Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαὶ πρὸς Ἀκίνδυνον καὶ Βαρλαάμ

Γρηγόριος Παλαμᾶς

Επιστολή Β' προς Ακίνδυνο: Προτροπή προς αποφυγή της θύραθεν φιλοσοφίας

Αφορμή της δεύτερης επιστολής, οδηγίες για την αντιμετώπιση του Βαρλαάμ και συμβουλές για την προστασία του αναγνώστη από τις πλάνες των αρχαίων φιλοσόφων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 3 από 15

Βʹ ΠΡΟΣ ΑΚΙΝΔΥΝΟΝ ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ ΑΚΙΝΔΥΝΟΝ ΕΠΙΣΤΟΛΗ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΒΑΡΛΑΑΜ ΕΝ ΤΟΙΣ ΔΟΓΜΑΣΙ ΔΙΑΦΟΡΑΣ Ὁ μὲν τῆς ἑαυτοῦ περὶ τὸ κατηγορεῖν ἑτοιμότητός τε καὶ δεινότητος ἡμᾶς ὑπόθεσιν ἐνστησάμενος, πρὸς ἡμᾶς τοὺς λόγους ἀποτεινομένους ἐκπέμψας καὶ γραμμάτιον προσεπιστείλας ταύτην ἐπαγγέλλον δοῦναί οἱ χάριν, εἴ τις ἡμῖν ὑπολέλειπται λόγος, μὴ πρὸς ἕτερον, ἀλλὰ πρὸς αὐτὸν ἥκειν παρ’ ἡμῶν, δυσὶν ἀνθολκαῖς, τῇ τε τοῦ πράγματος φύσει καὶ τῇ τοῦ γράμματος αἰτήσει, τὴν ἀπολογίαν ἐφ’ ἑαυτὸν ἐπισπασάμενος διετέλεσεν.

Ἐπεὶ δὲ καὶ τῷ σῷ νῦν πρὸς ἡμᾶς γράμματι τῶν αὐτῶν σχεδὸν λόγων δεῖ, κἀπὶ τοσοῦτο τούτων ἐρᾷς ὡς καὶ δι’ εὐχῆς ἡμῖν τὰς πρὸς τὸ γράφειν ἐπιπέμπειν ἀνάγκας, καὶ ταῦθ’ ὥς γε αὐτὸς ἂν φαίης μηδ’ ἄγαν εὐπρεπεῖς οὔσας, ἐπεὶ τοίνυν οὕτω κατ’ ἄκρας ἑάλως τῇ δυνάμει τοῦ πόθου καὶ σοὶ τὸν αὐτὸν ἀπολογητικὸν ἔπεμψα· τοῦτον τοίνυν ἐμμελῶς ἀναγνούς, εἴσῃ μὴ τοὐμὸν αὐτοῦ ζητοῦντά με μόνον, ἀλλὰ καὶ τὸ ὑμέτερον, καὶ μηδ’ ἀμφότερον τοῦτο μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν θεοφόρων καὶ κοινῶν ἡμῖν πατέρων ἐξειργασμένον. Δίελθε τοίνυν οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις, ὡς ἐναποθεῖο τῷ τῆς ψυχῆς σοι ταμείῳ τὰ λυσιτελῆ δόγματα, καὶ τῶν λόγων ἀναμνήσθητι τῶν ἐμῶν, οὓς πολλοὺς πολλάκις ἐποιησάμην πρὸς σὲ συνόντα, καὶ τὴν ἀπὸ τῆς ἔξω φιλοσοφίας κενὴν ἀπάτην ᾗ δυνάμεως ἔχεις φυλάττου· μᾶλλον δὲ καὶ σαυτὸν νῦν ἀνακαθάραι σπεῦσον, ἱλαστηρίοις τε εὐχαῖς καὶ περιρραντηρίοις ὑγιαίνουσι λόγοις χρησάμενος· ἀνιέρου γὰρ γνώσεως κεκοινωνηκέναι δοκεῖς τῷ μὴ ἀντικεῖσθαι λόγῳ, μηδὲ γοῦν ἀπαρέσκεσθαι γνώμῃ, θαυμάζοντα δὲ φαίνεσθαι τὸν εἰς τὴν τοῦ ἀγαθοῦ πνεύματος ἐνέργειάν τε καὶ χάριν τὴν τοῦ Βελίαρ παραγνωρίσαντα.

Καίτοι τὸν ἄνδρα τὴν περὶ λόγους δεινότητα καὶ αὐτὸς τῶν ἀρίστων ἥγημαι καὶ πρὸς καλοκαγαθίαν τρόπων εὖ πεφυκέναι πείθομαι καὶ οὐκ ἔσθ’ ὅπως ἔχω μὴ φιλεῖν, οὐ μὴν καὶ χαρίζεσθαί τι τῶν δεόντων πόρρω, καὶ ταῦτ’ ἐν τοῖς περὶ θεοῦ καὶ τῶν θείων δόγμασι καὶ ῥήμασι· οὐ γὰρ πρὸς ἀληθῶς φιλοῦντος ἢ παρέχειν ἢ τὸν μὴ παρέχοντά τι τῶν τοιούτων ἄφιλον ἡγεῖσθαι· ἀλλὰ πρὸ τῶν φίλων θετέον τὸν φίλιον, καὶ ταύτην οἴεσθαι φιλίαν μόνην ἣ τῆς αἰτίας ἐκείνης ἐξῆπται κἀκεῖθέν τε ἀφικνεῖται καὶ δι’ ἀλλήλων τῶν φιλούντων οὐρανομιμήτως περινοστοῦσα, κατὰ τὴν τῆς θείας μουσικῆς ἁρμονίαν ἐν διπλόῃ περιφορᾶς ἀντεπιφερομένης εὐμενῶς, πρὸς θεὸν ἑκατέρωθεν ἐπανέρχεται καὶ τηρεῖ τὴν ἱερὰν ταύτην καὶ οὐρανίαν στροφὴν ἀεικίνητον· τὴν δὲ ῥέουσαν ταύτην καὶ τὸ κατώτερον ἀεὶ ζητοῦσαν, οὕτω γὰρ καὶ ῥυήσεται, καὶ διὰ τοῦτο πάντα χαριζομένην, φιλίας ἔκπτωσιν μᾶλλον ἢ φιλίαν ἐμοὶ καλεῖν ἔπεισι.

Ταῦτ’ ἄρα καὶ μακροὺς νῦν ἀντεπεξάγω λόγους, ὁ μήτ’ ἐκμαθών, μήτ’ ἀρτίως μανθάνων καί, τὸ σύμπαν εἰπεῖν, ὁ μηδὲν εἰδώς, καὶ τοῦτ’ αὐτὸ βίον ἐμαυτῷ σχεδὸν θέμενος, πρὸς τὸν μεμαθηκότα καὶ μανθάνοντα καὶ λέγειν ἄκρως εἰδότα καὶ τοῦτο πεποιημένον ἐμμελὲς βίου μέλημα. Κατέσχον δ’ ὅμως ὡς ἔσχον ἐμαυτόν· ἴσθι γάρ με μὴ κατὰ σχολὴν ἢ σπουδήν, ἀλλ’ ἐκ τοῦ προχείρου τὴν ἀπολογίαν πεποιημένον καὶ τὰ πλείω τῶν πρὸς ἐμὲ τῷ Βαρλαὰμ γραμμάτων καὶ λόγων μειζόνων ἀφορμὰς καὶ λαβὰς παρέχοντα καταλελοιπότα, τοῦτο μὲν τῇ τῶν θείων αἰδοῖ, τοῦτο δὲ τῇ τοῦ διώκοντος ἡμᾶς φειδοῖ· καὶ μὴν ἔστιν ἃ καὶ σκέψεως ἐδεῖτο συντονωτέρας τε καὶ μακροτέρας ἢ κατὰ τὸν ἀπὸ τοῦ διακομισθέντος γράμματος ἄχρι τοῦ καθ’ ὃν ἀντιγεγράφαμεν χρόνον· προσδόκιμος γὰρ ἦν εὐθὺς μετὰ τὴν ἀφ’ ὑμῶν ὡς ἡμᾶς ἐπάνοδον τοῦ σοφοῦ καὶ χρηστοτάτου Θετταλοῦ Νείλου ὁ τὴν οἰκονομίαν αὐτοῦ διαδεξόμενος καὶ παρ’ ἡμῶν πρὸς ὑμᾶς ἐλευσόμενος· νῦν μὲν οὖν πρό σου προθύμως ὃν λόγον ὁ βραχὺς Καθ’ ἑλληνικῆς ἐποψίας καὶ τῶν ταύτην σεμνυνόντων ἐσχεδίασε χρόνος· τρίτον δ’ ἂν ἐπιστείλωμεν, μᾶλλον δὲ ἀντεπιστείλωμεν, τοιοῦτος ἔσται, ὡς μηκέτι δεῖσθαι τετάρτου, ἢν καὶ οἱ παρ’ ἡμῖν πατέρες ἐνδῶσι.

Σὺ δὲ τὸν φιλόσοφον ἡμῖν παίδευε μὴ θρασύ τι καὶ παράβολον ᾄττειν τίκτοντα, τὴν συμπεφυκυῖαν τῇ φιλοσοφίᾳ, καθάπερ τινὰ σκευήν, εὐλάβειαν ἀποδυόμενον—αὐτός τε γὰρ ἐνασχημονεῖ καὶ τοῖς τόκοις λυμαίνεται καὶ ἡμᾶς πρὸς τοὺς ἄπο γνώμης εὖ ἴσθι τραχυτέρους ἐκβιάζεται λόγους—, διὰ μακροῦ δὲ νῦν ἐπαινέτην τε καὶ ζηλωτὴν ἀναφανέντα πάντων τῶν πάλαι καθ’ Ἕλληνας σοφῶν καὶ σοφιστῶν, οὐ θαυμαστὸν εἶναί τι καὶ αὐτὸν καινὸν καὶ κοινὸν συμφόρημα τῶν ἑκατέροις καὶ ἐν ἑκατέροις διαφόρων· ᾧ δὴ κἀκείνων ὑπ’ ἀλλήλων ἀνατρεπομένων, αὐτὸς ὑφ’ ἑαυτοῦ τοῦτο πάσχων ἐξεληλεγμένος ἧττον ἴσως ἀχθεσθείη ἄν.

Εἰ μὲν γὰρ ἐφιέμενός τε καὶ ἀγωνιζόμενος μὴ μέγα δεῖξαι ὂν ἁμάρτημα τὴν τῆς ἀρχῆς διπλόην, εἶτ’ οὐκ ἔχων τῶν κατ’ ἐπιθυμίαν ἀπορεῖν, καθ’ ἡμῶν ἐγείροι τὸν θυμὸν καὶ τοὺς ὁμογενεῖς ὑποκρινόμενος ἀντιλέγειν τοῖς ἡμετέροις ἐγχειροίη καὶ τὴν καθ’ ἡμᾶς ἀπόδειξιν δεινῶς καὶ διὰ μακρῶν κακίζοι λόγων καὶ ἑαυτὸν ἐξαίροι λίαν, ὡς ἐξευρόμενον καὶ ἐξειπόντα τὸ κατ’ Ἀριστοτέλην ὑπὲρ ἀπόδειξιν ἐπὶ θεοῦ, μηδέπω καὶ τήμερον ἐκπεφασμένον, εἰ μέχρι τούτων ἐξέβαινεν αὐτῷ ὁ λόγος, οὐκ ἂν ἠξιώθη παρ’ ἡμῶν ἀπολογίας· νῦν δ’ οὐκ οἶδ’ ὅ,τι παθών, τούς τε θεοφόρους πατέρας λεληθότως διασύρει καὶ τοὺς κατὰ Σωκράτην τε καὶ Πλάτωνα θεόπτας καὶ πεφωτισμένους ἀναγράφει, προβαλλόμενος καὶ ῥητὰ ἅττα τούτων, δι’ ὧν οὗτοι τοιοῦτοι μαρτυροῦνται. Τοῦτο τοίνυν πάντων μᾶλλον οὐκ ἀφῆκέ με πεδῆσαι τὴν γλῶτταν σιωπῇ καὶ καταπροδοῦναι τοὺς κοινοὺς προστάτας καὶ ἀντεισοικίσασθαι τοὺς ἐκ παλαιοῦ ἐκβεβλημένους, ὡς βεβηλωμένους· ἐπεὶ δ’ ἐπῆν ἀντειπεῖν ἀνάγκη, προαπολύσασθαι τῶν ἀκολούθων ἦν καὶ τὰ δι’ ἀπόδειξιν ἐγκλήματα, καὶ πρὸ τούτων δεῖξαι ὡς οὐδὲν προσεκρούσαμεν τῷ συκοφαντικῶς ἐπιθεμένῳ, πρὸς δὲ τούτοις καὶ τὰ νῦν αὖθις ἐν τοῖς ἐκείνου λόγοις ἥκιστα συμβαίνοντα τῇ τῆς εὐσεβείας ἀκριβείᾳ πεπαρρησιασμένως ἐπελέγξαι· φιλίας γὰρ ἢ δέους ἕνεκα τὰ τοιαῦτα σιωπᾶν οὐκ ἄμεινον.

Ἀλλὰ καὶ τὰ Λατίνων ἐν τῷ ὑποκρινομένῳ τἀκείνων ἀνελεῖν τῶν ἀναγκαιοτάτων ὄν, εὐφυῶς ἐνήρμοσται τοῖς λόγοις· οὕτω γὰρ καὶ τἀμὰ πρὸς ἐκείνους πρότερα διαδείκνυται ἀνώτερα τοῦ ἐπηρεάζειν ἐγχειροῦντος, οὐδὲ γὰρ τοὺς Λατίνους αὐτοὺς ἠλπίκαμεν τὰ παρ’ ἡμῶν οἴσειν σιωπῇ, ἀλλὰ προσδόκιμοι μὲν ἡμῖν ἦσαν ἀντιλέξοντες, εὐπερίτρεπτα δ’ ὅμως, οἷα καὶ ὁ τούτους ὑποκρινόμενος αὐτὸς ἀρτίως, ᾧ δὴ καὶ χάριν ἴσμεν, ἃ δή ποτ’ ἔμελλον ἐκεῖνοι λέξειν, ἀφορμὴν ἐν τούτῳ σχόντες ἀνατρέψαι νῦν· ὡς μὲν οὖν ἕκαστα ἐξείργασται, ὁ λόγος σε διδάξει.

Προκείσθω δὲ μὴ πᾶσιν, εἰ μὴ καὶ τἀκείνου—κατ’ ἐκείνου γὰρ φερόμενος, εἰ καὶ ἀναγκαίως· ἀλλὰ πίστευσον ὡς οὐ μετρίως παρὰ τοῦτό μ’ ἀνιᾷ—, τοῖς φιλοῦσι δ’ ὅμως, καὶ μάλισθ’ ὅσοι κρίνειν διανοίας ἱκανῶς γε ἔχουσιν, ὡς οὐκ ἂν ὁ λόγος πάνυ τοι μεμπτέος εἴη, τάχα δὲ οὐδὲ πρὸς ὅν ἐστι· κοινὰ γὰρ σχεδὸν ταῦτα τοῖς περὶ λόγους ἄγαν φιλοτιμουμένοις τὰ προσκόμματα· δεῖ μέντοι πρὸς ἐπανόρθωσιν αἰεὶ συμβάλλεσθαί τι τοὺς τὴν περὶ αὐτῶν φιλοτιμίαν καταλύσαντας. Τοῖς οὖν ταῦτα κρίνειν ἱκανοῖς πᾶσι πίστευσον τὸ σύγγραμμα· πολυειδοῦς γὰρ πλάνης ἔλεγχός ἐστι σαφὴς καὶ κοινή τις εἰ χρὴ λέγειν ἀνακάθαρσις ἢ προφυλακή, τοῖς μὲν ἔτι περὶ λόγους φιλοτίμως διατρίβουσι, τῆς ἐκ λόγων παραλόγου δόξης προσγινομένης τῇ ψυχῇ, τοῖς δὲ πρὸς τὴν τοῦ λόγου κρείττω σπουδὴν δι’ ἡσυχίας ἀποδυσαμένοις προτροπή τε καὶ ὀχύρωμα καὶ δεῖγμα τῆς ἀπατηλῆς εἰσόδου τοῦ πλανᾶν ἀεὶ ἐπιχειροῦντος. Πρὸς δὲ τούτῳ, καὶ ὅθεν ἂν ἐγγένοιτο τὸ ἀπλανὲς δι’ ὀλίγων διαρκῶς ἐνδείκνυται καὶ μικροῦ διὰ βραχέων τοὺς ἑλληνικοὺς καὶ σατανικοὺς ὄγκους κατασπᾷ, τήν τε καθ’ Ἕλληνας ἀπόδειξιν καὶ τὸ κατ’ αὐτὴν ὑπὲρ ἀπόδειξιν ἠχρειωμένον ἐξελέγχει καὶ ἀνακαλύπτει τὸ βαρὺ καὶ βαθὺ σκότος τῶν νοερῶν κατ’ ἐκείνους φωτισμῶν.