Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαὶ πρὸς Ἀκίνδυνον καὶ Βαρλαάμ

Γρηγόριος Παλαμᾶς

Επιστολή Α' προς Βαρλαάμ: Κριτική της υποτιθέμενης θεοπτίας των αρχαίων φιλοσόφων

Αναίρεση της δοξασίας ότι οι Έλληνες φιλόσοφοι κατείχαν θείο φωτισμό, απόδειξη της πλανερής προέλευσης των θεωριών τους και αντιπαραβολή με την αληθινή αποκάλυψη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 7 από 15

Ἐν γὰρ τοῖς πρὸς ἡμᾶς σου τουτοισὶ λόγοις ταῦτά σοι περὶ αὐτῶν διεξελθεῖν ἐπῆλθε· θαυμάσας γὰρ αὐτοὺς ὡς «ἀπαγορεύσαντας τὴν ἀπόδειξιν ἐπὶ τῶν θείων» καὶ ὡς «τὴν θείαν ὑπεροχὴν κατανενοηκότας» καὶ ὑπεραναβιβάσας αὐτοὺς «τῆς μεριστῆς καὶ μεταβατικῆς πάσης ἐπιστήμης καὶ παντὸς τοῦ λογιζομένου τῆς ψυχῆς» καὶ τῶν κατ’ ἐκεῖνο συνεστώτων, ταὐτὸν δ’ εἰπεῖν παντοίου λόγων εἴδους καὶ φιλοσοφίας πάσης, καὶ ὑψοῦ που θέμενος αὐτοὺς ἐν τοῖς ὑπὲρ πᾶσαν αἴσθησιν καὶ νοῦν καὶ λόγον, ἐφεξῆς συνείρεις τοὺς ἐκείνων λόγους ἔχοντας οὕτως· «ἐπὶ δὲ τῶν ὑπὲρ ἡμᾶς θέαν δεῖν ἄνωθεν παραγενέσθαι καὶ φῶς ἀναλάμψαι νοερόν, δι’ οὗ ἔστι τοῖς θείοις συζυγεῖν καὶ κρεῖττον ἢ κατὰ ἀπόδειξιν τὰς συνεπτυγμένας καὶ ἁπλᾶς καὶ ἀμερεῖς ἐκείνας ἔχειν θεωρίας»· τοὺς δὲ παρὰ τοιούτων ἀκηκοότας καὶ πιστεύσαντας, ἐπιστήμονας μὲν οὐκ εἶναι, θαυμαστοὺς δὲ καὶ ζηλωτοὺς ὑπάρχειν τῆς τε προαιρέσεως καὶ εὐπειθείας καὶ αἰδοῦς τῆς πρὸς τὰ θεῖα καὶ τοὺς θείους ἄνδρας τούτους· κἀπὶ τούτοις τὴν σὴν ἣν περὶ αὐτῶν ἔχεις γνώμην ἐκδιδάσκεις λέγων· «ὅταν ταῦτα ἀκούσω αὐτῶν λεγόντων, οὐ δύναμαι ὑπολαβεῖν μὴ καὶ αὐτοὺς ὑπὸ θεοῦ πεφωτίσθαι καὶ ὑπὲρ τοὺς πολλοὺς γεγονέναι».

Τί τοῦθ’ ὃ λέγεις, ὦ ἄνθρωπε; Νοεροῦ καὶ θείου φωτὸς ἐν μετουσίᾳ γεγόνασιν ἐκεῖνοι; Λαμπρότητα θεοῦ καὶ εἶδον καὶ ἔπαθον; Ὑπὲρ σοφίαν, ὑπὲρ λόγον, ὑπὲρ νοῦν ὡμίλησαν θεῷ; Μᾶλλον δ’ ἵνα ἀπὸ τῶν αὐτῶν σοι τὴν ἀρχὴν ποιήσωμαι τῶν λόγων, καθαιρῶν οὓς αὐτὸς μάτην ἐξαίρειν ἐπεχείρησας ἤ, τό γε ἀληθέστερον εἰπεῖν, ἐκ παλαιοῦ καθῃρημένους ὄντας ἐμφανίζων, οὓς ὡς ὑπεξῃρημένους ἐξυμνεῖς οὐκ εἰς καιρὸν αὐτός, οἱ λέγοντες «θεὸν εἰδέναι μὲν χαλεπόν, φράσαι δὲ ἀδύνατον», ἆρα κατενόησαν τὴν τοῦ θεοῦ ὑπεροχήν, οἳ μηδ’ ὅτι τὴν ἀνθρωπίνην ὑπερέχει νόησιν λέγουσιν, ὥστε καὶ ὅ φασιν ὑπὲρ ἀπόδειξιν, διὰ τὸ τῆς φράσεως οὐχ ἱκανόν φασι, κατὰ δὲ τὴν ἐν ἑαυτοῖς θέαν ἐπιστήμονας τῶν θείων ἑαυτούς, ὡς καὶ αὐτὸς ἔφης, λέγουσιν;

Ὥσθ’ ἡ λεγομένη παρ’ ἡμῶν ἀπόδειξις ἐπὶ τῶν θείων ἀσυγκρίτως ὑπερέχει τοῦ ὑπὲρ ἀπόδειξιν ἐκείνων. Εἰ δ’ ἦγον σχολήν, ἔδειξα ἄν σοι καὶ θέας αὐτῶν ἐκείνας, δι’ ὧν φασι «τοῖς θείοις συζυγεῖν», τῶν ὄντως θείων ἀποβουκολούσας καὶ τὰς ἀνατατικὰς αὐτῶν ἐκείνας ἐποψίας, ἐκβαινούσας μὲν τῶν μέσων τῆς ψυχῆς λόγων καὶ πασῶν τῶν φυσικῶν ἀκροτήτων, ἐμπιπτούσας δ’ οὗ «βυθὸς αἰὲν ἄπιστος ὑπεστόρεσται, ἀμφικνεφὴς ῥυπόων ἀνόητος» καὶ τὸ ἀναλάμψαν νοερὸν ἐκείνοις φῶς οὐκ εἰς ἀμφιφαῆ χῶρον ἀνασπῶν αὐτούς, ἀλλ’ ὑπὸ ζόφον αἰώνιον καταδικάζον καὶ δέλεαρ καὶ λόχον δεινὸν ἐξευρημένον τῷ τοῦ σκότους ἄρχοντι, τοσοῦτο περιέργως κατ’ ἐπίκρυψιν ἐσκευασμένον ὡς καὶ δι’ ἀκοῆς παράγειν ἔχειν τοὺς μὴ πάνυ πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ γεγυμνασμένους ὄντας· διὰ γὰρ μιᾶς ταύτης ἀμηχάνως κακομηχάνου μηχανῆς τούς τε θεωροὺς ἐκείνους πάσῃ περιέπειρεν ἀπάτῃ καὶ τοὺς ἀκροωμένους ἐκείνων ὡς πεφωτισμένων τῶν οἰκείων πολυπλόκων ἀρκύων ἐντὸς πεποίηται καὶ πρὸς τοὺς ἔπειτ’ ἐσομένους φθάνει τῷ τῆς κακουργίας περιόντι διὰ τῶν ἐκείνων συγγραμμάτων.

Εἰ γὰρ αὐτός, αὐτόχρημα σκότος ὤν, ἄγγελον φωτὸς ὑποκρίνεται κατὰ τὸν ἀπόστολον, τί θαυμαστὸν εἰ καὶ τοὺς ἐκείνου κατασεσοφισμένους τῷ ἐνυποκρίτῳ φωτὶ καὶ σφίσιν αὐτοῖς ὅλον εἰσοικίσαντας αὐτὸν καὶ δι’ αὐτοῦ λαλοῦντας τὰς φωνὰς ὑποκρίνεσθαι τῶν διακόνων τοῦ ἀληθινοῦ φωτός, δηλονότι τῶν ἐν τῷ θεῷ πεφωτισμένων, ὣς ἂν «τὰ ἔργα τοῦ πατρὸς αὐτῶν» ἐκτελῶσι καὶ αὐτοί, τῷ τῶν λόγων εὐπρεπεῖ τοὺς πολλοὺς παράγοντες; «Καὶ οἱ διάκονοι γὰρ αὐτοῦ», φησίν, ὑποκρίνονται «ὡς διάκονοι δικαιοσύνης».

Πῶς δὲ καὶ «ὁ κόσμος οὐκ ἔγνω διὰ τῆς σοφίας τὸν θεόν», εἰ θεογνωσίας τὸ ἀκρότατον θεοπτία, ταύτῃ δὲ προσέβησαν Σωκράτεις καὶ Πλάτωνες καὶ οἱ κατ’ ἐκείνους σοφοὶ καὶ οἱ παρὰ τούτων ἀκηκοότες καὶ πιστεύσαντες, ἀξιάγαστοι τῆς προαιρέσεως καὶ αἰδοῦς ἕνεκα τῆς πρὸς τὰ θεῖα; Πῶς δὲ καὶ σοφοὶ ὄντες ἐμωράνθησαν, εἴπερ ἐφωτίσθησαν, καὶ οὐκ αὐτοὶ μὲν ἐμωράνθησαν, τῇ δὲ σοφίᾳ τούτων μέτεστι συνέσεως, ἀλλ’ «ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου», διὸ καὶ νῦν εἴ τις οὕτω ταύτῃ προσέχει τὸν νοῦν ὡς δι’ αὐτῆς πρὸς θεογνωσίαν ὁδηγεῖσθαι μέλλων, τοῦτ’ αὐτὸ πάσχει καὶ μωραίνεται, σοφὸς ὤν.

Τί δὲ ἡ κενὴ δόξα καὶ ὁ ταύτης οἷαπερ ὑπεζευγμένος ἔφιππος τῦφος ὃν ἐγκαλοῦσιν οἱ πατέρες ἡμῶν αὐτοῖς; Ἔνι τοὺς τετυφωμένους εἶναι πεφωτισμένους; Οὐχ ὁ ἀπόστολος ἰδιαίτατόν τι κρίμα τοῦτον τοῦ διαβόλου φησίν; Οὐχ «ὁ κύριος ὑπερηφάνοις ἀντιτάσσεται»; Πῶς οὖν οἷς ἀντιτάσσεται διὰ φωτὸς ἐπιφαίνεται;

Πῶς ἡ διδομένη χάρις τοῖς ταπεινοῖς εἰς τοὺς ὑπεναντίους τούτοις εἰσοικισθήσεται; Καὶ οὐχ οἱ πατέρες μὲν ἡμῶν ἐκείνων τὸν τῦφον καὶ τὸ κενόδοξον ἴσασιν, ἀλλήλοις δ’ οὐ συμμαρτυροῦσιν ἐκεῖνοι τοῦτο; «Τί τοῦτο Διόγενες; Καταπατῶ, φησὶν ὁ Διογένης, τὸν τύφον τοῦ Πλάτωνος. Ἑτέρῳ τύφῳ, Διόγενες», ὁ Πλάτων ἀντεγκαλῶν ἀπεφήνατο. Εἶδες πῶς τὸν τῦφον ἀλλήλοις προσεμαρτύρησαν; Πλάτωνι δὲ ἄρα καὶ τοσοῦτο καλὸν ἡ κενοδοξία δοκεῖ, ὥστε καὶ ταύτην αἰτίαν φάναι τῶν ἀρίστων ἔργων ἡμῖν καὶ συνεπιλιμπάνειν ἡμᾶς ταύτῃ τ’ ἄριστον.

Εἶδες μεμωραμένην σοφίαν καὶ οἷα σκότος ἢ ψευδὲς φῶς, ἀντινομοθετοῦσαν τῷ ἀληθινῷ φωτὶ λέγοντι· «μὴ ποιεῖτε πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις»; Ἆρ’ ἔσχον διὰ φωτὸς ἐκεῖνοι «τὸν βλέποντα ἐν τῷ κρυπτῷ» καὶ πρὸς τὴν δόξαν τῶν ἀνθρώπων ἐπὶ τοσοῦτον ἐπτόηνται καὶ πρὸς αὐτὴν αὐτοί τε πάντα καὶ λέγειν καὶ πράττειν ἀνέχονται καὶ τοὺς ἄλλους πείθουσιν;

Ἄκουσον Παύλου, τοῦ ἀληθινοῦ καὶ θεόπτου καὶ θεορρήμονος, ἐφ’ ὃν ὡς ἀληθῶς θεία ‘θέα παραγέγονεν ἄνωθεν’, ᾦ καὶ ‘φῶς’ ἀληθινὸν ‘ἐπέλαμψε νοερόν’, ὑπερφυὲς οἷον, ἐν ᾧ καὶ καθάπερ ἐν ἑστίᾳ λίαν ἐπαναπέπαυται, διὸ καὶ «σκεῦος ἐκλογῆς» ἀκούει, δι’ οὗ καὶ τὰ θεῖα μεμύηται· τί φησιν ἐκεῖνος; «Πάντα εἰς δόξαν θεοῦ ποιεῖτε»· περὶ δὲ ἑαυτοῦ τί; «Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην»· ἐπιγινώσκεις τῷ καρπῷ τὸ δένδρον; Τὸ τοίνυν τἀναντία καρποφοροῦν ἆρ’ οὐχὶ καὶ τῆς ἐναντίας ῥίζης ἐναργῶς ἀναπέφηνε; Τῷ δὲ φωτὶ τί γε ἄλλο τοὐναντίον ἢ τὸ σκότος ἐστί, κἂν τὸ φῶς ὑποκρίνηται καὶ τοὺς τῷ ἀληθινῷ φωτὶ μήποτε πελάσαντας διαλέληθεν;

Οὔκουν ἀσφαλὲς ὁμιλεῖν περὶ θεοῦ τοὺς μὴ ὁμιλεῖν εἰδότας θεῷ, καὶ περὶ φωτὸς μὴ προσύλου κρίνειν τοὺς οὐχ ὑπὲρ τὸ φῶς εἰδότας τουτὶ τὸ τυγχάνον ὑπ’ αἴσθησιν, μηδὲ τὸ νοερὸν τῆς ψυχῆς νοερῷ καὶ ἀληθεῖ τετελεσμένους φωτὶ καὶ «τὴν ἐν Χριστῷ κεκρυμμένην ζωὴν» ὡς ἀληθῶς εὑρομένους καὶ ἀναστάντας τὴν πρώτην ἀνάστασιν· οἱ δὲ ταύτης εὐμοιρηκότες καὶ τὴν καρδίαν οἶα λυδίαν ἔχουσιν, ἀπειλικρινημένην καὶ κριτικωτάτην οὖσαν, οἷς οὐκ ἂν λήσαις χαλκὸν διηνθισμένον ἄνθει περιτακέντι χρυσοῦ προσάγων, ὧν καὶ τὰ αἰσθητήρια γεγυμνασμένα πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ, καὶ τὴν ἀκοὴν οὐκ ἂν θέλξαις οὐδ’ ἂν κλέψαις οὐδ’ ἂν πείσαις, κἂν πρὸς τὸ λίαν ἐπαγωγὸν εὐπρεπῶς καὶ πιθανῶς εὖ μάλα συμφορήσῃς καὶ διαθῇς τὰ ὀνόματα· καὶ γὰρ δεινοὶ καὶ διὰ τούτων φωράσαι τὸ ἀηδὲς ἀπρεπὲς καὶ φευκτὸν τῆς ἐνδομυχούσης ἀπάτης, οἳ καὶ καλῶς ἂν φαῖεν τὸ συζυγεῖν ἐνηρμόσθαι τοῖς ἐν ἀβλεψίᾳ τοὺς ὁρῶντας ὑποκρινομένοις ἐκεῖ· καὶ γὰρ ἔλαθον ἑαυτοὺς τὴν σφετέραν ἀπάτην παραγυμνώσαντες.

Συνδεῖται γάρ, οὐχ ἑνοῦται τὸ πονηρὸν πνεῦμα ταῖς κακοδαίμοσιν ἐκείναις ψυχαῖς, διόπερ ὥσπερ ἔξωθεν διὰ τέλους τὸ τῆς πλάνης παρυφιστάμενον ὁρᾶται φῶς, οὐ κατὰ τὴν εἰς ἑαυτὸν συνέλιξίν τε καὶ ἐπιστροφὴν τοῦ νοῦ· χειραγωγεῖ γὰρ αὕτη πρὸς τὸ θεῖον ἀπλανῶς ἀεί· οὔκουν κατ’ αὐτήν, ἀλλὰ κατὰ τὴν διὰ τῶν λογισμῶν ἤτοι νοημάτων διεξοδικὴν ἐνέργειαν τὰ τῆς πλάνης ἐπιγίνεται, ὅταν τις ἄνευ νοητῆς σιγῆς ἐφίηται τοῦ τῆς ἐποψίας μυστηρίου. Συμμίκτους γὰρ τὰς ἐνεργείας ἐχούσης τότε τῆς ψυχῆς, καιρὸν ἐν τοῖς μὴ προσεκτικωτάτοις καὶ τῇ ταπεινοφροσύνῃ μὴ κατησφαλισμένοις ἔχει παρεισδύεσθαι καὶ συναναμίγνυσθαι ταύταις τὸ τῆς πλάνης πνεῦμα, καὶ τὴν εἴσοδον οὕτω κλέψαν, ἢν καὶ μετὰ ταύτην λάθῃ, παραμένει τῇ ψυχῇ, τἀγαθὸν ἔστιν ἐφ’ ὧν ὑποκρινόμενον καὶ δι’ αὐτῶν αὐτῇ συνδούμενον, ἀλλ’ οὐχ ἑνούμενον· τοῦ γὰρ ἀγαθοῦ πνεύματος μόνου δι’ ὅλων τε καὶ πάντων χωρεῖν «πνευμάτων νοερῶν καθαρῶν λεπτοτάτων», ὡς Σολομῶντι καὶ τῇ ἀληθείᾳ δοκεῖ.

Καὶ ἴσασιν οἱ μεμυημένοι καὶ λέγουσιν οὐ συζυγίαν ὀλίγοις μέρεσί τισιν ἢ δυνάμεσι τὴν ἀλληλουχίαν παρεχομένην, ἀλλ’ οἷον ἀνάκρασιν εἶναι πρὸς ψυχὴν τοῦ φωτὸς τῆς χάριτος τὴν ἐνοίκησιν, θαυμαστὴν οἵαν, ἄρρητον σχεδὸν καὶ ἀνήκουστον. Τίς γὰρ ἂν παραστήσαι λόγος πῶς καὶ διαφοιτᾷ πρὸς πᾶσαν καὶ καθ’ ἑαυτὸ ἀνεκφοιτήτως μένει καὶ τὸ πᾶν περιέχει κἀν τῷ μέρει ἀμερῶς χωρεῖται καὶ μεθεκτὸν γίνεται καὶ οὐδεμίαν ἔχει πρὸς τὸ μετέχον συμμιγῆ κοινωνίαν καὶ ἄκρατόν ἐστι καὶ ἀναφὲς καὶ ἓν ἐν θεωρίᾳ πνεῦμα μετὰ τῶν διὰ καθαρᾶς προσευχῆς ἐντυγχανόντων γίνεται κατὰ τὴν πρὸς τὸν ἴδιον πατέρα τοῦ κοινοῦ πατρὸς ὑπὲρ ἡμῶν εὐχήν· «δὸς γὰρ αὐτοῖς» φησιν «ἵνα καθάπερ ἐγώ, πάτερ, ἐν σοὶ καὶ σὺ ἐν ἐμοί, καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν ἐν ἀληθείᾳ».

Καὶ τὸ ὑπερβάλλον δὲ μέγεθος τῆς πρὸς ἡμᾶς ἀγάπης τοῦ θεοῦ διὰ τῆς ἀνακράσεως ταύτης ἐναργὲς ὅτι μάλιστα παρίσταται· τὸ γὰρ ἓν ποιεῖν τὰ πλείω τῆς ἀγάπης τὸ ἰδιαίτατον· διαφόροις δὲ τοῖς τρόποις συναγωγὸς γίνεται τῶν διεστώτων, ὧν οἱ πλείους δι’ ὁμοιότητος δοκοῦσι τὴν ἕνωσιν ποιεῖσθαι, διὸ καὶ λόγος παλαιός ἐστιν ὁ καθωμιλημένος καὶ διατεθρυλλημένος οὖτος· ‘ὁμοιότης φιλότης’. Ἡ δὲ τοῦ γαμηλίου συναλλάγματος ἔχειν τι δοκεῖ τῶν ἄλλων πλέον, ἀλλ’ οὐδ’ ἐκεῖνο σύμφυσις οὐδ’ ἀνάκρασίς ἐστιν, ἀλλ’ ὁμιλίᾳ τινὶ καὶ προσκολλήσει κατὰ τὴν γραφὴν ἓν τὰ πλείω γίνεται· «καταλείψει» γάρ φησιν «ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν»· καὶ σάρκα μόνην, ἀλλ’ οὐχὶ καὶ πνεῦμα ἕν· ἡ δὲ τοῦ θεοῦ πρὸς τοὺς ἠξιωμένους ἕνωσις, ἑνώσεως πάντα τρόπον ὑπερβάλλουσα τῷ παντελὴς εἶναι καὶ τοῦ χωροῦντος κρεῖττον ἢ λόγος δι’ ὅλων τῶν καθαρῶν πνευμάτων πνεύματος, καὶ τὴν τοῦ θεοῦ ἀγάπην ὑπερβάλλουσαν καὶ μόνην ὄντως ταύτην ἀγάπην εἶναι παρίστησι· μόνη γὰρ ὑπερκοσμίως συμπτύσσει καὶ εἰς ἓν ἀραρότως συνάγει τοὺς ἐραστάς. Τίνι δὲ τρόπῳ καὶ πρὸς τὸ συνημμένον σῶμα τῇ καθαρᾷ ταύτῃ καὶ κεχαριτωμένῃ ψυχῇ ταύτην δι’ αὐτῆς διαπορθμεύει τὴν χάριν, νῦν λέγειν οὐ καιρός.

Ἀλλ’ οὐχὶ καὶ τὸ δαιμόνιον πνεῦμα δύναιτ’ ἄν ποτε δι’ ὅλης χωρῆσαι τῆς ψυχῆς οὕτως, ἀλλ’ ἐκπεσὸν τῆς ἄνω συνοδίας ἀνακτᾶσθαι ταύτην, κακῶς μέν, ἀλλ’ ὅμως δι’ ἐφέσεως καταλλήλου τῆς ἐκπτώσεως, ὡς ἐνὸν αὐτῷ, πειρᾶται τῇ τῶν ὑπ’ αὐτοῦ φενακιζομένων πρὸς αὐτὸ ἀφομοιώσει· τὸ δὲ ποθοῦν ἐκτρέψαν τῆς ψυχῆς, ἑτέρας μὲν πρὸς ἕτερον, πρὸς ἓν δ’ ὅμως εἰς ἃ πάντ’ ἐκεῖνο παρετράπη, διὰ τούτου πρὸς αὐτοὺς εἴσοδόν τε καὶ ἀνάπαυσιν εὑρόμενον τοῖς ὑπ’ αὐτοῦ παρατετραμμένοις συζυγεῖ, οἱονεὶ ζυγὸν ἕνα τὸν πρὸς τὸ αὐτὸ φέροντα τέλος πόθον ὑπερχόμενον καὶ ὡς κράτος ἔχον αὐτὸ τῆς ἀπωλείας καὶ οὐχ ἑκόντας εἶναι τοὺς ἀθλίους ἔστιν ὅτε διὰ τῆς συζυγίας ἐπισπώμενον πρὸς ταύτην· οὕτω τοῦτο συναγελάζεταί τε καὶ συνδυάζεται, τοιαύταις ἐπαφαῖς, τοιαύταις ἐπιπλοκαῖς ἢ ἐγγὺς αὐτῶν· ἐπὶ τοῦ τοιούτου τοίνυν κατάλληλον τὸ συζυγεῖν.

Ἡ δ’ ἀληθὴς θεωρία, πῶς ἂν εἴη συζυγία; Πῶς δὲ καὶ τὸ φῶς τῆς ἐκείνων θεωρίας εἴη ἂν ἀληθῶς συνεπτυγμένον καὶ ἁπλοῦν καὶ ἀμερές, ὃ τῶν πολλῶν καὶ πονηρῶν δοξασμάτων οὔμενουν ἀπήλλαξεν αὐτούς, οὐδ’ εἰς μονοειδῆ καὶ ἀληθῆ συνήγαγε γνῶσιν τοὺς ὁρῶντας; Οὐ μὴν ἀλλ’ ἐπεὶ πολυσχιδὲς τὸ κακὸν καὶ τὸ ἀπὸ τῆς πονηρᾶς ῥίζης δένδρον πολυφορώτατον, ἡμεῖς δ’ οὐκ ἔχομεν διορατικῇ δυνάμει τῆς πιότητος διαρκῶς ἐφικέσθαι τῆς ῥίζης, φέρ’ ἴδωμεν ἀπὸ τῶν καρπῶν αὖθις, δηλονότι τῶν ἔργων, τὸν Σωκράτους καὶ Πλάτωνος καὶ τῶν κατ’ αὐτοὺς φωτισμόν. Πόθεν οὖν τοῦτον ἀκριβῶς ἐπιγνῶμεν; Ἆρ’ ἐκ τῶν νόμων τῆς ἀθεμιτογαμίας ἢ τῶν ἔργων τῆς παιδεραστίας ἢ τῶν περὶ θεοὺς καὶ δαίμονας καὶ ἥρως δογμάτων ἢ τῆς τῶν ψυχῶν ἡμῶν κατακεχυμένης τερατολογίας ἐκείνης, ἣ προχεῖ ταύτας οὐρανόθεν καὶ μετεγχεῖ, πλαζομένας ἐν γῆς ἀπὸ σωμάτων εἰς σώματα μὴ κατάλληλα πρὶν καταδῦναι ἢ ἀναδῦναι, ὡς ἑκάστη τούτων ῥοπῆς ἐδυστύχησεν ἢ εὐμοίρησεν;

Οὐδὲ τὸ συμπαρομαρτοῦν τῷ Σωκράτει δαιμόνιον, ᾧ καὶ διετέλει διὰ βίου πειθόμενος, ὑπέφηνέ σοι τῷ καθ’ ἡμᾶς φιλοσόφῳ τίς ἐκείνων ὁ φωτισμός; Οὐδ’ ὑπὸ τοῦ φανέντος δράκοντος, τοῦ πλατωνικοῦ θνῄσκοντος Πλωτίνου, συνιδεῖν ἐδυνήθης τίς ἐκείνων ὁ φωτισμὸς καὶ τί τὸ συνὸν ἐκείνοις δαιμόνιον, ὃ θεῖον ἐκεῖνος καλῶν τὸ ἐν αὐτῷ, καθάπερ αὐτὸς λέγει, θεῖον ἀνάγειν ἔσπευδε πρὸς ἐκεῖνο καὶ διὰ βίου καὶ τελευτῶν; Ἀλλ’ ἄκουσον Ἀπόλλωνος τοῦ Πυθοῖ καὶ μαθήσῃ πόθεν ἐκείνοις ὁ φωτισμός· ἐρομένου γὰρ Ἀμελίου τοῦ Πλωτίνου ἑταίρου, ποῦ κεχώρηκεν ἀποβεβιωκότος ἡ τούτου ψυχή, Ἀπόλλων αὐτὸς «ἀμφ’ ἀγανοῖο φίλοιο μελίχρους ὕφηνε φωνάς», καὶ πρὸς αὐτὴν ἐπεστραμμένος τὴν Πλωτίνου ψυχὴν πρὸς τοῖς ἄλλοις ᾖσε καὶ ταῦτα· «πολλάκι σοῖο νόοιο βολὰς λοξοῖσιν ἀταρποῖς ἰεμένας φορέεσθαι ἐρωῇσι σφετέρῃσιν, ὀρθοπόρου ἀνὰ κύκλους, ἄμβροτόν τ’ οἶμον ἄειραν ἀθάνατοι θαμινὴν φαέων ἀκτῖνα πορόντες· νῦν δ’ ὅτε σκῆνος μὲν λύσαο, σῆμα δ’ ἔλειψας ψυχῆς δαιμονίης, μεθ’ ὁμήγυριν ἔρχεαι ἤδη δαιμονίην».

Εἶδες πόθεν ἐκείνων τὸ φῶς καὶ τίσι συντάττει τὰς ἐκείνων ψυχάς; Τί δὲ θαυμαστὸν εἰ παρὰ τῷ τοῦ ψεύδους πατρὶ τὸ μὲν σκότος πρὸς ἀπάτην δείκνυται φῶς, μεταβάλλει δ’ ἐψευσμένως εἰς ἄλληλα μετὰ τῶν πραγμάτων καὶ τὰ ὀνόματα, τὸ λοξόν τε καὶ τὸ ὀρθόν; Σὺ δ’ ὁ μετὰ τοῦ Ἀπόλλωνος πεφωτισμένους ἐκείνους ἀνακαλῶν, τάχα καὶ πλατώνεια καὶ σωκράτεια πείσαις ἄγειν ἡμᾶς, ἐπεὶ Πρόκλου τοῦ Λυκείου ταῦτ’ ἐπετείως ἄγοντος φῶς ὡράθη ποτὲ τοῖς συμμύσταις τὴν κεφαλὴν αὐτοῦ περιθέον· ἀλλὰ τοῦτ’ ἔδειξεν ἡμῖν τὸ φῶς αὖθις ὅθεν ὁ περὶ τὴν αὐτὴν αὐτοῦ κεφαλὴν φανεὶς ἕρπων δράκων, ἤδη τελευτῶντος αὐτοῦ, καὶ αὐτὸς δὲ οὐκ ἀπηξίωσεν ἔτι περιὼν ἐξειπεῖν ὅθεν τὸ φῶς ἀνέλαμψεν ἐπ’ αὐτὸν ἐκεῖνο. Καθαρμοῖς γὰρ χαλδαϊκοῖς, ὡς αὐτός φησι, χρώμενος «ἑκατικοῖς φάσμασι φωτοειδέσιν αὐτοπτουμένοις ὡμίλησε»· «τῆς δὲ Ἑκάτης σκοτεινά» φησιν ὁ ἀληθὴς θεολόγος «τὰ φάσματα». Ὁρᾷς τρανῶς, ὅπως τὸ φῶς ἐκεῖνο σκότος ἐστὶν αὐτόχρημα;

Τοῦτ’ ἄρα τοῦ προτέρου σκανδάλου μεῖζον καὶ ἐναργέστερον· εἰ γὰρ θεόπτας καὶ θεοδιδάκτους καὶ ὑπὸ θεοῦ πεφωτισμένους εἶναι Σωκράτεις καὶ Πλάτωνας καταδεξαίμεθα καθάπερ δικαιοῖς αὐτός, καὶ τοὺς παρὰ τούτων ἀκηκοότας τὰς θείας ἀποφάνσεις καὶ πιστεύσαντας θαυμαστοὺς καὶ ζηλωτοὺς τῆς προαιρέσεως ἕνεκα καὶ πειθοῦς καὶ αἰδοῦς τῆς πρὸς ἐκείνους, ζηλοῦν καὶ ἡμᾶς ἀνάγκη τούτους καὶ πιστεύειν ἐκείνοις, ὡς εἰ μὴ τῶν ἐπιστημόνων, τῶν γοῦν θαυμασίων καὶ μακαριστῶν γενοίμεθα· ταῦθ’ ἄρα μαντείαν μὲν τοῖς ἀρίστοις ἐγκρινοῦμεν τῶν ἐπιτηδευομένων ἐν ἀνθρώποις, ἀρεστοὶ δ’ ἀποφανθείημεν τῷ μαντικωτάτῳ Φοίβῳ, τὴν ἀνάρρησιν τῆς καθ’ ἡμᾶς σοφίας καὶ τοῦ κατ’ αὐτὴν πολλῶν ἢ πάντων διαφέρειν ἐκεῖθεν ἀναδεδομένην ἔχοντες βεβαίαν.

Καὶ τίς ἂν ἔτ’ ἰσχύσαι καταλέξαι λόγος τὰ ἄλλα τῆς ἀπάτης εἴδη καὶ τὸν ὁρμαθὸν τῶν κακοδόξων δογμάτων καὶ τὸν συρφετὸν τῶν αἰσχρῶν καὶ πονηρῶν παθημάτων καὶ τὰς ἀποματτομένας ἐκ τούτων ἀνιέρους κηλῖδας τοῖς πεφωτισμένους ἐκείνους ἀξιοῦσι λαλεῖν; Οὐκ ἀκούεις τοῦ λέγοντος, «βάλλε μοι Πλάτωνος τὰς ἰδέας»; Ἀνατυπώσεις δή τινας καὶ μελέτας πρὸ τῶν ἔργων ἐν διανοίᾳ, οὔτε ἄνευ πάθους οὔσας καὶ πρεπούσας ἀνθρώποις μᾶλλον οἰκοδομοῦσι, δεδιόσι τὴν ἐξ ἀπερισκέπτου τούτοις ἔσθ’ ὅτε προσγινομένην ἀποτυχίαν, ἢ τῷ θεῷ, οὗπερ ἔργον καὶ τὸ ἐννόημα; Εἰ δ’ ἔργον καὶ τὸ ἐννόημα, καὶ πρὸ τούτου δεήσει παραδειγμάτων τε καὶ ἀνατυπώσεων ἄλλων, οὐκοῦν καὶ τῶν ἰδεῶν ἔσονται ἰδέαι, καὶ τοῦτο ἐπ’ ἄπειρον, εἰ μή τι καὶ πλέον ἐκεῖνος νέμει ταῖς εἰρημέναις ἰδέαις, καὶ πλέον κακῶς.

Ἀλλὰ τοῦτο μὲν ἀφῶμεν· ἐγὼ δ’ ἄν σοι προσθείην εἰπὼν ὡς ‘βάλλε μὴ τὰς ἰδέας μόνον, ἀλλὰ καὶ τὰς θεωρίας καὶ τὰ ψευδώνυμα τούτου φῶτα δι’ ὧν ἐκεῖνος τοῖς ἀπατηλοῖς δαίμοσι συνεζύγη καὶ δι’ ὧν ἐμυήθη, μὴ ὅτι κακοὺς ἀλλὰ καὶ ἀγαθοὺς εἶναι δαίμονας καὶ ψυχὴν αἰθέρος καὶ ψυχῶν περιόδους καὶ τοὺς ἐπ’ αὐτὰς διὰ τῶν καλῶν σωμάτων οὐ καλοὺς ἔρωτας.

Τί δ’ οἱ πρῶτοι θεοὶ καὶ δεύτεροι καὶ τούτων ἔτι μείους τὴν φύσιν τε καὶ τὴν δύναμιν, ὧν οἱ μὲν τὸ κυρτὸν τῆς οὐρανίου σφαίρας ἐπιπορεύονται, οἱ δ’ ὑπὸ τὸ κοῖλον περινοστοῦσιν, οἱ δ’ ἔγγειοι καὶ ὑπόγειοι, μηκέθ’ οὗτοι θνητῶν, ἀλλὰ τεθνηκότων αὐτοκράτορες ὄντες’; Τριχθὰ γὰρ πάντα δέδασται κατ’ αὐτοὺς φάναι, τοὺς καὶ ποιητὰς καὶ κληροδότας τῶν οἰκείων θεῶν. Τί δ’ αἱ περίεργοι θυσίαι, ψυχαγωγίαι τε καὶ θεαγωγίαι καὶ θεουργίαι καὶ ὁ τῶν μαινομένων ἔπαινος καί, τὸ σύμπαν εἰπεῖν, ὁ περὶ τὰ τοιαῦτα πλατὺς λῆρος καὶ σαφὴς μᾶλλον ἢ μυστικός; Ταῦτ’ ἄρα περὶ τῶν διαπεπτωκότων ἄνωθεν καὶ τῶν ἀπὸ τούτων ἐλλαμπομένων, τουτέστι σκοτιζομένων τὸ τῆς ψυχῆς νοερόν, καὶ ἀπὸ τῆς κάτωθεν θέας παραγεγενημένης, ἢ περὶ τῶν ὑπὲρ ἡμᾶς καὶ ἀπὸ τῆς ἄνωθεν;

Τί δ’ ἵνα πάλιν ἀπὸ τῆς ἀληθοῦς καὶ φερωνύμου καὶ ἱερᾶς καὶ γνησίας τῇ θεολογίᾳ φωνῆς τὰ ψευδώνυμα καὶ νόθα φαυλίσωμεν, «τί τοίνυν Ἀριστοτέλους ἡ μικρόλογος πρόνοια καὶ οἱ θνητοὶ περὶ ψυχῆς λόγοι καὶ τἀνθρωπικὸν τῶν δογμάτων;» Ἆρα ‘κατανενοηκότος τὴν ὑπεροχὴν τοῦ θεοῦ’ καὶ τὴν ἀξίαν ἐξευρηκότος παντὸς μᾶλλον τῇ θείᾳ φύσει φωνὴν τὸ ὑπὲρ ἀπόδειξιν τοῦτο; Ἢ καὶ τοῦτο πλάνη σαφὴς ἀνθρωπίνης διανοίας τυγχάνον, καὶ ταύτης ἐσκοτισμένης καὶ ἀντιθέου καὶ θηρωμένης μὲν δόξαν ὡς ἐφικνουμένης, πειρωμένης δὲ διαφυγεῖν τοῦ ψεύδους τὸν ἔλεγχον, ὡς ἀποδεῖξαι μὴ δυναμένης καὶ τοῖς ἄλλοις μεταδιδόναι τῆς ὑπερφυοῦς καὶ θαυμαστῆς ἐπιστήμης καὶ τῷ δοκεῖν ἐξαίρειν κατασπώσης τὸ ἀπερινόητον ὕψος ἐκεῖνο καὶ ἀταπείνωτον;

Εἰ δὲ τῷ διδασκάλῳ τοῦθ’ ὑποκριναμένῳ μὴ συμβαίνειν τοῦτον τὴν γνώμην δοίημεν, καίτοι τινὰ ἂν ἔχοι τουτὶ τὸν λόγον, δεδόσθω δ’ ὅμως· ἀλλὰ θεῶν πλῆθος σαφῶς καὶ αὐτὸς πρεσβεύει καὶ τῷ τῶν θεῶν, ὡς αὐτός φησι, πρώτῳ τῆς κυρείας ἥκιστα τὸ πᾶν δίδωσι, καὶ τὰς δυνάμεις ἐπιχειρεῖ καταλέγειν, αἳ κινοῦσι τὰ θεῖα δοκοῦντά οἱ σώματα, καὶ τὸ δαιμόνιον φῦλον ὑπὲρ ἡμᾶς ἅπαν τίθεται, καὶ τὸ ὑπέρσεμνον καὶ θεοπρεπὲς μόνον, τὸ ὑπὲρ ἀπόδειξιν τοῦτο, τοῖς τοιούτοις θείοις δωρεῖται καὶ παρὰ τοῦτο ταῦθ’ ὑπὲρ ἡμᾶς λογίζεται.

Μέγα μέντ’ ἂν εἴημεν πεποιηκότες καὶ τοῖς ἡμετέρας μοίρας ὡς κοινόν τε καὶ χάριεν, εἰ κατ’ Ἀριστοτέλην καὶ τὸν τούτου διδάσκαλον ὑπὲρ ἀπόδειξιν τὸ θεῖον νομίσαιμεν, ὅπερ ἡ κατ’ αὐτοὺς ἐπιστήμη τε καὶ θεωρία καὶ τοῖς δαίμοσιν ἀποδίδωσι· καὶ σύ γε αὐτὸς οὐκ ἂν ἄλλως φαίης, ὥσπερ οὐδ’ ἡμεῖς, ἕως ἂν ὑπὸ διδασκάλοις Ἀριστοτέλεσί τε καὶ Πλάτωσι προαιροίμεθα ζῆν. Ἀλλ’ ἡ καθ’ ἡμᾶς ἀπόδειξις καὶ τῶν καθ’ ἡμᾶς διδασκάλων οὐ μόνον ἔκπτωτόν τε καὶ ἔσχατον καὶ πονηρὸν τὸ δαιμόνιον ἅπαν ἀποδείκνυσι γένος, πονηρὸν μὲν διὰ τὴν ἐκ τἀγαθοῦ φυγὴν καὶ τὴν εἰς ἡμᾶς συνεργίαν πρὸς ἔλλειψίν τε καὶ ἀπολίσθησιν τὴν ἀπ’ αὐτοῦ, ἔσχατον δὲ διὰ τὸ πορρωτάτω εἶναι τοῦ ἀνωτάτω, ἔκπτωτον δὲ ὡς ὑπὲρ ἡμᾶς ὂν πρότερον, εἶτ’ ἐπὶ τοσοῦτο τῆς ἀξίας ταύτης ἀπωσμένον καὶ οὕτω πρόσυλον μᾶλλον γεγονὸς ἡμῶν ὡς ἀνέλπιδα τὴν εἰς ὑπερκόσμιον καὶ ἰσάγγελον τάξιν ἐπάνοδον παντάπασιν ἴσχειν, ἥτις ἡμῖν ἐπηγγελμένη καθέστηκεν, οὐ ταῦτα μόνον τουτὶ τὸ γένος δείκνυσιν ὄν, ἀλλὰ καὶ τοῖς ποσὶν ἡμῶν ἐγκαλινδούμενον εἰς τὸ καταπατεῖσθαι παρ’ ἡμῶν· ἡ δ’ ἐπὶ τῶν ἐσχάτων καὶ κατωτάτω λογικῶν οὐσιῶν τὴν ἀληθῆ θηρωμένη δόξαν, καὶ περὶ τῶν ἀνωτάτω καὶ ὑπὲρ ἡμᾶς ἀψευδὴς διδάσκαλος ἔσται· τῶν γὰρ ἐναντίων τὴν αὐτὴν ἐπιστήμην εἶναι, καὶ ἡ αἴσθησις ἂν διδάξειεν.

Εἶδες πόσον ἀπέχει τοῦ ὑπὲρ ἀπόδειξιν ἐκείνου ἡ ἀπόδειξις αὕτη; Σχεδὸν ὅσον ψεύδους ἀλήθεια, καὶ γνῶσις ἀγνοίας, καὶ τοῦ σκότους τὸ φῶς· εἴπερ ψευδοῦς μὲν καὶ ἀνοήτου καὶ σκοτεινῆς διανοίας ὑπὲρ ἡμᾶς τοὺς δαίμονας λέγειν τε καὶ λογίζεσθαι, γνώσεως δ’ ἀληθοῦς καὶ πεφωτισμένης εἰδέναι τὴν δεδομένην ἡμῖν ἀξίαν «πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ», τί δ’ ὅταν καὶ πρὸς τὴν ἀσφαλῆ καὶ τρανὴν καὶ ἀληθῆ δόξαν, τὴν περὶ αὐτῆς τῆς αὐτοαληθείας ἀναβιβάζῃ, τοῦ πρώτου καὶ μόνου καὶ ἀπολελυμένου τοῦ παντὸς καὶ ἁπλῶς καὶ ἀπεριορίστως καὶ αὐθυπερουσίως ὄντος;

Τί τοίνυν ἡ ἀπόδειξις ἡμῖν αὕτη, ὅτε καὶ τὴν ἀπλανῆ περὶ τούτου χαρίζεται δόξαν; Τίς αὐτῆς προτιμῶν ἢ καὶ εἰς ἴσον ταύτῃ τιθεὶς τὸ κατ’ Ἀριστοτέλην, ὡς αὐτὸς φῄς, ὑπὲρ ἀπόδειξιν, οὐ τὸν οὐρανὸν εἰς γῆν κλίνει καὶ τὰ ἅγια συντάττει τοῖς ἐναγέσιν;

Ὑπὲρ ἀπόδειξιν μὲν γὰρ λέγειν σε τὸ θεῖον καὶ ἡμεῖς συγχωρήσομεν, οὐχ ἕως μέντοι κατ’ Ἀριστοτέλην τοῦτο λέγεις, ὡς νῦν τοῦτο φῂς λέγειν· χαμερπὴς γάρ, ὦ τάν, ἡ περὶ τῶν θείων τοῦ ἀνδρὸς δόξα καὶ ὡς εἰπεῖν ἄδοξος· πῶς γὰρ οὔ, ὅς, ἵνα κατὰ τὸ ἀποστολικὸν εἴπω, γνοὺς τὸν θεόν, οὐχ ὡς θεὸν ἐδόξασεν ἢ ἐσεβάσθη, ματαιωθεὶς δ’ ἐν τοῖς οἰκείοις διαλογισμοῖς, δαίμοσι μὲν ἐπεφήμισε τὸ θεῖον, κτίσμασι δ’ ἔστιν οἷς προσεμαρτύρησε τὸ ἀγένητον, ψυχῶν δὲ τῶν ἡμετέρων, τό γε εἰς αὐτὸν ἧκον, ἀπεσύλησε τὸ ἀθάνατον; Ὁ γὰρ θύραθεν νοῦς οὐδὲν πρὸς ἡμᾶς· ὁ δὲ δυνάμει τούτου χωρὶς καὶ κατ’ ἐκεῖνον αὖθις οὐδέν.

Συνῆκας ᾖ κακοῦ φέρει, φιλότης, τὸ μὴ πάντα στοιχεῖν ταῖς θεοπνεύστοις γραφαῖς, ἀλλὰ καὶ τοὺς ἐπ’ αὐτὰς αὐταῖς χρωμένους ἐξελέγχειν ἐθέλειν, αὐτὸν δὲ ζητεῖν τὴν ὑπὲρ τοὺς πατέρας εὐσέβειαν; Ἐντεῦθεν γὰρ τοὺς μεμωραμένους σοφοὺς δεῖν οἴεσθαι πεφωτισμένους ἀναγράφειν ἐπήρθης, οἳ καὶ τὸν θεὸν ὑπὸ τὴν σφῶν αὐτῶν πεποίηνται νόησιν, χαλεπὸν εἶναι λέγοντες, ἀλλ’ οὐκ ἀδύνατον, νοῆσαι θεόν· ταῦτ’ ἐμυήθησαν τὰ ἀπόρρητα ὑπὸ τοῦ διὰ φωτὸς ἐπιφανέντος αὐτοῖς. Ἀλλὰ γὰρ ἔλαθον ὑπὸ τοῦ ζήλου καὶ τοῦ λόγου συναρπασθεὶς πρὸς τοὺς κατ’ αὐτῶν μακροὺς λόγους παρὰ τὴν ἡμετέραν ἀρτίως πρόθεσιν· ἐπάνειμι τοίνυν, καὶ πολλὰ καὶ περὶ πολλῶν ἔτ’ ἔχων λέγειν καταλείψω τὰ πλείω· μικρὰ δὲ προσειπών, ἔπειτα τῷ καλῷ τῆς ἀγάπης προσρήματι τὸν λόγον ἐπισφραγίσομαι· ταύτῃ γὰρ οἶδα καὶ σὲ μετάμελον ἐσόμενον ἕξων τοῦ λήγειν ἔτ’ ἐπὶ δυσφήμων ἀφέμενον.

Ἐκεῖνοι μὲν οὖν, οὓς ἔξω σοφοὺς τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ νενομισμένον καλεῖν, ὡς ἔξω δηλαδὴ καθεστῶτας τῆς ἱερᾶς περὶ θεοῦ γνώσεως, ἐκεῖνοι τοίνυν, οὐδ’ ὅτι τοῖς ἀνθρώποις ἀκατάληπτος ὁ θεὸς ἐνενόησαν, δυσκατάληπτον εἰπόντες αὐτόν· ἡμεῖς δέ, μὴ ὅτι τῷ καθ’ ἡμᾶς νῷ, ἀλλὰ καὶ αὐτοῖς τοῖς ὑπεξῃρημένοις πάσης περιπεζίας ὑφέσεως καὶ διὰ τὸ ὑπεραναβεβηκὸς τῶν ἐγγιζόντων καὶ λειτουργούντων τῇ θείᾳ μεγαλειότητι κτισμάτων νοῖς, θρόνοις ὀνομαζομένοις, ἀκατάληπτον ἴσμεν τὸν θεόν. Οὐ μὴν τῷ πάντων ὑπεξῃρῆσθαι τὰ θεῖα καὶ ἀποδείξεως τελέως ὑπεξῃρῆσθαι λέγομεν, μᾶλλον μὲν οὖν λέγομεν μέν, ἀλλ’ οὐ ταύτης ἣν σύ, καίτοι θέλων ἐς τὰ μάλιστα ἀποσεμνύνειν, ὅμως ἐπὶ τοσοῦτο λέγεις εὐπερίτρεπτον ὡς ὑφ’ ἑνὸς καὶ τοῦ τυχόντος ἀντιλεγομένην ἀνίστασθαι καὶ μηκέτ’ ἀπόδειξιν εἶναι δύνασθαι.

Ὁ γὰρ ἀποδεικτικός, καθάπερ αὐτὸς φῄς, συλλογισμὸς «πᾶσιν ἁπλῶς δοκεῖ εἶναι ἀληθὴς καὶ ἀμφισβήτησις περὶ αὐτοῦ οὐδεμία συνίσταται»· καὶ οὐδ’ ἐκεῖνο ἐνεθυμήθης ὡς, εἰ μηδὲν ἄλλο, διὰ γοῦν τὰς πυρωνείους ἐποχάς, ἀπόδειξις λοιπὸν τοιαύτη παντάπασιν οὐκ ἔσται, καὶ δι’ ὧν καταδησάμενος τὴν λογιστικὴν ἁρμονικὴν καὶ ἀστρῴαν ἐπιστήμην φέρεις, αἱ γεωμετρικαὶ ἀνάγκαι δηλαδὴ τῶν ἀραχνίων νημάτων ἀδρανέστεραι γενήσονται καὶ διαπεσοῦνταί σου λυθεῖσαι τῆς σῆς ἀποδεικτικωτάτης διανοίας· πῶς γὰρ ἂν καὶ φύσει γνωρίμους σχοίης τὰς προτάσεις, ἐπεὶ καὶ Σέξτῳ καὶ Πύρωνι καὶ τοῖς κατ’ ἐκείνους οὐκ ἔνι συνδοκεῖν;

Οὐ ταύτης οὖν ὑπέρτερα τὰ θεῖα, οὐδὲ γὰρ τὸν ἥλιον ἐρεῖ τις φανότερον πυγολαμπίδος, ἀλλὰ καὶ τῆς πατροπαραδότου, καὶ οὐδὲ τοῦτ’ ἄπο τῆς ἐκείνων γνώμης, προσάγομεν δ’ ὅμως χρείας καλούσης τὴν δυνατήν, καὶ ταύτης ἀρχὴν ἔχοντες τὴν πνευματοκίνητον δύναμιν, καθ’ ἣν ὑπὲρ νοῦν τοῖς ὑπὲρ νοῦν ὡμιληκότες οἱ θεόσοφοι θεολόγοι θεοχαρίστως τε ἐδιδάχθησαν καὶ θεομιμήτως ἡμᾶς ἐδίδαξαν. Ὡς γάρ, εἰ καὶ πάντων ὑπεξῄρηται τὰ θεῖα καὶ λόγου πάντως παντός, ὕμνου τε καὶ δόξης ἡστινοσοῦν, ἀλλὰ καὶ λόγον λαλοῦμεν περὶ θεοῦ καὶ ὑμνοῦμεν καὶ δοξάζομεν κατὰ τὸ ἐγχωροῦν αὐτὸν ἔργοις τε καὶ λόγοις καὶ πάθεσι καὶ δόξαν θεοῦ καλοῦμεν, καὶ ὕμνον θεοῦ τὴν παρ’ ἡμῶν αὐτῶν δοξολογίαν ἀναφερομένην λέγομεν, οὕτω καὶ συλλογιζόμεθα καὶ ἀποδείκνυμεν καὶ τὸν ἐπὶ τὰ θεῖα συλλογισμὸν ἀπόδειξιν καλοῦμεν, κἂν εἰς ὦτα ἀκουόντων λέγωμεν κἂν μή, ἐπεὶ μηδὲ πᾶσα διάλεξις καὶ διαλεκτική· κἀκ τοῦ σεμνοτέρου δεῖν οἰόμεθα καλεῖν αὐτόν, οὐ τοὺς οἰκείους λόγους, ὡς ἄν τις οἰηθείη, σεμνύνοντες, ἀλλ’ ὅτι περὶ θεοῦ σεμνοτέρως προσαγορεύοντες καὶ ταῖς τῶν πατέρων συνῳδὰ φωναῖς καὶ κατ’ οὐδὲν ἀποτρόπου τῶν θεοπαραδότων λογίων.

Εἶεν· ἐκεῖνό γε μὴν ἀρτίως καταξίωσον ἐπὶ νοῦν λαβεῖν ὡς ἀπὸ τῶν αὐτῶν καὶ κατὰ σὲ διελεξάμην πρὸς σέ, κἄν τι μὴ λίαν εὔφημον ἀγαπᾶν ὡς σόν· «ἑὸν γάρ» φασι «κακόν, ἀγαπητόν». Μὴ δὴ πρὸς ἡμᾶς ἀπεχθῶς σχοίης, μηδ’ ἀνῇς φιλῶν ἢ πρότερον, καθάπερ δὴ καὶ ἡμεῖς· οὕτω γάρ, εἰ καὶ τὰ τῶν λόγων ἡμῖν οὕτω συμβὰν ἀντιτέτακται, ἀλλ’ ἐν τῷ φιλοῦντι τῆς ψυχῆς ἀδιαλώβητον ἕξομεν τὸ τῆς εἰρήνης καλόν· εἴη, σοφώτατε ἀνδρῶν, οὐκ ὀκνήσαιμι δ’ ἂν εἰπεῖν καὶ φιλούντων τε καὶ φιλουμένων ἄριστε, καὶ ἰδεῖν ἡμᾶς ἀλλήλους καὶ περιχυθῆναι ἀλλήλοις καὶ δι’ ἀλλήλων ἀσπασμὸν ἡμῖν γενέσθαι τὸν αὐτὸν ἐν ἁγίῳ φιλήματι.