Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαὶ πρὸς Ἀκίνδυνον καὶ Βαρλαάμ

Γρηγόριος Παλαμᾶς

Επιστολή Β' προς Βαρλαάμ: Αναίρεση της αριστοτελικής απόδειξης και της φυσικής αναγκαιότητας

Έλεγχος της εγκυρότητας της επαγωγής και των αστρονομικών αποδείξεων του Αριστοτέλη, με αναφορές σε ιστορικά και βιβλικά θαύματα που ανατρέπουν τη φυσική νομοτέλεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 12 από 15

Τοῦ δὲ ὑπὲρ ἀπόδειξιν, ὅπερ Ἑλλήνων οἱ σοφοὶ καὶ ὁ τούτοις ἑπόμενος οὗτος οἴονταί τι μέγα, τά τε φύσει νοητὰ πάντα καὶ τῶν μὴ φύσει νοητῶν, ὑφ’ ἡμῶν δὲ καὶ τῆς ἡμετέρας διανοίας γενομένων, ὑπερανέχει πολλά, καθάπερ καὶ πρότερον ἐδείξαμεν· εἰ δὲ καὶ ἡ κατ’ ἐκείνους ἀπόδειξις τῶν μηδαμῆ μηδαμῶς ὄντων ἐξελεγχθείη, καὶ τὸ ὑπὲρ ἀπόδειξιν τοῦτο τὴν κυνῆν πάντως Ἅδου περιβαλόμενον οἰχήσεται. Τί οὖν τὸ τέλος τῆς ἀποδείξεως; Ἡ τῆς ἀληθείας εὕρεσις. Τί τὸ μέσον; Τὸ αἴτιον ὃ οὕτως ἔχει καὶ οὐκ ἄλλως. Τίς ἡ ἀρχή; Κοιναὶ ἔννοιαι καὶ ἀξιώματα τὰ φύσει γνώριμα καὶ πᾶσιν ἀνωμολογημένα.

Ἀρξώμεθα δὴ ἀπὸ τῆς ἀρχῆς. Οὐδὲν εὑρίσκεται πᾶσιν συνωμολογημένον τε καὶ ἀνωμολογημένον· εἰσὶ δ’ ἐφεκτικοί τινες οἳ καὶ κοινῇ πᾶσιν ἀντιλέγουσι. Καὶ μὴν ἐκ μηδαμῇ μηδαμῶς γίνεσθαί τι κοινῇ πᾶσιν ἔννοια τῷ Ἀριστοτέλει δέδοκται καὶ τὸ ὑλικὸν αἴτιον ἀεὶ τοῦ εἰδικοῦ προεῖναι καὶ πλεῖσθ’ ἕτερα τοιαῦτα τοῦτον ἔχοντα τὸν τρόπον· ἀλλ’ ἡμῖν οὐ συνδοκεῖ· πᾶν δὲ τοὐναντίον περὶ αὐτῶν δοξάζομεν σοφοί τε καὶ ἰδιῶται, γεγενῆσθαι μὲν γὰρ ἐκ μὴ ὄντων ἅπανθ’ ὑπὸ τοῦ θεοῦ, προϋποστῆναι δὲ τὸ φῶς ἀστέρων, εἶδος ὂν αὐτῶν. Εἰ τοίνυν τὰ μὴ πᾶσι συνομολογούμενα μηδὲ φύσει γνώριμα, πᾶσι δὲ συνομολογούμενον οὐδέν, κατά σέ τε καὶ ἐκείνους οὐδὲν τῇ φύσει γνώριμον· τῶν δὲ φύσει γνωρίμων ὑμᾶς ἐπιλιπόντων συνεπιλείψει πάντως καὶ ἡ ἀπόδειξις· πᾶσαν γὰρ ἀποδεικτικὴν ἀρχὴν καὶ πρότασιν φύσει γνώριμον εἶναι δεῖν καὶ αὐτὸς ἐν τοῖς πρὸς ἡμᾶς σου γράμμασι διαγορεύεις.

Ἔτι, τὸ ἀναγκαῖον δεῖ ἔχειν τὰς προτάσεις, ἐπὶ καὶ ἡ κυρίως ἀπόδειξις κατ’ Ἀριστοτέλην ἐπὶ τῶν ἀναγκαίων τε καὶ ἀϊδίων, τουτέστι τῶν ἀεὶ ὄντων, ἃ δὴ κἀκ τῶν ἀεὶ ὄντων λαμβάνουσι τὰς ἀποδείξεις· τοιαῦτα γὰρ τὰ ὄντως ἀναγκαῖα· τὸ δ’ ἀεὶ ὂν ἄναρχόν ἐστι καὶ ἀτελεύτητον· ὃ γὰρ ἦν ὅτε οὐκ ἦν καὶ ἔσται ὅτε οὐκ ἔσται, πῶς ἀεὶ ὄν; Πῶς δ’ ἀναγκαῖον εἶναι;

Τοιοῦτον δὲ τῶν ὄντων καὶ κτιστῶν οὐδέν. Οὐδὲ ἀπόδειξις ἄρ’ ἐπ’ οὐδενός ἐστιν, ἐπεὶ καὶ Ἀριστοτέλης ἐπὶ λέξεώς φησι, «τῶν φθαρτῶν ἀπόδειξις οὐκ ἔστι», καὶ τὸ συμπέρασμα τῆς ἀποδείξεως δεῖ εἶναι ἄφθαρτον καὶ ἀΐδιον.

Ἔτι, ἐπεὶ τῆς ἀμέσου καὶ πρώτης προτάσεως οὐδὲν ἀρχοειδέστερον, πόθεν αὐτῆς ἔχει τὴν ἐπιστήμην ὁ ἀποδεικτικός; Οὐκ ἀπὸ τῆς ἐμπειρίας; Παντί που δῆλον· ἀλλ’ ἡ πεῖρα σφαλερά· εἰ τοίνυν κρείττων ἀποδείξεως ἐπιστήμη, καὶ γὰρ ἡ τῶν ἀρχῶν κρείττων, σφαλερὰ δ’ αὕτη, πῶς ἡ ἀπόδειξις οὐ σφαλερά; Μᾶλλον δὲ πῶς ἀπόδειξις ἣν ὑμεῖς ἀπόδειξίν φατε; Εἰ γὰρ ἡ κατ’ Ἀριστοτέλην ἀπόδειξις ὑπόληψις βεβαία, ταύτης δὲ τυχεῖν ἀμήχανον, ἡ κατ’ Ἀριστοτέλην ἄρ’ ἀπόδειξις οὐκ ἐν τοῖς οὖσιν.

Ἔτι, τὰ καθόλου, ἅ εἰσιν ἀρχαὶ τῆς ἀποδείξεως, δι’ ἐπαγωγῆς ἔχουσι τὴν πίστιν· ἐπαγωγὴ δέ ἐστιν ἐν τῷ πάντα τὰ μερικὰ ἐπαγαγεῖν καὶ μηδὲν ἀφεῖναι· τὰ δὲ μερικὰ ἀδιεξίτητα· τῶν ἀδυνάτων ἄρ’ ἐπαγωγὴν γενέσθαι καὶ τὰ καθόλου ἄρα ἄπιστα καὶ ἀνεπίστητα καὶ ὅτι γε καθόλου. Καὶ οὐ μόνον οὐκ ἐπιστάμεθα αὐτὰ κρεῖττον ἢ κατὰ ἀπόδειξιν, ἀλλ’ οὐδὲ δόξαν βεβαίαν ἔχομεν περὶ αὐτῶν· ἐκ δὲ τῶν τοιούτων ἀρχῶν πῶς ἂν γένοιτο ἀπόδειξις, ἥτις ἐστὶν ὑπόληψις ἀμετάπειστος;

Φέρε δὴ προθῶμέν τινα τῶν τοῖς φιλοσόφοις οὕτω πως συναγομένων καὶ ἀποδεικνυμένων. Ὁ ἥλιος ἀεικίνητος, ἡ γὰρ κύκλῳ τῶν οὐρανίων σωμάτων κίνησις συνεχὴς καὶ ἀδιάκοπος. Ὁ ἥλιος ὑπὸ τῆς οὐρανίου περιφορᾶς ἀπ’ ἀνατολῶν ἐπὶ δυσμὰς ἀεὶ φέρεται, καὶ γὰρ ταύτῃ συμπεριφέρεται. Ὁ ἥλιος ἐν τῷ ὑπὲρ ἡμᾶς ἡμισφαιρίῳ φερόμενος αἰθρίας οὔσης, εἰ ἐλλιπὴς τὸν κύκλον φαίνοιτο, τὸ τῆς σελήνης ὑποτρέχον ἔχει σῶμα κατὰ κάθετον οὔσης· καὶ γὰρ ὑπ’ ἄλλου σώματος αἰθρίας οὔσης οὐδέ ποτε διατειχίζεται. Ταῦτα καὶ περὶ σελήνης μικρὸν ὑπαλλάξαντες ἐροῦσιν. ‘Ἀλλὰ πόθεν τοῦτο τὸ ἀεὶ ἐπίστασθε καὶ τὸ καθόλου;’ Πρὸς αὐτοὺς ἡμεῖς ἐροῦμεν. ‘Ἐξ ἐπαγωγῆς’ φησιν ‘ἡ γνῶσις αὕτη ταῖς ψυχαῖς ἐντεθησαυρισμένη, τῶν ἀποδείξων γίνεται ἀρχή’. ‘Πῶς ἐξ ἐπαγωγῆς, σαφέστερον εἰπέ’. ‘Εἶδόν’ φησι ‘τὴν τοῦ ἡλίου ἔκλειψιν ἐν συνόδῳ γενομένην καὶ τὴν μετ’ ἐκείνην καὶ μάλα ἄλλην καὶ ἄλλην, καὶ διὰ τῆς ἐν ἐμοὶ δυνάμεως, ἥτις ἀεὶ πέφυκε τὰ ὅμοια ἐπισυνάπτειν, τὴν καθόλου γνῶσιν ἔλαβον· πάλιν ἐκ τῆς ὁσημέραι συνεχοῦς τοῦ οὐρανοῦ κινήσεως, ἐκ πολλῶν τῶν αἰσθημάτων τὸ καθόλου μοι συνῆκται’.

Τί οὖν, ὦ φιλόσοφε, καὶ τῶν πρὸ τοῦ γεννηθῆναί σε ἡμερῶν καὶ περιόδων καὶ ἐκλείψεων γεγενημένων ᾔσθου καὶ τῶν μετὰ σὲ γενησομένων ἁπασῶν; Πάντως οὔ· πλείους δὲ τίνες, ὧν ᾔσθου ἢ ὧν οὔπω; Πάντως οὐδ’ ἀριθμῷ περιλαβεῖν ἐστι τὸ πλεονάζον τῆς ἀναισθησίας. Πῶς οὖν ἐπισυνῆψας τὸ καθόλου ἐξ ἐπαγωγῆς, μὴ πάντα συμπεριλαβὼν τὰ μερικά; Λόγος γὰρ οὗτος ὑμέτερος καὶ ἀληθὴς ὡς, εἰ μέλλει τις τὴν δι’ ἐπαγωγῆς γνῶσιν ἀκριβῆ λαβεῖν, πάντων ἐπαφὴν σχεῖν τῶν μερικῶν ἀνάγκη τῷ ἐν ἡμῖν πρὸς ἕκαστον καταλλήλῳ κριτηρίῳ, καὶ τῶν μὲν ἀκουστῶν ἀκοῦσαι ἕκαστον, τὰ δὲ ὁρατὰ ἰδεῖν. Σὺ δὲ τὰς πλείστας μὴ ἑωρακὼς ἡμέρας καὶ περιόδους καὶ ἐκλείψεις, περὶ πασῶν ἀποφαινόμενος, οἴει κρεῖττον ἢ κατὰ ἀπόδειξιν ἐπίστασθαι καί, διὰ τῆς ἐπιστήμης ταύτης ἐπὶ τὴν ἀπόδειξιν ἐρχόμενος, ὑπόληψιν ἀληθῆ τε καὶ βεβαίαν ἔχειν τὴν λίαν οὖσαν ψευδῆ καὶ σφαλεράν.

Διεκόπη μὲν γὰρ ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ ἡ συνεχὴς ἡλίου κίνησις, ἐπὶ τοῦ Ἐζεκίου δὲ εἰς τοὔμπαλιν ἐχώρησε καὶ τὴν ἐντεθησαυρισμένην τοῦ καθόλου γνῶσιν ἐξεφόρησέ σου τῆς ψυχῆς. Τὸ δὲ τὴν Αἴγυπτον κολάσαν σκότος τί, καὶ ταῦτα πολυήμερον;

Ἆρ’ ἔστι τρεῖς ἐφεξῆς ἡμέρας συνελθεῖν ἡλίῳ τὴν σελήνην; Ἡ δ’ ἐπὶ τοῦ σωτηρίου πάθους τοῦ κυρίου ἔκλειψις γεγενημένη, οὐ τεσσαρεσκαιδεκαταίας οὔσης τῆς σελήνης γέγονεν, ἡνίκα τῷ ἡλίῳ τὴν σελήνην κατὰ κάθετον εἶναι τῶν πάντῃ ἀδυνάτων ἦν; Ἵνα δέ σοι καὶ περὶ μελλόντων εἴπωμεν, πῶς πεσοῦνται τὰ ἄστρα τοῦ οὐρανοῦ, εἰ ἀδιάκοπος ἡ κύκλῳ κίνησις;

Πῶς ὁ οὐρανὸς ὡς βίβλος εἱλιθήσεται; Πῶς εἰς αἷμα τοῦ ἡλίου μεταστρεφομένου ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς; Εἶδες ἔκλειψιν σελήνης ἄνευ διαφράξεως τῆς γῆς; Εἰ γοῦν ἐπισυνηγμένον μὲν τὸ καθόλου ἀπὸ τῶν περὶ γένεσιν ἀρχὴ τέχνης γίνεται, τῶν δ’ ἀεὶ ὡσαύτως ἐχόντων ἀρχὴ τῆς ἀποδείξεως καὶ ἐπιστήμη ἀποδεικτικὴ ἐκ ταύτης, ἀεὶ δ’ ὡσαύτως ἔχον τῶν ὄντων οὐδέν, οὐ γὰρ ἀδιάκοπον, καὶ ἡ ἀρχὴ ἄρα τῆς ἀποδείξεως οὐκ ἔστι· τῆς ἀρχῆς δὲ μὴ οὔσης καὶ τὸ τέλος οἴχεται. Τῆς οὖν ἀριστοτελικῆς ἀποδείξεως μὴ ὂν φανείσης, πῶς ὑπὲρ αὐτὴν λέγοντες τὸ θεῖον σεμνυνοῦμεν; Ἀλλ’ Ἀριστοτέλης οὐ πιστεύει τοῖς περὶ τῶν οὐρανίων γεγραμμένοις, γεγενημένοις τε καὶ μέλλουσιν; Ἀλλὰ σὺ πιστεύειν φῄς· πίστιν δ’ ὅμως κἀκεῖνος τίνα ἂν παράσχοι, ἐφ’ ὧν γεγενημένων οὔπω ἦν γεγεννημένος;

Ἡμεῖς οὖν τοῖς ἑωρακόσι πιστεύοντες τὰ ἐκείνου καταργοῦμεν. Τίνα δὲ καὶ τὴν ἀλήθειαν Ἀριστοτέλης δι’ ὀργάνου τῆς ἀποδείξεως ἐξεῦρε καὶ πῶς τοῦ μέσου καὶ αἰτίου κατατυγχάνει, τουτέστιν οὐδαμῶς, ἐνῆν μὲν εἰπεῖν, παρεῖναι δέ μοι νῦν δοκῶ. Τοῦ δὲ φιλοσόφου βοηθεῖν ἐπιχειρήσαντος τῷ διδασκάλῳ καὶ ταῦτα προσεροῦμεν· ἓν δὲ προσειπόντες ἐπὶ πολλὰ τὸν λόγον ὡρμημένον στήσομεν. «Ἡ ἀπόδειξίς» φησιν «οὐκ ἀντιλέγεται, καὶ τὸ ἀντιλεγόμενον ἀπόδειξις οὐκ ἔστιν». Ἐπεὶ τοίνυν ἀντιλέγουσι τοῖς ἡμετέροις οἱ κακόδοξοι, τῶν ἀδυνάτων ἀπόδειξιν εἶναι τὰ ἡμέτερα·

Τί οὖν, οὐ «λόγῳ παλαίει πᾶς λόγος», δηλαδὴ καὶ ἀντιπαλαίεται, λόγος δὲ ἡ ἀπόδειξις; Σὺ τοίνυν τὴν σὴν ἣν φῂς ἀπόδειξιν ἢ ἀλογίαν εἶναι δέξαι ἢ λόγον καὶ μὴ ἀπόδειξιν· καὶ γὰρ πᾶς λόγος ἀντιλέγεται. Τὸ μὴ ὂν οὐκοῦν τοῖς οὖσι μὴ παράβαλλε, τῇ καθ’ ἡμᾶς ἐπὶ τῶν θείων ἐκ τῶν τῆς ἀληθείας λογίων ἀποδείξει τὴν κατ’ Ἀριστοτέλην ἀπόδειξιν καὶ τὸ ὑπὲρ αὐτήν.