Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαὶ πρὸς Ἀκίνδυνον καὶ Βαρλαάμ

Γρηγόριος Παλαμᾶς

Επιστολή Α' προς Ακίνδυνο: Η ορθή χρήση των αποδεικτικών συλλογισμών στη θεολογία

Υπεράσπιση της χρήσης της αποδεικτικής μεθόδου έναντι της διαλεκτικής βάσει των πατερικών κειμένων, παρουσίαση της σχέσης θεογνωσίας και πίστεως, και επίλογος της πρώτης επιστολής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 15

Ταῦτα μὲν δὴ ταύτῃ, συλλογίζεσθαι δὲ ἐπὶ τοῖς τοιούτοις ἔργῳ ὑπὸ τῶν πατέρων ἐδιδάχθημεν καὶ οὐδὲ τοὺς Λατίνους γράψαιτ’ ἄν τις τούτου χάριν. Μήτε δ’ ἀποδεικτικῶς τούτους συλλογίζεσθαι, καθάπερ φῂς αὐτός, παρὰ τὸ μὴ τοῖς αὐτοπίστοις λογίοις ὡς ἀρχαῖς καὶ ἀξιώμασι χρῆσθαι καὶ τοῖς θεοσόφοις καλῶς ἕπεσθαι πατράσι, μήτε διαλεκτικῶς, διὰ τὸ μὴ ἐκ τῶν παρ’ ἡμῶν λημμάτων ποιεῖσθαι τοὺς συλλογισμούς, καὶ πάνυ γ’ ἂν φαίην. Μηδεμίαν δὲ εἶναι ἀπόδειξιν ἐπ’ οὐδενὸς τῶν θείων καὶ τῶν ἐν τῇ ἀνωτάτω τριάδι ζητουμένων, ἀλλὰ πάντα τὸν περὶ αὐτῶν συλλογισμὸν διαλεκτικὸν οἴεσθαί τε καὶ καλεῖν, ἀποδεικτικὸν δὲ οὐδέποτε, πολλοῦ δέω τίθεσθαι.

Αἵ τε γὰρ ἐπιγραφαὶ τῶν πατρικῶν φωνῶν οὐκ ἐῶσι τοῦτο παραδέξασθαι. Κἄν τις φιλονεικότερον ἐνιστῆται καὶ τὰς ἐπιγραφὰς ὡς παρεγγράπτους παραγράφηται, ἡμεῖς καὶ αὐτὰς δείξομεν αὐτῷ τοῦτο μαρτυρούσας τὰς φωνάς· «εἷς πατήρ, εἷς υἱός, ἓν πνεῦμα ἅγιον, ὥστε κατὰ τοσοῦτον τοῦτο ἐκείνοις ἥνωται, καθόσον ἔχει μονὰς πρὸς μονάδα τὴν οἰκειότητα· καὶ οὐκ ἐντεῦθέν» φησι «μόνον ἡ τῆς κοινωνίας ἀπόδειξις»· καὶ ποῦ μέν, μετὰ τὸ συναγαγεῖν, ‘ἀποδέδεικται’ βοώσας, ποῦ δὲ μεταξὺ κείμενον, τὸ ‘ἀποδείκνυμεν’, ποῦ δὲ καὶ ‘ἐπαγγελλομένας ζητεῖς’ φησι ‘τὰς ἀποδείξεις; Ἕτοιμος παρασχεῖν’· καὶ τί τὸ μετὰ τὴν ἐπαγγελίαν ταύτην ἐπαγόμενον; Λόγιόν τι τῶν θεοπαραδότων ἢ καὶ θεοπνεύστων καὶ πᾶν ὅ,τι ἂν τούτοις ἕποιτο καὶ ἐκ τούτων συμπεραίνοιτο. Τί μὲν γάρ ἐστι θεός, οὐδεὶς πώποτε τῶν εὖ φρονούντων οὔτ’ εἶπεν οὔτ’ ἐζήτησεν, οὔτ’ ἐνενόησεν.

Ὅτι δὲ ἔστι θεὸς καὶ ὅτι εἷς ἐστι καὶ ὅτι οὐχ ἕν ἐστι καὶ ὅτι τὴν τριάδα οὐχ ὑπερβέβηκε καὶ πολλ’ ἕτερα τῶν περὶ αὐτὸν θεωρουμένων, ἔστι ζητῆσαί τε καὶ ἀποδεῖξαι. Εἰ γὰρ μὴ ταῦτα, οὐδὲ μαθεῖν ὅλως ἔστι τι περὶ θεοῦ. Εἰ δὲ μανθάνομεν καὶ ζητοῦμεν καὶ τοῦτο παρὰ τῶν εὖ εἰδότων καὶ ἐπισταμένων, τὰ μὲν ἄρα τοῦ θεοῦ γινώσκεται, τὰ δὲ ζητεῖται, ἔστι δ’ ἃ καὶ ἀποδείκνυται, ἕτερα δέ εἰσιν ἀπερινόητα πάντῃ καὶ ἀνεξερεύνητα· τρόπος γεννήσεως, ἐκπορεύσεως, τελείας ἅμα καὶ ἀνεκφοιτήτου προελεύσεως, ἀδιαιρέτου τε ἅμα καὶ τελείας διαιρέσεως, καί τ’ ἄλλ’ ὦν διὰ πίστεως ἐπιστημόνως ἔχομεν. Ὡς γὰρ αἴσθησις ἐν τοῖς ὑπ’ αἴσθησιν λογικῆς οὐ δεῖται δείξεως, οὕτως οὐδὲ πίστις ἐν τοῖς τοιούτοις ἀποδείξεως. Μικροῦ δ’ ἴσον καὶ οὐδὲν ἔλαττόν ἐστι κακόν, τά τε ὑπὲρ νοῦν οἴεσθαι εἰδέναι καὶ ‘τὸ τοῦ θεοῦ γνωστὸν’ μὴ τοιοῦτον ἀποφαίνεσθαι, ὡσαύτως καὶ τὸ ζητητὸν ἢ ἀποδεικτόν. Ἔστι γὰρ κοινῶν ἐννοιῶν καὶ ἀξιωμάτων ἀπορῆσαι οὐκ ὀλίγων, ἃ κρείττω ἢ κατὰ ἀπόδειξιν παρεχόμενα τὴν ἐπιστήμην ἀποδεικτικαὶ τῷ ἐπισταμένῳ χρήσασθαι γίνονται ἀρχαί.

Πᾶσι γάρ ἐστιν ἐγνωσμένον τε καὶ ἀνωμολογημένον ὅτι ὁ θεὸς τέλειός ἐστι καὶ οὐκ ἄλογος, ἐξ ὧν εἷς καὶ οὐχ ἓν ἀποδείκνυται. Λεγόντων οὖν ἡμῶν ὅτι ὁ θεὸς τέλειος, ὁ τέλειος εἷς, καί τ’ ἄλλα συνείρειν διανοουμένων συμφώνως τοῖς πατράσιν, ὅπως εἷς ὁ τέλειος, εἴ τις τῶν ἀνεπιστημόνων τούτων ἀποδεικτικῶν προσίσταιτο λέγων ἐπὶ τῶν μοναδικῶν ἀπόδειξιν μὴ εἶναι, παρ’ ἡμῶν εὐθὺς ἀκούσεται ὡς καθόλου μὲν οὐκ ἔστι· πῶς γὰρ ἐπὶ τῶν μὴ καθόλου; Ἀψευδὴς δὲ οὐδὲν ἧττον ἀπόδειξίς ἐστι, καὶ γὰρ ἀναγκαία καὶ ἐπὶ τῶν μοναδικῶν καὶ ἀνεξαπάτητος μᾶλλον αὕτη ἡ ἀπόδειξις. Ἐπὶ γὰρ τῶν καθόλου γένοιτ’ ἂν μᾶλλον ἡ ἀπάτη, διὰ τῆς φαντασίας θηρωμένης τῆς τοιαύτης ἀποδείξεως, δυσξυμβλήτων τε καὶ δυσπεριλήπτων ὄντων πάντων τῶν ὑποκειμένων. Οὐ μὴν ἀλλὰ καὶ ἐφ’ ὧν τὸ κοινὸν ἀνώνυμον, τὸν αὐτὸν τρόπον γένοιτ’ ἂν ἀπόδειξις καὶ ἐπί τινος εἴδους τοῦ καθόλου καὶ ἐφ’ ἑνὸς ἑκάστου γε τῶν μερικῶν ἀποδείξεις γίνονται, καθόλου μὲν οὔ· πῶς γάρ; Ἀψευδεῖς δὲ καὶ ἀναγκαῖαι. Ἕλλησι μὲν οὖν πιθανολογία ἡ θεολογία, διὸ καὶ διαλεκτικὸς ἅπας ὁ δοκῶν αὐτοῖς θεολογικὸς συλλογισμός, ἐξ ἐνδόξων ἔνδοξος, ταὐτὸν δὲ εἰπεῖν πιθανὸς ἐκ πιθανῶν. Οὐδὲν γὰρ ἴσασι περὶ θεοῦ βέβαιον οὐδ’ ἀσφαλές, «ἀλλ’ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν».

Ἡμεῖς δὲ οὐκ ἐξ ἐνδόξων ἐπὶ τὸ θεολογεῖν ὁρμώμεθα ἀρχῶν, ἀλλ’ ἀμεταπείστως περὶ ταύτας ἔχομεν, θεοδιδάκτους οὔσας.

Πῶς οὖν οὐκ ἀποδεικτικόν, ἀλλὰ διαλεκτικὸν τὸν τοιοῦτον συλλογισμὸν ἐροῦμεν; Καὶ μὴν εἴ τις τῶν τὴν διαλεκτικὴν ἐν τοῖς περὶ θεοῦ λεγομένοις εἰσαγόντων, ὃ παρὰ τῶν θεολόγων ῥητῶς ἀπηγόρευται πατέρων, εἴ τις τοίνυν καὶ τούτων τοὺς εὖ ἔχοντας ἀναλύσειε συλλογισμούς, ἥκιστ’ ἐν τούτοις εὑρήσει τὸ καθόλου· τό τε γὰρ προκείμενον μοναδικόν ἐστι καὶ πᾶν ὅ,τι τῶν αὐτῷ προσόντων μόνῳ κυρίως πρόσεστιν αὐτῷ. «Οὐδεὶς γάρ» φησιν «ἀγαθός, εἰ μὴ εἷς ὁ θεός», ὁ μόνος σοφός, ὁ μακάριος καὶ μόνος δυνάστης, «ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον». Οὐδὲν οὖν τῶν ἑπομένων ἐπὶ πλέον εἴη ἂν αὐτοῦ, ὥστε καὶ αὐτῶν ἕκαστον μοναδικὸν καὶ πᾶν ὅ,τι ἂν κατηγοροῖτο τούτων οὐ καθόλου. Πῶς οὖν συλλογίσαιντ’ ἂν ἄνευ τοῦ καθόλου; Εἰ δὲ διὰ τὴν τοῦ προκειμένου ἰδιότητα προάγοντες ἐν ὅλῳ τοὺς οἰκείους δέχονται συλλογισμούς, πολλῷ μᾶλλον διὰ τὸ μοναδικὸν τοῦ προκειμένου τὴν ἀπόδειξιν προσήσονται, δίκαια ποιοῦντες. Ἂν δ’ αὖθις λέγῃ τις ‘ἡ ἀπόδειξις ἐκ τῶν προτέρων, οὐδὲν δὲ πρότερον θεοῦ’, ‘οὐ τὰ κατ’ αὐτὸν ἐξετάζομεν, ὦ βέλτιστε’, ἐροῦμεν πρὸς αὐτόν, ‘ἀλλά τι τῶν περὶ αὐτόν’. Τὸ γὰρ ‘εἷς καὶ τρία’ καὶ τὸ ‘ἐξ ἐκείνου μόνου’ καὶ τὸ ‘εἰς ἐκεῖνον μόνον’, οὐ τὴν φύσιν δείκνυσιν, ἀλλὰ περὶ αὐτήν ἐστι δεικνύμενα.

Οὔκουν οὐδέ τι τῶν δι’ ἃ ταῦτα προϋπάρχειν ἀνάγκη τις τοῦ δεικνυμένου, καθάπερ οὐδ’ αὐτὰ προϋπάρχει τὰ περὶ θεὸν δεικνύμενα. Κἀκεῖνο γάρ, ὅ,τι ποτ’ ἂν ᾖ, περὶ τὴν ἀπερινόητον ἐκείνην θεωρεῖται φύσιν, αἵ τε κοινότητες, αἵ τε ἰδιότητες, οἷον ἐκπόρευσις ἢ γέννησις, καὶ ταῦτ’ οὐ θέσει, ἀλλὰ φύσει, πλοῦτός τε ἢ κίνησις ἢ τελειότης, ὥσπερ καὶ τῶν ἄκρων θεολόγων τίς φησι, «μονάδος μὲν κινηθείσης διὰ τὸ πλούσιον, δυάδος δὲ ὑπερβαθείσης διὰ τὴν ὕλην καὶ τὸ εἶδος, ἐξ ὧν τὰ σώματα, τριάδος δὲ ὁρισθείσης διὰ τὸ τέλειον». «Οὐκ αἰτιολογία τε τοῦτό ἐστι θεότητος, ἀλλ’ ἀπόδειξις τῆς περὶ αὐτῆς δόξης εὐσεβοῦς».

Ἔπειτα πῶς τὸ πρότερον, ὦ οὗτος, ἐπὶ τῆς ἀποδείξεως ζητεῖς; Εἰ μὲν χρόνῳ, λοιπὸν οὐδὲ οὐρανοῦ καὶ τῶν κατ’ αὐτὸν σωμάτων καὶ θαυμάτων, οὐδὲ γῆς καὶ θαλάττης καὶ τῶν ἐν αὐταῖς, οὐδ’ ἀέρος καὶ τῶν ἀεροπόρων, οὐδ’ αἰθέρος καὶ τῶν μετεώρων περιδέξῃ τινά ποτε ἀπόδειξιν. Μετὰ γὰρ ταῦτα πάντα κοιναί τε ἔννοιαι καὶ ἀξιώματα καὶ ὅροι, προτάσεις τε καὶ ἀποδείξεις καὶ συλλογισμοί, διαιρέσεις τε καὶ ἀναλύσεις πᾶσαι· διανοίας γάρ ἐστι ταῦτα τοῦ ὕστατα κτισθέντος. Εἰ μὲν οὖν οὕτω ζητεῖς τὸ πρότερον, λύσεις ἐκ μέσου τῶν ὄντων τὴν ἐπιστήμην ταύτην ποιησάμενος· εἰ δ’ ἑτέρως τὸ πρότερον ἐκλήψῃ, οὐκ οἶμαί σε λόγου κἀν τοῖς περὶ θεοῦ δεικνυμένοις ἀπορήσειν, ἐκεῖνο προσδιανοούμενον ὅτι καὶ δι’ ὧν εἰσι δεικνύμενα ἐν τοῖς περὶ αὐτόν εἰσιν, ἀλλ’ οὐδὲ τὸ αἴτιον πάντως ἐπιπλέον ἢ πρεσβύτερον οὗ ἐστιν αἴτιον. Ὥστε κἂν ἐξισάζῃ τοῖς αἰτιατοῖς αὐτὰ τὰ αἴτια, κἂν μὴ προϋφεστηκότα ᾖ, οὐκ ἐμποδίσει τὴν ἀπόδειξιν.

Ἐκ μὲν οὖν τῶν κοινῶν ἐννοιῶν τε καὶ ἀξιωμάτων οὕτως ἔστιν οὗ τῶν θείων ἔνι συνίστασθαι τὰς ἀποδείξεις. Τί δὲ τὰ παρ’ αὐτοῦ τοῦ ἑνὸς τῆς θεαρχικῆς τριάδος θεανδρικῶς ἡμῖν ὡμιληκότος παραδεδομένα; Τί δὲ τὰ παρ’ αὐτοῦ τοῦ ἁγίου πνεύματος διὰ τῶν ἐν αὐτῷ λαλούντων ἡμῖν ἀποκεκαλυμμένα; Ἆρ’ οὐχ ὡς αὐτοπίστους καὶ ἀναποδείκτους δεξόμεθα ἀρχάς, καὶ πᾶν ὅ,τι ἂν τούτοις ἕποιτο καὶ ἐκ τούτων ἀναγκαίως συμπεραίνοιτο οὐκ ἀποδείξεις θείας προσεροῦμεν;

Αὐτίκα Διονυσίου τοῦ μεγαλοφυεστάτου θεοφάντορος θεολογοῦντος ὅτι «μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ πατήρ», καὶ ἔστι «πηγαία θεότης ὁ πατήρ, ὁ δὲ υἱὸς καὶ τὸ πνεῦμα τῆς θεογόνου θεότητος οἷον ἄνθη καὶ ὑπερούσια φῶτα», εἴ τις τὸ ὑπερούσιον πνεῦμα φύσει ἐρεῖ ἐκ τοῦ θεοῦ, τὸ δὲ φύσει ὂν ἐκ τοῦ θεοῦ πηγάζεσθαι ἐκ τοῦ θεοῦ, τουτέστιν ἐκ τῆς πηγαίας θεότητος τὸ εἶναι ἔχειν, πηγαία δὲ θεότης μόνος ὁ πατήρ, εἶτα συμπεραίνει ὡς ἐκ μόνου τοῦ πατρός ἐστι τὸ πνεῦμα, τίς λόγος μὴ οὐκ εὐσεβῶς ἅμα καὶ ἀποδεικτικῶς καὶ ἀναμφιλέκτως ἔχειν οἴεσθαι τοῦτον τὸν συλλογισμόν; Οὐκ ἀληθεῖς εἰσιν αὔται αἱ προτάσεις; Οὐ τὰ ἀντικείμενα αὐταῖς εἰσι ψευδῆ; Οὐκ ἀεὶ ὡσαύτως ἔχουσιν; Οὐ πρῶται καὶ ἄμεσοι καὶ γνωριμώτεραι; Οὐκ οἰκεῖαί εἰσι τῷ προκειμένῳ; Οὐ τὴν αἰτίαν ἐν ἑαυταῖς ἔχουσι τοῦ συμπεράσματος; Οὐκ εἰς αὐτόπιστον καὶ ἀναπόδεικτον καὶ ἀρχοειδεστάτην καταλήγουσιν ἀρχήν; Τί δὲ ὅταν τεκμηριώδεις ἐκ τῶν ὑστέρων, ἡμῖν δὲ προτέρων, τοῦ ὅτι ποιώμεθα τὰς ἀποδείξεις;

Πῶς ἂν πεισθείημεν τῷ λέγοντι ὡς οὐδὲ οὕτως ἔνι τι τῶν θείων ἀποδεῖξαι; «Δεῖ γάρ» φησιν «εἷναι ὁμογενῆ καὶ τεκμήρια ὧν ἐστι τεκμήρια, θεῷ δὲ οὐδὲν ὁμογενές». Πῶς οὖν τὸ μὴ στίλβειν τῇ σελήνῃ ἐστὶν ὁμογενὲς ἢ τὸ στίλβειν ταῖς πλειάσι, δι’ ὧν τὴν μὲν ἐγγύτερον ἡμῖν πλανᾶσθαι, τὰς δὲ πορρωτέρω ἐστηρίχθαι τεκμαιρόμεθα; Τόπου μὲν γὰρ ταῦτα, αἱ δέ εἰσιν οὐσίαι· δι’ ὧν δ’ ἐκεῖνα ταύταις δείκνυται, ταῦτα δ’ αὖθίς ἐστιν ἐνέργεια ἢ πάθος, καὶ οὐ τοῦ ἀστέρος μᾶλλον ἢ τοῦ ἀτενίζοντος.

Ἀλλ’ οὐδ’ ἡ κωνοειδὴς σκιὰ τῷ φωτίζοντι ὁμογενές, δι’ ἧς μεῖζον τοῦ φωτιζομένου δείκνυται, οὐδὲ ὁ φωτισμὸς τῇ σφαίρᾳ ἐστὶν ὁμογενής· εἰ δ’ ἕτερον τρόπον εἰσὶν ὁμογενῆ, ὅτι περὶ τὸ αὐτὸ θεωρεῖται τὸ πόρρω καὶ τὸ στίλβειν καὶ τὸ μὴ ἐφ’ ἑκατέρου καὶ τὰ ἄλλα τούτοις γε παραπλησίως, κἀκεῖ θεωροῖτο ἂν περὶ τὸ αὐτὸ καλῶς τό τε δεικνύμενον καὶ δι’ οὗ ἐκεῖνο δείκνυται.

Ἴσασιν οἱ κεκαθαρμένοι τὴν καρδίαν διὰ τεκμηρίου τῆς ἐγγινομένης ἐν ἑαυτοῖς νοερᾶς φωτοφανείας ὅτι ἔστι θεὸς καὶ οἷον φῶς ἐστι, μᾶλλον δὲ πηγὴ φωτὸς νοεροῦ τε καὶ ἀΰλου. Διὸ καὶ χάριν ἴσασιν οὐχ ἑαυτοῖς, ἀλλὰ τῷ φωτίζοντι, ὥσπερ οὐδὲ τῷ ἀέρι χάρις αἰσθητῶς πεφωτισμένῳ· οὐ γὰρ ἡ λαμπρότης ἐστὶν αὐτοῦ, ἀλλὰ τοῦ φωτίζοντος ἡλίου, τοῦ δ’ ἀέρος μόνον τὸ διαφανὲς ἐπίχαρι, ὡς καὶ τοῖς θεοφόροις τὸ διὰ καθαρότητα καρδίας δεικτικὸν τῆς νοερᾶς ἐλλάμψεως. Δύνανται καὶ οἱ μὴ πρὸς τοῦτο θεωρίας ἀναβεβηκότες ἐκ τῆς περὶ πάντα προμηθείας τὸν κοινὸν προμηθέα συνορᾶν, ἐκ τῶν ἀγαθυνομένων τὴν αὐτοαγαθότητα, ἐκ τῶν ζωοποιουμένων τὴν αὐτοζωήν, ἐκ τῶν σοφιζομένων τὴν αὐτοσοφίαν καὶ ἁπλῶς ἐκ πάντων τὸν τὰ πάντα ὄντα καὶ ὑπεξῃρημένον καὶ ὑπερανιδρυμένον πάντων, τὴν πολυώνυμον ἐκείνην καὶ ἀκατονόμαστον ὑπερούσιον οὐσίαν. Τί οὖν, οὐ ταῦτα πάντα περὶ ἓν ἐκεῖνο ἀΰλως θεωρεῖται, ὅ,τι ποτέ ἐστιν ἐκεῖνο; Τί δέ, οὐ διὰ τούτων οἷα τεκμηρίων ἀψευδὴς γίνεται ἀπόδειξις ὅτι ἔστι τις προαγωγεὺς καὶ προμηθεὺς προάναρχος ἁπάντων, παντοδύναμος, παντεπίσκοπος, πανάγαθος, παναίτιος, ὑπερφυής; Ἐγὼ μὲν οἶμαι καὶ πάνυ γε οἴομαι καὶ οὐδ’ ἂν οἶμαι ἔχειν ἀντειπεῖν.

Οὕτω τοίνυν καὶ ἡμεῖς ὁμοίως τεθεολογημένον ἐπὶ τοῦ τῆς πίστεως συμβόλου περί τε τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ τοῦ μὲν γεγεννῆσθαι ἐκ τοῦ πατρὸς κηρυττομένου, τοῦ δὲ ἐκπορεύεσθαι ἐκ τοῦ πατρός, ἀμφοτέροις τὸ ἐκ μόνου τοῦ πατρὸς ἐφαρμόζεσθαι συνάγομεν, ἐκ τῶν ὕστερον ὁμοίως τεθεολογημένων τὰ προαιωνίως κατὰ τοῦθ’ ὁμοίως ὑπάρχοντα δεικνύντες.

Οὐ μὴν ἀλλ’ εἰ καὶ τοσαῦτα περὶ τούτου σοι γεγράφαμεν, ἀλλ’ οὐ πάνυ διοισόμεθα εἴθ’ ἁπλῶς δεῖξιν εἴτ’ ἀπόδειξιν τοὺς τοιούτους λόγους λέγει τις· μόνον στεργέτω τὴν δι’ αὐτῶν φωτὸς τρανότερον ἐκφαινομένην ἀλήθειαν· σοῦ δ’ ἕνεκα συνηγορήσαμεν τῇ ἀποδείξει, οἷον ἀπολογίαν ὑπὲρ ταύτης ποιησάμενοι· τοὺς γὰρ ἐμοὺς Κατὰ Λατίνων διὰ γραμμάτων λίαν ἐπαινοῦντος λόγους, ὑπειδόμενος τὴν εἰ καὶ μὴ κατὰ λόγον ὅμως ὑφέρπουσαν μέμψιν τῇ ἐπιγραφῇ, ὡς ἂν μὴ πρὸς τὸν ἐπαινέτην ἀναφέροιτο ἀπετριψάμην. Ἵν’ οὖν καὶ σὲ κριτὴν ἀξιόχρεων τούτου τοῦ ὀνόματος ποιήσωμαι, παραθήσομαι τὰς διαφορὰς τοῦ τε ἀποδεικτικοῦ καὶ διαλεκτικοῦ συλλογισμοῦ. Σὸν δ’ ἔστι σκοπεῖν καὶ ἀδεκάστως κρίνειν τίνι μᾶλλον προσήκουσιν οἱ περὶ θείων δογμάτων συντιθέμενοι, καὶ μάλισθ’ ὅταν τὴν ἡμῶν αὐτῶν εὐσεβῆ καὶ ἀκλινῆ περὶ θεοῦ δόξαν ἐκτιθώμεθα. Ὁ μὲν οὖν περὶ τὸ ἀναγκαῖον καὶ ἀεὶ ὂν καὶ ἀληθὲς ὂν καὶ ἀεὶ ὡσαύτως ἔχον, ὁ δὲ διαλεκτικὸς περὶ τὸ ἔνδοξον καὶ πιθανὸν καὶ πεφυκὸς ἄλλοτε ἄλλως ἔχειν καὶ νῦν μὲν ὄν, νῦν δ’ οὐκ ὄν, καὶ ποτὲ μὲν ἀληθές, ποτὲ δὲ μή. Ποῦ ποτ’ ἄρα τὰ θεῖα θήσεις; Ἢ σαφὲς καὶ τοῖς μὴ σοφοῖς;

Καὶ ὁ μὲν ἀποδεικτικὸς τῆς ἀληθείας φροντίζει καὶ κατ’ ἐπιστήμην ἐνεργῶν οὐκ ἀνάγκην ἔχει λαβεῖν ὁποτερονοῦν μόριον τῆς ἀντιφάσεως, ὁ δὲ τοῦ πεῖσαι μόνον καὶ χρώμενος τῇ διαλέξει ἀορίστως ἀναγκάζεται λαμβάνειν ἃ συγχωρεῖ αὐτῷ ὁ προσδιαλεγόμενος, κἂν μὴ τοιαῦτα ᾖ. Διὸ ἐκεῖνος μὲν τῆς ἀποδεδειγμένης ὑπολήψεως ἀμεταπείστως ἔχει καὶ ἀμεταθέτως, ὁ δὲ διαλεκτικὸς εὐπερίτρεπτός τε καὶ αὐτός ἐστιν, ὅτε ἑκὼν περιτρέπει ἑαυτόν. Τίνι δώσομεν τὸ εὐσεβές; Ἆρα τῷ ἑδραίῳ, τῷ ἀμετακινήτῳ, τῷ ἐν μηδενὶ πτυρομένῳ κατὰ τὸν ἀπόστολον, ἢ τῷ καὶ οἴκοθεν ἀεὶ σαλευομένῳ; Καὶ ὁ μὲν ἐξ ἀληθῶν καὶ οἰκείων ἀεὶ τῷ προκειμένῳ, ὁ δὲ οὐ μόνον ἐξ ἐνδόξων, ἃ οὐ πάντως ἀληθῆ, ἀλλ’ ἔστιν ὅτε καὶ ἐκ παντάπασι ψευδῶν, πάντως δὲ καὶ τῷ προκειμένῳ ἀλλοτρίων. Τίνι τούτων πιστεύσεις δεικνύντι σοι περὶ τῶν θείων; Ἢ καὶ σὺ μετὰ τοῦ ἐπὶ Κύρου Ζοροβάβελ θαρρούντως ἂν ἀποφήναιο κρατεῖν πάντων τὴν ἀλήθειαν; Καὶ ὁ μὲν ἐξ αἰτίων οὐ μόνον τοῦ συμπεράσματος, ἀλλὰ καὶ τοῦ πράγματος, διὸ καὶ τὸ συναγόμενον ἀναγκαῖον ἀεὶ καὶ ἀψευδές, ὁ δὲ διαλεκτικὸς τοῦ πράγματος μὲν οὐδέποτε, τοῦ δὲ συμπεράσματος οὐκ ἀεί, ἀλλ’ ἔστιν ὅτε μηδ’ αὐτοῦ, διὸ καὶ τὸ συναγόμενον πρὸς δόξαν, ἀλλ’ οὐκ ἐξ ἀνάγκης ἀψευδές.

Τί οὖν ἐπὶ τῶν θείων; Τὴν ἀψευδῆ τοῦ πράγματος εὕρεσιν ζητοῦμεν, ἢ πρὸς δόξαν διαλέγεσθαι; Εἰ δέ τις φαίη ὡς οὐκ ἔστιν αἴτιον ἐπὶ θεοῦ, αὐτὸς γάρ ἐστιν ὁ πάντων αἴτιος, ‘περὶ μὲν τῆς θείας φύσεως, ὦ οὗτος, οὐκ ἔστι ζήτησις’ ἀποκρινούμεθα, ‘οὐδ’ ἄρα δεῖξις, ἐπεὶ μήδ’ αἴτιον αὐτῆς’. Ὅτι δέ ἐστι μία, μηδεμίαν διαφορὰν καθ’ αὑτὴν ὅλως ἐπιδεχομένη, καὶ ὅτι διαιρεῖται, κἂν μὴ καθ’ ἑαυτήν, διὸ καὶ ἐν τῇ διαιρέσει μένει ἀδιαίρετος, καὶ ὅτι κἀν τῷ διαιρετῷ μίαν καὶ ἀδιαίρετον ἔχει τὴν ἀρχήν, διὸ κἀν τούτῳ εἷς θεός, καὶ ὅτι δημιουργὸς καὶ ὅτι προνοητὴς καὶ ὅτι συνοχεὺς καί τ’ ἄλλα ὅσα τούτοις ὅμοια, ἔστιν ὡς δέον εἶναι ζητοῦντας τὰς αἰτίας, αἳ καὶ αὗται τῶν περὶ θεοῦ ἂν εἶεν, ἐφικέσθαι τῆς εὑρέσεως, σὺν θεῷ δ’ ἐφικομένους, οὐ διαπορητικῶς ἔτ’ ἔχειν ἤτοι διαλεκτικῶς, ἀλλ’ ἀποδεικτικῶς ἐπίστασθαι καὶ πρὸς ἑτέρους τὴν θείαν διὰ λόγου μετοχετεύειν ἐπιστήμην. Εἰ δὲ μὴ ἐφικοίμεθα, τοὺς μὲν τῇ πίστει ἀσθενοῦντας δυνάμει λόγων ἤκιστ’ ἔχομεν ἐπιρρωννύειν, αὐτοὶ δὲ διὰ τῆς πίστεως, ἐπιστημόνως ἔχομεν.

Οὐ γὰρ ἀποδείξεσι τὸ πᾶν πιστεύομεν, οὐδὲ τὸ μυστήριον δεῖν οἰόμεθα τεχνογραφεῖσθαι τῆς πίστεως, οὔθ’ ἡμεῖς, οὔθ’ οἱ πρὸ ἡμῶν διὰ λόγου τῷ λόγῳ τῆς ἀληθείας συνηγορήσαντες, ἀλλὰ κἀν τούτῳ δείκνυμεν τοῦ λόγου τῆς ἀληθείας τὸ ἰσχυρὸν καὶ τοῖς κατά τι τούτου χωλεύουσιν ἐπανορθώσεως παρέχομεν ἀφορμὴν καὶ τοῖς ὀρθοτομοῦσι τοῦτον ἀσφαλείας ὑπόθεσιν.

Ὁ δὲ διακομίσας ὑμῖν τοὺς ἐπὶ τούτοις λόγους ἐκείνους, τὰ πάντα καλὸς κἀγαθὸς καὶ τὴν πολιτείαν εἴπερ τις θεοφιλὴς καὶ ἡμῖν διὰ τοῦτο προσφιλὴς Ἰωσήφ, ἐπὶ τὴν ἐπάνοδον σπεύδων, αὐτοσχεδίους σχεδὸν ἥρπασε παρ’ ἡμῶν, οἶον ἀρτιτόκους παῖδας, μὴ τυχόντας τῆς προσηκούσης φροντίδος. Ἀλλ’ ἐπεὶ πρὸς ἀληθείας ἀπόδειξιν, ἀλλ’ οὐ κάλλους ἐπίδειξιν ἐξενηνόχαται, παρὰ τοῦτ’ οἶμαι καὶ παρὰ τῆς σῆς ἐπαινοῦνται σοφίας. Ἐκεῖνό γε μὴν ἐπὶ νοῦν σε λαβεῖν, ὡς ἡμεῖς ἐκ πολλοῦ τὴν ἀνωτάτω σοφίαν ποθήσαντες, μᾶλλον δὲ πρὸς τὸν αὐτῆς πόθον παρὰ τῆς ἀνωτάτω φιλανθρωπίας ἐφελκυσθέντες, παντοίου λόγων εἴδους καὶ τῆς κατ’ αὐτὰ μελέτης ἀφέμενοι, ταύτῃ προσανέχομεν διὰ βίου, καὶ τοῦτ’ εἰσὶν οἳ συνίσασιν ἡμῖν καὶ συμμαρτυρήσουσι παρ’ ὑμῖν πολλοί· καὶ σὺ δὲ αὐτὸς οὐκ ἀνεπιγνώμων ὅσα ἐμαυτὸν ἔχω πείθειν. Παρεῖται δὲ ἡμῖν τ’ ἄλλ’ ἅπαντα ἐξ ἀνάγκης, ἐπειδήπερ ἐν τῇ πάντων ἀποκτήσει καὶ τῇ πάντων ἐπιλήσει τὰ κατ’ ἐκείνην τὴν σοφίαν συνίστασθαι πέφυκεν, ὥσπερ κἀν τῇ πάντων ἀφαιρέσει ἐν ὑπεροχῇ τινι τὸ θεῖον νοεῖται. Ἀλλ’ οὐκ ἴσον τούτῳ τῆς σοφίας ἐκείνης τὸ τέλος· ἐντεῦθεν μὲν γὰρ τὰ ἀπεμφαίνοντα τῷ θεῷ διανοεῖται ὁ νοῦς, ἐκεῖ δ’ ἔργῳ τὰς θείας ἐμφάσεις νοερῶς ὁ νοῦς δέχεται, ἔσοπτρον ἀκηλίδωτον θεοῦ καὶ ὢν καὶ ἀεὶ γινόμενος.

Κἂν ἡμεῖς τῶν μὲν περὶ λόγους ἐπιστημῶν ἐπιλελήσμεθα σχεδὸν παντάπασιν, εἰ καὶ χρείας ἐπειγούσης οὐχ ἑκόντες εἶναί τινα τούτων ἀναλαμβάνειν ὡς ἐνὸν πειρώμεθα, διὸ καὶ τὰς ἀττικὰς ἐκείνας χάριτας καὶ τὸ λίαν ἔντεχνον τῆς ἐξαγγελίας ἀπειπάμεθα, τῆς δὲ ἀληθινῆς σοφίας οὐδὲν ἢ μικρὸν κατειλήφαμεν, ἀλλ’ οἷον εἰς ὀσμὴν μύρου τρέχομεν, αὐτὸ τὸ μύρον οὐκ ἐν χερσὶν ἔχοντές πω.

Ὁ δὲ τὸν πόθον τοῦτον ἡμῖν ὑπερβολῇ φιλανθρωπίας ἐνθεὶς καὶ τέλος ἀτέλεστον διὰ τοὺς οἰκτιρμοὺς αὐτοῦ παράσχοι τῆς μελλούσης ἀμβροσίας ἀρχήν, τοῦτο καὶ αὐτὸς ἡμῖν σύνευξαι καὶ ἡμεῖς ἐπευχόμεθά σου τῇ ἀρετῇ καὶ θεὸς ἄνωθεν ἐπίκουρος καὶ ἐπήκοος εἴη.