δὲ δι’ αἰτίαν, τὴν ἀγαθότητα τὴν θείαν δι’ ἣν ἡ κτίσις καὶ ἡ ἐν τοῖς κτίσμασι χάρις· ταῦτα δὲ κοινὰ πατρός, υἱοῦ καὶ πνεύματος· τό τε γὰρ εἶναι καὶ τὸ εὖ εἶναι πᾶσιν ἐκ πατρὸς δι’ υἱοῦ ἐν ἁγίῳ πνεύματι· εἰ τοίνυν χάριτι θεοῦ ἡμεῖς ἐκ τοῦ θεοῦ, τὸ μὴ κατὰ χάριν, ὂν δὲ ἐκ τοῦ θεοῦ, πῶς ἄλλως γε ἢ φύσει; Τὸ δὲ φύσει τοῦτο οὐδὲν ἕτερόν τι δείκνυσιν ἢ τὸν πατέρα μόνον αἴτιον τῶν ἀχρόνως ἐξ αὐτοῦ προβαλλομένων· πῶς οὖν τοῦτο λέγειν πλημμελές;

Ἀλλ’ εἰ καὶ τὸ φύσει τοῦτο αἴτιόν τις εἴποι, οὐδὲ τοῦτο πλημμελές· τῷ τε γὰρ πατρὶ συναπτόμενον, ἐκεῖνον αὐτὸν δείκνυσι τὸ αἴτιον, τῷ τε υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, ταῦτ’ αὐτὰ αἰτιατά· οἷον ‘διατί ὁ πατήρ, πατὴρ κυρίως τοῦ υἱοῦ; Διότι φύσει ἐστὶ πατὴρ ἐκείνου’, ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ὁμοίως.

Ἔπειτα οὐδ’ ὁ τρόπος τῆς ὑπάρξεως, ἀλλ’ ὁ τῆς οἰκειότητος ἐντεῦθεν δεικνύμενός ἐστιν· οὔκουν πλημμελὲς ἐνταῦθ’ αἴτιον «τὸ τὴν οἰκειότητα δηλοῦν» εἰπεῖν, «τοῦ τρόπου τῆς ὑπάρξεως ἀρρήτου φυλαττομένου», καθάπερ καὶ ὁ μέγας Βασίλειος πρὸς Σεραπίωνα τὸν θεῖον γράφει, διακρινῶν αὐτῷ πῶς ἐκ θεοῦ λέγεται τὸ πνεῦμα τὸ ἅγιον· οὕτω τοῖς ἐν πνεύματι λαλοῦσι περὶ πνεύματος ἀκριβῶς ὁμολογεῖ τὰ ἡμέτερα. Ταύτῃ μὲν οὖν ταῦτ’ ἐχέτω.

Περὶ δὲ ἁφῆς καὶ ἐπιστήμης, ὅπως ἐπὶ τῶν θείων γίνεται, εἰρήκαμεν ἀρχόμενοι· τοῦ δὲ μεγάλου Διονυσίου καταψεύδεται σαφῶς λέγων αὐτὸν λέγειν «μηδὲ τῇ σκιᾷ τῆς τοῦ θεοῦ σκιᾶς ἐντυχεῖν» τοὺς θεόπτας τῶν πατέρων, τούτοις τε κἀκείνῳ οἶά τις ψευδόμαρτυς ἀναιδῶς ἐπανιστάμενος καὶ δι’ ἐκείνων πολεμῶν ἡμῖν, μᾶλλον δ’ ἵν’ ἀληθέστερον εἴπω, σὺν ἐκείνοις· αὐτὸς γὰρ ὁ μέγας Διονύσιος καὶ τὸ πῦρ καὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ καὶ τὴν γῆν ἐμφανεῖς τύπους ἔχειν λέγει τῆς θεαρχικῆς ἰδιότητος, καὶ ὁ μὲν μείζων τῶν μεγάλων τούτων Παῦλος «τὰ ἀόρατά» φησι «τοῦ θεοῦ, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης». Εἰ δὲ μὴ χαρακτῆρά τινα ταῦθ’ ἐκεῖθεν ἴσχει, πῶς ἂν ὁρῷτο τοῖς ποιήμασιν ἐκεῖνα; Καὶ αὐτὰ μὲν οὖν τὰ τῶν κτισμάτων ἄψυχα ἐμφανεῖς τύπους ἔχει τοῦ θεοῦ· τῶν δ’ ἐν αὐτοῖς λογικὴν ψυχὴν νοερὰν ἐχόντων οἱ τοὺς ὁμοφυεῖς πάντας τῇ θεωρίᾳ ὑπερακοντίσαντες οὐδὲ ‘σκιὰν σκιᾶς’ ἔχουσι θεοῦ;

Καὶ ὁ μὲν νόμος σκιὰν εἶχε τῶν μελλόντων ἀγαθῶν, ὅτε δ’ ἡ χάρις ἐπέφανε καὶ ἡ ἀλήθεια ἦλθε, τῶν εὐδοκιμησάντων κατ’ αὐτὴν ἡ θεοπτία οὐδὲ σκιὰ σκιᾶς ἐστι; Καὶ ὁ μὲν ἀπόστολος κοινῇ πᾶσιν «ἢ οὐκ ἐπιγινώσκετέ» φησιν «ὅτι Χριστὸς οἰκεῖ ἐν ὑμῖν, εἰ μή τι ἄρα ἀδόκιμοί ἐστε;», σὺ δὲ φῂς ὡς οἱ τῇ θεωρίᾳ ὑπεραναβεβηκότες οὐδὲ σκιᾷ σκιᾶς ἐντυχάνουσι; Καὶ τὸ μὲν πνεῦμα τοῦ θεοῦ κράζει ἐν ταῖς καρδίαις τῶν διὰ καθαρότητα ἠξιωμένων ‘ἀββᾶ ὁ πατήρ’, σὺ δὲ ταύτην τὴν ‘ἐπίγνωσιν’ καὶ τὴν ἐνοίκησιν καὶ τὴν οἰκείωσιν οὐδὲ γοῦν σκιὰν σκιᾶς εἶναι δίδως; Καὶ ὁ μὲν κύριος μακαρίζει τοὺς καθαροὺς τῇ καρδίᾳ ὡς τὸν θεὸν ὀψομένους· πότε; Ὅτε καὶ ἡ κάθαρσις. Καὶ αὐτὸς περὶ ἑαυτοῦ φησιν ὅτι «ἐγὼ ἐμφανίσω αὐτῷ ἐμαυτόν», καὶ αὗθις «ὁ ἀγαπῶν με τὰς ἐντολάς μου πληρώσει, καὶ ἐγὼ καὶ ὁ πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν». Τοιαῦτα μὲν οὖν καὶ τοσαῦτα καὶ πλείω τούτων ἡ τῶν λογίων φησὶν ἀλήθεια, σὺ δ’ οὐδὲ σκιὰν σκιᾶς ἔχειν οἴει τοὺς καὶ τὰς νοερὰς ἐνεργείας ὑπεραναβεβηκότας καὶ ταῖς παμφαέσιν ἑνωθέντας ἀκτῖσι, καίτοι τὸ μὴ σκιὰν σκιᾶς ἔχον τοῦ θεοῦ, οὐδὲ θεῖον εἶναι δύναται;

Πῶς οὖν οὐ τοιοῦτοι οἵ γε θεοειδεῖς καὶ μὴ γνόντες μόνον, ἀλλὰ καὶ παθόντες τὰ θεῖα; Καὶ τί λέγω ὡς οὐδὲ θεῖον τὸ μηδὲ σκιὰν σκιᾶς ἔχον τοῦ θεοῦ; Καὶ γὰρ οὐδ’ ἐν τοῖς οὖσιν ὅλως εἶναι δυνατόν· ἔστι γὰρ ἓν οὐδὲν ὃ τῆς τοῦ καλοῦ παντάπασι μετουσίας ἐστέρηται· τὸ δὲ μηδὲ σκιὰν σκιᾶς ἔχον, πῶς οὐκ ἄν τ’ ἀγαθοῦ παντάπασιν ἐστερημένον εἴη; Τί οὖν; Ὁ μὲν καὶ τῆς χειρίστης ἐφιέμενος ζωῆς, ἐμπαθοῦς τε ὁρμῆς, ἀπερισκέπτου τε καὶ προσύλου προσπαθείας ἀνάπλεως, κατ’ αὐτὸν τὸν ὑπὸ τῆς σῆς φιλοσοφίας συκοφαντούμενον, μετέχει τ’ ἀγαθοῦ κατ’ ἀμυδρὸν ἀπήχημα, οἱ δὲ τῆς ἀρίστης πολιτείας μὴ μόνον ἐπιθυμήσαντες, ἀλλὰ καὶ εὐμοιρήσαντες καὶ πρὸς τὴν ἀπαθῆ θεωρίαν ἀναδραμόντες διὰ τῆς πρὸς τὸ ὄντως ἀγαθὸν ὁλικῆς ἀνατάσεως, οὐδὲ σκιὰν σκιᾶς ἔχουσι τοῦ ἀγαθοῦ;

Καὶ πᾶς μὲν ἄνθρωπος κατ’ εἰκόνα ἐστὶ τοῦ θεοῦ, ἴσως καὶ ὁμοίωσιν· οἱ δὲ τῷ προσανέχειν διὰ βίου τῷ θεῷ τῇ ἀΰλῳ καὶ ἀπειλικρινημένῃ καὶ ἀδιαλείπτῳ προσευχῇ καὶ διὰ τῆς ἀνεπιστρόφου πρὸς θεὸν ἀνανεύσεως πρὸς ἀγγελικὴν ἤδη μετασκευασθέντες ἀξίαν οὐδὲ σκιὰν σκιᾶς ἔχουσι θεοῦ; Καλῶς ἄρα διὰ τῆς Ἀποκαλύψεως Ἰωάννης ἀπεκάλυψεν ἡμῖν ὅτι «τὰ ἐν τῇ ψήφῳ τῇ λευκῇ οὐδεὶς δύναται γνῶναι, εἰ μὴ ὁ λαβών», μὴ ὅτι γὰρ οὐ γνῶναι δύναται, ἀλλ’ εἰ μὴ πιστὸν ὑπέχει οὖς, οὐδ’ εἶναι ὅλως οἴεταί τι, τὴν ὄντως οὖσαν θεωρίαν ἀβλεψίαν λογιζόμενος, οὐχ ὡς ὑπὲρ αἴσθησιν καὶ γνῶσιν, οἷόν τινα γνόφον ἱερόν, ἀλλ’ ὡς μηδαμῇ οὖσαν μηδαμῶς.

Ταῦτ’ ἄρα καὶ ὁ φιλόσοφος, ψυχικὸς ἄντικρυς ὢν καὶ μὴ δεχόμενος τὰ τοῦ πνεύματος, τούς τε δι’ αἰῶνος θεόπτας ἀναπεφηνότας οὐδὲ σκιὰν γοῦν σκιᾶς ἰδεῖν ἀπεφήνατο θεοῦ, καὶ τῶν περιόντων ἔστιν ὧν μαθητὴς γενόμενος, διὰ τῆς ψευδωνύμου γνώσεως καὶ τῆς ἀποδεδοκιμασμένης σοφίας ὡς μὴ γνούσης τὸν θεὸν ἐπεστράτευσε τοῖς διδασκάλοις. Ἐπεὶ γὰρ πρὸς αὐτὸν ἔλεγον ἐκεῖνοι κατὰ πατροπαράδοτον ὑφήγησιν τοῖς ἀρχομένοις τὸν νοῦν εἰς ἑαυτόν, ἅτε δυσχερῶς ἀπαλλαττόμενον τῶν ἔξω, μηχαναῖς τισιν ἐπιστρέφειν βιάζεσθαι τῶν εἰθισμένων εἶναι καὶ οὕτω πρὸς ἑαυτοὺς βλέπειν καὶ κατὰ τὸν ἔξω ἄνθρωπον, αὐτὸς διὰ τοῦτο κατὰ τῶν διδασκόντων ἐχώρησεν. Ἀλλὰ τί λέγω τοὺς ἄρτι πρὸς τὸν ἀγῶνα τοῦτον ἀποδυσαμένους πρὸς ἑαυτοὺς καὶ κατὰ τὸν ἔξω ἄνθρωπον στρέφειν; Καὶ τῶν τελεωτέρων γάρ εἰσιν οἳ τούτῳ χρησάμενοι τῷ σχήματι κατὰ τὴν προσευχήν, εὐήκοον τὸ θεῖον ἔσχον. Καὶ αὐτὸς ὁ τὴν θεοπτίαν τελεώτατος Ἠλίας, τὴν κεφαλὴν τοῖς γόνασιν ἐρείσας καὶ οὕτω τὸν νοῦν εἰς ἑαυτὸν καὶ τὸν θεὸν φιλοπονώτερον συναγαγών, τὸν πολυετῆ ἐκεῖνον ἔλυσεν αὐχμόν.

Ἀλλ’ ἐπεὶ καὶ τῷ γεννάδᾳ τούτῳ τὸν τοῦ Κάϊν τρόμον ὑφισταμένῳ κατὰ νοῦν, τήν τε ἀναπνοὴν μικρὸν ἐπέχειν συνεβούλευον οἱ καθ’ ἡμᾶς, ὡς καὶ τὴν διάνοιαν πρὸς βραχὺ γοῦν συνεπισχοίη, τόν τε ὀφθαλμὸν μὴ ὧδε κἀκεῖσε περιάγειν, ἀλλ’ οἷον ἐρείσματί τινι τῷ οἰκείῳ στήθει ἢ τῷ ὀμφαλῷ τοῦτον προσερείδειν καὶ τὴν δι’ ὄψεως ἔξω χεομένην δύναμιν τοῦ νοῦ τῆς καρδίας εἴσω πέμπειν αὖθις διὰ τοῦ τοιούτου σχήματος τοῦ σώματος—ὡς γὰρ τῶν μεγάλων περὶ ταῦτά τίς φησι «τοῖς ἔξω σχήμασιν εἴωθεν ὁ ἔσω ἄνθρωπος συνεξομοιοῦσθαι μετὰ τὴν παράβασιν»—ἐπεὶ ταῦτ’ ἐκεῖνοι τούτῳ ὑπετίθεντο, μετὰ βραχὺ λίαν ἀφηνιάσας, οὐ μέχρι τοῦ λειποταξίου ἔστη, ἀλλὰ καὶ πικρὸς αὐτοῖς ἐπὶ συνόδου κατέστη κατήγορος, ‘ὀμφαλοψύχους’ ὀνομάζων αὐτούς.

Τάχα καὶ τὸν εἰπόντα πρὸς θεὸν «ἡ κοιλία μου ἠχήσει ὡς κιθάρα καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος χαλκοῦν ὃ ἐνεκαίνισας» καὶ τὸν εἰπόντα ὡς «ὁ νόμος τοῦ θεοῦ ἐν μέσῳ τῆς κοιλίας μου» ‘κοιλιοψύχους’ ἂν οὗτος ἢ ‘κοιλιονόμους’ προσαγορεύσειε καὶ τὸν γράφοντα «μνήμη θεοῦ κολληθήτω τῇ πνοῇ σου» παραπλησίαν ἐπιθείη τὴν ἐπωνυμίαν καὶ διαβαλεῖ πάντας τοὺς διὰ σωματικῶν συμβόλων τὰ νοερὰ καὶ θεῖα καὶ πνευματικὰ καὶ τυποῦντας καὶ ὀνομάζοντας καὶ ἀνιχνεύοντας· ἀλλ’ ἐκείνους μὲν παρὰ τοῦτο βλάψει γε οὐδέν· αὐτὸς δὲ καὶ τῶν ἱερῶν παραπετασμάτων ἔξω μενεῖ καὶ οὐδὲ καὶ πρὸς τὰς σκιὰς ἀτενίζειν ἕξει τῆς ἀληθείας.

Καὶ οὐ δυσχερανεῖς πάντως ταῦτα παρ’ ἡμῶν ἀκούων· ἐγγυτέρω γάρ σε θεοῦ ποιοῦμεν ἢ σὺ τοὺς ἡνωμένους θεῷ· τῶν γὰρ σκιῶν ἡμεῖς σε ἐκβάλλομεν, σὺ δ’ ἐκείνους καὶ τῆς σκιᾶς τῶν σκιῶν. «Ἀλλὰ νῦν» φησιν «ἐν ἐσόπτρῳ βλέπομεν» ὁ μέγας Παῦλός φησι. Τί οὖν τὸ ἔσοπτρον; Οὐδὲ σκιὰν σκιᾶς ἔχει τὴν ἐμφαινομένην, κἂν ἧττον διειδὲς καὶ λεῖον ᾖ; Καὶ πῶς ἂν δεικνύοι τι καὶ πῶς ἂν ἔσοπτρον εἴη καὶ πῶς βλέπομεν ἐν αὐτῷ τι μηδὲ γοῦν σκιὰν σκιᾶς ἔχοντι; Ὅταν δὲ καὶ αὐτός τις ἑαυτὸν ἔσοπτρον ἀκραιφνὲς κατασκευάσῃ θεοῦ καὶ τοῦ θεοῦ τυχὼν ἵλεω τοῦτον ἐν ἑαυτῷ ἔχῃ καὶ τούτῳ νοερῶς ἐντυγχάνῃ, φῶς ὑπὲρ φῶς ὑπερφυῶς ἐν φωτὶ θεώμενος, τὸν ὁρῶντα μηδαμῶς ὁρίζον ὀφθαλμόν, πῶς κἂν οὐδὲ σκιὰν ἔχοι τῆς τοῦ θεοῦ σκιᾶς; Ὅταν δὲ καὶ νοῦς ᾖ τὸ ἔσοπτρον, καὶ νοῦς κεκαθαρμένος καὶ ἀκηλίδωτος, φύσις ἄϋλος, φῶς συγγενές, εἰ χρὴ λέγειν, τῷ ἀνωτάτῳ καὶ πρώτῳ φωτί, πῶς ὑπ’ αὐτοῦ τοῦ πρώτου καταλαμπόμενος φωτὸς οὐκ αὐτὸ φαίνοιτ’ ἂν κατὰ μέθεξιν ὃ τὸ ἀρχέτυπον κατ’ αἰτίαν ἐστί; Πῶς δ’ οὐκ ἂν δι’ ἑαυτοῦ φαίνοι τοῦ κρυφίου κάλλους ἐκείνου τὴν ὡραιότητα, καθὰ καὶ ὁ προφήτης λέγει ὅτι «ἡ λαμπρότης τοῦ θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς»; Πῶς δὲ τοιοῦτος ὤν τε καὶ φαινόμενος, εὐωδία Χριστοῦ, τῶν ἀρετῶν αὐτοῦ ἄγγελος, οὐδὲ σκιὰν σκιᾶς σχοίη τοῦ θεοῦ; Πόθεν εἰς τούτους τοὺς ὄντως ἀφωτίστους καὶ πολυσκίους λόγους ἐλήλυθας, ὦ φιλόσοφε;

Τῶν γὰρ σκιῶν τούτων πόρρω τὰ Διονυσίου τοῦ μεγάλου συγγράμματα· τοσοῦτο δὲ αὐτὸς μέγα τι χρῆμα δείκνυσιν οἰόμενος τὴν τῶν θεοφόρων ἀληθῆ καὶ μυστικὴν ἐποψίαν, ὡς καὶ τῆς κατὰ νοῦν αὐτῶν θεωρητικῆς ἀποπληρώσεως ἀπεικονίσματα λέγειν τὰς τῶν ἱερῶν γραφῶν διεξοδικὰς μαθητείας. Πόθεν οὖν τοῦτο προπετῶς φαντασθεὶς ἐξεῖπεν, ἐροῦμεν ἡμεῖς.

Ἕτερός τις τῶν ἀληθινῶν θεολόγων, τοὺς θρασεῖς θεολόγους ἐπιστομίζων, σκιὰν μὲν λέγει τὴν ἐμφαινομένην τῷ κόσμῳ τοῦ θεοῦ γνῶσιν, καὶ τὴν σκιὰν ἔχειν ταύτης τῆς σκιᾶς τοὺς ἐν τοῖς ὁρωμένοις φιλοσοφοῦντας τῷ μηδὲ τῆς κτίσεως τὴν ἀκριβῆ κατάληψιν ἔχειν· οὗτος δὲ ὁ μὴ πνευματικὸς καὶ τοὺς πνευματικοὺς ἀνακρίνων, μὴ εἰδὼς ὅτι διαφέρει θεοπτία θεολογίας, καὶ τῆς ἀπὸ ὁρωμένων ἐς τὰ μάλιστα, μετήνεγκεν ἀπ’ ἐκείνης ἐπὶ ταύτην τῆς σκιᾶς τὴν διπλόην, μᾶλλον δὲ οὐδὲ ταύτην τοῖς τῶν ἀοράτων θεωροῖς συγχωρεῖ· τούτους δὲ διὰ τούτων ἀγεράστους δείξας τῶν λόγων, τοὺς ἔξω σοφοὺς ‘οὐκ ἔχει’ φησίν, ‘ὅπως μὴ θαυμασίους ἡγήσεται, γενναίως’, ὡς αὐτὸς περὶ αὐτῶν λέγει. ‘τὴν θείαν κατανενοηκότας ὑπεροχὴν καὶ δεῖν ἰσχυριζομένους ἐπὶ τῶν ὑπὲρ ἡμᾶς θέαν ἄνωθεν παραγενέσθαι καὶ φῶς ἀναλάμψαι νοερόν, δι’ οὗ ἐστι τοῖς θείοις συζυγεῖν καὶ κρεῖττον ἢ κατὰ ἀπόδειξιν τὰς ἁπλᾶς ἔχειν θεωρίας· ταῦτα δὲ ἀκούων λεγόντων, μὴ δύναισθαί’ φησι ‘μὴ καὶ αὐτοὺς ὑπὸ θεοῦ πεφωτίσθαι λέγειν’. Τίνα τὸν φωτισμόν; Ὃν πάντως ὑφηγοῦνται· τοῦτο τοίνυν ἄντικρύς φησιν, ὡς οὐ δύναται μὴ θεοσεβεῖς τε καὶ θεόπτας διαφέροντας τῶν ἄλλων ἡγεῖσθαι καὶ προσαγορεύειν.

Ἀλλ’ ὡς μὲν τὸ ὑπ’ ἐκείνων φῶς λεγόμενον βαθὺ καὶ δεινὸν σκότος ἐστί, καὶ ἡ ἄνωθεν θέα κάτωθεν καὶ δαιμόνιος τρανῶς ἐν τῷ προτέρῳ πρὸς αὐτὸν ἀποδέδεικται λόγῳ, καὶ τὴν ὑπεροχὴν ἣν διδόασι τῷ θεῷ καὶ ταύτην εἰς μέσον παραγαγόντες ἄθεον γνώμην ἀπεδείξαμεν οὖσαν· οὐ χεῖρον δ’ ἴσως κἀνταῦθα φάναι βραχύ τι περὶ αὐτῆς τοῖς προτέροις ἐκείνοις σύμφωνον καὶ ὁμόλογον.

Ὁ μὲν οὖν Δαυὶδ εἶπεν ὅτι «θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν ἀπολέσθωσαν»· ἐγὼ δ’ ἂν φαίην προσθεὶς ὡς συναπόλοιτο τοῖς θεοῖς τούτοις ὑπεροχὴ θεοῦ, ἡ μηδὲ τῆς ἀνειδέου κατ’ ἐκείνους ὕλης προτέρα μηδ’ ἐκ μὴ ὄντων προαγαγοῦσα τὰ ὄντα μηδὲ τῶν ἐν ἡμῖν ὁπωσδηποτοῦν φαινομένων ἀσυγκρίτως ὑπερανέχουσα μηδὲ τῶν τῇδε καὶ καθ’ ἡμᾶς πρόνοιαν ποιουμένη. Ταῦτα γὰρ τὰ δόγματα Σωκράτους καὶ Ἀριστοτέλους καὶ Πλάτωνος, οὓς οὗτος ὁ μαθητὴς ἐκείνων ὡς τὴν θείαν ὑπεροχὴν κατανενοηκότας ἐθαύμασεν. Ὁ δὲ Πυθαγόρας ἐν τοῖς ἀχρήστοις πλέον ἢ χρυσοῖς ἔπεσι τοιοῦτό φησιν εἶναι διηνεκῶς τὸ θεῖον, οἷος γένοιτ’ ἄν ποτ’ ἄνθρωπος σχολάσας· οὕτω κατενόησε τὴν ὑπεροχὴν τοῦ θεοῦ. Καὶ μὴν εἰ καὶ τὴν ὑπεροχὴν κατανενοηκότες ἦσαν, οὐδ’ οὕτως ἂν ἦσαν πεφωτισμένοι· καὶ γὰρ οὐχ ὡς θεὸν ἐδόξασαν ὃν ὡς θεὸν κατενόησαν, εἴ γε καὶ κατενόησαν· καὶ οἱ δαίμονες γὰρ θεὸν ὕψιστον ἴσασι τὸν Χριστόν, ὡς τὸ πνεῦμα τοῦ Πύθωνος ἔλεγε περὶ Σίλα καὶ Παύλου, «οὗτοι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν», ἀλλ’ οὐ διὰ τοῦτο πεφωτισμένου ὑπὸ θεοῦ ἐροῦμεν τοὺς δαίμονας, καίτοι τοῦ ὑψίστου ὑψηλότερον οὐδὲν οὐδ’ ἴσον.