Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαὶ πρὸς Ἀκίνδυνον καὶ Βαρλαάμ

Γρηγόριος Παλαμᾶς

Επιστολή Β' προς Βαρλαάμ: Η απόδειξη της εκπορεύσεως του Πνεύματος και η αποφατική θεολογία

Υπεράσπιση της χρήσης αποδεικτικών συλλογισμών για τα θεία, επισήμανση της αδυναμίας εφαρμογής της διαλεκτικής στα υπερβατικά δόγματα και ανάλυση του ακατάληπτου του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 9 από 15

Πῶς ἀξιοῦμεν τὸ ζητούμενον διὰ πολλῶν καὶ πολλοὺς ἡμῖν δείξαντες συμμαρτυροῦντας ὅτι πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως, δηλαδὴ ἐκπορεύσεώς τε καὶ γεννήσεως, ὡς ὁ υἱός ἐστιν ἐκ τοῦ πατρὸς οὕτω καὶ τὸ πνεῦμα ἐκ πατρός, καὶ οὕτω σαφὲς καὶ ἀνεξέλεγκτον προθέντες αἴτιον τοῦ συμπεράσματος; ‘Ἀλλ’ ἔδει’, φησί, ‘δεῖξαι ὅτι οὐκ ἐκ τοῦ υἱοῦ’· παρίημι τοίνυν δι’ ὅσων ὁ λόγος τοῦτο προϊὼν ἀπέδειξεν· ἀλλὰ τὸ ‘οὐκ ἐκ τοῦ υἱοῦ’ οὐ ταὐτὸν τῷ ‘ἐκ μόνου τοῦ πατρός’; Εἰ γὰρ οὐκ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα, ἐκ μόνου τοῦ πατρός, καὶ εἰ ἐκ μόνου τοῦ πατρός, οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ, καὶ τοσοῦτον ἰσορρόπως ἔχουσι πρὸς ἄλληλα ὡς ἐν πᾶσι λόγοις δι’ ὧν συνάγεται μὴ εἶναι καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον, εἴ τις ἀντὶ τούτου τὸ ἐκ μόνου τοῦ πατρὸς εἶναι συμπέρασμα τιθείη, μηδὲν ἂν διαφέρειν· εἰ τοίνυν τοῦθ’ οὕτως ἔχει, ὥσπερ οὗν ἔχει, τοῦτ’ αὐτὸ ἐδείξαμεν ὅτι οὐχὶ καὶ ἐκ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον, ἐκ μόνου δεδειχότες τοῦτο τοῦ πατρὸς ἐκπορευόμενον· εἰ δ’ ἐπὶ τοῦ υἱοῦ συννοεῖται εὐθὺς τὸ ‘οὐκ ἐξ ἄλλου’ διὰ τὸ σύνεγγυς, ὡς καὶ αὐτὸς λέγεις, κἀπὶ τοῦ πνεύματος οὖν ὁμοίως συννοεῖται, καὶ τὸ ζητούμενον ἔχομεν καὶ σὲ ὑπὸ τῶν οἰκείων κἀνταῦθα ἐξεληλεγμένον λόγων καὶ τοῖς ἡμετέροις ἄκοντα συνηγοροῦντα λόγοις. Εἰ δὲ καὶ αὐτόθεν εὕρηται τὸ δεῖγμα, θαυμάσαι ἔδει τῆς ἀληθείας τὸ ἐμφανὲς καὶ τοῦ συνηγόρου λόγου τὴν δύναμιν.

Ὁ δὲ μηδὲν ἔχων ἐγκαλεῖν ὑπὸ τῆς ἐπὶ τῷ μόνος εἶναί τι δοκεῖν ἀκαίρου φιλοτιμίας τοῖς ἐκ τοῦ διδασκαλείου τῆς ματαιότητος καὶ καθ’ ἡμῶν ὥσπερ κατὰ τῶν ἑτεροδόξων χρῆται· διαστέλλειν γὰρ τῶν δυσσεβῶν τοὺς εὐσεβεῖς ὁ φθόνος οὐκ εἴωθε, διὸ καὶ τὸ φανερὸν τἀληθοῦς συσκιάζειν πειρᾶται καὶ λαθεῖν οἴεται, τῆς τέχνης, μᾶλλον δὲ τῆς κακοτεχνίας, τὸ μέλαν περιχεάμενος. Ἐντεῦθεν μηδ’ εἶναι ἀπόδειξιν ἐπ’ οὐδενὸς τῶν θείων ἄρτι πρῶτος τῶν ἐκ τοῦ παντὸς αἰῶνος θεολόγων καὶ ἐξεῦρε καὶ ἀπεφήνατο. Διατί, ὦ φιλόσοφε; Ἀλλ’ εἶπεν ἄν, εἰ παρῆν, ἐπισκώψας ἡμᾶς πρότερον τῆς ἀμαθίας ἕνεκεν, ὥσπερ εἴωθε, μᾶλλον δὲ τῆς δυσμαθείας, ὡς ‘ἐπεὶ τὸ θεῖον ὑπὲρ ἐπιστήμην τέ ἐστι καὶ νοῦν καὶ δόξαν, αἴσθησίν τε πᾶσαν καὶ διάνοιαν καὶ ἐπαφὴν καὶ γνῶσιν, καὶ τοῦτο δεικνὺς ἔναγχος, κατὰ ποταμοὺς τῷ λόγῳ ῥέων τοὺς μὴ οὕτω κατέκλυσα φρονοῦντας’.

Εὖγε· ἀλλ’ ἀνάσχου προσερωτώμενος ὑπὸ τῶν δυσμαθῶν ἡμῶν, καὶ τοῦτο γὰρ οὐκ ἄπο φιλοσοφίας· ‘οὗ τοίνυν ἐπιστήμη τέ ἐστι καὶ νόησις καὶ δόξα, φαντασία τε καὶ αἴσθησις, τούτου ἔστιν εἶναι καὶ ἀπόδειξις’; Πάνυ γε ἂν εἶπεν, ἐπεὶ καὶ τοῦτ’ ἔνεστι κἀν τοῖς ἐκείνου λόγοις. Ἐπειδὴ ταῦθ’ οὕτω προδιωμολόγηται, ἄκουσον, ὧ φιλόσοφε, τοῦ ὑπερανῳκισμένου τῶν σῶν κατακλυσμῶν, Διονυσίου τοῦ μεγάλου λέγω, τοῦ τῶν θείων ὀνομάτων ὑμνῳδοῦ, ὅς φησι τὴν αὐτοσοφίαν ἐξυμνῶν ὡς «ὁ θεὸς καὶ διὰ γνώσεως γινώσκεται καὶ δι’ ἀγνωσίας, καὶ ἔστιν αὐτοῦ καὶ νόησις καὶ λόγος καὶ ἐπιστήμη καὶ ἐπαφὴ καὶ αἴσθησις καὶ δόξα καὶ φαντασία καὶ ὄνομα καὶ τἄλλα πάντα»· οὐκοῦν καὶ ἀπόδειξίς ἐστιν αὐτοῦ· τοῦτο μὲν καὶ κατὰ τὰ σοὶ προδιωμολογημένα, ἔχει γὰρ καὶ τὰ τῶν ἀποδεικτῶν ἅπαντα τοῦτο, δὲ καὶ διὰ τὸν ὕστερον ἐπενηνεγμένον τῷ ἁγίῳ συμπεριληπτικώτατον λόγον· ‘ἔστι’ γάρ φησι ‘τοῦ θεοῦ καὶ τἄλλα πάντα’, ἓν δὲ τῶν πάντων καὶ ἡ ἀπόδειξις, ὥστε καὶ ἀπόδειξίς ἐστιν αὐτοῦ.

Πρὸς δὲ τούτοις καὶ αἱ ἐναντίαι θέσεις τῶν ὄντων ἐπὶ θεοῦ λεγόμεναι ἀλλήλαις οὐκ ἐναντιοῦνται καὶ αἱ ἀφαιρέσεις οὐκ ἀνατρέπουσι τὰς θέσεις· τὰ γὰρ ἀντικείμενα κατὰ μίαν καὶ ἑνικὴν ταὐτότητος αἰτίαν ἅμα προέχει καὶ περιέχει, καὶ κατὰ τουτονὶ τοιγαροῦν τὸν λόγον, εἰ μὴ ἔστιν ἐπὶ τῶν θείων ἀπόδειξις καὶ ἔστιν, ἐπ’ οὐδενὸς ἄρ’ εἶναι φάναι τῶν θείων ἀπόδειξιν ἢ παντὸς οὐκ ἀληθές, ἀλλ’ εἶναι μὲν ἐπί τινων, οὐκ εἶναι δ’ ἐφ’ ἑτέρων.

Τί γὰρ ἐφεξῆς καὶ ὁ θεορρήμων οὗτος λέγει προϊών; «Οὔτε νοεῖται τὸ θεῖον, οὔτε λέγεται, οὔτε ὀνομάζεται, καὶ οὐκ ἔστι τι τῶν ὄντων, οὐδὲ ἔν τινι τῶν ὄντων γινώσκεται». Τί οὖν; Κατὰ τὸν αὐτὸν τρόπον ἔστι τε νόησις αὐτοῦ καὶ τἄλλα, καὶ οὔτε νοεῖται, οὔτε ἔν τινι τῶν ὄντων γινώσκεται; Πάντως καθ’ ἕτερον· τοῦτ’ οὗν ἐστιν, ὃ ἡμεῖς φαμεν, ὅτι τὰ μὲν τῶν θείων γνωστά ἐστι καὶ ἀποδεικτά, τὰ δ’ ἄγνωστά τε καὶ ἀναπόδεικτα.

Σὺ δ’ ἥκιστα μεμυημένος ταῦθ’ ὡς ἔοικεν οὐδενὸς φῂς εἶναι τῶν θείων γνῶσιν οὐδὲ ἀπόδειξιν, ἀλλὰ πίστιν μόνην, καὶ οὐδὲ τοῦ μεγάλου Παύλου ἀκούεις, ὃς τοῖς ἀπίστοις Ἕλλησι λέγει «φανερὸν εἶναι τὸ γνωστὸν τοῦ θεοῦ» καὶ ὅτι «γνόντες τὸν θεόν, οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ἐσεβάσθησαν», οὐδὲ τὴν τοῖς πιστοῖς καὶ ἔργῳ τὴν πίστιν ἐπιδεικνυομένοις ἐγγινομένην ἀληθῆ θεοῦ θεωρίαν, ἣν ἐν εὐαγγελίοις μακαρίζει ὁ κύριος, ἢ πέπονθας ἢ πεπίστευκας, ὃς τῇ πίστει μεγαλαυχῶν, καίτοι τῆς πίστεως οὖσαν τέλος ἢ βραβεῖον ἢ βραβείου ἀρραβῶνα διὰ τῆς ἀγάπης ἐνεργούμενον· εἰ γὰρ πίστις ἐπὶ τῶν θείων μόνη, οὐδ’ ἡ θεωρία αὕτη ἀληθής· εἰ δ’ ἀληθής, ὥσπερ οὖν ἐστιν, ἀληθὲς δὲ κἀκεῖνο ὅτι «θεὸν οὐδεὶς ἑώρακε πώποτε», τοῦτ’ ἐστιν ὅπερ ἔφημεν ἡμεῖς, ὅτι τὰ μὲν τῶν θείων θεωρητά ἐστι, τὰ δ’ οὔ.

Σὺ δὲ οὐδὲ τὸ θεολογικὸν ἐκεῖνό ποτ’ ἀναγνοὺς ἐπέγνως, «εἷς θεός, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσι», τὸ μὲν ἄρτι καταλαμβανόμενος, τὸ δὲ ζητούμενος, ποτὲ δὲ ὅσον ἐστὶ τυχὸν καταληφθησόμενος· «ἔθετο μὲν γὰρ σκότος ἀποκρυφὴν αὐτοῦ», καθά φησιν ὁ ψαλμῳδός, ἀλλὰ καὶ «ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ», καὶ οὐδεὶς ἀνεπιγνώμων ἐστὶ τοῦ θεοῦ, εἰ καί τινες ἐθελοκακοῦντες μὴ εἰδέναι προσποιοῦνται· καὶ γὰρ ‘ἥλιός ἐστι δικαιοσύνης’ πᾶσι δαψιλῶς ἐπιλάμπων ‘πονηροῖς τε καὶ ἀγαθοῖς’· ἀλλ’ οἱ μὲν διαίροντες τὰ βλέφαρα, τῆς ζωαρχικῆς ἀκτῖνος ἐμφοροῦνται, οἱ δὲ πονηροὶ μύοντες τὰς ὄψεις, μηδ’ ἀμωσγέπως εἰδέναι προσποιοῦνται καὶ τῇ ἐπὶ πλεῖστον ἀνομιλησίᾳ τοῦ φωτὸς εἰς τὴν κατὰ διάνοιαν πήρωσιν ἐκπίπτουσιν, ὃ κἀπὶ τῶν σωματικῶν ὄψεων συμβαίνειν πέφυκεν. Ἐκεῖνος μέντοι τῇ περιουσίᾳ τῆς λαμπρότητος οὔτε προσιδεῖν ὅλως συγχωρεῖ τινα, διὸ καὶ ὑπὲρ ἔννοιάν ἐστι, καὶ ταύτῃ αὖθις τῇ περιουσίᾳ καὶ μέχρι τῶν ἀμυδρῶς ὁρώντων φθάνει καὶ τοῖς ζητοῦσιν ἐπιφαίνεται καὶ αὐτοῖς τοῖς τῶν λογικῶν ἐσχάτοις, ὥσπερ καὶ ὁ αἰσθητὸς ἥλιος κἀπὶ τὰς ἀμβλείας ὄψεις ἐνεργεῖ, καίτοι διὰ τὸ ὑπερβάλλον τῆς λαμπρότητος μηδὲ προσατενίζειν ὅλως συγχωρῶν τὴν αἴσθησιν.

Καὶ μὴν εἰ μὲν καταφατικῶς μόνον ἦν ἀποδεικνύειν, εἶχεν ἄν τινα λόγον ἴσως ἐπ’ οὐδενὸς τῶν θείων εἶναι ἀπόδειξιν· ἐπεὶ δὲ καὶ ἀποφατικῶς ἀποδεικνύειν ἔνι, τί φῄς; Οὐκ ἀποδείξομεν τὸν πάντων κτίστην μηδὲν εἶναι τῶν κτιστῶν; Οὐκ ἀποδείξομεν τὸ ἀγαθὸν μηδενὸς αἴτιον κακοῦ; Πρὸς δέ, εἰ μὲν μηδὲν ἦν τῶν κτισμάτων ὑπὲρ ἀπόδειξιν, καλῶς ἂν εἰπὼν πάντα τὰ θεῖα ὑπὲρ ἀπόδειξιν, μέγα τι φρονεῖς ὡς ὑπὲρ τοὺς ἄλλους μεγαλύνων τὸν θεόν· ἐπεὶ δὲ πολλὰ καὶ τῶν ἐπὶ γῆς ὄντων καὶ ἡμῖν ἐφικτῶν ὑπὲρ ἀπόδειξιν ὄντα φαίνεται, πῶς ἐντεῦθεν ἔκφανσις ἔσται τῆς θείας ὑπεροχῆς; Τῆς γὰρ ἀποδείξεως ἴσμεν βεβαιοτέραν φύσει τὴν ἐμπειρίαν οὖσαν, ὥστε καὶ αὕτη ὑπὲρ ἀπόδειξιν, καίτοι πᾶσα καὶ τέχνη καὶ ἐπιστήμη παρ’ αὐτῆς ἔχει τὰς ἀρχάς· συνηθροισμένη μὲν ἀπὸ τῶν ἐν γενέσει καὶ φθορᾷ πραγμάτων ἡ τέχνη, ἐπιστήμη δὲ παρὰ τῶν ἀεὶ λεγομένων ὡσαύτως ἔχειν.

Ἐπεὶ τοίνυν τοσαῦτα τῶν ὄντων ὑπὲρ ἀπόδειξιν, πῶς τὸ ὑπὲρ πᾶν ὂν μεγαλύνειν ᾠήθης ὑπὲρ τοὺς ἄλλους ὑπὲρ ἀπόδειξιν ἀποφηνάμενος τοῦτο; Τίς γὰρ μεγαλειότης τοῖς ὑπερκοσμίοις ἀγγέλοις ὑπὲρ τοὺς λέοντας δεδεῖχθαι τὴν φύσιν καὶ τοὺς ἐλέφαντας;

Καὶ ἡμεῖς γὰρ τὴν φύσιν ὑπὲρ αὐτούς, οἱ ἐγκόσμιοι, καὶ τοσοῦτον ἀποδέοντες τῶν ἀγγέλων ἐκείνων· οὕτω τοίνυν οὐδὲ μεγαλειότητα ἄν τις δείξαι θεοῦ τῷ δεῖξαι τοῦτον ὑπὲρ ἀπόδειξιν. Νῷ γὰρ ἄληπτον τὸ θεῖον καὶ ὑπὲρ τὰ νῷ ληπτά· πολλὰ δὲ τῶν ὄντων καὶ νῷ ληπτῶν ἐστιν ὑπὲρ ἀπόδειξιν, ὥστε τὸ θεῖον καὶ τοῦ ὑπὲρ ἀπόδειξιν, οὖ σὺ φῄς, ὑπερβάλλει ἀπαραβλήτοις καὶ ἀξυμβλήτοις ὑπεροχαῖς καὶ ὁ μεγαλύνειν ἄγαν οἰόμενος τῷ ὑπὲρ τὴν ἀριστοτελικὴν ἀπόδειξιν τὰ θεῖα λέγειν ἔλαθεν ἑαυτὸν πρὸς τἀναντία χωρῶν. Διόπερ ἡμεῖς διὰ τῆς τῶν πατέρων ποδηγίας ἀπόδειξιν τοῦ ὑπὲρ ἀπόδειξιν εὑρόμενοι τούτου κρείττονα, ταύτῃ τε μὴ πάνθ’ ἁπλῶς, ἀλλ’ ἔστιν ἃ τῶν θείων θηρώμενοι καὶ ὑπὲρ ταύτην τἄλλα δοξάζοντες, πολλαπλασίως τοῦ κατ’ Ἀριστοτέλην ὑπὸ τῆς σῆς σοφίας λεγομένου ὑπὲρ ἀπόδειξιν τὸ θεῖον ὑπερτιθέαμεν. Ὁρᾷς ὅσῳ τῶν σῶν θεοπρεπέστερα τὰ ἡμέτερα;

Τί δ’ ἡ σὴ διαλεκτικὴ ἣν μόνην ἐπιβάλλειν οἴει τοῖς θείοις; Οὐ τὴν ἐν συλλογισμοῖς μείζω πρότασιν ἀεὶ καθόλου ἔχει; Ἡ δὲ τῶν καθόλου γνῶσις οὐ δι’ αἰσθημάτων ἡμῖν ἐγγίνεται; Πῶς οὖν ἐπὶ τῶν ὑπὲρ αἴσθησιν εἴη ἂν διαλεκτικὸς συλλογισμός; Εἰ δέ τις ἐνδοίη δι’ ἐπαφῶν νοητῶν συνάγεσθαι τὴν γνῶσιν, ἀλλὰ τὰ θεῖα καὶ ὑπὲρ νοῦν ἐστι· πῶς οὖν τῶν ὑπὲρ νοῦν εἴη ἂν διαλεκτικὸς συλλογισμός; «Ἀλλὰ τῷ διαλεκτικῷ», φησί, «συλλογισμῷ ἀδιορίστως πάντα ὑπόκειται, περὶ πάντα καταγινομένῳ»· τοῦτό ἐστι δι’ ὃ διαλεκτικοὺς ἡμᾶς ἀντὶ πιστῶν καταστῆναι ἀξιοῖ, καίτοι τοῦ τῆς ἀποδείξεως ὀνόματος φυγὰς διὰ τοῦτ’ αὖθις γεγονώς. Ἀλλὰ ποῖα πάντα, ὦ βέλτιστε; Τὰ ὄντα πάντως πάντα· τὸ δ’ ὑπὲρ τὸ ὂν πῶς ἂν ἔχοι ὑποκείμενον; Πρὸς μὲν γὰρ πάσας τὰς μεθόδους ὁδὸν ἔχειν τοῦτόν φησιν Ἀριστοτέλης· μέθοδος δὲ τῶν ἀκαταλήπτων πῶς, εἴπερ ἡ μέθοδος σύστημα ἐκ καταλήψεων; Οὐ τὸ ὑποκείμενον δὲ μόνον ἀόριστον ἔχει, ἀλλὰ καὶ τὸ ζητούμενον ἐφ’ ἑκάστου προβλήματος καὶ αὐτάς γε τὰς προτάσεις ἥ γε κυρίως, ὡς ἂν αὐτὸς φαίης, διαλεκτική, ὁ δὲ ἀληθὴς θεολόγος, ὡρισμένα ἅπαντα σχεδόν, τὸ μὲν ζητούμενον ἀεὶ καὶ ἅπαν, προτάσεων δὲ τὰς πλείστας, εἰ μὴ πάσας, ἀμφότερα δὲ ἐκ τῶν θεοπνεύστων ἢ καὶ θεοπαραδότων, ὑπὲρ ὧν καὶ ἐνίσταται, δι’ ἃ καὶ τὴν οἰκείαν ὑπόληψιν βεβαιοτάτην ἔχει καὶ ἀμετάπειστον.

Ἔτι, εἰ διὰ μὲν τοῦ διαλεκτικοῦ συλλογισμοῦ καὶ τὴν τῶν θείων γνῶσιν θηρώμεθα, διὰ δὲ τοῦ ἀποδεικτικοῦ μόνην, ὡς σὺ λέγεις, τὴν τοῦ κόσμου, κρείττων ἂν εἴη ὁ διαλεκτικὸς τοῦ ἀποδεικτικοῦ· τοῦτο δ’ ὁ σὸς Ἀριστοτέλης οὐκ ἄν ποτε συγχωρήσειεν· οὗ γὰρ τὸ ὑποκείμενον κρεῖττον καὶ αὐτὸ κρεῖττον· εἰ δὲ καὶ προσθήκην τοῦτ’ ἔχει, καὶ ταῦθ’ οὕτω μέγα καὶ ὑπὲρ τὸ μέγα, καὶ ἡ προσθήκη τῆς βελτιώσεως ὅσον. Καὶ μὲν δὴ περὶ τίνα καταγίνεται ἡ διαλεκτικὴ καὶ τίνα ἃ ζητεῖ; Οὐχ ὡς ἐν κεφαλαίῳ τέτταρα τὰ πάντα, γένος, ὅρον, εἶδος καὶ τὸ συμβεβηκός;

Τὸ μὲν οὖν συμβεβηκὸς οὐδ’ αὐτὸς ἐπὶ τῶν θείων δέχῃ· ὅρος δὲ πῶς ἂν εἴη, οὖ μηδὲ τὸ τί ἐστι ζητεῖται; Τοῦ δ’ ἀνειδέου εἶδος τί; Γένος δὲ ποῖον οὗ μὴ εἶδος, καὶ μάλισθ’ ὅτι ὄντως ὢν καὶ μόνος οὐδεμιᾶς οὐσιώδους διαφορᾶς δεῖται πρὸς τὸ εἶναι; Τῆς γὰρ πληθύος διαστολῆς δεομένων ταῦθ’ ἅπαντά ἐστιν, ἀλλ’ ὡς οὐδὲν τούτων ὑπάρχον δείξει τὸ θεῖον· ἀλλ’ οὐχ ὡς ὑπὲρ ὄν, ἀλλ’ ὡς μηδαμῇ μηδαμῶς ὄν· τῆς γὰρ τετρακτύος ταύτης ὑπεραῖρον οὔτ’ οἶδεν οὔτε παραδίδωσιν· εἰ δ’ ὅλως συγχωρήσει τις, τῇ ἀποδείξει τοῦτο δώσει, δι’ αὐτῆς γὰρ λέγεται μόνης ὑπόληψις ἀμετάπειστος ἐγγίνεσθαι, ἣν ἡμεῖς ἔχομεν ἐπὶ τῶν θείων.

Ἀλλ’ «ἠνάγκασμαί» φησι «τοῖς ἀντιλογικωτάτοις Λατίνοις ἀντιλέγων». Ὅτι μὲν οὖν οὐδεμία τις ἐπῆν ἀνάγκη, παντάπασι δὲ μάτην τὸ «μηδαμῶς ἐπ’ οὐδενὸς τῶν θείων εἶναι δύνασθαι ἀπόδειξιν» ἐκεῖ κεῖται, πρότερον ἐδείξαμεν· εἰ δ’ ἄρα καὶ ἀνάγκη τις ἐπῆν, σιωπᾶν μᾶλλον ἔδει καὶ ζητεῖν καὶ παρ’ αὐτῶν τῶν ἐν ἡμῖν ἰδιωτῶν, εἰ καὶ μὴ τὴν γνῶσιν, ἀλλὰ μὴ κακοῖς ἀπερισκέπτως ἰᾶσθαι τὰ κακά, καὶ κινεῖν μὲν ἀπὸ τοῦ καμπύλου, ἀλλ’ ἐπὶ τὸ κεκλασμένον αὖθις ἄγειν, καὶ διορθοῦν τοῖς ἐνδιαστρόφοις τὰ ἐνδιάστροφα, νῦν μὲν δύο λέγοντα ἀρχάς, νῦν δὲ τὴν ἐπὶ θεοῦ ἐνδεχομένην ἀναιροῦντα γνῶσιν, νῦν δέ, ἀλλὰ μηδέν γε περαιτέρω. Σὺ δὴ τῶν δύο τούτων θάτερον μὲν ἐκκόψας σου τῶν λόγων, μετὰ τὰ παρ’ ἄλλων σκώμματα καὶ τὴν σὴν διαπεπονημένην ‘σκέψιν’, ὡς αὐτὸς λέγεις, οὐδ’ οὕτως παραιτῇ· μαχόμενος δ’ ὑπὲρ ἀμφοτέρων ἐν ὑποκρίσει τῶν ἑτεροφρόνων, χωρεῖς κατὰ τῶν ὁμοφρόνων καὶ τὰς πατρικὰς φωνὰς παρ’ ἡμῶν προτεινομένας, οὐκ οἶδ’ ὅπως, ἀναιρεῖν ἐπιχειρεῖς καὶ πολλοῖς ἂν δοίης δεδιέναι μὴ καὶ τὰ πρὸς Λατίνους ὑποκρινόμενος ἡμᾶς προτείνεις. Ἀλλ’ ἀναλαβόντες σαφέστερον προεκθώμεθα, τί λεγόντων ἡμῶν τὸν φιλόσοφον πρᾴως ἐνεγκεῖν τῶν ἀπεικότων ἦν.

Τῶν θείων τὰ μὲν γινώσκεται, τὰ δὲ ζητεῖται, ἔστι δ’ ἃ καὶ ἀποδείκνυται, ἕτερα δέ ἐστιν ἀνεξερεύνητα πάντῃ καὶ ἀνεξιχνίαστα, μηδαμῶς ἐμφαινομένου τινὸς ἴχνους τῶν ἐπὶ τὸ κρύφιον ἐκεῖνο διαβεβηκότων. Ταῦτα βαρέως ἤνεγκεν ὁ φιλόσοφος, καὶ συναγαγὼν ἑαυτὸν ὡς οἷόν τε καθ’ ἡμῶν χρῆται τῇ δυνάμει τῶν λόγων, οὐδὲν γνωστὸν οὐδὲ ἀποδεικτὸν τῶν θείων ἀποφαινόμενος· ἀλλ’ ὡς μὲν καὶ τοῖς πατρᾶσι συνδοκεῖ τὰ παρ’ ἡμῶν εἰρημένα καὶ τὰ προειρημένα ἱκανὰ δηλῶσαι, τὸ δὲ καὶ τῶν ἐκείνων θεολογιῶν ἔστιν ἃς ἐπίγραμμα φέρειν τὴν ἀπόδειξιν, τοῦτ’ οὐκ οἶμαί τινα τῶν ταύτας στεργόντων ἀγνοεῖν, ὥσθ’ ὁ λέγων μὴ εἶναι ἀπόδειξιν ἐπ’ οὐδενὸς τῶν θείων τοῖς πατρᾶσι μᾶλλον ἢ ἡμῖν ἀντιλέγειν ἐγχειρεῖ· μεταξὺ γὰρ τὸ τῆς ἀποδείξεως τοῦτο κείμενον ἔνι δηλοῦν ἑτέραν δεῖξιν· ἐπιγεγραμμένον δὲ πῶς ἂν εἴη, εἰ μὴ κυρίως ἀπόδειξις εἴη τὸ ὑπογεγραμμένον;

Εἰ δὲ καὶ τὴν τελείαν καὶ βεβαίαν δεῖξιν ἀπόδειξις δηλοῖ, μεθ’ ἣν οὐκ ἔστιν ἀληθείας εὕρεσις τελεωτέρα, καθάπερ ἐπὶ τῶν δικαστηρίων ἡ ἀπόφασις, τί τελεώτερον καὶ βεβαιότερον τῶν πατρικῶν ἀποδείξεων ἡμῖν, ὥστε τοῦθ’ ἡμῖν κυρίως ἀπόδειξις, διὸ καὶ ὁ ἱερὸς καὶ θεῖος φερώνυμος Ἱερόθεος ὑπὲρ τοὺς πολλοὺς μαρτυρεῖται τῶν ἱερῶν διδασκάλων οὐ «καθαρότητι νοῦ μόνον καὶ ταῖς ἄλλαις ἱερολογίαις, ἀλλὰ καὶ τῇ τῶν ἀποδείξεων ἀκριβείᾳ»· καὶ αὐτὸς δὲ ὁ τὰ τοιαῦτα τούτῳ μαρτυρῶν καὶ τὸ συνεπτυγμένον καὶ ὑψηλὸν τῆς ἐκείνου θεολογίας ὑψηλῶς ἀναπτύξας διττὴν σαφῶς εἶναι διδάσκει τὴν θεολογίαν· «τὴν μὲν μυστικήν, τελεστικήν, ἀπόρρητον, ἄρρητον, ἢ δρᾷ καὶ ἐνιδρύει τῷ θεῷ ταῖς ἀδιδάκτοις μυσταγωγίαις, τὴν δὲ ἐμφανῆ καὶ φιλόσοφον καὶ ἀποδεικτικήν, ἣ πείθει καὶ καταδεῖται τῶν λεγομένων τὴν ἀλήθειαν». Πῶς οὖν οὐ διαλεκτικὴν ταύτην, ἀλλ’ ἀποδεικτικὴν ὠνόμασεν, ὦ φιλόσοφε, καίτοι μὴ πρὸς τοὺς πιστοὺς ἁπλῶς οὖσαν, οὐδὲ γὰρ πειθοῦς οὗτοι δέονται;

Οὐ μὴν ἀλλ’ εἰ καὶ μὴ σαφῶς οὕτω παρ’ αὐτῶν ἐγγεγραμμένον τε καὶ ἐπιγεγραμμένον ἦν, τὰ γοῦν τῆς ἀντιρρήσεως καὶ οὕτω πρὸς ἐκείνους ἀναφέρεται σαφῶς. Ὡς γὰρ εἴ τις τῷ ταὐτὸν καὶ ἕτερον καὶ μέγα καὶ μικρὸν εἰπόντι τὸν θεὸν κἀπὶ τῶν παραπλησίων εὐσεβῶν ἐκ τῶν ἐναντίων συντιθέντι τὰς θεωνυμίας ἀντιλέγειν ἐγχειροίη, λέγων «ὁ ἐν πᾶσι πάντα διὰ τὴν σωτηρίαν ἑκάστου γινόμενος, καὶ τοῖς πρὸς αὐτὸν ἐπιστρέφουσι πολυτρόπως τε καὶ καταλλήλως ἐπιδιδοὺς ἑαυτὸν καὶ πολυειδῶς ἐν χερσὶ τῶν προφητῶν ὁμοιούμενος, πῶς ὁ αὐτὸς ἂν εἴη, καὶ αὖθις ὁ ἀπήλικος, ὁ ἐν πᾶσι χωρῶν, ὁ παντὸς ἐκβεβηκὼς ὄγκου πῶς μέγας»; Ὥσπερ οὖν ὁ ταῦτα λέγων οὐχ ἁπλῶς ἐρίζει πρὸς τὸν ταὐτὸν ἢ μέγαν τὸν θεὸν εἰπόντα, ἀλλὰ τὴν ἱερὰν ἀνίστησι γραφὴν αὐτὴν καθ’ ἑαυτῆς—καὶ τὸ ἕτερον γὰρ ἐπὶ θεοῦ καὶ τὸ μικρὸν παρ’ αὐτῆς λεγόμενον πάλιν τὸν αὐτὸν ἀνατραπήσεται τρόπον· τὸ γὰρ πάντα ὑπερβάλλον καὶ πάντων ὑπερεκτεινόμενον καὶ πάντα περιέχον πῶς μικρόν; —οὕτω καὶ ὁ ἀντιταττόμενος τῷ λέγοντι ὡς τὰ μὲν τῶν θείων ἀποδεικτά ἐστι, τὰ δ’ οὔ, καὶ λέγων ὡς οὐδὲν ἀποδεικτὸν τῶν θείων, ἐπαφὴ γὰρ αὐτοῦ οὐκ ἔστιν οὔτε ἐπιστήμη, τῇ θείᾳ γραφῇ καθ’ ἑαυτῆς χρῆται, τὰ ἐν αὐτῇ κατ’ ἀλλήλων ἐκπεπολεμωμένα δι’ ἀλλήλων δείξας· εἰ γὰρ ὅτι οὐκ ἔστιν ἐπαφὴ θεοῦ καὶ ἐπιστήμη, οὐδὲ ἀπόδειξις, καὶ ὅτι ἔστι ταῦτα, καὶ ἀπόδειξις ἔσται.

Τί δὴ τὸ ἐκ τούτων συναγόμενον καὶ τὸ ἄμαχόν τε καὶ ὁμόλογον τῇ γραφῇ προσμαρτυροῦν; Ὅτι καὶ ἔστι καὶ οὐκ ἔστι, καθ’ ἕτερον ἕτερον τρόπον· τοῦτο δέ ἐστιν ὃ ἡμεῖς εἰρήκαμεν, ὅτι τὰ μὲν τῶν θείων γινώσκεταί τε καὶ ἀποδείκνυται, τὰ δ’ ἀπερινόητά ἐστι καὶ ἀνεξιχνίαστα· πλημμελὲς ἄρα τὸ λέγειν ὡς οὐκ ἔστιν ἀπόδειξις ἐπ’ οὐδενὸς τῶν θείων· ἔστι γὰρ ἐφ’ ὧν, καὶ ἔστιν ὥς. Ὡς γὰρ ἡ ἐνανθρώπησις τοῦ κυρίου ὑπὲρ φύσιν τέ ἐστι καὶ κατὰ φύσιν, καὶ λεγομένη ἄρρητος μένει καὶ νοουμένη ἄγνωστος, ἐπεὶ τὰ μὲν ὑπὲρ φύσιν, ὡς ἡ τῆς παρθένου κύησις, τὰ δὲ κατὰ φύσιν, ὡς ὁ τῆς νηδύος ὄγκος μετὰ σύλληψιν, οὕτω καὶ τὸ θεῖον ἀποδεικτόν τέ ἐστι καὶ οὐκ ἀποδεικτόν· ἀμερίστως μέντοι μεριζόμενον τῇ διαφορᾷ τῶν τρόπων, ἐπεὶ «καὶ διὰ γνώσεως γινώσκεται καὶ δι’ ἀγνωσίας»· ὅτι μὲν γὰρ ἔστι καὶ ὅτι ἕν ἐστι καὶ γινώσκεται καὶ ἀποδείκνυται, τί δέ ἐστι καὶ τί γε ἓν ἀπερινόητόν ἐστι παντάπασιν.