Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαὶ πρὸς Ἀκίνδυνον καὶ Βαρλαάμ

Γρηγόριος Παλαμᾶς

Επιστολή Α' προς Βαρλαάμ: Προοίμιο και αναίρεση των προσωπικών κατηγοριών

Έναρξη της επιστολής προς τον Βαρλαάμ, έλεγχος των εσωτερικών αντιφάσεων των κειμένων του και αντίκρουση των συκοφαντιών περί αλαζονείας και δήθεν διεκδίκησης τελειότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 4 από 15

Αʹ ΠΡΟΣ ΒΑΡΛΑΑΜ ΤΟΥ ΑΥΤΟΥ Τῼ ΦΙΛΟΣΟΦῼ ΒΑΡΛΑΑΜ ΠΕΡΙ ΩΝ ΕΦΗ ΔΥΟ ΑΡΧΩΝ Ἢ ΚΑΘ’ ΕΛΛΗΝΙΚΗΣ ΕΠΟΨΙΑΣ Ὦ θρέμμα τῆς ἀνωτάτω περὶ λόγους παιδείας καὶ τῆς φύσει σοφίας δῶρον παρὰ θεοῦ, δι’ αὐτῆς κεχαρισμένον ἡμῖν, ἐπίχαρι καὶ θυμῆρες κρᾶμμα ἐπιστήμης καὶ νοῦ, διδακτοῦ καὶ ἀδιδάκτου φωτός· σὲ τῶν ἑτεροδόξων ἡμεῖς οὐκ ἔφθημεν εἰπόντες, ὡς αὐτὸς ἰσχυρίζῃ, καὶ μάρτυς ἡμῖν ὁ παρ’ ὑμῖν ἡμέτερος λόγος, δι’ ὃν εἰς ταύτην ἥκειν διατείνῃ τὴν δόξαν· ἐν αὐτῷ γάρ φαμεν ἐπὶ λέξεως ὡς «ἀπεδεξάμεθά σου τὰς πρὸς τοὺς κακοδόξους ἐκείνους ἀντιρρήσεις» καὶ ὡς διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς «κακῷ τὸ κακὸν ἰωμένους» τοὺς Λατίνους ἔδειξας. Τί δ’ ὅταν αὖθις ἐρωτῶντες προσεπάγωμεν ὅτι «τὸ ζητούμενον ἀκούσομεν καὶ μεθ’ ἡδονῆς δήπου, τί γάρ ποτ’ ἂν ἄλλο προσδόκιμον ἡμῖν εἴη παρ’ ἀνδρὸς ἀκριβοῦς εὐσεβείας πόθῳ τὴν ἐνεγκοῦσαν ἀπολιπόντος», οὐ μετ’ ἐγκωμίων ἀναφερομένων εἰς τὴν σὴν εὐσέβειαν ἐδείξαμεν, μηδ’ ἐν ἐλπίσιν ἀποτρόπαιόν τι περὶ τῆς σῆς ἀνεχόμενοι σοφίας; Τὸ δὲ πρὸς τὸν παρὰ σοῦ πευσόμενον παρ’ ἡμῶν γραφόμενον ὡς «μετὰ τῆς γιγνομένης ἐπιεικείας τε καὶ παρρησίας, μᾶλλον δὲ φιλομαθείας ἐρωτήσας, μάθε καὶ δίδαξον ἡμᾶς», μαθητιῶντος μᾶλλον ἐπιδείκνυται διάνοιαν ἢ μεμφομένου.

Καίτοιγε ὡς ἐνῆν καταφορικῶς ἐθέλοντί μοι χρήσασθαι τῷ λόγῳ μὴ σμικρά τις ἀφορμὴ τὴν σὴν ἀγχίνοιαν ἥκιστα διαλέληθεν. Ἐν δὲ τοῖς περὶ ἀποδείξεως οὐ τὸ ἐμὸν μόνον, ἀλλὰ καὶ τὸ σὸν ὑγιῶς ἔχειν ἔδωκα νοεῖν τοῖς προσέχουσι τοῖς εἰρημένοις τὸν νοῦν, εἰ καὶ αὐτὸς οὐκ οἶδ’ ὅπως, καθάπερ κηρῷ τὰ ὦτα φραττόμενος, ἀνήκοος ταῦτα παραλλάττεις. Ἐγὼ μὲν οὖν οὕτω τὰ πρὸς σέ· σὺ δέ μέ τισί τε καὶ ὅσοις ἐγκλήμασι περιβαλεῖν ἐσπούδακας οἶσθα, μηδὲ δείξας ὅλως οἰόμενος μετρίως γοῦν ἡμᾶς πρὸς τὰς καθ’ ἡμῶν ἐπαγωγάς, ἀπαγωγὰς δ’ εἰπεῖν οἰκειότερον, ἀπολογήσασθαι δύνασθαι, καὶ πολεμουμένοις ἀναίδην ἤδη, καὶ σὺν ἡμῖν ἑτέροις ἡμῶν γε ἕνεκα, μηδ’ ἡμῖν αὐτοῖς ἐπαμύνειν ἔχειν.

Ἐγὼ δὲ νικᾶν ἐν τοῖς τοιούτοις αἰσχύνομαι καὶ οὐκ ἂν ἀπελογησάμην, οὐδαμῶς γέ πως κατηγορούμενος, εἰ μὴ τὴν ἐμφαινομένην ἐν τῷ πρὸς ἡμᾶς σου γράμματι μεταποιῆσαι διενοούμην ἀπέχθειαν. Ἀλλὰ γὰρ τί πάθω; Ἄλογον καταλλαγὴν πρὸς οὕτως ἐλλογιμώτατον, οἷος εἶ σύ, πῶς ἀνέξομαι, καὶ συνεπηρεαζομένοις μοι τοῖς ὑπὲρ θεοῦ λογικοῖς τῶν πατέρων ἀγῶσι πῶς οὐχ ᾖ δυνάμεως ἔχω συλλήψομαι, καί σέ γε αὐτὸν συγκινδυνεύοντά μοι, πρὸς ὃν ὁ λόγος, ὡς ὁ λόγος δείξει προϊών, πῶς σιωπῇ τὸν φίλον καταπροήσομαι; Πεπαρρησιασμένος ἔλεγχος εἰρήνης βραβευτής. Θέλεις οὐκοῦν σὲ τοῖς σοῖς ἐπιστήσω γράμμασι κριτήν; Καὶ τί ποτ’ ἆρ’ ἥδιον φαίης ἂν δήπου τὸν ἐξενηνοχότα καὶ τῆς ψήφου καθῆσθαι κύριον;

Δύο τοίνυν ἀπὸ τοῦ αὐτοῦ περὶ τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ διεκομίσθη μοι γράμματα, ἐναντίως ἔχοντα πρὸς ἄλληλα· τὸ μὲν γὰρ τοῖς μὴ καλῶς ἔχειν δόξασιν ἄριστά γέ φησιν ἀντιτετάχθαι με καὶ ὡς ἄν τις ἔχοι κρίνειν ἀνεπιφθόνως, τὸ δ’ ἕτερον τοῖς αὐτοῖς αὖθις κάκιστα· διαβάλλει γὰρ ἅπαντας τοὺς πρὸς ἐκεῖνά μοι λόγους· οὕτως οὖν τῶν πρὸς ἡμᾶς σου γραμμάτων ἀντικειμένων καὶ δι’ ἀλλήλων ἀναιρουμένων, ὁ ταῦτα συγγεγραφὼς τίνα δόξαν τοῖς ἐντυγχάνουσι τοῦ ἤθους ἑαυτοῦ παράσχοιτ’ ἂν χάριν; Ἀλλὰ τοῦτ’ ἐατέον μὴ καὶ βλασφημίας γραφὴν αὖθις ἀποφερώμεθα.

Τὰ γοῦν ὑπ’ ἀλλήλων συντριβέντα τί φῂς ὡς ἀχρεῖα σκεύη κεραμεοῦντα ῥίψωμεν ἄμφω; Καὶ πῶς ἂν τοῦτο σύ γ’ ἀποφήναιο περὶ τῶν σῶν διαιτητὴς προκαθήμενος, ἀλλ’ οὐχὶ βιάσῃ τὰς ψήφους θάτερον γοῦν περισώσασθαί σοι τοῖν γραμμάτοιν ποθῶν, μᾶλλον δ’ ἵνα μή τι πάλιν τῶν οὐ καλῶν σοῦ πέρι φωραθῶμεν εἰπόντες, οὐ τὸ δίκαιον ἐκκλίνων καὶ παραλογιζόμενος, ἀλλ’ οἶά τις λογικὸς ἀετὸς ὑψιπετὴς τὴν διάνοιαν θάτερον περιποιήσῃ τῶν γεννημάτων; Τί γάρ, εἰ μὴ καὶ λογική σοι φήνη παρείη, τοῦ περιφρονηθέντος ἐπίκουρος ἕτοιμος, οὐδὲ τοῖς ἀετοῖς τούτου μέλει; Ποῖον δ’ ἆρά σοι τῶν γραμμάτων οἰκειώσῃ σαυτῷ;

Τὸ γενναῖον δήπουθεν καὶ μέγα καὶ μάλιστ’ ἔχον ἀντιβλέπειν ἡμῖν ᾧ τὰ κάκιστα σύνεστι. Τοῦτο δή σοι συνεπικρίνειν ἀναγκαιότατον ὡς ἐπεὶ τῷ παρερριμμένῳ τῶν ἐναντίων ἀνεπιφθόνως, ὡς ἔφης, κρίνοντι τὰ ἄριστα ἡμῖν μεμαρτύρηται, τὸ συνεστηκὸς ἔτι σοι τοῦτο πρὸς φθόνον ἅπαν συντεταγμένον ἐστίν.

Οὐ μὴν ἀλλὰ καὶ τοῦ ἀντιτεταγμένου διεζευγμένον καθ’ ἑαυτὸ τοῦτ’ αὖθις τοῦ δικάζοντος δεῖται, μὴ συμβαῖνον ἑαυτῷ, μηδ’ ἀκολούθως ἑαυτῷ προαγόμενον, ἀλλὰ πρὸς ἑαυτὸ πολλαχοῦ τε καὶ πολυτρόπως καὶ ὑπὲρ τῶν μεγίστων μαχόμενα. Ὁ γὰρ ἐν αὐτῷ λέγων «μηδὲν ἂν ἑαυτῷ διαφέρειν εἴ τις ἀπεκάλει τοὺς ἐπὶ Λατίνους οἰκείους λόγους ἅπαντας λῆρον», πρὸς τὸν μηδὲν μὲν ἕτερον τῶν λαβὴν ἐχόντων προαγαγεῖν εἰς τοὐμφανὲς ἐθελήσαντα καί τ’ ἄλλ’ ἅπαντα προσεπῃνεκότα, πρὸς ἓν δὲ καὶ τοῦτο μορίων σχεδὸν τοὐλάχιστον οὐκ ἀντιτεταγμένων, ἀλλ’ ἠπορηκότα καὶ ἠρωτηκότα—τὰς γὰρ ἀντιθέσεις ἑτέροις ἀνεθέμεθα προσώποις— πρὸς τὸν οὖν οὕτω μεθ’ ὅσης τῆς ἐπιεικείας αἰτοῦντα τὴν λύσιν τῆς ἀπορίας, μακροὺς καὶ πικροὺς ἀντεπεξήγαγες λόγους, καὶ ταῦθ’ ὡς αὐτὸς ἀνωμολογηκὼς τυγχάνεις, ἀποξέσας σοι τῶν λόγων τὸ παρ’ ἡμῖν ἐν ἐκείνοις ἀμφισβητήσιμον, ὡς ἀναμφισβητήτως οὐκ ἀγαθόν.

Εἰ γὰρ οὐδέν σοι διαφέρει, ὦ χρηστέ, εἴ τις λῆρον ἀποκαλεῖ σου τοὺς λόγους καὶ πρὸς τὴν παρ’ ἀνθρώπων δόξαν δεινῶς οὕτως ἔχεις ἀνεπιστρόφως, τίνος ἕνεκεν, ὡς αὐτὸς φῄς, ἐκβέβληκάς σου τῶν λόγων ἐκεῖνο, εἰ μὴ τὴν χείρω καὶ αὐτὸς περὶ αὐτοῦ δόξαν εἴληφας; Τί δ’ εἰ καὶ ‘σκανδάλου’, καθάπερ αὐτὸς εἶναι φῄς, ‘αἴτιον’; Ἆρα τοῦτο μικρόν; Οὐκ ἄρ’ ἐκβεβλῆσθαι δίκαιον μόνον, ἀλλὰ καὶ «εἰς κῦμα ῥιφῆναι πολυφλοίσβοιο θαλάσσης», μᾶλλον δ’ ἵν’ ὡς «μόλιβδος καταδύσῃ» μωσαϊκῶς εἰπεῖν «ἐν ὕδατι σφοδρῷ», εὐμεγέθει λίθῳ προσδεθὲν πρότερον, ἔπειτα δοθῆναι τοῖς κύμασιν. Ἀλλ’ ὦ τὴν σοφίαν εἴπερ τις περιττὲ σύ, εἰ τοῦθ’ ὁπωσδηποτοῦν ἀφῄρηκάς σου τῶν λόγων ἐκείνων, τίς σοι χρεία τῆς ὑπὲρ αὐτοῦ τοσαύτης ἔπειτα μακρηγορίας, ἀφ’ ἧς σοι συμβέβηκεν οὐκ ἔξω μόνον σκοποῦ κατὰ τὴν παροιμίαν τοξεύειν, ἀλλ’ ἀσκόπως παντάπασιν; Ἤρθη γάρ, ὡς τοὺς πολυστίχους σοι λόγους τελευτῶν ἐξεκάλυψας μετὰ τὰ σκώμματα τῶν σκανδαλιζομένων καὶ τὴν σὴν διαπεπονημένην σκέψιν, πρὸς ὃ τείνουσιν ἐκ τοῦ μέσου παντάπασιν, ὡς ἀπερισκέπτως ἄρα πρότερον ἐντεθέν· ὡς οὖν ὁ ἀκόπως ὁδοιπορῶν ματαιοπονήσει, οὕτως ὁ ἀσκόπως λογογραφῶν ματαιολογήσει.

Σὺ δ’ οὐκ εἰς μάταια, μικρὸν γὰρ ἤδη σοι τοῦτο, ἀλλὰ καὶ πρὸς τἀναντία περιετράπης, οὐ μόνον ἐν τοῖς καθ’ ἡμῶν λόγοις, ἀλλὰ καὶ περὶ τῶν κρειττόνων διαλεγόμενος· τοῦτο δ’ ἔπαθες ἐκ τῆς ἀκαίρου πολυρρημοσύνης· οἱονεὶ γάρ τινι πολυταράχῳ πνεύματι ταύτῃ σεαυτὸν παραδοὺς καὶ πολυκινήτως ὑπ’ αὐτῆς ἑκὼν ἄκων σαλευόμενος, πολλὰ φεῦ προσκόμματα καὶ συντρίμματα διακενῆς ἔπαθες. Ἀλλ’ ἵνα μὴ καὶ αὐτὸς τοῦτο πάθω—πρὸς γὰρ ἕκαστα διαρκῶς ἀποκρινόμενος, οὐκ ἔσθ’ ὅπως τὸ πολύρρημον ἐκφύγοιμ’ ἄν, «ἐκ δὲ πολυλογίας» κατὰ τὸ γεγραμμένον «οὐκ ἐκφεύξεται ἁμαρτία»—ἵν’ οὖν μὴ τοῦθ’ ὅπερ ἐγκαλῶ μᾶλλον αὐτὸς κινδυνεύσω παθεῖν, ταῦτα πάντα ἀφείς, τὰς πεποιημένας σοι καθ’ ἡμῶν αἰτίας ἀπολύσομαι μόνον, καὶ τοῦθ’ ὡς ἂν οἷός τε ὦ διὰ βραχέων ποιήσομαι μηκύνειν ἥκιστα ἐθέλων. Ἄλλωστε, καὶ τοῦ ποιοῦντος τὸ σκάνδαλον ἐκ τοῦ μέσου γεγενημένου, περιττὸν ἂν εἴη περὶ τούτου διαλέγεσθαι πάλιν· εἰ δ’ ἄρα τι συμπεσεῖται τοῖς καθ’ ἡμῶν εἰρημένοις τῶν μὴ καλῶς, ὥς γε ἡμεῖς ἂν νομίσαιμεν αὖθις, περὶ τῶν θείων ἐκπεφασμένων σοι, σύγγνωθι σημάναι καὶ περὶ τούτου δεῖν οἰηθεῖσιν, ἴσως κἀκεῖνα δι’ ἡμᾶς τοὺς περὶ τὸ ὕψος σοι τῆς θεηγορίας φθάνειν οὐχ ἱκανοὺς ἀπαλείψεις, ἐπισκευάσας αὖθις καὶ τὸν πρὸς ἡμᾶς σου τουτονὶ λόγον.

Εἰ δὲ μετὰ τὸ ἀπαλεῖψαι καθ’ ἡμῶν μακρὰ γράφεις, χαριῇ τὰ μέγιστα· τοῦτο δ’ ἡμεῖς μὲν ὅμως οὔτ’ ἐπιτρέπομεν οὔτε κωλύομεν· οὐ δ’ ὡς προπαρασκευασθείης μὴ χολᾶν εἴ τί σοι περιτραπείη τῶν σῶν, καὶ γὰρ σόν.

Ἀλλὰ τίς ἡ πρώτη καὶ μέση καὶ τελευταία καθ’ ἡμῶν σοι λαβή; «Σὺ σαυτόν» φησιν «ἐξαίρεις, ὡς τοῖς ὑπὲρ ἡμᾶς ἐντυχών». Πόθεν τοῦτ’ ἔχεις δεῖξαι; «Παρὰ τῶν σῶν» φησι «λόγων, ἐξ ὧν ὑπεσημηνάμην εἰλῆφθαί μοι τὸ προοίμιον ἅπαν».

Ἀνάγνωθι τὸ σὸν ἐκ τῶν ἡμετέρων μετειλημμένον καὶ ἡμᾶς, ὡς αὐτὸς φῄς, ἐξελέγχον προοίμιον, ἵν’ εἰδῶμεν· κἂν ἐκ τῶν ἡμετέρων ὑπάρχῃ τις μεγαληγορία, δικαίαν εἶναι τὴν καθ’ ἡμῶν σου ταύτην κατηγορίαν ὁμολογήσομεν, εἰ δὲ μή, σὺ σαυτοῦ καταψηφιῇ, πολυπλασίω περιτρέψας σαυτῷ τὴν νέμεσιν. «Σὺ μὲν τὴν ἀνωτάτω ποθήσας φιλοσοφίαν, μᾶλλον δὲ παρὰ τῆς ἀνωτάτω φιλανθρωπίας ἐφελκυσθεὶς καὶ λόγων εἴδους παντοίου καὶ τῆς κατ’ αὐτὰ μελέτης ἀφέμενος καὶ τοῖς παραδείγμασιν ἤδη ἐντυχών, ἐπίσχες». Τὸ γὰρ τοῖς παραδείγμασιν ἤδη ἐντυχεῖν οὐκ ἐπιγινώσκω, βέλτιστε, τῶν ἡμετέρων ὑπάρχον· ἐν τούτῳ δέ ἐστι τὰ τῆς καυχήσεως, ἣν διὰ παντὸς ἡμῖν σὺ τοῦ λόγου προφέρεις· οὐ μόνον δ’ ἁπλῶς ἕτερον τοῦτο τῶν λόγων τῶν ἐμῶν, ἀλλὰ καὶ τῶν ἐπιεικῶς ὑπεναντιουμένων ἐκείνοις.

Εἰ γὰρ τοῦτο παράδειγμα ἐνταῦθα λέγεις, ὃ μύρον ἡμεῖς ἐκεῖ τροπικώτερον εἴπομεν, ἄκουσον νῦν γοῦν συνετῶς. «Ἡμεῖς τῶν μὲν περὶ λόγους ἐπιστημῶν ἐπιλελήσμεθα σχεδὸν παντάπασι, τῆς δὲ ἀληθινῆς σοφίας οὐδὲν ἢ μικρὸν κατειλήφαμεν, ἀλλ’ οἷον εἰς ὀσμὴν μύρου τρέχομεν, αὐτὸ τὸ μύρον οὐκ ἐν χεροῖν ἔχοντές πω». Ἆρ’ οὐ ταῦτ’ ἐπὶ λέξεως ἐκεῖ κεῖται; Σαφῶς οὖν ἡμῶν καταψεύδῃ τῶν μήπω λεγόντων ἐντυχεῖν ὡς ἐντυχεῖν εἰπόντων.

Εἰ δ’ ὡς ‘ἐποθήσαμεν’ εἰποῦσι ταύτην ἐπιτρίβεις τὴν μέμψιν, ὅμοιόν τι ποιεῖς, ὥσπερ ἂν εἴ τις μέγα φρονεῖν ἐπὶ σοφίᾳ λέγῃ τὸν ἐς διδασκάλου φάμενον φοιτῆσαι καὶ συχνὸν τούτῳ χρόνον παρακαθίσαι διδάσκοντι, τῇ δ’ οἰκείᾳ δυσμαθείᾳ μηδὲν σχεῖν παρακατασχεῖν τῶν διδαγμάτων ἐκείνων. Ἃ τοίνυν καθ’ ἡμῶν ἐκ τῆς σαυτοῦ προσθήκης συνήγαγες, ταῦτ’ ἐφ’ ὃν ἀρτίως μεταχωρήσει σοὶ σκοπεῖν ἀφίημι.

Καὶ τῆς τελευταίας δὲ ἡμῶν οὐκ ἐπαΐεις εὐχῆς ὁ πᾶν ὅ τι τῶν ἀπευκτῶν ἐθελήσας καθ’ ἡμῶν εἰπεῖν, «ὁ τὸν πόθον τοῦτον ἡμῖν ὑπερβολῇ φιλανθρωπίας ἐνθεὶς καὶ τέλος διὰ τοὺς οἰκτιρμοὺς αὐτοῦ παράσχοι»; Τέλος τοίνυν αἰτοῦντες πῶς οὐκ ἀτελεῖς ἑαυτοὺς ὄντας ἴσμεν κατ’ ἐκεῖνο, οὖ τὸ τέλος αἰτοῦμεν;

Τοὺς δ’ ἀτελεῖς ἡμᾶς αὐτοὺς εἶναι λέγοντας πῶς αὐτὸς ὡς ὑπερτελεῖς εἶναι λέγοντας ὀνειδίζεις; Ἡμεῖς δ’ ὦγαθὲ τοσοῦτον ἀπέσχομεν τελείους ἑαυτοὺς ἢ νομίσαι ἢ προειπεῖν, ὡς καὶ τὸ τὴν ἀρχὴν ὅλως προθυμηθῆναι τῆς πρὸς τὸ μυστικὸν διδασκαλεῖον ἅψεσθαι φερούσης οὐχ ἡμῶν αὐτῶν φάναι, πρὸς δὲ τὴν ἄνω φιλανθρωπίαν ἅπαν ἀνενεγκεῖν· εἰ δ’ ἐκ τῆς ἄνω φιλανθρωπίας, οὐκ ἔτ’ ἔργον ἡμέτερον οὐδὲ τοῦτο.

Τῶν οὖν προθυμηθέντων ἄρξασθαι μόνον καὶ μηδὲ τὴν ἀρχὴν ταύτην οἴκοθεν οἰομένων, ὡς τὸ τέλειον ἑαυτοῖς προσμαρτυρούντων ἐσπουδασμένως οὕτω καταλογογραφεῖν, ἆρ’ οὐ συκοφαντίας περιφανοῦς; Τίς δέ σοι πιστεύσειεν ἔτι τῆς ἀληθείας φροντίζειν, περὶ τούτων κρειττόνων καὶ δυσθεωρήτων διεξιόντι, καταψευδομένῳ σαφῶς τῶν οὕτω σαφῶς ἀναγεγραμμένων; Πῶς δ’ ἂν καὶ τῆς ἀληθείας ἐφίκοιτο περὶ τῆς ὄντως ἀληθείας διαλεγόμενος ὁ μὴ τῆς ἀληθείας πολὺν ποιούμενος λόγον; Ἀλλὰ γὰρ δεκάκις τοῦτ’ ἐν ἑνὶ λόγῳ καθ’ ἡμῶν ψευδῶς προβαλλόμενος, τοσαυτάκις δῆλος ἐγένου τοῖς πᾶσιν ὅθεν λαλεῖς, πρὸς δὲ τὸ ἄληπτον τοῖς ἡμετέροις λόγοις καινῷ τρόπῳ προσεμαρτύρησας· εἰ γὰρ εἶχες ἀληθῆ μέμψιν, ἅπαξ εἰς τοὺς κατηγόρους καταστήσας σαυτόν, τίς ἆρά σοι χρεία τῆς ψευδοῦς ταύτης ἦν καὶ τῆς ἀπὸ ταύτης ἐπιθέσεως πρώτης;