Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαὶ πρὸς Ἀκίνδυνον καὶ Βαρλαάμ

Γρηγόριος Παλαμᾶς

Επιστολή Β' προς Βαρλαάμ: Εισαγωγή και υπεράσπιση της πατερικής θεογνωσίας

Έναρξη της δεύτερης επιστολής προς τον Βαρλαάμ, σύγκριση της φιλοσοφικής συλλογιστικής με την εμπειρική γνώση των Πατέρων και περαιτέρω αναίρεση της θεωρίας περί φωτισμού των Ελλήνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 8 από 15

Βʹ ΠΡΟΣ ΒΑΡΛΑΑΜ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΒΑΡΛΑΑΜ ΓΡΑΦΟΝΤΑ ΟΤΙ ΟΥΚ ΕΣΤΙΝ ΑΠΟΔΕΙΞΙΣ ΕΠ’ ΟΥΔΕΝΟΣ ΤΩΝ ΘΕΙΩΝ ΕΛΕΓΧΟΣ ΟΤΙ ΕΣΤΙΝ ΕΦ’ ΩΝ ΚΑΙ ΟΤΙ ΚΥΡΙΩΣ ΑΠΟΔΕΙΞΙΣ ΑΥΤΗ Η ΔΕ ΚΑΤ’ ΑΡΙΣΤΟΤΕΛΗΝ ΑΠΟΔΕΙΞΙΣ ΑΣΥΣΤΑΤΟΝ ΚΑΙ ΤΟ ΥΠΕΡ ΑΥΤΗΝ ΑΧΡΕΙΟΝ Τὰ μὲν τῆς δυαρχίας ἐκ μέσου γέγονεν· ἐξεκόπη γὰρ τῶν λόγων τοῦ φιλοσόφου καὶ καρπὸν ἤνεγκεν ὁ ἡμέτερος λόγος τῷ τῆς μοναρχίας εὐσεβεῖ κηρύγματι συνιστάμενος· τὸ δὲ κατ’ Ἀριστοτέλην ὑπὲρ ἀπόδειξιν ἐπὶ τῶν θείων οὐκ ἐθέλει πω γενέσθαι τῷ λόγῳ καταπειθές. Ὑπόθεσις οὐκοῦν ἡμῖν αὖθις λόγου τοῦτο γενέσθω καὶ δῶμεν ἀφορμὴν ἑαυτοῦ φιλοσοφώτερον γενέσθαι τὸν φιλόσοφον. Πρῶτον μὲν οὖν τοῦτο δεικτέον ὡς μάτην ἐγκεῖται τοῖς Πρὸς Λατίνους αὐτῷ λόγοις ὡς οὐκ ἔστιν ἀπόδειξις ἐπ’ οὐδενὸς τῶν θείων, καὶ ὁ πᾶς ἀγὼν αὐτῷ πρὸς οὐδὲν ὅλως τείνει τέλος· ἂν γὰρ τοῦτο γένηται κατάδηλον, εἰ μηδὲν ἄλλο, διὰ γοῦν τὸ μὴ θέλειν ματαιολογεῖν ἀφέξεται τῆς ἐνστάσεως· ἔσται δὲ κατάδηλον εὐθὺς ἂν παρ’ ἐκείνου μάθωμεν οὗπερ ἕνεκα πρὸς τὴν ἀγωνίαν ἀπεδύσατο ταύτην, καὶ τοῦτ’ ἀχρεῖον ὂν φανῇ.

Φησὶ τοίνυν αὐτὸς ἐν τῇ προθεωρίᾳ κἀν τοῖς πρὸς ἡμᾶς λόγοις ὡς, «δεῖ νῦν εἰπεῖν πρὸς τί μοι τείνουσιν οἱ περὶ τούτων λόγοι· ἐσκεψάμην πῶς ἂν εἴη ἑνὶ λόγῳ ἅπαντας ἀνασκευάσαι καὶ δεῖξαι σοφίσματα τοὺς ὑπὸ Λατίνων γινομένους συλλογισμούς· ἑώρων οὖν δυνατὸν ὂν τούτου τυχεῖν εἴ τις οἷός τ’ εἴη δεῖξαι τούτους μήτε διαλεκτικοὺς ὄντας μήτε ἀποδεικτικούς· ἀλλὰ τὸ μὲν μὴ εἶναι αὐτοὺς διαλεκτικοὺς προχειρότατον ἦν μοι δεῖξαι, δηλώσαντι μόνον ὡς ἃ λαμβάνουσιν ἐπίσης ἡμῖν ἀμφισβητεῖται τῷ συμπεράσματι· τὸ δὲ μὴ εἶναι ἀποδεικτικοὺς ἀδύνατον ὅλως ἦν δεῖξαι συγχωρήσαντι δυνατὸν εἶναι ἀποδεικτικῶς ἐπὶ τῶν θείων συλλογίσασθαι». Σκέψαι τί λέγεις, ὦ φιλόσοφε· προχειρότατον ἦν σοι δεῖξαι πάντας τοὺς ὑπὸ Λατίνων ὑπὲρ τοῦ οἰκείου δόγματος συλλογιστικῶς προτεινομένους λόγους τὰς προτάσεις ἔχοντας ἐπίσης ἀμφισβητουμένας τῷ συμπεράσματι, καὶ ἀγωνιᾷς μὴ τοὺς συλλογισμοὺς τούτους ἀφέμενοι τοῦ διαλεκτικοὺς καλεῖν ἀποδεικτικοὺς προσαγορεύσωσι καὶ εἰς ἀπορίαν τὴν ἐσχάτην περιστήσωσί σε; Καὶ ἔστι ἀποδεικτικὸν ἢ εἶναι ἢ δοκεῖν συλλογισμὸν τὸν τὰς προτάσεις ἀμφισβητουμένας ἔχοντα, καὶ ταῦτα ἐπίσης τῷ συμπεράσματι;

Τίς ποτε τῶν παιδείᾳ λόγων συντεθραμμένων ἢ καὶ τῶν μετρίως ἡμμένων ταύτης τοῦτ’ εἴποι; Σοφίσματα γὰρ ἔδειξας, ὡς αὐτὸς ἐκεῖ λέγεις, τοὺς συλλογισμοὺς αὐτῶν ὄντας ἅπαντας· εἶτα δέδοικας μὴ τοὺς σοφιστικοὺς ὄντας ἐξεληλεγμένους ἀποδεικτικοὺς εἶναι φῶσι; Καὶ ἔστι τὸν σοφιστικὸν ἀποδεικτικὸν ὅλως εἶναι; Ταὐτόν τι πέπονθας, ὦγαθέ, ὥσπερ ἄν τις, ὑπὸ γῆν ἡλίου καὶ σελήνης ὄντων, τὸ τοῦ χρόνου τοῦτο μέρος ἐν βαθεῖ σκότει διανύειν ἔλεγε τοὺς ὑπὲρ γῆν, ὡς καὶ τοῦ τῆς σελήνης φωτὸς ἐστερημένους, εἶτ’ ἐδεδίει μὴ τὸ σταθερὸν εἶναι τοῦτο τῆς ἡμέρας φῶσι καὶ οὕτω ψευδόμενον ἀπελέγξωσιν αὐτόν· συλλογισμὸν γὰρ μὴ διαλεκτικὸν μὲν δεικνύμενον, ὡς τούτου κρείττονα, ἔστιν ἀποδεικτικὸν ὑπολαβεῖν, ὡς δὲ χείρω τοῦ διαλεκτικοῦ, τῶν ἀδυνάτων οἰηθῆναί ποτέ τινα τοῦτον ἀποδεικτικόν, ὥσπερ καὶ ἀέρα πανσελήνου μὲν νυκτὸς φανότερον ἔστιν ὑπολαβεῖν ἡμέραν, σκοτεινότερον δ’ οὐκ ἔστι.

Τοῦτο τοίνυν πρὸς αὐτοὺς εἰπόντα σε χρῆν ἀπηλλάχθαι πραγμάτων· σὺ δ’ ἐκ τῶν οὐχ ἧττον ἀσαφῶν, μᾶλλον δὲ σαφῶς ψευδῶν, τὰ ψευδῆ συναγαγόντας ἀπελέγξας, εἶτα φοβηθεὶς μὴ ἐκ ψευδῶν ἀποδεικτικῶς δόξωσι συναγαγεῖν, εἰς τὸ μηδεμίαν ἀπόδειξιν ἐπὶ τῶν θείων εἶναι λέγειν εἰς ἀνάγκην ἦλθες καὶ ἡμῖν ἀντιλέγειν ἀκρατῶς λέγουσιν ὡς τὰ μὲν τῶν θείων οὕτως ἐστὶν ἐμφανῆ κατὰ τὰς τῶν πατέρων παραδόσεις, ὡς καὶ ἐπαφὴν εἶναι τούτων καὶ ἀπόδειξιν καὶ ἐπιστήμην, τὰ δέ, μὴ ὅτι ὑπὲρ ἐπαφὴν καὶ ἀπόδειξιν καὶ ἐπιστήμην, ἀλλὰ καὶ ὑπὲρ τὸν νοερῶς ὁρῶντα νοῦν καὶ ὑπὲρ τὸν καὶ αὐτὰς τὰς νοερὰς ἐνεργείας ὑπεραναβάντα καὶ κατὰ ἀπόπαυσιν πάσης ἀντιληπτικῆς δυνάμεως χάριτι ἀρρήτῳ ὑπερηνωμένον τοῖς ἀπερινοήτοις.

Συμβαίνει τοίνυν ἐξ ὧν ὁ φιλόσοφος βίᾳ μέν, ὡς αὐτός φησιν, ὑπέστη δ’ ὅμως ἀνεπιλήπτους εἶναι τοὺς πρὸς αὐτὸν παρὰ Λατίνων εἰρημένους ἅπαντας συλλογισμούς· συναναιροῦνται γὰρ τούτοις κατ’ αὐτὸν αἱ πατερικαὶ παραδόσεις. Ἔοικε τοιγαροῦν ἑαυτοῦ καταγινώσκειν ὡς μὴ δυνηθέντος ἀπελέγξαι τούτους· ‘εἰ γὰρ τοῦτο δυνηθεὶς ἠπίστατο, πῶς ἂν ἐφοβήθη μὴ ἀποδεικτικοὺς τοὺς σοφιστικοὺς καλέσωσιν’, εἶπεν ἄν τις τῶν ἀλλοτρίων· ἐγὼ δ’ οὐ τοῦτο φαίην ἄν· μᾶλλον μὲν οὖν καὶ ἀνιώμενος ὅτι τὸ κάλλος ἀμαυροῖ καὶ λωβᾶται τῇ δυνάμει τῶν λόγων ἐκείνων, ὡς ἐκποδὼν γένοιτο καὶ τοῦτο τὸ σκῶλον τὸν περὶ τούτου λόγον ἐποιησάμην. Ὁ δέ, κατὰ τοῦ καθαίροντος ὡς καθαιροῦντος ὀργισθείς, προσκόπτων ἐπέδωκεν. Οὔκουν ἐκ τῆς τῶν ἀντιτεταγμένων βιασθέντα δυνάμεως τοῦτο παθεῖν αὐτὸν οἴομαι, κἂν αὐτὸς τοῦτο λέγῃ, ἀλλ’ ὡς τὰ θεῖα μὴ μεμυημένον ἀκριβῶς καὶ τῷ δοκεῖν ἔχειν ἐθέλειν τὴν περὶ λόγους κατὰ παντὸς προεδρείαν ἀπὸ τοῦ διδασκαλείου τῆς ματαιότητος θεολογοῦντα καὶ τῶν Ἀριστοτέλους τεχνῶν τὴν κακοτεχνίαν ἐν τοῖς τοιούτοις λόγοις ἐπιδεικνύμενον.

Ἐντεῦθεν Ἀριστοτέλην τε καὶ Πλάτωνα, Σωκράτην τε καὶ Πυθαγόραν καὶ ὅσοι κατ’ αὐτοὺς διὰ θαύματος ποιεῖται ὡς «τὴν θείαν κατανενοηκότας ὑπεροχὴν» καὶ προαγαγὼν αὐτοὺς εἰς μέσον διηγουμένους περὶ νοεροῦ φωτὸς καὶ θέας οὐρανίου καὶ θεωριῶν ἁπλῶν καὶ ἀμερῶν, αὐτὸς περὶ αὐτῶν ἃ οὐδείς ποθ’ ἕτερος τῶν ἡμετέρων ἐπιψηφίζεται· «ταῦτα» γάρ, φησίν, «ἀκούων αὐτῶν λεγόντων, οὐ δύναμαι μὴ καὶ αὐτοὺς ὑπὸ θεοῦ πεφωτίσθαι λέγειν»· ὧν ἕκαστον ἐν τῷ πρὸς αὐτόν μοι προτέρῳ Καθ’ ἑλληνικῆς νοερᾶς ἐποψίας διαρκῶς ἐξελήλεγκται λόγῳ. Ἐντεῦθεν τοὺς Λατίνους οὐκ ἄλλως ἐξελέγχει ἢ ἀπὸ τοῦ λέγειν ὅτι οἱ συλλογισμοὶ αὐτῶν οὔτε διαλεκτικοί εἰσι κατὰ τὰς Ἀριστοτέλους παραδόσεις οὔτε ἀποδεικτικοί, μὴ εἰδώς, ὡς ἔοικεν, ὅτι πάντες ἢ οἱ πλεῖστοι συλλογισμοὶ ἐπὶ τῶν θείων οὔτε διαλεκτικοί εἰσιν οὔτε ἀποδεικτικοί· πῶς γὰρ οἵ γε οὐδὲ συλλογισμοί εἰσι κατὰ τὰς Ἀριστοτέλους παραδόσεις, ὡς ἐδείξαμεν ἐν τῷ προτέρῳ λόγῳ καὶ νῦν αὖθις, τοῦ λόγου προϊόντος καὶ τοῦ θεοῦ διδόντος, δείξομεν;

Ἐντεῦθεν τοὺς ἡμετέρους κατὰ Λατίνων λόγους παντὶ τρόπῳ πειρᾶται ἀκυροῦν, ὡς μὴ μόνον δοκοίη θεολόγος, ἀλλὰ καὶ μόνος ἀρτίως ἐπὶ γῆς. Περὶ μὲν γὰρ ἀποδείξεως ἴσως ἀφορμῆς ἐλάβετό τινος, περὶ δὲ τῶν ἄλλων τίς αὐτῷ λόγος τοῖς τῷ εὐσεβεῖ συνηγοροῦσιν ἀντικεῖσθαι λόγοις;

Ἀκούων γὰρ ὁ σοφὸς οὖτος ἡμῶν λεγόντων, ὡς οὐ διὰ μέσης θεότητος ἐπὶ θεότητα ἦλθεν ὁ θεὸς τὴν φύσει, ἀλλὰ τὴν θέσει τε καὶ χάριτι, καὶ ὡς, εἰ πρὸς τὴν πρώτην αἰτίαν ὥσπερ τὰ τοῦ μονογενοῦς οὕτω καὶ τὰ τοῦ πνεύματος ἀναφέρεται, τοιγαροῦν τὸ πνεῦμα ἀμέσως ἀναφέρεται πρὸς τὸν πατέρα, εἰ δὲ ἀμέσως ἀναφέρεται καὶ ἀμέσως ἐκπορεύεται, καὶ ὡς, εἰ γεννᾶται ὁ υἱὸς ἐκ μόνου τοῦ πατρός, καὶ τὸ πνεῦμα ἐκ μόνου τοῦ πατρὸς ἐκπορεύεται, καὶ γὰρ ὁμοίως ταῦτ’ ἐκ τοῦ πατρός, πλὴν τοῦ τρόπου τῆς ὑπάρξεως, πρὸς δὲ κἀκ τῶν ὕστερον ὁμοίως τεθεολογημένων τὰ προαιωνίως κατὰ τοῦθ’ ὁμοίως ὑπάρχοντα δεικνύντων καὶ προαγαγόντων τοὺς εἰπόντας ὅτι, «ὡς ὁ υἱός ἐστιν ἐκ τοῦ πατρὸς οὕτω καὶ τὸ πνεῦμα ἐκ πατρός, πλὴν τοῦ τὸν μὲν εἶναι γεννητῶς, τὸ δὲ ἐκπορευτῶς», καὶ αὖθις· «τί μὴ προσαγορεύεται τὸ πνεῦμα ὧν ὁ υἱός, πλὴν γεννήσεως, καὶ πάντα ὅσα τοῦ υἱοῦ, καὶ τοῦ πνεύματος, πλὴν τῆς υἱότητος, καὶ πάντα ὅσα ὁ υἱός, τὸ πνεῦμα, πλὴν γεννήσεως», καὶ τοῦτο τηρητέον ἐν ἅπασι τοῖς ἐπ’ αὐτῶν λεγομένοις προσέτι, καὶ διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς ἐξελεγχόντων τοὺς μὴ ἐκ μόνου τοῦ πατρὸς ἐκπορευόμενον τὸ πνεῦμα δογματίζοντας καὶ δεικνύντων ὡς οὐδὲ ὁ υἱὸς ἐκ μόνου τοῦ πατρὸς ἂν εἴη, εἰ μὴ καὶ τὸ πνεῦμα, ταῦθ’ ἅπαντα καὶ πλεῖσθ’ ἕτερα τῷ λόγῳ παντὶ περιηχούμενα παρ’ οὐδὲν ἐκεῖνος θέμενος «τὸ ζητούμενόν» φησιν «ἀξιοῖς».