Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαὶ πρὸς Ἀκίνδυνον καὶ Βαρλαάμ

Γρηγόριος Παλαμᾶς

Επιστολή Α' προς Βαρλαάμ: Η λατινική διδασκαλία και η θεολογική ορολογία περί των θείων

Αναίρεση των λατινικών δογμάτων περί του Αγίου Πνεύματος, εξέταση της ορθής χρήσης των παραδειγμάτων στη θεολογία και υπεράσπιση των ησυχαστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 5 από 15

Ὃ δέ μ’ ἔπειτα κακίζεις ὡς τῷ τέλει τοῦ παντός σοι λόγου φανερῷ τυγχάνοντι τὴν ἐναντίαν αὐτὸς δόξαν περὶ σοῦ προσηκάμην, τοῦτο φανερῶς ἀδικεῖς· εἰ γὰρ τοῦτ’ ἦν, οὐκ ἂν ἠρώτων, οὐκ ἂν ἠπόρουν, ἀλλὰ κατεψηφιζόμην ὡς ἑτερόφρονος· ἀπορεῖν δὲ τότ’ ἔπεισι πᾶσιν, ὅταν τοῖς φανεροῖς καὶ ἀνωμολογημένοις ᾖ τι τὸ μὴ συνᾷδον· τὸ τοίνυν ἀπορεῖν δεῖγμα τοῦ μηδὲν σοῦ πέρι φρονεῖν ἐθέλειν ἀπώμοτον· τὸ δὲ ‘τὴν ἑτέραν ὑπὸ τὴν ἑτέραν’ σε σαφῶς εἰπεῖν καὶ ‘ἡ διπλόη τῆς ἀρχῆς’, τοῦθ’ ἡμᾶς πρὸς τοῖς ἄλλοις ἠνάγκασε πυνθάνεσθαι καὶ διαπορεῖν τί ποτέ σοι βούλεται ‘ἡ ἐξ ἀρχῆς ἀρχή’, ἣν δὴ καὶ νῦν αὖθις ἐνταῦθα θατέρῳ θεραπείαν ἐπινοεῖς· τὰ γὰρ ἄλλα παρατρέχειν ὑπέστην τὴν ἀρχήν.

Ὃ τοίνυν ἐφεξῆς ἄρτι τῷ προτεθειμένῳ γέγραφας, ὅτι «κἂν τὴν ἑτέραν καὶ ἐκ τῆς ἑτέρας καὶ ὑπὸ τὴν ἑτέραν λέγω, ἀλλ’ ὡς ἡγούμενος ἕκαστον ἐξ ἧς ἐστιν ὅπως ποτὲ ἀρχῆς, ὑπὸ ταύτην καὶ ἀναφέρεσθαι», εἰ μὲν ἕκαστον ἁπάντων λέγεις τῶν ἀφ’ ἡστινοσοῦν ἀρχῆς, τοῖς πᾶσι συντάττεις τὰ ὑπὲρ ἅπαντα καὶ ἀπὸ τῶν κτιστῶν περὶ τῶν ἀκτίστων ἀξιοῖς ἡμᾶς πείθειν, ὃ πολὺς ῥέων καθ’ ἡμῶν ἔμπροσθεν ἀπαγορεύεις παντάπασιν· εἰ δὲ τὸ ἕκαστον τοῦτο πρὸς τὴν ἐξ ἑτέρας ἑτέραν δημιουργικὴν ἀρχὴν ἀναφέρεις, πλεῖν ἢ δύο τὰ ἐξ ἐκείνης ἡμῖν σημαίνεις· τὸ γὰρ ‘ἑκάτερον’ ἐπὶ τῶν μὴ ὑπερβαινόντων τὴν δυάδα λεγόμενον ἴσμεν, τριῶν δ’ ‘ἕκαστον’ τοὐλάχιστον λέγομεν. Ἐπάφες δή σοι καὶ τούτῳ τὴν πολυχεύμονα γλῶτταν, ἀλλὰ καὶ τὸ ‘ὑπὸ’ τὴν ἀρχὴν ἀναφέρεσθαί τι· τὸ γὰρ ‘εἰς’ αὐτὴν καὶ ‘πρὸς’ αὐτὴν τὴν ἀρχὴν ἑκατέραν τῶν θεαρχικῶν ὑποστάσεων ἀναφέρεσθαι καὶ παρελάβομεν καὶ κατέχομεν, τὸ δὲ ‘ὑπὸ’ τοῦτο τὴν ἀναφοράν, ἵν’ οὕτως εἴπω, καταφορὰν ἀπεργάζεται καὶ τοὐναντίον παρίστησι τοῦ βουλήματος· οὐδὲ γὰρ τὰς ἐν φιλοσόφοις μοι πάλιν διαιρέσεις προάξεις καὶ τὰ κατ’ ἐκείνας λεγόμενα, καίτοι κἀν ταύταις ἔχει τινὰ τοῦτο σημασίαν ὑφέσεως. Ἀλλ’ οὐ τοῦτο λέγω μόνον, ἀλλ’ ὅτι μάλισθ’ ὅτι πόρρω ταῦτα τῆς θεοπρεποῦς ἐκείνης ἀναφορᾶς τε καὶ προελεύσεως.

Ἐρεῖς κἀπὶ τούτων ἴσως «εἰς μόνην σοι τὴν λέξιν τὸ ἁμάρτημα παρίστασθαι» καὶ παραιτήσεως ἥκιστα δεῖν· ἀλλὰ τὸ τῆς λέξεως ἡμαρτημένον ἐν τοῖς τοιούτοις, ὦ σοφώτατ’ ἀνδρῶν, εἰς ἡμαρτημένην ἀπάγει τοὺς ἀκροωμένους διάνοιαν· ὡς οὖν ὁ γνοὺς καὶ μὴ σαφῶς διδάξας ἐν ἴσῳ καὶ εἰ μὴ ἐνεθυμήθη τοῖς ἀκούουσιν, οὕτως ὁ γνοὺς ὀρθῶς καὶ διημαρτημένως διδάξας ἐν ἴσῳ καὶ εἰ διημαρτημένως ἔγνωκεν. Εἰ δὲ κἀνταῦθά σοι τὸ ἁμάρτημα περὶ τὴν λέξιν ἐστίν, ἀλλ’ οὐ κἀκεῖ περὶ λέξιν, περὶ δὲ λόγους καὶ λόγους πολλούς, οὓς σὺ καλῶς ποιήσας ἐξελὼν κατάλεξον τοὺς ἀπαληλειμμένους, καὶ συνήσεις ὁπόσους. Οὐ μὴν ἀλλ’ εἴπερ ἄρα καὶ εἰς λέξιν σοι περιίστατο, καθάπερ αὐτὸς φῄς, τὸ ἁμάρτημα, πόσην εἰδέναι σε χάριν ἡμῖν ἐχρῆν, οἳ διὰ τὸ πρὸς σὲ σέβας καὶ τὴν γιγνομένην ἡμῖν εὐλάβειαν οὐχὶ σὲ ἁμαρτάνειν ἀπεφηνάμεθα, προβαλλόμενοι δὲ ἀπορίαν σὲ διδάσκαλον ἡμῖν αὐτοῖς ἐπεστήσαμεν, τό γε εἰς ἡμᾶς ἧκον· σὺ δ’ ἀντὶ τοῦ διδάσκειν ἐπεξέρχῃ καὶ χάριν ὀφείλων τῆς πρὸς σὲ εὐλαβείας, ἀναίδειαν καὶ διαβολὴν καὶ λοιδορίαν ἡμῖν ἀνταπέδωκας.

Ἣν δ’ ἀπολογίαν προτείνῃ, καίτοι ψυχρὰν οὖσαν καὶ τὰ πολλαχοῦ καὶ παρ’ ἡμῶν αὐτῶν ἐξεληλεγμένα τῶν Λατίνων ὡς ἐξεληλέγχθαι ἀδυνάτως ἔχοντα προβαλλομένην, ὅμως δεχόμεθα· τὴν γὰρ ἔλλειψιν αὐτῆς τὸ δι’ ὃ γέγονεν ἐκβεβλημένον ἀναπληροῦν διαγέγονεν· ἃ δὲ κατηγορεῖς ἡμῶν ὡς τοὺς ὁμογενεῖς σοι διαβαλλόντων ἐπὶ τῶν δύο ἀρχῶν, σὴν χάριν καὶ τοῦθ’ ἡμῖν γέγονε τὸν ἀγνωμόνως διατεθέντα· τὸ γὰρ ἡμαρτημένον, ἔστω δὲ περὶ τὴν λέξιν ὡς αὐτὸς φῄς, θέλων ἐξελέγξαι σαφῶς—σιωπᾶν γὰρ οὐκ ἦν, περὶ θεοῦ γὰρ ἦν—ἵνα μή σοι προσάπτηται μέμψις, εἰς ἐκείνους δεῖν ἔγνων περιτρέψαι τοὺς λόγους· ὅτι γὰρ ἐκεῖνοι μὴ δύο ἀρχὰς αὐτόθεν λέγουσιν εἰδέναι με, μαρτυρήσει παρ’ ὑμῖν ὢν ὁ πρῶτος πρὸς αὐτοὺς ἡμέτερος λόγος ἀπαντῶν πρὸς ἐκείνους οὕτως· «Ὑμεῖς δὲ τί φατε οἱ τὰς δύο λέγοντες ἐπὶ τῆς θεότητος ἀρχάς; Τί γάρ, εἰ μὴ φανερῶς τοῦτο λέγετε, ἀλλ’ ἐξ ὧν λέγετε τοῦτο συνάγεται»; Λέγων οὖν ἐκεῖ μὴ φανερῶς τοῦτο λέγειν αὐτούς, πῶς ἂν νῦν ὑπὲρ τούτου πρὸς αὐτοὺς ἐποιούμην τὸν λόγον, εἰ μὴ τὸ σὸν βλάβος ὑπολογιζόμενος ὡς ἐνὸν συσκιάσαι διενοούμην;

Ἀλλὰ μὲν οὖν οὐδ’ ἔξω μοι λόγου παντελῶς οὗτος ὁ λόγος, οὐδὲ διαβολὴ τελεία, ὥς γε ᾠήθης, εἰ καὶ αὐτόθεν πρὸς ἐκείνους ἐλέγετο· μὴ γάρ, ὡς ἀπὸ Λατίνων ὤν, ἀνεπιγνώμονας ἡμᾶς οἴου τῶν ἐκείνοις ἐσφαλμένων ῥημάτων τε καὶ δογμάτων· ἀλλ’ εἰσὶ μὲν οἳ καὶ νῦν τοῦτο λέγουσι σαφῶς ὡς αἱ δύο μία, ὅσοι τῶν πρὸς αὐτοὺς ἀπὸ τῶν ἡμετέρων ἀμελέτητοι συγγραμμάτων· πρὸ δὲ χρόνων ἱκανῶν καὶ τοῖς ἐλλογιμωτάτοις αὐτῶν ἐπεχωρίαζε τοῦτο, καὶ μαρτυροῦσι τοῦτο τὰ παρ’ ἡμῖν ἐκείνων συγγράμματα δευτέραν λεγόντων ἀρχὴν τὸν υἱὸν τοῦ ἁγίου πνεύματος· ὁ τοίνυν λέγων τὸν υἱὸν οὐκ ἀρχὴν μόνον, ἀλλὰ καὶ δευτέραν, ἀρ’ οὐ δύο λέγει φανερῶς ἀρχάς; Εἰ δὲ νῦν τοῦτ’ ἀφῆκαν, χάρις τοῖς κατασιγάσασιν αὐτοὺς ἀντιρρητικοῖς τῶν ἡμετέρων λόγοις, ὥσπερ καὶ τῷ κατ’ ἐπωνυμίαν Νικηφόρῳ πρὸς αὐτοὺς πεφηνότι· μετὰ γὰρ τοὺς ἐκείνου πρὸς αὐτοὺς λόγους, οὐκέτι τολμῶσιν οἷς αὐτῶν μέτεστί πως συνέσεως τῆς ἀπωλείας λέγειν ἡμᾶς, ὥσπερ ἡμεῖς ἐκείνους.

Τὸ δὲ ἀπὸ τῶν ἐκείνοις συγχωρουμένων δεῖν ἡμᾶς πρὸς αὐτοὺς διαλέγεσθαι, σύμφημι καὶ αὐτός· μέχρι δ’ ἂν μίαν πηγὴν ἀκούω, μίαν ἀρχήν, μίαν θεογόνον θεότητα, καὶ τοὺς λέγοντας ταῦτα καὶ παρὰ Λατίνοις σεπτούς, ἀπὸ τῶν συγκεχωρημένων Λατίνοις πρὸς αὐτοὺς διαλέγομαι· παρ’ ἑαυτοῖς γὰρ ἔχουσι καὶ τιμῶσιν ὡς θεηγόρους τοὺς ταῦτα λέγοντας περὶ τοῦ τῶν φώτων πατρός· εἰ δὲ καὶ τὸν υἱὸν θεογόνον ἐφ’ ἡμῶν ἐροῦσιν, ἡμεῖς ἐροῦμεν ἐκείνοις μὴ κατὰ τὰ συγκεχωρημένα σφίσι προάγειν τὸν λόγον· ἡμῖν δ’ ἀπὸ τούτου κατασκευάζουσιν οὐκ ἔξω τῶν κἀκείνοις συγκεχωρημένων ὁ λόγος ἔσται. Ἃ δὲ σὺ φῄς, ἐκείνους ὑποκρινόμενος κἀκείνους ὑπὲρ ἡμᾶς δικαιῶσαι φιλονικῶν, ὡς ὁ υἱός, εἰ καὶ πηγή, ἀλλ’ ἐκ πηγῆς, καὶ ὡς ἧττον πηγὴ καὶ ὡς πρὸς θάτερον μόνον πηγή, ταῦθ’ ἡμεῖς οὔτε σοὶ οὔτ’ ἐκείνοις συγχωρήσομεν ἀκολούθως ἑαυτοῖς οἰομένοις λέγειν, μέχρις ἂν διδασκάλῳ χρῶνται τῷ εἰπόντι, «μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ πατήρ»· οὐδὲ γὰρ εἶπε ‘μόνη πηγὴ οὐκ ἐκ πηγῆς’, οὐδὲ ‘μία μᾶλλον πηγή’, οὐδὲ ‘μόνη ἁπλῶς πάσης θεότητος πηγή’. Ὥστ’ ἐκεῖνοι μὲν τοῖς παρ’ ἑαυτῶν συγκεχωρημένοις οὐχ ἕπονται, ἡμεῖς δ’ ἀπὸ τῶν αὐτοῖς συγκεχωρημένων πρὸς αὐτοὺς τοὺς λόγους ποιούμεθα, μὴ συκοφαντικῶς, ὥς γε αὐτὸς οἴει, μηδὲ παρὰ θύρας ἀπαντῶντες αὐτοῖς.

Τῷ δ’ ἡμῶν παραδείγματι συνεπιλαμβάνῃ πάντα τὰ τῶν πατέρων παραδειγματικῶς εἰρημένα περὶ θεοῦ· τί γὰρ πρὸς τὴν ἀνείκαστον φύσιν ἐκείνην ἀφωμοιωμένον ἐξευρεθήσεται; Εἰ δ’ ἦν καὶ τυχεῖν, οὐδ’ οὕτως ἂν ἦν ἐκεῖνο παράδειγμα πάντα ἐξισάζον τῷ προκειμένῳ· ἄλλο μὲν οὖν ἐστι τὸ παράδειγμα καὶ τὸ δι’ ὃ παράδειγμα γέγονεν, ἀλλ’ οὐχ ὅτι ἄλλο, οὐδὲ παράδειγμα, ἀλλ’ εἰ μὴ ἄλλο οὐδὲ παράδειγμα· σὺ δ’ ἀπὸ τῶν ἑτεροτήτων κρίνεις ἡμῖν τὸ παράδειγμα καὶ τοὺς Λατίνους αὖθις ὑποκρίνῃ πρὸς ἀπορίαν, ὥς γε αὐτὸς δοκεῖς, τὴν μεγίστην καθιστῶντας ἡμᾶς, ὡς ἂν εἰ παρὰ τὴν στροφήν σοι τῆς γλώττης ἦν, κακῶς ἢ μὴ κακῶς ἐκείνους θεολογεῖν· ἀλλὰ μὴ οὕτω νόμιζε· πολλοὶ γὰρ καὶ πρὸ σοῦ καὶ ἐπὶ σοῦ καὶ σοῦ οἱαδήποτε λέγοντος κακοδόξους αὐτοὺς ἀπελέγξουσι.

Τί δ’ ὅταν ἡμεῖς μὲν λέγωμεν ὡς, εἰ καὶ χωρὶς ἑκάστη τῶν θεαρχικῶν ὑποστάσεων αἰτία καὶ ἀρχὴ λέγεται τῶν ὄντων, ἀλλ’ οὐδὲν ἧττον μία ἐστὶν ἡ αἰτία καὶ ἀρχὴ τῶν ὄντων, σὺ δὲ φῂς ἀληθὲς μὲν εἶναι τοῦτο, τοῖς δὲ Λατίνοις βοηθεῖν· ἆρ’ οὐχὶ τὸ ἀπερίτρεπτον τοῖς ἐκείνων δόγμασι λαθὼν ἐμαρτύρησας; Εἰ γὰρ τὸ ἀληθὲς ἐκείνοις βοηθεῖ, τίς ὁ περιτρέψων τοὺς ὑπὸ τοῦ ἀληθοῦς βοηθουμένους; Εἰ μὲν γὰρ δοκεῖ βοηθεῖν ἔλεγες, εἶχεν ἄν τινα θεραπείαν ὁ λόγος· νῦν δὲ σαφῶς οὑτωσὶ γράφεις, ὅτι καὶ ἀληθές ἐστι καὶ τῷ ἐκείνων δόγματι βοηθεῖ. Τί δ’ ὅτε πάλιν ἡμῶν λεγόντων ὡς «τοῦ πατρὸς διὰ τοῦ υἱοῦ ἐν ἁγίῳ πνεύματι προάγοντος τὰ πάντα μία πάντων ἡ ἀρχή ἐστιν», αὐτὸς αὖθις ἐπιφέρεις ὡς καὶ Λατῖνοί γ’ ἂν οὕτω φαῖεν, ὡς τοῦ πατρὸς διὰ τοῦ υἱοῦ ἐκπορεύοντος τὸ πνεῦμα, μία λοιπόν ἐστιν ἡ ἀρχὴ τῆς θεότητος;

Ἆρα τὸ σαθρὸν τῶν κατ’ ἐκείνους δογμάτων ὅσον κατείληφας; Ἀλλὰ κατάθου τὸ φρόνημα καὶ μεταδιδαχθήσῃ τὸ ἀσφαλές, μᾶλλον δὲ καὶ σὺ παρὰ σαυτοῦ τοῦτ’ εἴσῃ καλῶς· ἐπαινῶ γὰρ τὸν εἰπόντα τὴν ταπείνωσιν ἀληθείας εἶναι ἐπίγνωσιν.

Ἀλλὰ πῶς οἱ μὲν ἐκ πατρὸς δι’ υἱοῦ τὰ πάντα λέγοντες γενέσθαι, μίαν διὰ τοῦτο καλῶς δοξάζουσιν ἀρχὴν τῶν πάντων, τοῖς δ’ ἐκ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ λέγουσι τὸ πνεῦμα, μίαν ἀρχὴν ἥκιστα συγχωροῦμεν διὰ τοῦτο λέγειν; Ὅτι ἐκεῖ μὲν ἡ δημιουργικὴ δύναμις κοινή, ἐνταῦθα δὲ οὐ κοινὸν τὸ θεογόνον.

Εἰ δ’ οἱ Λατῖνοι καὶ τοῦτ’ ἐροῦσι τῶν κοινῶς ἐπὶ τῆς ἀνωτάτω τριάδος λεγομένων, ἀλλ’ ἡμεῖς ἀπελέγξομεν αὐτούς, τάς τε θεοπνεύστους προβαλλόμενοι γραφὰς καὶ προσέτι δύο πνεύματα δεικνύντες ἐντεῦθεν δοξάζοντας αὐτούς, ἐν ᾧ τε καὶ ὃ καὶ τετράδα ποιοῦντες τὴν ἄκτιστον τριάδα· αἱ μὲν γὰρ προηγμέναι τῶν ὑποστάσεων ἐκεῖ κτισταί, ἐνταῦθα δ’ ἐξ ἀνάγκης ἔσται καὶ τετάρτη ἄκτιστος ὑπόστασις· εἰ δὲ μή, κτιστὴ πάλιν ἔσται ἡ τοῦ πνεύματος, ὃ καὶ συγγενέστερον τοῖς τούτων λόγοις· ἐπὶ γὰρ τὴν κτίσιν ἦλθε διὰ μέσης ὁ θεὸς θεότητος, ἀλλ’ οὐκ ἐπὶ τὴν θεότητα τοῦ πνεύματος· ὃ δὲ φὴς πάντων ἀτοπώτατον, λίαν ἐκτόπως ἐνόησας· παρηνέχθη δέ σου ἡ στερρότης τῷ τῆς μοναρχίας ὁμωνύμῳ· τρόπος γὰρ ἕτερος δημιουργικῆς ἐστιν ἀρχῆς καὶ τῆς κατ’ αὐτὴν μοναρχίας καὶ τῆς ἀρχῆς καὶ μοναρχίας ἐκείνης ἕτερος, ἣ τῆς θεογονίας ἐστὶν ἐπώνυμον, ὃς καὶ σώζεται τῷ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὴν ὕπαρξιν ἔχειν ἐκ πατρός, ὥσπερ ἐκεῖνος τῷ δι’ υἱοῦ ἐν ἁγίῳ πνεύματι δημιουργὸν εἶναι τὸν πατέρα, ὡς καὶ τῷ θεοσόφῳ Μαξίμῳ καὶ τοῖς ἄλλοις πατράσι συνδοκεῖ, οἷς αὐτὸς σὺν ἡμῖν ἀπηρυθριασμένως ἀντιλέγων ἐγκαλύφθητι· καὶ γοῦν κατ’ οὐδὲν ἅτερος θατέρῳ τρόπῳ λυμαίνεσθαι πέφυκεν.

Ὅτι δ’ οὐ σόν ἐστι περὶ θεοῦ λέγειν ὡς «οἷον φῶς ἐστι, μᾶλλον δὲ πηγὴ φωτὸς νοεροῦ τε καὶ ἀΰλου», τοῦτο ἀληθὲς εἴρηκας· ἀκούσεις δὲ πῶς, συνήσεις δὲ πῶς, πιστεύσεις δὲ πῶς, ὅς γε τοὺς μὲν ἔξω σοφοὺς ‘θαυμασίους’ καὶ ‘θεόπτας’ καὶ ‘πεφωτισμένους’ ὀνομάζεις ἐν τῷ πρὸς ἡμᾶς σου λόγῳ καὶ τοὺς αὐτοῖς πιστεύοντας θαυμαστοὺς καὶ ζηλωτοὺς καὶ αἰδήμονας, διὸ οὐδ’ ἔξω, ἀλλὰ ‘παλαιοὺς’ σοφοὺς ἀποκαλεῖς σεμνύνων, τοὺς δ’ ἐν ἡμῖν διὰ τῆς φυλακῆς τῶν θείων ἐντολῶν καὶ τῆς καθ’ ἡσυχίαν ἀκριβοῦς σχολῆς μακαριστῶς κεκαθαρμένους τὴν καρδίαν διασύρεις, ἐμοὶ κατ’ ἐξουσίαν οἴκοθεν αὐτοὺς συντάττων, οὗπερ ἀκρατῶς κατηγορεῖς· καὶ οὐ τοὺς περιόντας μόνον, ἀλλὰ καὶ τοὺς πρὸς οὐρανὸν ἐκ παλαιοῦ μεταχωρήσαντας καὶ ζῶντας τῷ θεῷ, οὓς ὁ μέγας ἀγάλλει Διονύσιος, ὡς καὶ τὰς νοερὰς ἐπὶ γῆς ἔτ’ ὄντας ὑπεραναβεβηκότας ἐνεργείας, μετ’ ἐμοῦ σὺ καὶ τάττεις καὶ σκώπτεις, τοῦ κατὰ σὲ πλημμελοῦς καὶ ἄφρονος καὶ τὸν ἀληθῆ λόγον οὐκ ὀρθοτομοῦντος. «Διδάσκει γάρ μέ» φῃς «ὁ μέγας Διονύσιος περὶ ὑμῶν τῶν θεωρητικῶν τὰ καὶ τά». Τίνος κατειρωνεύῃ, ὦ ἄνθρωπε; Φαίης ἂν ἐμοῦ;

Ἀλλ’ οὐ περὶ ἐμοῦ Διονυσίῳ τῷ μεγάλῳ λόγος, ἀλλὰ περὶ τῶν καθ’ ἑαυτῶν ἀρίστων· ἄλλως τε, εἰ μὲν αὐτὸς ἐμαυτὸν ἐκείνοις συνέταττον, ἦν ἂν ἴσως εὐπρόσωπος ἡ σκῆψις· νῦν δ’ οὐκ ἂν εὕροις, οὐδ’ ἂν τοῦτο πώποτ’ ἀληθῶς δείξαις, οὐδ’ ἂν ἰσαρίθμους τοῖς στίχοις τοῦ πολυστίχου σοι τοῦδε λόγου συγγράψῃς καθ’ ἡμῶν βίβλους. Τίς οὖν γένοιτ’ ἂν εὐπρεπὴς ἀπολογία τῷ τοῖς διαβαλλομένοις ἡμῖν τοὺς ἀξιεπαινετωτάτους συνδιαβάλλοντι;

Τί τοῦτο πέπονθας, ἀδελφέ; Ποῦ κρημνῶν ἑκὼν ἀφῆκας σαυτόν; Πῶς δ’ ἐκτραχηλισθεὶς καὶ τῶν θείων οὕτω κεφαλῶν ἀποσεσαλευμένος ὅσον ἥκει πρὸς τοὺς σοὺς λόγους, οὐκ αἰσθάνῃ τῆς περιωδυνίας, οὐδὲ μέγα θρηνεῖς; Πῶς δ’ ἂν ἄλλως μετεχειρίσω τὸν λόγον, εἰ Διονύσιος ὁ μέγας οὐκ ἐξαίρειν, ἀλλὰ καθαιρεῖν αὐτοὺς ἐνόμιζεν; «Ἐν δὲ τοῖς περὶ ἀποδείξεως κινδυνεύομεν, ὦ φιλότης, καὶ ἀμφότεροι ὀρθῶς λέγειν»· οὗτος σός ἐστιν ὁ λόγος· ἀμφοτέρων οὖν ἡμῶν ὀρθῶς λεγόντων κατὰ σέ, κινδυνεύεις σὺ σαυτὸν αὖθις ἀποφαίνεσθαι λέγειν οὐκ ὀρθῶς· ἡνίκ’ ἂν ἔπειτα τὸν ὀρθὸν τοῦτον λόγον διαβάλλῃς ἡμῶν, καὶ ἁπλῶς ὁ τοῖς τυφωνικοῖς ἐκείνοις πνεύμασι ἀναμὶξ ῥαγδαῖος καὶ λαῦρος ὑετὸς ἅπας, ὃν ἔφθης καθ’ ἡμῶν ἀπὸ τῆς γλώττης ἀφείς, οὐδὲν ἧττον ὅτι μὴ καὶ μᾶλλον σέ, τὴν πηγὴν τῆς καταιγίδος, κατέκλυσεν.