Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαὶ πρὸς Ἀκίνδυνον καὶ Βαρλαάμ

Γρηγόριος Παλαμᾶς

Επιστολή Β' προς Βαρλαάμ: Η γνώση του Θεού μέσω των ενεργειών και της κτίσεως

Διάκριση μεταξύ των θείων ενεργειών και της απρόσιτης ουσίας, εξέταση της διδασκαλίας του Διονυσίου Αρεοπαγίτου και απόδειξη της δυνατότητας γνώσης του Δημιουργού μέσα από τον φυσικό κόσμο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 10 από 15

Ἀλλ’ ὁ φιλόσοφος ἀκούων Διονυσίου τοῦ μεγάλου λέγοντος ὡς «ἡ θεότης καὶ μονὰς καὶ τριὰς ὑμνουμένη οὐκ ἔστι οὐδὲ μονὰς οὐδὲ τριὰς ὑπό τινος τῶν ὄντων διεγνωσμένη» οὕτω πως ὡς ἔοικεν ἐνόησεν ὡς ὑπ’ οὐδενὸς ὅτι ἔστι μονὰς ἐγνώσθη· ὁ δὲ μέγας ἐκεῖνος οὐ τοῦτό φησιν, ἀλλ’ ὅτι μὲν ἔστι μονὰς γινώσκεταί τε καὶ ὑμνεῖται, ἀλλ’ οὐ τῶν συνεγνωσμένων ἐν τοῖς οὖσιν ἐναρίθμων μονάδων, αἵ γε οὐδὲ μονάδες ἂν κυρίως εἶεν, εἴ γε ἡ μονὰς οὐκ ἀριθμός, ὥστε διὰ τοῦτο ἐκεῖνο μᾶλλον ἔγνωσται μονὰς καὶ μόνον ὅ,τι μὴ δι’ ἀριθμοῦ τε καὶ ἐν ἀριθμοῖς γνωρίζεται· ἡ γὰρ κυρίως οὐκ ἀριθμός· μονὰς οὖν ἡ θεότης, ἀλλ’ οὐ τῶν ἐν τοῖς οὖσι διεγνωσμένη, καθάπερ καὶ Γρηγόριος ὁ θεολόγος εἰπὼν «τὴν τοῦ θεοῦ φύσιν ἄληπτόν τε καὶ ἀπερίληπτον» εὐθὺς ἐπάγει, τῆς τοῦ ῥητοῦ διανοίας ἑρμηνεὺς γινόμενος· «λέγω δὲ οὐχ ὅτι ἐστίν, ἀλλ’ ἥτις ἐστίν». Ὁ δὲ φιλόσοφος οὗτος ἄληπτον ἐπίσης καὶ ἀναπόδεικτον τίθεται καὶ τὸ τί ἐστι καὶ τὸ ὅτι ἐστί, καὶ ἡ σεμνὴ πρόφασις αὐτῷ τὸ δι’ ἀποδείξεως δεικνύειν ὅτι πάντα τὰ θεῖα ὑπὲρ ἀπόδειξιν. Ἐγὼ δὲ μικρόν τι περὶ τούτου πρὸς αὐτὸν εἰπὼν ἐπὶ τὰ προτεθειμένα μετοίσω τὸν λόγον.

Οὐ σύ γε αὐτὸς εἷ ὁ λέγων ἐπ’ οὐδενὸς εἶναι τῶν θείων ἀπόδειξιν; Εἰ τοίνυν ἀποδέδεικταί σοι τὸ ὑπὲρ ἀπόδειξιν, οὐ θεῖον· εἰ δὲ πρέπον ἐστὶ τῷ θεῷ τὸ πρόσρημα, ἀπόδειξιν οὐκ ἐπιδέξαιτ’ ἄν· σὺ δ’ οὐκ οἶδ’ ὅπως ἄλλοτε ἄλλα λέγεις καὶ τἀναντία πρὸς ἄλληλα, οὐ μόνον ἐπὶ τοῦ ἀποδεδειγμένου θείου, ὡς αὐτὸς λέγεις ὑπὲρ ἀπόδειξιν, ἀλλὰ καὶ ὁπηνίκα τῆς ἐγγινομένης ἀπὸ τῶν κτισμάτων ἐπὶ τὸν δημιουργὸν ἀνόδου μέμνησαι.

Τί γάρ, οὐδὲ ἀπὸ τῶν δημιουργημάτων ἔσται ἀπόδειξις ὅτι ἐστὶ δημιουργός; Οὐδὲ γνωστά ἐστί τινα τῶν ἀοράτων ἀπὸ τῶν ὁρωμένων; Οὐδὲ τὸν θεῖον Παῦλον δέξῃ μαρτυροῦντα ὅτι «τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται», ἀλλ’ ὑπὲρ πᾶσαν ἐπαφὴν καὶ γνῶσιν πάντ’ ἐρεῖς τὰ θεῖα; «Ναί» φησιν, «ἀλλ’ ἐμοὶ περὶ ὧν ἑκάστοτε συντίθεμεν συλλογισμῶν κατὰ τὸν ἔξω λόγον ὁ λόγος· τὰ τοιαῦτα δ’ ἕκαστος καθ’ ἑαυτὸν διανοεῖται». Τί οὖν, ἅπερ ἕκαστος καθ’ ἑαυτὸν διανοεῖται, ταῦτ’ οὐχὶ καὶ προφέρειν ἔχει διὰ γλώττης ἢ χειρὸς διὰ τοῦ ἔξω λόγου ποιούμενος τὴν ὁμιλίαν ἢ συγγράμματα συντάττων, ὥσπερ κἀπὶ τῶν ἀμέσων καὶ καθόλου γίνεται προτάσεων;

Τούτων γὰρ ἡ γνῶσις δι’ ἐπαγωγῆς διανοητικῶς ἐπισυναγομένη τῇ ψυχῇ πέφυκεν ἐγγίνεσθαι, ἀλλὰ καὶ πρὸς τὸν ἔξω λόγον φέρεται δι’ ἐπαγωγῆς γνωριζομένη πάλιν. Σὺ δ’ ὅμως καὶ τοῦτ’ ἂν ἡμῖν ἐκφήναις, ὁ κατὰ πᾶσαν ἐξουσίαν ὅ,τι ἂν ἐθέλοις λέγων, καὶ μάρτυρα ἡμῖν σοι παρέξεις θαυμαστὸν λέγοντα· «θεὸν νοῆσαι μὲν χαλεπόν, φράσαι δὲ ἀδύνατον». Ἀλλ’ εἰ τοῦθ’ οὕτω σοι δοκεῖ, τί γε ἐκεῖνο ὅπερ οὐκ οἶδ’ ἤ τοι περὶ σαυτοῦ ἢ κατὰ σαυτοῦ προοιμιαζόμενος πρὸς τοὺς Λατίνους γράφεις ὅτι «πλείω λέγεις ἢ νοεῖς».

Ἐγὼ δὲ οὐ μόνον ὅτι ἔστι δημιουργὸς κατανοῶ ἐκ τῶν δημιουργημάτων, ἀλλὰ καὶ ὅτι εἷς ἐστι καὶ νοῶ καὶ ἀποδείκνυμι· πάντα γὰρ ὁρῶ μιᾶς καὶ τῆς αὐτῆς βουλήσεως καὶ σοφίας καὶ δυνάμεως δεόμενα γενέσθαι ἐκ μὴ ὄντων· μία δὲ βούλησις ἅμα καὶ σοφία καὶ δύναμις μιᾶς φύσεώς ἐστιν· εἷς ἄρα τῇ φύσει ὁ δημιουργὸς θεὸς ἡμῶν.

Πάλιν ἀνάλαβέ σου τὰ ἀμυντήρια, προβαλοῦ τοὺς Ἀριστοτέλους τοῦ σοῦ κανόνας, ἐρώτα τὰς πεύσεις τὰς ἀμφικρήμνους, μικρὸν δ’ ὅμως μεῖνον καὶ ταῦτά σοι προθήσομεν εἰς ἐξέτασιν. Νῦν δ’ ἴδωμεν διὰ τίνων κατασκευάζει μηδαμῶς εὔλογον εἶναι τὸν θεὸν ἕνα λέγεσθαι. «Κατὰ μετοχήν» φησιν «οὐκ ἔστι, καθ’ ὕπαρξιν οὐκ ἔστι, κατ’ αἰτίαν οὐκ ἔστιν ἕν· κατ’ οὐδένα ἄρα τρόπον ἔστιν ὁ θεὸς ἕν». Τὴν μὲν οὖν μετοχὴν καὶ ὕπαρξιν παρεῖναί μοι δοκῶ· τὸ μὲν γὰρ οὐδεὶς ἠγνόησεν ὅτι μὴ κατὰ μετοχὴν ἔστι τι θεῷ, τὸ δὲ οὐδεὶς ἐζήτησε τί ἐστι καθ’ ὕπαρξιν θεός. Κατ’ αἰτίαν δὲ πῶς οὐκ εὔλογον ἕνα τὸν θεὸν λέγεσθαι οὐκ ἔχω συνιδεῖν, οὐ μόνον ὅπως οὐκ εὔλογον, ἀλλ’ οὐδ’ ὅπως ἐτόλμησεν εἰπεῖν, σαφῶς τοῦτο τῶν ἁγίων διαγορευόντων· ἀλλ’ εἰ κατ’ αἰτίαν τὸν θεὸν ἓν οὐκ εὔλογον εἰπεῖν, οὐδὲ τοῦ ἑνὸς αἴτιος ἔσται, καὶ γὰρ ὧν ἐστιν αἴτιος, ἀπὸ τούτων ἔχει τὰς προσηγορίας· εἰ δὲ τοῦ ἑνὸς οὐκ ἔστιν ὁ θεὸς αἴτιος, οὐδενὸς τῶν ὄντων ἐστὶν αἴτιος· τῷ γὰρ εἶναι τὸ ἕν, πάντα ἐστὶ τὰ ὄντα, καὶ τῶν ὄντων ἕκαστον ἕν ἐστιν ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ, καὶ οὐδ’ ἂν πολλὰ ἕκαστον αὖθις τούτων εἴη τῇ κατ’ αὐτὰ διαφορᾷ, εἰ μὴ τὸ ἓν εἴη· τὸ γὰρ ἕν ἐστι στοιχειωτικὸν καὶ συνεκτικὸν καὶ συστατικὸν ἁπάντων. Ὥσθ’ ὁ τοῦ ἑνὸς μὴ ὢν αἴτιος οὐδενός ἐστιν αἴτιος. «

Ἀλλ’ εἰ ὡς αἴτιός» φησι «τοῦ ἑνὸς ἕν ἐστιν ὁ θεός, οὐ μᾶλλον ἓν ἢ πολλά, καὶ γὰρ καὶ τῶν πολλῶν αἴτιος». Παρίημι τοίνυν λέγειν ὡς τοῖς μὲν πολλοῖς οὐ συναναιρεῖται τὸ ἕν, τῷ δὲ ἑνὶ τὰ πολλά, καὶ ὡς ὁ θεὸς ἐν τῷ ἑνὶ μένων καὶ τὰ πολλὰ προάγει, καὶ οὐ προάγει μόνον, ἀλλὰ καὶ γινώσκει, τοῦ ἑνιαίου μὴ πληθυνομένου τὰς ἐν τοῖς πλήθεσι διαφοράς· ἀλλ’ εἰ μὴ μᾶλλον ὁ θεὸς ἓν ἢ πολλά, διατί ‘εἷς’ μὲν θεὸς λέγομεν, ‘πολλοὶ’ δὲ οὐ λέγομεν; Διατί δὲ ‘πολυώνυμον’ αὐτὸν καλοῦμεν, ἀλλ’ οὐ τοῖς ὀνόμασι συνδιαιροῦμεν; «Ἀλλ’ οὐκ εἶπόν» φησιν «οὐ μᾶλλον ἓν ἢ πολλά, ἀλλ’ οὐ μᾶλλον ἓν ἢ οὐχ ἕν».

Εἰ οὖν ἔστιν, οὐχ ἓν δέ ἐστι, πολλὰ ἂν εἴη. «Πῶς οὗν», φησί, «Διονύσιος ὁ μέγας περὶ τοῦ θεοῦ φησιν ὡς οὔτε ἕν ἐστιν»; Ἀλλ’ οὐκ ἐπ’ ἀναιρέσει τοῦ ἑνός, ὦ βέλτιστε· παράγγελμα γάρ ἐστιν αὐτοῦ μὴ οἴεσθαι τὰς ἀποφάσεις ἀντικειμένας εἶναι ταῖς καταφάσεσιν ἐπὶ θεοῦ. Σὺ δ’ ἐπ’ ἀναιρέσει τοῦ ἑνὸς προφέρεις τὸ οὐχ ἕν, τὴν ἀσυνείκαστον ἐκείνην αἰτίαν προστιθεὶς ὡς εἰ κατ’ αἰτίαν ἔστιν ἕν, καθ’ ὕπαρξιν οὐκ ἔσται ἕν, ὥστε φησὶν «οὐ μᾶλλον ἓν ἢ οὐχ ἕν». Τί δή σοι βούλεται τὸ καθ’ ὕπαρξιν τοῦτο, ὦ διαλεκτικὲ σὺ καὶ ἄφυκτε; Εἰ μὲν γὰρ τὸ ἁπλῶς εἶναι, πῶς τὸ κατ’ αἰτίαν ἓν οὐκ ἔσται αὖθις οὐδαμῶς ἕν; Αὐτῷ γὰρ τῷ εἶναι ὁ θεὸς ἓν ὑπὲρ τὸ ἐν τοῖς οὖσιν ἓν καὶ τοῦ ἐν τοῖς οὖσιν ἑνὸς αἴτιος καθίσταται, ἀκλίτως ἵν’ οὕτως εἴπω ἑαυτὸν ἐπιδιδοὺς καὶ τῆς οἰκείας ἑνότητος ἀγαθότητι μεταδιδοὺς καὶ ἀμεθέκτως μετεχόμενος. Εἰ δὲ τὸ καθ’ ὕπαρξιν τοῦτό σοι βούλεται ὅτι οὐκ ἔστιν οὐσία τοῦ θεοῦ τὸ ἓν καὶ διὰ τοῦτο οὐκ εὔλογον ἕνα λέγειν τὸν θεόν, οὐδ’ ὁ ἥλιος λοιπὸν εἷς ἐστιν, ἐπεὶ οὐκ ἔστιν αὐτοῦ τὸ ἓν οὐσία· εἰ δὲ κατὰ μετοχὴν τοῦ αὐτοενὸς εἷς ἐστιν ὁ ἥλιος, οὐ μᾶλλον εἷς ἢ οὐχ εἷς, ἐπεὶ καθ’ ὕπαρξιν οὐκ ἔστιν εἷς· τὸ αὐτὸ δὲ καὶ ἐπὶ πάντων ὅσα τοῦ ἑνὸς μετέχει, καὶ μάλα γε εἰκότως.

Εἰ γὰρ τὸ αὐτοὲν οὐ μᾶλλον ἓν ἢ οὐχ ἓν κατὰ τὴν σὴν σοφίαν, πολλῷ μᾶλλον ὅσα τῷ μετέχειν τούτου ἕν ἐστιν, οὐκ ἐπὶ τοῦ ἑνὸς δὲ μόνον, ἀλλὰ κἀπὶ τῶν δύο ἢ τριῶν καὶ παντὸς ἀριθμητοῦ· τοῦ γὰρ ποσοῦ μηδέποτε οὐσίας ὄντος, τὰ δύο οὐ μᾶλλον δύο ἢ μὴ δύο· καὶ γὰρ εἰ κατ’ ἀριθμὸν δύο, ἀλλὰ καθ’ ὕπαρξιν οὐ δύο πάντως. Ὥστε οὐ τὸν θεὸν οὐχ ἓν ἀπέδειξεν ὁ φιλόσοφος, ἀλλὰ τὸ ἓν οὐκ ὄν, εἴπερ οὐ μᾶλλον ἓν ἢ οὐχ ἕν, καὶ ἁπλῶς πάντα ἀριθμὸν ἀνεῖλε. Τοῦτο δέ ἐστιν, ἵνα κατὰ τὴν αὐτοῦ φῶμεν ἐπιστήμην, παραλογισμός, ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, ᾧ καὶ θεολογῶν ὁ γεννάδας χρῆται, δι’ οὗ καὶ σοφισάμενος, πάντα ἀριθμὸν ἀνεῖλεν· οὐ γὰρ κατὰ τὸ αὐτὸ ἕν τε καὶ οὐχ ἕν· ῥᾳδίως δ’ ἂν οὕτω τις καὶ ἕκαστον τῶν ὄντων μὴ μᾶλλον ὂν ἢ μὴ ὂν ἐλέγξειεν.

Οὐ μὴν ἀλλ’ εἰ καὶ τῶν ἄλλων πάντων κατεψεύσατο, εἷς γὰρ ἐπιλάμπει ἥλιος ἡμᾶς, πλείους δὲ φωστῆρες, πλεῖστοι δὲ ἀστέρες, ἀλλ’ ἑαυτοῦ γε ἕνεκα οὐκ ἔψευσται· εἷς γὰρ ὤν, οὐχ εἷς ἐστι ταῖς διαλέξεσιν, ἀλλ’ ἄλλος καὶ ἐναντίος ἑαυτῷ. Ὁ γὰρ ἐνταῦθα μὴ καθ’ ὕπαρξιν ἓν εἶναι τὸν θεὸν ἰσχυριζόμενος, ἀκούσατε τί λέγει ἀνωτέρω· «ἅ ἐστι ταῖς ἄλλαις οὐσίαις τὰ καθ’ αὑτὸ αὐταῖς λεγόμενα, ταῦτα καὶ τῷ θεῷ τὰ περὶ αὐτὸν λεγόμενα ὑπάρχει· οὐ γὰρ ἐνδέχεται εἶναί τε καὶ μή· εἴ τις οὖν ἔροιτό σε», φησί, «ταῦτα ἃ φῂς περὶ θεὸν εἶναι ἀνυπόστατά ἐστιν ἢ μετέχει τινὸς ὑπάρξεως. Καὶ εἰ τοῦτο, οὐσίαι εἰσὶν ἢ συμβεβηκότα· πῶς ἐκφεύξῃ τὸ καὶ μὴ οὐσίαν θείαν ἀποδεικτὴν λέγειν»;

Τί οὖν ἐστιν ὅ φησιν; Ἐπειδὴ πᾶν ἢ οὐσία ἢ συμβεβηκός, τὰ δὲ περὶ θεὸν συμβεβηκότα οὔκ εἰσιν, οὐσίαι ἄρα τοῦ θεοῦ εἰσιν· εἰ οὖν τούτων τί τις φαίη γινώσκειν, καὶ τὴν οὐσίαν ἄρα λέγει τοῦ θεοῦ γνωστὴν εἶναι καὶ ἀποδεικτήν. Ὁ γοῦν μηδὲν εἶναι λέγων τὸν θεὸν καθ’ ὕπαρξιν, πάντα νῦν αὖθις λέγει τοῦτον εἶναι καθ’ ὕπαρξιν τῷ συμπεριληπτικῷ τῆς διαιρέσεως ἀναγκαίως πρὸς τοῦτο συνωθῶν ἡμᾶς ὥς γ’ οἴεται. Ἐνῆν μὲν οὖν δεῖξαι ὡς οὐδὲ τὰ ὄντα πάντα τῇ διαιρέσει ταύτῃ συμπερικλείεται· εἰ δὲ καὶ συμπεριβάλλεται, οὐδ’ οὕτως ἀνάγκη τὸ ὑπὲρ τὸ ὂν συμπεριειλῆφθαι τῇ τῶν ὄντων διαιρέσει· ‘ὑποστάτης’ γὰρ κατὰ τὸν μέγαν Διονύσιον τούτων ἐστὶν ὁ θεός, ἀλλ’ οὐχ ὑπὸ τούτων συνέστηκεν αὐτός, οὐδέ τι συντελοῦσι τὰ περὶ θεὸν εἰς τὸ εἶναι τὸν θεόν, οὐδὲ γνωστή ἐστιν αὐτοῦ ἡ φύσις, ἵνα καὶ διαφορὰν οὐσιώδη σχοίη, καθὰ καὶ Βασίλειος ὁ μέγας λέγει. Κυρίως γὰρ ὢν καὶ προὼν καὶ μόνος ὢν καὶ ἁπλῶς καὶ ἑνιαίως ὤν, διαφορᾶς οὐδεμιᾶς δεῖται εἰς τὸ εἶναι· τοῖς γὰρ μετ’ ἐκεῖνον πολλοῖς οὖσι δεῖ διαστολῆς· οὔκουν οὐσίαι θεοῦ τὰ περὶ τὸν θεόν, ἀλλ’ αὐτός ἐστιν οὐσία τῶν περὶ αὐτόν.

ᾟ μέν ἐστιν αὐτὸς οὐσία, ἄρρητός τε καὶ ἀπερινόητος, ᾗ δέ ἐστιν οὐσία τῶν ὄντων καὶ ζωὴ τῶν ζώντων καὶ σοφία τῶν σοφιζομένων καὶ ἁπλῶς πάντων τῶν τοῦ εἶναι καὶ τοῦ εὖ εἶναι μετεχόντων ὀντότης, ἵν’ οὕτως εἴπω, καὶ δύναμις καλλοποιός, καὶ νοεῖται καὶ λέγεται καὶ ἀποδείκνυται, εἰ καὶ μὴ ἐφ’ ὅσον ἐστίν.

Εἰ δὲ καὶ ὑπάρξεώς τινος μετέχει τὰ περὶ θεόν, οὐχ ὡς οὐσίαι, οὐδ’ ὡς ἐνυπόστατα, καθάπερ δικαιοῖς αὐτός, ἀλλ’ ὡς ἐνέργειαι οὖσαι τοῦ θεοῦ· εἰ δὲ τὰ τῶν ἐνεργειῶν ἀποτελέσματά τις εἴποι, καὶ τούτων οὐσίαι μὲν ἔστιν ἅ, θεῖαι δ’ οὔμενουν. Οὐ μήν, ἀλλ’ ἵνα τὸ πλῆθος ἀφῶ τῶν παρ’ αὐτοῦ θείων οὐσιῶν λεγομένων, ὡς μὴ καὶ αὐτὸς πλήθει περιπέσω λόγων, εἰ τὰ περὶ θεὸν λεγόμενα τοῦ θεοῦ ἐστιν οὐσίαι, περὶ θεὸν δὲ λέγεται καὶ τὰ κτίσματα, ὡς πολλαχοῦ τῆς ἱερᾶς εὕροι τις ἂν γραφῆς, κτιστὴ ἔσται κατ’ αὐτὸν ἡ οὐσία τοῦ θεοῦ.

Καὶ μὴν τὸ σοφὸν καὶ ἀγαθὸν καὶ τὸ φῶς καὶ ἡ ζωὴ καὶ ὅσα σχεδὸν λέγεται περὶ αὐτὸν δι’ ὀνομάτων προαγόμενα, πῶς ἂν οὐσία εἴη, τῶν ὀνομάτων, εἴ τις ἐξετάσειε, μηδ’ ἐφ’ ἡμῶν οὐσιῶν ἀλλ’ ἐνεργειῶν δηλωτικῶν γε ὄντων; Πῶς ἂν οὖν ἐπὶ θεοῦ τὰ ὀνόματα οὐσίαν φαίη τις, ὅπου γε οὐδ’ ἂν λόγος εὑρεθείη σημαντικὸς τῆς ὑπερουσιότητος ἐκείνης; Ὅσοι γὰρ τῆς ὄντως ἀληθείας εἰσὶν ἐρασταὶ οὐ θεμιτὸν οἴονται ὑμνεῖν τὴν ὑπερουσιότητα τὴν θεαρχικὴν οὔτε ὡς λόγον ἢ δύναμιν ἢ ζωὴν ἢ οὐσίαν ἢ ἀγαθότητα, ἀλλ’ ὡς παντὸς ὀνόματός τε καὶ πράγματος ὑπεροχικῶς ἀφειμένην· ἀλλ’ ἐπειδήπερ αὕτη πάντων ἐστὶν αἰτία, ἐκ πάντων τῶν αἰτιατῶν αὐτὴν ὑμνητέον, ἐπεὶ καὶ ‘περὶ αὐτὴν’ πάντα καὶ ‘αὐτῆς ἕνεκεν’, ὡς Διονυσίῳ τε τῷ μεγάλῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ καὶ πᾶσι τοῖς ἐξ αἰῶνος ὑμνολόγοις αὐτῆς. Ἐπεὶ τοίνυν περὶ αὐτὴν πάντα τὴν θεαρχικὴν ὑπερουσιότητα, τὰ δὲ περὶ αὐτὴν οὐσίαι θεῖαι κατά σέ, πάντα ἄρα θεῖαι οὐσίαι κατά σέ εἰσιν.

Ἔτι, ἐπεὶ μὴ μόνον αἱ θέσεις, ἀλλὰ καὶ ἀφαιρέσεις τῶν περὶ θεόν εἰσιν, ἔσονται καὶ αὗται θεῖαι οὐσίαι κατὰ σέ, καίτοι μὴ πεφυκυῖαι δηλοῦν ὅ ἐστιν, ἀλλ’ ὃ μὴ ἔστιν. Ἀλλ’ εἰ μὴ αὖται, καίτοι μᾶλλον τῶν περὶ θεὸν θέσεων ἁρμόττουσαι θεῷ, πῶς ἄρ’ αἱ θέσεις εἶεν ἂν οὐσίαι θεῖαι; Πῶς δὲ καὶ «ἃ ταῖς ἄλλαις οὐσίαις τὰ καθ’ αὑτό, ταῦτα θεῷ τὰ περὶ αὐτόν ἐστιν»; «Ἐπεί» φησι «μὴ ἔστιν εἶναί τε καὶ μή». Τίς ἡ νέα αὕτη καὶ παράδοξος θεογνωσία; Τὸ γὰρ καθ’ αὑτό τινι ὑπάρχον οὐκ ἔνι κατ’ οὐδένα τρόπον μὴ εἶναι τοῦτο ἐκεῖνο. Οἷον τί λέγω; Καθ’ αὑτὸ ὑπάρχει τῷ ἀνθρώπῳ τὸ εἶναι λογικόν· οὐκ ἔνι γοῦν τὸν ἄνθρωπον μὴ εἶναι λογικόν· τῶν δὲ περὶ θεὸν λεγομένων, ζωή τε καὶ οὐσία καὶ δύναμις, ἀλλὰ καὶ πάντων τούτων ὑπερεξῃρημένος ὑπάρχει ὁ θεὸς καὶ καθ’ ὑπεροχὴν μὴ εἶναι ταῦτα λέγεται, καὶ τοῦ εἶναι ταῦτα τὸ μὴ εἶναι θεοπρεπέστερόν τε καὶ ἀληθέστερον· οὐκ ἄρα τῷ θεῷ τὰ περὶ αὐτὸν ἃ ταῖς ἄλλαις οὐσίαις τὰ καθ’ αὑτό. Οὐ μόνον δὲ τὰ ἀντιφατικῶς ἀντικείμενα λέγεται ἅμα ἐπὶ τοῦ θεοῦ, ἀλλὰ καὶ τἀναντία· «φῶς γὰρ ὡς ἱμάτιον» λέγεται περιβεβλῆσθαι καὶ «φῶς οἰκεῖν ἀπρόσιτον», ἀλλὰ καὶ «ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ» καὶ «γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦς»· ταῖς δὲ ἄλλαις οὐσίαις οὐκ ἔνι καθ’ αὑτὸ τὰ ἐναντία εἶναι· τῶν ἀδυνάτων ἄρ’ εἶναι τῷ θεῷ τὰ περὶ αὐτὸν ἃ τὰ καθ’ αὑτὸ τοῖς ἄλλοις.

Ἔτι τῶν περὶ τὸν θεὸν τὰ μὲν μᾶλλον λέγεται, τὰ δ’ ἧττον, καὶ ἐπὶ τῶν θέσεων, μᾶλλον γὰρ ζωὴ ἢ αὔρα, καὶ ἐπὶ τῶν ἀφαιρέσεων, εἰ καὶ ἀντεστραμμένως, μᾶλλον γὰρ οὐκ αὔρα ἢ οὐχὶ ζωή· καὶ αἱ ἀφαιρέσεις δὲ πᾶσαι τῶν θέσεων πασῶν μᾶλλον προσήκουσι θεῷ· τῶν δὲ καθ’ αὑτὸ ταῖς ἄλλαις οὐσίαις οὐδὲν μᾶλλον καὶ ἧττον πρόσεστιν αὐταῖς, οὐδὲ γὰρ μᾶλλον ὁ ἄνθρωπος ζῶον ἢ λογικόν· ἐπεὶ γὰρ οὐδ’ οὐσία μᾶλλον οὐσίας οὐδ’ οὐσιῶδες ἕτερον ἑτέρου μᾶλλον. Καὶ μὲν δὴ τετραχῶς τοῦ καθ’ αὑτὸ λεγομένου, κατ’ οὐδένα τρόπον τὰ περὶ θεὸν ἂν εἴη καθ’ αὑτό· οὔτε γὰρ δι’ αὐτὰ τὸ θεῖον, καὶ γὰρ ἀναίτιον, οὔτε ἐν τῷ λόγῳ ταῦτα τῷ τί ἐστι θεὸς δεικνύντι, καὶ γὰρ οὐδ’ ἐφεῖται ζητεῖν ὅλως τί ἐστι θεός, ἀλλ’ οὐδὲ τὸ θεῖον ἐν τῷ λόγῳ ἂν αὐτῶν ληφθείη, καὶ γὰρ ὑπὲρ ἔννοιαν τὸ θεῖον. Αὐθυπόστατα δὲ πῶς ἂν εἴη, μέχρις ἂν καθ’ ὑποκειμένου πως λέγοιτο καὶ τὸ εἶναι περί τι μὴ ἀποβάλλοι; Διατί δὲ καὶ μὴ καθ’ αὑτὸ αὐτά φαμεν θεῷ ἀλλὰ περὶ θεόν; Ἐπεὶ δὲ καὶ Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος οὐκ ἐκ τῶν κατ’ αὐτόν, ἀλλ’ «ἐκ τῶν περὶ αὐτόν» φησι «γινώσκειν τὸν θεὸν ἡμᾶς», συμβήσεται κατὰ τὸν τοῦ φιλοσόφου λόγον οὕτω γινώσκειν ἡμᾶς τὸν θεόν, ὡς καὶ τὰς ἄλλας οὐσίας γινώσκομεν· ἐκ γὰρ τῶν καθ’ αὑτὸ αὐταῖς ὑπαρχόντων γινώσκομεν αὐτάς, ταῦτα δὲ θεῷ τὰ περὶ αὐτόν ἐστι λεγόμενα, ἐξ ὧν αὐτὸν γινώσκομεν.

Ἔτι, εἰ ὁ θεὸς γινώσκει ἑαυτὸν ᾖ ἐστι, τὰ δὲ περὶ θεὸν αὐτῷ ἐστιν ἃ ταῖς ἄλλαις οὐσίαις τὸ καθ’ αὑτό, ἡμεῖς δ’ ἐκ τῶν περὶ αὐτὸν γινώσκομεν αὐτόν, ᾗ ἐστι καὶ ἡμεῖς αὐτὸν γινώσκομεν, ὡς αὐτὸς γινώσκει ἑαυτόν· οὕτως ὁ φιλόσοφος ἀπὸ τοῦ ὑπερανιδρυμένου τοῦ παντὸς καὶ ἀλήπτου καὶ ἀφθέγκτου τῆς θεαρχικῆς ὑπερουσιότητος εἰς ἀφασίαν ἡμᾶς περικλεῖσαι φιλονεικῶν, ἔλαθεν ἑαυτὸν ταῖς κάτω ταύτην οὐσίαις συντεταχώς.

Καιρὸς δ’ ἂν εἴη καὶ τοὺς ἀποδεικτοὺς αὐτῷ κανόνας, αὐτὴν τὴν ἀπόδειξιν, μᾶλλον δὲ τὴν αὐτοαπόδειξιν, ἣν ἐκ τῆς Ἀριστοτέλους σοφίας κατὰ τῶν ἡμετέρων λόγων προεχειρίσατο, παραγαγεῖν εἰς μέσον καὶ διασκέψασθαι· τάχα γὰρ ἂν καὶ αὕτη τῶν τερεττισμάτων φανείη, ὃ τὰς πλατωνικὰς ἰδέας ὁ Ἀριστοτέλης αὐτὸς τὰ ἐκείνου παιδεύματα ἐπισκώπτων ὠνόμασεν. Εἰ δὲ τῶν ἐν ταύτῃ τι χρήσιμον ἡμῖν, θαυμαστὸν οὐδέν· καὶ παρὰ τῶν ὄφεων γὰρ ἔστι τι χρηστὸν φάρμακον ἡμῖν, ἀλλ’ ἀνελοῦσι καὶ διελοῦσι καὶ συσκευασαμένοις καὶ χρησαμένοις σὺν λόγῳ κατὰ τῶν ἐκείνων δηγμάτων. Πρὸς μὲν οὖν Πλάτωνα καὶ τὴν κατ’ ἐκεῖνον ἀπόδειξιν Ἀριστοτέλης ἡμῖν ἀρκέσει· καὶ γάρ φησιν· εἰ τὸ καθόλου πρὸ τῶν πολλῶν, ὡς ὁ Πλάτων ἔλεγεν, ἀπόδειξις λοιπὸν οὐκ ἔσται, οὐδὲ γὰρ δυνατὸν κατηγορεῖσθαι τῶν πολλῶν τὸ ἑνιαίως ὑφεστώς, καὶ ταῦτα πρὸ τῶν ἄλλων πάντων· κατηγορουμένου δὲ χωρίς, ἀπόδειξις οὐκ ἔστιν· ἀλλ’ οὐδὲ μέσος ἔσται ὅρος· ὑποκείσεται γὰρ τῷ πρὸ τῶν ἄλλων, ἀλλὰ τοῦτ’ ἀδύνατον· μέσου δὲ χωρὶς ἀπόδειξις οὐκ ἔσται.

Πλάτωνι μὲν οὖν ἀντιστήσωμεν τἀκείνου παιδεύματα, ἑκουσίως ἀντιτεταγμένον, τῷ δ’ Ἀριστοτέλει τὰ οἰκεῖα, τὸν φιλόσοφον δηλαδὴ τοῦτον, εἰ καὶ μὴ ἑκόντα εἶναι. Πρῶτον δ’ ἴδωμεν πῶς αὐτὸς τοὺς ἡμῶν περὶ τῶν θείων λόγους μηδαμῶς εἶναι ἀπόδειξιν ἀποδεικνύειν οἴεται, καὶ πρῶτον τὸ πρῶτον, ὡς τῶν ἄλλων κράτιστον καὶ οἷον ἀνυπόστατόν τε καὶ ἄμαχον προβεβλημένον ἀναίδην καὶ τῇ σφοδρᾷ φορᾷ καθάπερ ῥοῖζον ἔχον ὑπηχοῦντα τὴν λοιδορίαν· «ὅπερ τοῖς γεωμέτραις ἀρχὴ καὶ ἀξίωμα, τοῦθ’ ἡμῖν» φησιν «αἱ τῶν πατέρων ἀποφάνσεις· οὐδεμίαν ἄρα χρὴ ἐκ συλλογισμοῦ λαβεῖν», ὥσπερ οὐδ’ οἱ γεωμέτραι τὰς τῆς οἰκείας ἕξεως ἀρχάς· «ὁ δὲ τοῦτο ποιῶν ἀμαθὴς καὶ ἀπαίδευτος». Εὖ γε, ὁ πεπαιδευμένος σὺ καὶ αὖθις ἐξυβρίζων τῇ περιουσίᾳ τῆς παιδείας. Ἀλλ’ ἐπειδήπερ ὡς γεωμετρικὰς ἀρχὰς καὶ κατὰ σὲ τὰς τῶν πατέρων ἀποφάνσεις ἔχομεν, τὸ ἐκ τούτων συναγόμενον ἀπόδειξίς ἐστιν ἡμῖν, ὥσπερ καὶ τὸ ἐκ γεωμετρικῶν ἀρχῶν τοῖς γεωμέτραις.