Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαί

Γρηγόριος Παλαμᾶς

Λόγος προς τον αρχιεπίσκοπο Κυζίκου Αθανάσιο

Εκτενής αναίρεση των ασταθών και βλάσφημων θέσεων του Ακινδύνου περί του ακτίστου φωτός. Επιβεβαιώνεται η διάκριση θείας ουσίας, υποστάσεων και ενεργειών μέσα από πλούσια πατερική παραπομπή, αποκρούοντας την κατηγορία της διθεΐας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 6 από 12

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΡΟΣ ΤΟΝ ΕΛΛΟΓΙΜΩΤΑΤΟΝ ΚΑΙ ΘΕΟΦΙΛΕΣΤΑΤΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΥΖΙΚΟΥ ΑΘΑΝΑΣΙΟΝ, ΕΡΩΤΗΣΑΝΤΑ ΠΕΡΙ ΤΩΝ ΑΚΙΝΔΥΝΟΥ ΣΥΓΓΡΑΜΜΑΤΩΝ, ΕΙ ΤΟΙΣ ΤΟΥ ΒΑΡΛΑΑΜ ΕΚΕΙΝΟΥ ΣΥΜΒΑΙΝΕΙ ΠΕΡΙ ΤΟΥ ΘΕΙΟΥ ΦΩΤΟΣ ΚΑΙ ΤΗΣ ΘΕΙΑΣ ΧΑΡΙΤΟΣ, ΛΟΓΟΣ ΠΡΩΤΟΣ Πυνθάνῃ περὶ τῶν Ἀκινδύνου συγγραμμάτων κατὰ τοῦ φωτὸς τῆς χάριτος, εἰ συμβαίνει τοῖς τοῦ Βαρλαάμ; Εὖ ἴσθι τοίνυν ὅτι καὶ συμβαίνει τούτοις καὶ ὑπερβαίνει ταῦτα τῇ δυσσεβείᾳ καὶ πρὸς ἐκεῖνα καὶ ἑαυτὰ τελέως ἐστὶν ἀσύμβατα. Τοῦτο μὲν οὖν καὶ ἰδιαίτατον αὐτῶν ἐστιν, ὅτι ἀστατεῖ ἀεί. Καὶ νῦν μὲν καθάπερ ἐν κύκλῳ διὰ τῶν ἀντικειμένων ἰόντα πολλάκις περιέρχεται εἰς τὸ αὐτό, οὐ κατὰ ἁπλῆν τινα περιφοράν, ἀλλὰ κατὰ διττὴν καὶ ἀντίθετον· νῦν δὲ καὶ τῆς περιφορᾶς ταύτης ἐκτρεπόμενα κατὰ τοὺς πλάνητας, ἀπ’ ἄλλου εἰς ἕτερον βαδίζει, μᾶλλον δὲ παραπλησίως τοῖς ἐν ἔργοις, ὥς φασι, ποικίλμασι Δαιδάλου, καὶ μᾶλλον ἢ κατὰ Στησίχορον ἐφ’ ἑκάστου τῶν ἐν αὐτοῖς προβεβλημένων πυκνάς τινας ᾄδει παλινῳδίας, τοῦτο πάντῃ ἀνόμοιον ἔχοντα τοῖς εἰρημένοις, ὅτι ἀνίδρυτά ἐστι τελέως καὶ οὐδαμῇ ἐστήρικται, βέβαιόν τι παρεχόμενα μηδ’ ὁπωσοῦν· ἀλλ’ οὐδ’ ἐπὶ κόσμῳ καὶ ὠφελείᾳ δή τινι καὶ μετανοίᾳ λυσιτελεῖ περιστρέφεταί τε καὶ ποικίλλεται, ἀλλ’ ἐπ’ ἀκοσμίᾳ καὶ λύμῃ περιττῇ τῆς ὑποκειμένης τοῖς τοιούτοις δόγμασι ψυχῆς.

Ἵνα δὲ μὴ καταψεύδεσθαι τοῦ ἀνθρώπου τὰ τοιαῦτα δόξωμεν, αὐτά σοι πέμψομεν συνειλοχότες τὰ ἐκείνου ῥήματα, δι’ ὧν εἰς τὰς ἐναντίας δόξας πολυστρόφως στρέφεται, συγκρούσαντες μέντοι καὶ οἷον διακωδωνίσαντες αὐτὰ καὶ τὸ σαθρὸν οὕτω καὶ ἀπηχὲς πρὸς ἄλληλα διαδείξαντες αὐτῶν.

Διατείνεται τοίνυν οὗτος, μακράν τινα πλάττων ὡς ἐπὶ συνόδου τὴν ὁμιλίαν, ἐντόνως ἀντιστῆναι τῷ Βαρλαάμ, οὐχ ὡς κατ’ ἐξουσίαν ἁπλῶς συλλογιζομένῳ μόνον καὶ καινοφωνοῦντι μετρίως περὶ τοῦ θείου φωτός, ἀλλὰ καὶ ὡς κακουργοῦντι καὶ κακῶς φρονοῦντι καὶ βλασφήμως καὶ κακοδόξως.

Ἐπιμαρτυρεῖ δὲ καὶ τῷ Συνοδικῷ τόμῳ πᾶσαν ἀσφάλειαν καὶ ἀκρίβειαν, ὡς ἐπὶ πολλὰς ἡμέρας ἐξεταζομένῳ καὶ ἀνακαθαιρομένῳ. Φησὶ δὲ καὶ ὁ Τόμος οὗτος ἀνιέρως καὶ ἐπισφαλῶς ἐπιβαλεῖν τοῖς περὶ τοῦ θείου φωτὸς τὸν Βαρλαὰμ καὶ βλασφήμως συγγράψασθαι καὶ κακοδόξως.

Τί δὴ περὶ τούτου τοῦ φωτὸς εἰπών, βλασφήμως καὶ κακοδόξως ἐκεῖνος εἶπε, κακουργήσας καὶ κακῶς φρονήσας καὶ ἐπισφαλῶς ἐπιβαλών; Οὐδὲν ἄλλο πάντως ἢ κτιστὸν εἶναι ἀποφηνάμενος, ἅτε ὁρατὸν ὀφθαλμοῖς γεγενημένον σώματος καὶ προσπεσὸν διὰ τοῦ ἀέρος ὄψεσιν, ὡς ἐκεῖνος ᾤετο, καὶ ὑποπεσὸν αἰσθητικῇ δυνάμει, καθάπερ ἐκείνου τε τὰ συγγράμματα καὶ ὁ Συνοδικὸς αὐτὸς πάλιν τόμος παρίστησι σαφῶς.

Ἐπεὶ δ’ ἐναντίως ἔχει τὸ ἄκτιστον πρὸς τὸ κτιστόν, πλεῖστον ὅσον ὅτι μάλιστα διεστηκὸς καὶ μεταξὺ τῶν ἐναντίον τούτων, οὐδ’ ἂν οἱ τοὺς τραγελάφους πλάττοντες ἀναπλάσαιεν, περιφανῶς ἐστι καταφανές, ὡς ἡμεῖς ὑπὲρ τοῦ θείου φωτὸς ἀντικείμενοι τῷ Βαρλαάμ, ἄκτιστον αὐτὸ δοξάζομεν ἀσφαλῶς καὶ εὐσεβῶς, ὃ καὶ τὰ ἡμῶν αὐτῶν συγγράμματα παρίστησι καὶ ὁ Συνοδικὸς ἐπικυροῖ τόμος. Σὺν ἡμῖν οὖν ἀντιστῆναι τῷ Βαρλαὰμ περὶ τοῦ φωτὸς ὁ Ἀκίνδυνος, οὐμενοῦν ἠρέμα διατεινάμενος καὶ πολλὰ μεγαλαυχήσας, ὡς αὐτὸς παντὸς μᾶλλον τρόπαια στήσας ἀπ’ ἀρχῆς ἄχρι τέλους κατ’ ἐκείνου βλασφημοῦντος, εἶτ’ οὐκ οἶδ’ ὅπως κατὰ τῶν τροπαίων τούτων ὡς ἡττημάτων μεταξὺ λέγων μανικῶς καταφέρεται. Κατηγορεῖ γὰρ ἡμῶν αὖθις φανερῶς, ὃ καὶ Βαρλαὰμ ἐκεῖνος, ὅτι ἄκτιστον ἔφημεν τὴν ὁρατὴν ὀφθαλμοῖς γεγενημένην ὁπωσδήποτε δόξαν τοῦ θεοῦ· καὶ γεγενῆσθαι ὁρατὴν ὁπωσδήποτε τὴν ἄκτιστον ἔφημεν δόξαν τοῦ θεοῦ.

Καὶ τοῦτο οὐχ ἅπαξ ἢ δὶς εἰπὼν ἀπήλλαξεν, ἀλλὰ καταπεποίκιλταί οἱ πᾶς ὁ λόγοις τοῖς δυσὶ τούτοις, ὅτι τε διανέστη καὶ ἀντέστη καὶ νενίκηκε τὸν Βαρλαὰμ εἰς τὸ φῶς ἐκεῖνο βλασφημοῦντα, καὶ ταῦτα μηδὲ τῇ συνόδῳ τηνικαῦτα παρών, ἀλλ’ ἀποδρὰς ἐπίτηδες, καὶ ὅτι μηδὲν ὁρατὸν ὁπωσδήποτε γεγονός, κἂν ἀπορρήτως, ἄκτιστόν ἐστι, τἀναντιώτατα διαρρήδην ἑαυτῷ προσμαρτυρῶν, καὶ τοῦτο πάντως ἔργῳ δῆλος ὢν κατηγορῶν ἡμῶν, ὅτι μὴ τὰς ἐναντιωτάτας δόξας περὶ τοῦ αὐτοῦ, καὶ ταῦτα τηλικούτου πράγματος, κεκτήμεθα, καὶ ὅτι μὴ πρὸς ὃν ἀντειπεῖν βλασφημοῦντα προειλόμεθα, συμφωνεῖν αὖθις ἀνεχόμεθα κατ’ αὐτὴν τὴν ἐπ’ ἐκκλησίας ὑφ’ ἡμῶν ἐξεληλεγμένην βλασφημίαν.

Οὐκοῦν τὸ πολλάκις λέγειν τὸν Ἀκίνδυνον καὶ πολλαχῶς κτιστὸν ἅπαν τὸ γεγονὸς ὁρατὸν ὁπωσδήποτε, κἂν ἀπορρήτως, ψεύστην ἀπελέγχει καὶ δυσσεβῆ· ψεύστην μὲν ὅτι φησὶν ἀντιστῆναι πρώτῳ, ᾧ καὶ καθ’ ὃ φαίνεται μέχρι τήμερον συνιστάμενος καὶ συμφωνῶν, δυσσεβῆ δ’ ὅτι, κατ’ ἐκεῖνον καὶ αὐτὸς εἰς τὸ φῶς ἐκεῖνο βλασφημεῖ, μηδὲ μετὰ τὴν συνοδικὴν ἐκείνου καταδίκην καὶ τὴν αὐτοῦ μετ’ ἐκεῖνον καὶ τὰς μετὰ ταύτας τῶν οὕτω φρονούντων ἐγγράφους ἀποκηρύξεις τῶν κακῶς ἐγνωσμένων μετάμελον λαβών.

Δῆλος δ’ ἐστὶ κτιστὸν εἶναι τὸ φῶς τοῦτο κατασκευάζων καὶ φρονῶν, οὐ μόνον ἀπὸ τοῦ γράφειν, καὶ ταῦτ’ οὐχ ἅπαξ, «ὡς οὐδὲν ὅπερ αὐτὸ τοῦτ’ εἰς ὅρασιν ἔρχεται σωματικῶν ὀφθαλμῶν ὁπωσδήποτε ἄκτιστόν ἐστι, κἂν Μωσῆς κἂν Παῦλος ὁ εἰς τρίτον οὐρανὸν ἀνελθὼν κἂν ἄγγελος ᾖ ὁ τῆς θείας θεωρίας ἁπτόμενος», ἀλλὰ καὶ ἀπὸ τοῦ πολλάκις καὶ διὰ πολλῶν ἐπιχειρεῖν δεικνύειν καὶ πολλαχοῦ τῶν λόγων ἀποφαίνεσθαι, μόνην ἄκτιστον τὴν θείαν φύσιν, τὸ δὲ φῶς ἐκεῖνο μηδὲ φυσικὸν σύμβολον ἀνέχεσθαι καλεῖν, ἀλλ’ ἀλλότριον καὶ ἀπεσχοινισμένον ἐκείνης παντελῶς, ὡς ὑπ’ αὐτῆς κτιζόμενον. Διὸ καὶ κατηγορεῖ πάλιν καὶ αὐτὸς κατὰ τὸν Βαρλαάμ, ὡς δύο θεότητας λεγόντων τῶν ἄκτιστον αὐτὸ φρονούντων, γράφων· «θεότητα ἄκτιστον παρὰ τὴν θείαν φύσιν οὐ δέχεται τῆς εὐσεβείας ὁ λόγος». Καὶ προάγει κατ’ αὐτῶν τό, «μιᾶς θεότητος, ὦ οὗτοι, τὴν τριάδα ὁμολογήσατε», καὶ πάνθ’ ὅσα τούτῳ παραπλήσια, παμπληθῆ πολλαχόθεν ἐρανιζόμενος, οὐδὲ τοῦτο συνορῶν, ὡς τὰ τοιαῦτα κατὰ τῶν εἰς κτιστὰ καὶ ἄκτιστα διαιρούντων τὴν θεότητα τοῖς ἁγίοις εἴρηται πατράσιν.

Οὐκοῦν κατ’ αὐτοῦ πρόκειται, τοῦ ταῦτα συνειλοχότος καὶ προενεγκόντος· αὐτὸς γάρ ἐστιν ὁ νῦν αὖθις κατατέμνων εἰς κτιστὰ καὶ ἄκτιστα τὸν ἕνα θεὸν καὶ δύο ποιούμενος ἐκφύλους θεότητας τὴν μίαν, τὴν μὲν θείαν φύσιν ἄκτιστον θεότητα καλῶν, τὸ δὲ θεῖον φῶς, αὐτὴν τὴν λαμπρότητα τῆς θείας φύσεως, καθ’ ἣν ἀπορρήτως κοινωνεῖ τοῖς ἀξίοις ὁ θεός, ἀποφαινόμενος θεότητα κτιστήν, καὶ πρὸς τούτῳ τὰς δυνάμεις τοῦ θεοῦ, τὴν θελητικὴν καὶ ἐνεργητικὴν καὶ ἁπλῶς πᾶν τὸ διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως, οὐδὲ γοῦν τὸν θεῖον Μάξιμον λέγοντα δυσωπηθείς, «ὥσπερ ἡ θεία φύσις ἡ τρισυπόστατος ἄναρχος, ἄκτιστος, ἀπερινόητος, οὕτω καὶ τὸ ταύτης θέλημα», οὐκοῦν εἶχε τοῦτο καὶ ὁ κύριος.

Ἀκίνδυνος οὖν ἐστιν ὁ τὴν διθεΐαν νοσήσας ἀληθῶς. Ἡμῖν δ’ ἄκτιστον εἶναι καὶ τὴν θείαν φύσιν καὶ τὴν τῆς θείας φύσεως λαμπρότητα μεμυημένοις παρὰ τῶν πατέρων, πρὸς δέ, καὶ πᾶσαν δύναμίν τε καὶ ἐνέργειαν θείαν, οὐδὲν τὸ προσιστάμενον μίαν προσκυνεῖν θεότητα. Κἂν γὰρ τὴν δύναμιν εἴπῃ τις θεότητα, κατὰ τὸν Νύσσης θεῖον Γρηγόριον ὅς φησιν, «ἡ θεία φύσις ἄφραστός τε καὶ ἀνεκφώνητος μένει, ὑπερβαίνουσα πᾶσαν τὴν διὰ φωνῆς σημασίαν, οὐκοῦν οὐχὶ φύσιν, ἀλλὰ τὴν θεατικὴν δύναμιν ἡ τῆς θεότητος προσηγορία παρίστησι», —μία τῶν τριῶν προσώπων ἡ θεότης· μία γὰρ αὐτῶν ἡ δύναμις. Κἂν τὴν λαμπρότητα τῆς θείας φύσεως, ὡς καὶ ὁ πολὺς ἐν θεολογίᾳ φησὶ Γρηγόριος· «φῶς ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθηταῖς», μία τῶν τριῶν προσώπων ἡ θεότης· «τούτων γάρ», φησί, «πλοῦτος ἡ συμφυΐα καὶ τὸ ἓν ἔξαλμα τῆς λαμπρότητος.

Κἂν τὴν φύσιν αὐτήν, μία τῶν τριῶν προσώπων ἡ θεότης», ὡς καὶ ὁ μέγας φησὶ Βασίλειος, ὅτι «κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην, ἡ τῆς οὐσίας κοινότης συντίθεται· ἀλλ’ ἐξουσίας τινὸς εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς ἔνδειξιν ἡ προσηγορία φέρει»· καὶ γὰρ ἕνα θεὸν ἐν τρισὶν ὑποστάσεσι, κατὰ τὸν μέγαν Ἀθανάσιον φάναι, θεολογοῦμεν, μίαν ἔχοντα τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν καὶ ὅσα ἄλλα περὶ τὴν οὐσίαν θεωρεῖται θεολογούμενα καὶ ὑμνούμενα. Πάντα δ’ ἑξῆς οὗτος ἀπαριθμησάμενος ὅσα περὶ τὴν οὐσίαν κατά τε θέσιν καὶ ἀφαίρεσιν θεολογεῖται, εἶτ’ ἐπάγει περὶ τούτων λέγων· «οὐχ ἕκαστον οὐσία λέγεται, ἀλλὰ περὶ τὴν οὐσίαν, ὡς ἐκ δύο καὶ πλειόνων ἐπὶ ἓν ἔχοντα τὴν ἀναφοράν, κατὰ τὸ ἐπιμεριζόμενον, ὡς ἐμάθομεν, ἃ καὶ ἄθροισμα καὶ πλήρωμα λέγεται θεότητος κατὰ τὴν γραφήν, καθ’ ἑκάστην τῶν ἁγίων τριῶν ὑποστάσεων ἐπίσης θεωρούμενα καὶ θεολογούμενα· πάντα γὰρ ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι καὶ δεδόξασμαι ἐν αὐτοῖς».

Οὕτως ἡμεῖς μίαν προσκυνεῖν θεότητα παρελάβομεν, ἀλλ’ οὐχ ὡς ἀδιαφόρου παντάπασιν οὔσης τῆς θείας φύσεως καὶ τῶν περὶ αὐτὴν θεωρουμένων καὶ θεολογουμένων, ὡς ὁ Ἀκίνδυνός φησιν· οὐδ’ ἕκαστον τῶν περὶ τὴν οὐσίαν τούτων οὐσίαν ὡς αὐτός φαμεν, μηδεμίαν διάκρισιν εἰδότες θείας οὐσίας καὶ ἐξουσίας, λαμπρότητός τε καὶ θελήσεως καὶ δυνάμεως καὶ τῶν παραπλησίων, οὐδὲ ταῦτα πάντα ἢ συγχέοντες πρὸς ἄλληλα κακῶς ἢ τῆς μιᾶς καὶ ἀκτίστου θεότητος ὑπερορίζοντες καὶ τοῖς κτίσμασι συντάττοντες, εἶτα μίαν οὕτω λέγομεν θεότητα κατὰ τὴν Βαρλαὰμ καὶ Ἀκινδύνου δόξαν, ὡς εἶναι τὸν θεὸν οὐσίαν μόνον, φυσικῆς δυνάμεως καὶ θελήσεως καὶ ἐνεργείας ἔρημον. Οὐ μήν, ἀλλ’ εἰ καὶ διενήνοχεν ἡ ἐξουσία τῆς οὐσίας, ὡς καὶ ὁ μέγας φησὶ Βασίλειος, ἥ τε θέλησις καὶ ἡ τῆς θείας φύσεως λαμπρότης, καὶ ἁπλῶς ἡ δύναμις τῆς θείας φύσεως, ἀλλ’ οὐκ ἔστι χωριστὴ τῆς θείας φύσεως ἡ τῆς φύσεως λαμπρότης καὶ δύναμις· οὐδ’ ἔνι τῆς ἑτέρας τὴν ἑτέραν διαστήσαντα καταλαβεῖν τὴν λειπομένην τῆς ἑτέρας ἔρημον. Ἀλλ’ ὁ δύναμιν ἢ λαμπρότητα βαλόμενος ἐπὶ νοῦν, εὐθὺς καὶ τὴν φύσιν ἧς ἑκάτερον τούτων, ἀχωρίστως συγκατενόησε, καὶ πολλῷ μᾶλλον ἐπὶ τῶν θείων, ἐφ’ ὧν κατὰ τοὺς θεοσόφους πατέρας αἱ ἑνώσεις τῶν διακρίσεων ἐπικρατοῦσι καὶ προκατάρχουσι, μήτ’ ἀναιροῦσαι ταύτας μήτ’ ἐμποδιζόμεναι παρὰ τούτων μηδέν.

Οὕτως ἡμῖν εἷς θεὸς ἐν μιᾷ θεότητι· καὶ γὰρ «ἄλλο μὲν θέλων καὶ θέλησις κἀπὶ θεοῦ», κατὰ τὸν μέγαν θεολόγον Γρηγόριον, ταὐτὸ δ’ εἰπεῖν ἄλλο ἐνεργῶν καὶ ἄλλο ἐνέργεια, κατὰ τὸν ἐκ Δαμασκοῦ θεορρήμονα· τὸ μὲν γὰρ ὁ κινούμενος, τὰ δ’ οἷον ἡ κίνησις· ἀλλ’ οὐ διὰ τοῦτο καὶ χωριστά. Πῶς γὰρ ἄν τις διαστήσειε τοῦ κινουμένου τὴν κίνησιν; Ἀλλ’ οὐδὲ τὸ μὲν κτιστὸν τὸ δὲ ἄκτιστον· πῶς γὰρ τὰ μὴ χωριστά, μηδὲ νῷ γοῦν ληφθῆναι χωριστῶς δυνάμενα; Τί οὖν, ὅτι ἄκτιστα ἀμφότερα, οὐχ εἷς θεός; Ἢ σύνθετος ἐκ τούτων, εἴπερ εἷς; Τίς ποτ’ ἄρα μερισμὸς ἢ σύνθεσις κινουμένου τε καὶ κινήσεως; Καὶ ταῦτα κινήσεως θεοπρεποῦς, καθ’ ἣν οὐδεμία γίνεται πρόσληψίς τε καὶ ἀφαίρεσις ἢ τὸ ταῦτ’ εἰδέναι καὶ τοῖς ἀντιλέγουσι τοῖς ταῦτα λέγουσι πατράσιν ἀντικεῖσθαι, συντιθέναι ἢ μερίζειν ἐστίν, ὄντως οὐ μόνον ἀμυήτου τὰ θεῖα τοιαῦτα συνάγειν ἐκ τοιούτων, ἀλλ’ οὐδὲ τὴν καθ’ ἡμᾶς μετρίως γοῦν ἐπεσκεμμένου φύσιν, ὃς καὶ τὸ λέγειν ἄκτιστον ἐκεῖνο τὸ φῶς, ἀλλ’ οὐ καθ’ ἑαυτό, καὶ τοῖς τῶν ἀποστόλων ὀφθαλμοῖς ὁρατὴν ἐπ’ ὄρους γενέσθαι τὴν ἄκτιστον δόξαν, ἀλλ’ οὐ καθ’ ἑαυτήν, ἀλλ’ ὡς ὑπὸ τῆς ἀκτίστου δόξης κτισθεῖσαν, κτιστὸν εἶναι φανερῶς τὸ θεῖον φῶς δείκνυσιν οἰόμενος, ὑπ’ ἀνοίας ἄκρας, οἰκειότερον δ’ εἰπεῖν δυσσεβείας, εἰς τὸ καὶ τὰ κτίσματα λέγειν ἄκτιστα συνελαυνόμενος.

Τίς γάρ ποτε τὸν οὐρανὸν ἤ τι ἄλλο τῶν τοιούτων εἶπεν ἄκτιστον, διότι ὑπὸ τοῦ θεοῦ ἐκτίσθη καὶ τὴν δόξαν καταγγέλλει τοῦ θεοῦ; Διότι γὰρ ἐκτίσθη παρὰ τοῦ θεοῦ, κτιστόν, ἀλλ’ οὐκ ἄκτιστον, λέγεται, κἂν οὐρανὸς κἂν δόξα κἂν ὅ,τι ποτέ τις εἴπῃ. Τί δ’ ἄλλο καὶ ὁ Βαρλαὰμ ἔλεγεν ἐκεῖνος ἢ ὅτι ἐκτίσθη παρὰ τῆς ἀκτίστου δόξης ἐκεῖνο τὸ φῶς, ἀλλ’ οὐκ ἐκεῖθεν ἀπορρήτως ἤστραψεν;

Ὁ δὲ Ἀκίνδυνος πάλιν· «ἀλλ’ οὐκ ἂν εἶδον οἱ ἀπόστολοι τὴν δόξαν ἐκείνην, εἰ μὴ διὰ τοῦ λυτοῦ σώματος». Πῶς οὖν ἐκεῖνοι διὰ τοῦ δεσποτικοῦ σώματος ἐν Θαβὼρ τὴν δόξαν εἶδον; Εἰ μὲν ὡς ὁρῶντες μὲν τὸ σῶμα, συνημμένην δὲ τούτῳ ταύτην, κεκρυμμένην οὖσαν τεκμηρίοις τισὶ μανθάνοντες, οὐκ ἐν Θαβὼρ εἶδον οὐδ’ οἱ τρεῖς μόνον οὐδ’ ὁ τῶν ἀποστόλων μόνον χορός, ἀλλὰ πάντες οἱ τηνικαῦτα πεπιστευκότες.

Εἰ δὲ κατὰ τὸ ἐπ’ Ἐκκλησίας ἱερὸν ᾆσμα τὴν κεκρυμμένην ἀστραπὴν ὑπὸ τὴν δεσποτικὴν ἐκείνην σάρκα τῆς οὐσιώδους τοῦ Χριστοῦ καὶ θείας εὐπρεπείας εἶδον ἀπορρήτως ἐκφανεῖσαν ἀπὸ τῆς σαρκὸς ἐκείνης, αὐτὴν ἐκείνην εἶδον τὴν ἀθέατον θεϊκὴν δόξαν τοῦ Χριστοῦ, ὡς καὶ ὁ Χρυσόστομος θεολόγος φησίν· «εἰ καὶ ἀμυδρῶς, ἵνα μὴ σὺν τῇ ὁράσει καὶ τὸ ζῆν ἀπολέσωσιν». Ὁ δὲ Ἀκίνδυνος προϊὼν ἐν τοῖς αὐτοῦ συγγράμμασι καὶ παραινεῖ μὴ δεῖν ἐκλαμβάνειν τὰ εἰς τὴν θείαν μεταμόρφωσιν τοῖς ἁγίοις ἐγκώμια εἰς τὸ δεῖξαι ἄκτιστον θεότητα καὶ τὸ κατ’ ἐκείνην φῶς.

Ἆρ’ οὖν οὐκ ἀριδηλότατα κτιστὴν τοῦτο θεότητά φησιν; Ἀλλὰ στρέφεταί οἱ πάλιν ὁ λόγος ὥσπερ πῶλος ἐπὶ τὴν νύσσαν, πονηροτέραν μέντοι τῆς προτέρας μακρῷ, καθάπερ μὴ λογικόν τινα τρέχων δίαυλον μηδ’ ὑπ’ ἔμφρονος ἡνιοχούμενος νοῦ καὶ συμφερόντως μεταφερόμενος, ἀλλ’ ὑπὸ κατηλογημένης ὡς ἀληθῶς καὶ νεανικῆς ἄγαν ἀπονοίας τοῦ διὰ τὸν φθόνον ἀρχεκάκου Βελίαρ. Ὁ γὰρ ἐκ τοῦ ἀντιστῆναι καὶ διαπτύσαι, ὡς αὐτὸς γράφει, τὰ τοῦ Βαρλαὰμ περὶ τούτου τοῦ φωτός, ἄκτιστον αὐτὸ δεικνύς, καὶ διὰ τοσούτων αὖθις δι’ ὅσων ὑπέδειξεν ὁ λόγος κτιστὸν αὖ ἀποφαινόμενος εἶναι, πάλιν δι’ ἄλλων οὐκ ὀλίγων ἄκτιστον αὐτὸ κατασκευάζει καὶ οὐχ ὅπως ἄκτιστον, ἀλλ’ αὐτὴν εἶναι τὴν οὐσίαν τοῦ θεοῦ τοῦτ’ ἐπιχειρεῖ δεικνύναι, γράφων· «οὐδεὶς ὁμολογούμενος θεολόγος κοινὸν ἐκεῖνο τὸ φῶς καὶ τοῖς ἄλλοις ἐδίδαξε, κἂν εἰς ἄκραν τις θεοῦ θεωρίαν ἀνέλθῃ, ἀλλ’ ἐπὶ τῶν θείων ἀποστόλων ἐμαρτύρησαν μόνον· ὃ τοίνυν οὐχ ὁρᾶται, κἂν εἰς ἄκραν τις ἀνέλθῃ θεωρίαν, καὶ ταῦτα τοῦ θεοῦ, τί ἄλλο ἢ ἡ θεία φύσις ἐστίν»; Ἀλλ’ ὡς μὲν κοινὸν τῶν ἁγίων ἐστὶ τὸ μέγα ἐκεῖνο καὶ ἀπόρρητον θέαμα, κοινὸν βραβεῖον ὂν τῶν ὡς ἀληθῶς χριστιανῶν ἁπάντων καὶ τοῦτ’ αὐτὸ κοινῇ πᾶσιν ἀνωμολόγηται τοῖς ὁμολογουμένοις θεολόγοις διὰ πλειόνων ἐν τῷ πέμπτῳ λόγῳ τῶν ἡμῖν πρὸς τὰ τούτου συγγράμματα πεποιημένων ἀριδήλως ἐπιδείκνυμεν.

Ἐνταῦθα δ’ οὗτος μηδὲν μελλήσας εἰς τοὐναντίον εὐθὺς αὖθις περιάγει τὸν λόγον, «ἀλλ’ ἐπὶ τῶν θείων», λέγων, «ἀποστόλων ἐμαρτύρησαν μόνων, καὶ τούτων θείας γενομένης συγκαταβάσεως», συγκατάβασιν λέγων, οὐχ ὡς ὁ Χρυσόστομος πατήρ, ὅς φησι· «τεθεᾶσθαι τοὺς ἀποστόλους ἐν Θαβὼρ τὴν ἀθέατον θεϊκὴν δόξαν τοῦ Χριστοῦ, οὐχ ὅση τις ἦν, ἀλλ’ ὅσον ἠδύναντο χωρεῖν». Οὗτος δὲ διὰ τῆς συγκαταβάσεως κτιστὴν αὖ ἐκείνην τὴν δόξαν ἀποφαίνειν ἐγχειρεῖ· καὶ δῆλον ἐκ τῶν ἐπιφερομένων ἐφεξῆς αὐτῷ· προσγράφει γάρ, «ἐπεὶ ἐναντιοῖντο ἂν ἑαυτοῖς καὶ ἀλλήλοις οἱ θεολόγοι μηδενὶ δυνατὸν εἶναι ἄλλως ἰδεῖν τὸν θεὸν ἢ ἀπὸ τῶν κτισμάτων ἰσχυριζόμενοι, κἂν Μωσῆς τις ᾖ κἂν Παῦλος ὁ εἰς τρίτον οὐρανὸν ἀναβὰς κἂν ὑπὲρ ἐκεῖνον ἔτι ἀγγελικῆς τυχὼν ἢ ἀρχαγγελικῆς στάσεώς τε καὶ τάξεως».

Τί μὲν οὖν οἱ θεολόγοι περὶ τούτου διισχυρίζονται καὶ τίς ἡ σημασία τοῦ ἰδεῖν ἐν τοῖς τοιούτοις, καὶ ὅτι τό, «θεὸν οὐδεὶς ἑώρακε πώποτε», καὶ «ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται», καὶ τὰ τοιαῦτα, τὸ κατ’ οὐσίαν καὶ αὐτοῖς τοῖς ἁγίοις ἀνέκφαντον τοῦ θεοῦ παρίστησιν ἔν τε τοῖς πρὸς Βαρλαὰμ κἀν τῷ τρίτῳ καὶ πέμπτῳ λόγῳ τῶν ἐξενηνεγμένων ἡμῖν πρὸς τὰ τοῦ Ἀκινδύνου συγγράμματα τρανότατα διαδείκνυται. Σὺ δ’ ὅρα πάλιν τῶν ἐφ’ ἡμῶν σοφῶν ἀρχιερέων ἀκροθίνιον ἀπὸ τῶν αὐτοῦ λόγων τὴν εἰς τἀναντιώτατα περιτροπὴν αὐτοῦ. Τί γάρ φησι τοῖς αὐτῷ νῦν εἰρημένοις ἐφεξῆς; «Οἱ δὲ τῶν ἁγίων πατέρων παντὸς ὡς φῶς ἢ ὡς πῦρ ἢ ὡς ἄλλο τι μορφοῦντος τὸν νοῦν τῶν θεωρητικῶν ἀποτρέποντες τοὺς θείας ἐπιφανείας ἐφιεμένους, οὐκ ἠπίσταντο τὴν ἐν τῷ ὄρει, ἐν ᾧ μετεμορφώθη, τοῦ κυρίου λαμπρότητα; Πῶς οὖν ταῦτα εἶπόν τε καὶ ὑπέθεντο; Ἀλλ’ ὡς ἔοικεν, ἕτερος ὁ λόγος ἐκείνου τοῦ μυστηρίου καὶ ἄλλος ὁ τῆς τῶν ἄλλων ἀνθρώπων θεωρίας καὶ θεολογίας ὡντινωνοῦν ἁπάντων».

Εἰ τοίνυν ἡ ἐν Θαβὼρ θεωρία τοῦ φωτὸς ἐκείνου ἑτέρα παρὰ τὴν ἁπάντων ὡντινωνοῦν ἀνθρώπων ὡς ὑπερεξῃρημένη, καὶ Παῦλος ἄρα καὶ ὁ λοιπὸς τῶν δώδεκα χορὸς πλὴν ἐκείνων τῶν τριῶν ἀθέατοι διὰ τέλους ὑπῆρξαν ἐκείνου τοῦ φωτός, ὃ κτιστὸν εἶναι διισχυρίζετο πρότερον ὁ Ἀκίνδυνος.

Καίτοι τίνος κτίσματος καὶ μόνης θέας οἱ θεοειδεῖς ἐκεῖνοι καὶ μεγάλοι φωστῆρες ἀνάξιοι; Καὶ ταῦτ’ εἰς τὸ διηνεκές, ὃ μέντοι καὶ αὐτῷ Παύλῳ τῷ ἐπόπτῃ τῶν μεγίστων ὡς ὑπὲρ τὴν ἐκείνου θεοπτίαν πάντῃ καὶ ἀεὶ ἀόρατον, τί ποθ’ ἕτερον ἢ ἡ τοῦ θεοῦ οὐσία ἐστί; Τοιγαροῦν ἡ ἐν Θαβὼρ ἐκφανεῖσα λαμπρότης τοῦ θεοῦ, νῦν πάλιν κατὰ τὸν Ἀκίνδυνον αὐτὴ καθ’ ἑαυτὴν ἡ φύσις τοῦ θεοῦ ἐστιν. Ἀλλ’ ὡς μὲν οἱ θεῖοι πατέρες τὰς δι’ αἰσθητικῆς δυνάμεως ἐπιφαινομένας πλάνας, ἀλλ’ οὐχὶ τὰς ὑπὲρ αἴσθησιν καὶ νοῦν ἀληθεῖς θεοῦ θεωρίας ἀποτρέπονται, δείκνυμεν ἐν τῷ ἑβδόμῳ τε καὶ τελευταίῳ τῶν πρὸς αὐτὸν ἡμῖν πεποιημένων λόγων.

Σὺ δὲ πάλιν, θειοτάτη φιλότης, τῶν αὐτοῦ τοιούτων συγγραμμάτων τὴν αἰσχίστην ἐπὶ τὰ κτιστὰ περιτροπὴν ἐκ τῶν αὐτοῦ διδάσκου συγγραφομένου φανερῶς, ὡς ἐναντιοῦται τοῖς θεολόγοις πᾶσιν ὁ λέγων ἢ θεὸν εἶναι ἄκτιστον τὸ καὶ σωματικοῖς ὀφθαλμοῖς ὁρατὸν τοῦτο φῶς ὁπωσδήποτε ἢ ἕνα θεὸν ἐκ τούτου τε καὶ τῆς οὐσίας τοῦ θεοῦ.

Τὴν μὲν οὖν ὑπερβολὴν τῆς ἐν τοῖς τοιούτοις δυσσεβείας ἐν τῷ τετάρτῳ τῶν πρὸς αὐτὸν ἡμῖν συγγεγραμμένων ἀπηλέγξαμεν. Τὸ δὲ κτιστὸν αὐτὸν διὰ τούτων ἀποφαίνεσθαι τὸ περιλάμψαν ἐν τῇ μεταμορφώσει τοῦ σωτῆρος τοὺς αὐτῷ συνόντας θειότατον ἐκεῖνο φῶς οὐδ’ ἐλέγχου δεῖται, φανερῶς μάλιστα παρ’ αὐτοῦ λεγόμενον ἀρτίως. Ἀλλ’ ἀπόχρη μὲν τῆς αὐτοῦ ταύτης ἀλλοκότου καὶ δυσσεβεστάτης δίνης. Ὅρα δὲ τοὺς αὐτοῦ λόγους ἀπὸ ταύτης ἐπὶ τὰ χείρω βαδίζοντας, μᾶλλον δὲ καθάπερ τῆς ἱερᾶς ἐκείνης τοῦ ὄρους κορυφῆς καὶ τῶν ἐν αὐτῇ τελουμένων καθάπαξ ἐκπεσόντας, κατὰ κρημνῶν πονηρῶν ἀσχέτως φερομένους καὶ κατὰ βυθοῦ δεινοῦ σκότους τῆς ἀσεβείας κυβιστῶντας. Καὶ γὰρ ἐν τοῖς ἐφεξῆς, ὡς ἐγὼ φρίττω φάναι, κἂν ὡς παρ’ αὐτοῦ λεγόμενον, καὶ σατανικὸν τουτὶ τὸ φῶς ὑποφαίνειν πειρᾶται καὶ κατασκευάζειν, τοῖς νῦν αὐτῷ προκομισθεῖσι γράφων ἐφεξῆς, ἀναιρεῖται δὲ καὶ τὰ ῥητὰ τῶν ἁγίων, ἃ λέγουσι καὶ παραινοῦσιν, ὡς ἀπὸ σατανικῆς πλάνης φεύγειν πᾶσαν αἰσθητὴν φωτοφάνειαν ὁπωσδήποτε.

Διὸ καὶ μικρὸν ἀνωτέρω προήνεγκεν· «ὅτι πᾶν τὸ ἐν σχήματι φαινόμενον τοῖς ἀγωνιζομένοις εἴτε ὡς φῶς εἴτε ὡς πῦρ ἐκ τῆς τοῦ ἐχθροῦ κακοτεχνίας γίνεται». Ὡς μὲν οὖν πᾶσα ἡ δι’ αἰσθητικῆς δυνάμεως γινομένη τοῖς ἀγωνιζομένοις φωτοφάνεια καὶ πᾶν τὸ ἐν σχήματι φαινόμενον εἴτε ὡς φῶς εἴτε ὡς πῦρ καὶ μορφοῦν δυνάμενον τὸν νοῦν, δηλονότι τὸν παθητικόν, ὅς ἐστιν ἡ φαντασία—ταύτης γὰρ μόνης τὸ παρὰ τῶν αἰσθητῶν μορφοῦσθαι—, ἐκ τῆς τοῦ ἐχθροῦ κακοτεχνίας γίνεται καὶ ἡμεῖς τῶν πατέρων διδασκόντων ἀκηκόαμεν, ἀλλ’ οὐχὶ καὶ τὰ πνευματικῇ δυνάμει δι’ ἀποκαλύψεως τοῖς ἀξίοις ὁρώμενα· ταῦτα γὰρ οὐκ αἰσθήσεως καὶ φαντασίας μόνον, ἀλλὰ καὶ νοῦ τοῦ καθ’ ἡμᾶς, ὑψηλότερά φασιν· ἀμφότερα γὰρ τὸν τοῦ ὁρῶντος νοῦν ἑαυτοῦ ἐξίστησιν, ἔσθ’ ὅτε δὲ καὶ τὸν ὁρῶντα σχεδὸν ὅλον ἔξω ἑαυτοῦ ποιεῖται.

Ἀλλ’ ἡ μὲν ἐκ τῆς κακοτεχνίας τοῦ ἐχθροῦ ἐπὶ τὰ χείρω τοὺς ἀσυνέτως παραδεχομένους ἐκβάλλει ἑαυτῶν, ἡ δὲ θεία φωτοφάνεια τοῖς μακαριστῶς ἐπιτυχοῦσιν ἐπὶ τὰ κρείττω καὶ ὑπερφυῆ ἐξίστησι τὸν νοῦν, τοῖς ὑπὲρ νοῦν συνάπτουσα, καθάπερ ἐν τοῖς Πρὸς τὸν Βαρλαὰμ ἡμῖν συγγεγραμμένοις κἀν τοῖς πρὸς τὸν ἐκείνου τουτονὶ διάδοχον κατὰ τὸ ἐγχωροῦν ἐδείξαμεν. Ὁ δὲ παρελκύσας ῥᾳδίως διὰ τὸ σύνεγγυς—ἀγχίθυρος γάρ, ὡς εἰπεῖν, ἡ πλάνη τῇ ἀληθείᾳ—τῶν ὀνομάτων τὰ σημαινόμενα καὶ καθάπερ τι πονηρὸν ζιζάνιον τῷ καλῷ σπέρματι τῶν πατερικῶν παραγγελμάτων παρ’ ἑαυτοῦ ἐπισπείρας, τὸ ὁπωσδήποτε διὰ τῆς προσθήκης ταύτης τοῖς τε πονηροῖς ἀφρόνως συνέταξε τὰ θεῖα, εἰς τὸν Βελίαρ, φεῦ, τὴν τοῦ ἀγαθοῦ πνεύματος παραγνωρίσας χάριν καὶ τὸν χορὸν τῶν κεχαριτωμένων θείως τοῦ φωτὸς ἀπεστέρησε τῆς χάριτος. Ἀλλ’ ὄντως αὐτὸς τοῦ τῆς ἀληθείας φωτὸς διαπεσὼν κατὰ σκότον ἠλάσκει καὶ παραπαίει καὶ συντρίβεται διακενῆς. Ὄντως ἐματαιώθη ἐν τοῖς διαλογισμοῖς αὐτοῦ, φάσκων εἶναι σοφὸς ἐμωράνθη καὶ κατὰ τὸν Ἰερεμίαν «ὁδὸν ἐπιστήμης οὐκ ἔγνω», καὶ «κατεδίωξεν αὐτὸν πλάνησις», ὡς ὁ Ἠσαΐας φησίν· ᾧ δὴ καὶ ὡς εἰς ἀδόκιμον νοῦν παραδοθεὶς τελέως πάντας καὶ τοὺς πρὸ τοῦ εὐαγγελίου καὶ τοὺς μετὰ τὸ εὐαγγέλιον τῆς χάριτος ἁγίους πεπλανημένους ὄντας ἐκ τῶν οἰκείων τούτων ἀποφαίνει λόγων.

Μετὰ γὰρ τὸ εἰπεῖν σατανικὴν πλάνην πᾶσαν αἰσθητὴν φωτοφάνειαν ὁπωσδήποτε καὶ πᾶν τὸ ἐν σχήματι φαινόμενον ἐκ τῆς τοῦ ἐχθροῦ κακοτεχνίας, ἐπιφέρει· «ὁρᾶν δὲ δεῖ ποτε καὶ φῶς οἴεσθαι τὴν ταπεινὴν καὶ καθαρὰν καρδίαν, ἀλλὰ φῶς παρακλήσεως ἢ τὸ ἑαυτοῦ φῶς τὸν νοῦν ὁρᾶν, οὐ τὸ ἄκτιστον καὶ ὑπερούσιον καὶ ὁράσεις θείας, ἀλλ’ ἐν σχήμασι καὶ τύποις καὶ συμβόλοις, καθάπερ οἱ προφῆται ἑώρων καὶ οἱ τῆς χάριτος ἐν εἴδει περιστερᾶς καὶ πυρίνων γλωσσῶν καὶ οὗτοι τὸ πνεῦμα τὸ ἅγιον ἑωρακότες, ἢ διὰ τοῦ θείου τοῦ σωτῆρος θεοῦ σώματος, τὴν αὐτοῦ δόξαν τε καὶ θεότητα».

Τί μὲν οὖν τὸ τῆς παρακλήσεως φῶς, τὸ ταῖς καθαραῖς καρδίαις ἐπιφαινόμενον, ἐν τοῖς Πρὸς τὸν Βαρλαὰμ κἀν τῷ ἑβδόμῳ τῶν ἐξενηνεγμένων ἡμῖν πρὸς τὰ τούτου συγγράμματα λόγων δέδεικται διὰ πλειόνων. Πρὸς ὃ δὲ νῦν ἡμῖν ὁ λόγος· πῶς οὐχ ὑπεύθυνοι τῇ πλάνῃ πάντες ἂν οὗτοι εἶεν, εἰ πᾶσα αἰσθητὴ φωτοφάνεια ὁπωσδήποτε πλάνη καὶ πᾶν τὸ ἐν σχήματι φαινόμενον ἐκ τῆς τοῦ ἐχθροῦ κακοτεχνίας κατὰ τὴν Ἀκινδύνου ταύτην ἀκριβεστάτην εὐσέβειαν καὶ θεορρημοσύνην;

Ἄμφω γὰρ δεῖν εἰδέναι παραινεῖ καὶ σατανικὴν πλάνην πᾶν τὸ τοῖς ἐφιεμένοις θείας ἐπιφανείας ἐν φωτὶ καὶ τύπῳ καὶ σχήματι ἑωραμένον ὁπωσδήποτε καὶ τοὺς ἐξ αἰῶνος θεόπτας τε καὶ θεολήπτους ἰδεῖν καὶ ὁράσεις θείας καὶ φῶς, ἀλλ’ ἐν σχήμασι καὶ τύποις, μηδὲν διαστέλλων μεταξὺ θεοῦ καὶ μαμωνᾶ, δαιμονώντων τε καὶ θεοφορουμένων.

Τί δὲ καὶ τὸ εἶδος τῶν γλωσσῶν καὶ τῆς περιστερᾶς, κατὰ τῆς λαμπρότητος τῆς θείας φύσεως προβάλλεται; Περιστερᾶς γὰρ εἶδος ἢ γλωσσῶν ἀϊδίως κεκτῆσθαι τὸ πνεῦμα τὸ ἅγιον ἐθεολόγησεν ἢ ἐνενόησεν οὐδείς· ἀνάρχως δὲ ὁ υἱὸς ἐκ τοῦ πατρὸς γεννηθείς, τὴν φυσικὴν ἀκτῖνα ἄναρχον κέκτηται τῆς θεότητος, οὐχ ὕστερον τὸ εἶναι οὐδὲ αὐτὴν τὴν δόξαν προσλαμβανόμενος, καὶ ἡ τῆς θεότητος δόξα καὶ δόξα τοῦ σώματος γίνεται. Τίς ὁ ταῦθ’ οὕτω θεολογῶν;

Ἡ κοινὴ γλῶττα τῶν θεολόγων, ὁ ἐκ Δαμασκοῦ λογικὸς καὶ φανότατος καὶ ἱερὸς φωστὴρ ἐξυμνῶν τὴν ἐπ’ ὄρους ἀποκαλυφθεῖσαν ἀστραπὴν τῆς τοῦ Χριστοῦ θεότητος. Ἐχρῆν γε μὴν κατὰ τὴν Ἀκινδύνου γνώμην καὶ παραίνεσιν μηδένα τῶν ἐπὶ τῆς Ἰουδαίας ὀφθαλμοὺς ἐχόντων ἀθέατον τηνικαῦτα λέγεσθαι τοῦ φανέντος φωτὸς ἐν Θαβωρίῳ. Καὶ γὰρ πάντες ἑώρων τὸ σῶμα τοῦ κυρίου, σύμβολον ὑπάρχον κατὰ τὸν Ἀκίνδυνον τοῦ θεϊκοῦ φωτός, ὡς ἡ ἑωραμένη τῷ βαπτιστῇ περιστερὰ σύμβολον τοῦ πνεύματος. Ἡμεῖς δὲ οὐχ οὕτως ἐδιδάχθημεν· ἡ μὲν γὰρ περιστερὰ σύμβολον, ἀλλ’ οὐ σῶμα γέγονε θεοῦ· τὸ δὲ Χριστοῦ σῶμα, σῶμα θεοῦ ὡς ἀληθῶς, ἀλλ’ οὐ σύμβολον. Τούτων μὲν οὖν καὶ τῶν τοιούτων εἰ βούλει διακοῦσαι, πάλιν ἐπὶ τὰς ἡμετέρας ἐκείνας βίβλους παραπέμψομεν τὴν σὴν ἱερωτάτην σύνεσιν, ἐν αἷς διεξοδικωτέρα τις ἡμῖν ἡ περὶ τούτων ἔρευνα. Νῦν δὲ δήπου συνορᾷς ὡς ὁ τῷ μεγάλῳ φωτὶ τὴν οἰκείαν ἄνοιαν ἐπιστρατεύσας οὐδὲ τὴν θείαν ἐνανθρώπησιν ἀνεπηρέαστον ἀφῆκε· τοῖς γὰρ ἱεροῖς φάσμασιν αὐτὴν συνέταξεν. Ἀνωτέρω μὲν οὖν αὐτῷ τῶν λόγων οὗτος αὐτὸς ἐκεῖνο τὸ φῶς σύμβολον, καὶ σύμβολον οὐ φυσικόν, εἶναι διετείνετο.

Νῦν δὲ τὸ δεσποτικὸν εἶναι σῶμα σύμβολον αὐτοῦ φησιν, ὡς εἶναι τὸ τοῦ Χριστοῦ σῶμα κατ’ αὐτὸν σύμβολον συμβόλου. Εἰ δὲ κατ’ αὐτὸν ὑπογραφαὶ καὶ πλάσεις πάντα τὰ θεῖα σύμβολα—τὰ γὰρ παρατεθεωρημένα παρ’ αὐτοῦ τῶν πατερικῶν ῥημάτων οὐκ ἐκείνων ἀλλ’ αὐτοῦ—, τί τὸ τοῦ συμβόλου σύμβολον, αὐτὸς ἀξιόχρεως διδάσκειν αὖθις.

Οὕτω μετὰ τοῦ μηδὲν καινοτομεῖν, ὡς αὐτός φησι, τῷ Βαρλαὰμ ἀντέστη καὶ τὰς αὐτοῦ κατεστόρεσε καινοτομίας, ὃ μηδέπω καὶ νῦν αὐτὰς ἐκθύμως ἐπεκδικεῖν πεπαυμένος καὶ τοσοῦτο μείζους ἐπὶ τὸ χεῖρον αὐξήσας· οὕτως ἐν τοῖς θείοις τὴν εὐλάβειαν προτετίμηκεν ὁ τῆς δυσσεβείας ἔνδυμα τὸ ταύτης ποιούμενος ὄνομα· οὕτω τῆς ἁπλότητος ἀπρὶξ τῶν θείων ἔχεται δογμάτων, ᾗ διαγέγονε συντεθραμμένος, ὡς αὐτὸς αὐχεῖ. Καίτοι τίς ἂν δύναιτο μιαρωτέραν καὶ δυσσεβεστέραν τῆς αὐτοῦ ταύτης ἐπιδεῖξαι διπλόης, μᾶλλον δὲ πολυειδοῦς καὶ πολυμόρφου πλάνης; Ὁ δὲ καθάπερ ἐπιδαψιλευόμενος αὐτῇ, κἀν τῇ ἑαυτοῦ αἰσχύνῃ διαφερόντως φιλοτιμούμενος καὶ περὶ τῆς θεοποιοῦ χάριτος γράφειν ἐπιβαλλόμενος, αὐτὴν ἑαυτῇ ἀντίστροφον ἡμῖν εἰσάγει καὶ ἀντίθετον· καὶ οὐχ ἁπλῶς ἀντίθετον, ἀλλ’ εἰς τἀναντιώτατα, τὸ κτιστὸν δηλαδὴ καὶ τὸ ἄκτιστον, διεσπασμένην.

Καίτοι ἡ θεοποιὸς δωρεὰ τοῦ πνεύματος ἐκεῖνό ἐστι τὸ φῶς, αὐτὴ ἡ τῆς θείας φύσεως λαμπρότης, καθ’ ἣν κοινωνεῖ τοῖς ἀξίοις ὁ θεός, χωριστὴ μὲν οὖσα μηδαμῶς ἐκείνου, θεοῦσα δὲ καὶ τῷ θεῷ ἑνοῦσα τοὺς ὑπ’ αὐτῆς λαμπρυνομένους, λαμπρότητα θεοῦ ἰδόντας καὶ παθόντας κατὰ τὸν θεολόγον Γρηγόριον· «ἐπεὶ καὶ φῶς», φησίν, «ἡ ἐκεῖθεν λαμπρότης τοῖς ἐνταῦθα κεκαθαρμένοις ἡνίκα ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος, ὧν ἔσται ὁ θεὸς ἐν μέσῳ θεῶν· ἆθλον γὰρ ἀρετῆς θεὸν γενέσθαι καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ καταστράπτεσθαι τῆς ἡμέρας ἐκείνης υἱὸν γενόμενον, ἣ μὴ διακόπτεται ζόφῳ· ἄλλος γὰρ ταύτην ποιεῖ ἥλιος, ὁ τὸ ἀληθινὸν φῶς ἀπαστράπτων». Κληθείη δ’ ἂν καὶ ἀρετὴ θεοποιός, ἀλλ’ ὡς δεκτικοὺς ἡμᾶς ποιοῦσα τῆς λαμπρότητος ἐκείνης. Ἐπεὶ καὶ ἡ διὰ τῆς πρὸς θεὸν ἀδιαλείπτου προσευχῆς μνήμη τοῦ θεοῦ ἐνοίκησις θεοῦ κληθείη ἄν, ἀλλ’ ὡς ἐπιτηδειότητα παρεχομένη πρὸς ὑποδοχὴν καὶ διὰ τῆς διηνεκοῦς αἰτήσεως προξενοῦσα τὴν ἐνοίκησιν ἐκείνην· «δώσει γάρ», φησὶ περὶ τοῦ πατρὸς ὁ κύριος, «πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτὸν ἡμέρας καὶ νυκτός».

Ὡς γὰρ ὀφθαλμῶν σώματος φωτιστικὸν οὐδὲν ἄλλο, πλὴν φωτός, φωτίσαι δ’ ἄν τις φαίη καὶ τὰ θεραπευτικὰ κολλούρια τοὺς ὀφθαλμίᾳ περιπεσόντας ὀφθαλμούς, ὡς δεκτικοὺς αὖ φωτὸς τοὺς ὀφθαλμοὺς ποιοῦντα καὶ ἀπαλλακτικὰ τῶν ὀφθαλμοῖς συμβαινόντων νοσημάτων, ἀφ’ ὧν παραποδισμὸς τοῦ ὁρᾶν ἐγγίνεται, τὸν αὐτὸν τρόπον καὶ θεοποιὸς κυρίως χάρις ἡ λαμπρότης τῆς θείας φύσεώς ἐστι, καθ’ ἣν κοινωνεῖ τοῖς ἁγίοις ὁ θεός, εἰ καὶ ἡ ἀνθρωπίνη ἀρετὴ καὶ προσευχή, ὡς ἐκείνης πρόξενος καὶ τῶν φερόντων εἰς ἐκείνην, ἔσθ’ ὅτε τυγχάνει τῆς ἐπωνυμίας ταύτης. «Ἕκαστον γάρ», φησί, «προσάξει τῇ συναφείᾳ τῆς θεότητος ὁ Χριστὸς εἰ μηδὲν ἐπάγοιντο τῆς πρὸς τὸ θεῖον συμφυίας ἀνάξιον». Ἡ μὲν οὖν θεοποιὸς χάρις, ἡ λαμπρότης τῆς θείας φύσεώς ἐστιν· ὁ δὲ τοῦτο συνιεὶς οὐμενοῦν οὐδ’ ὁπωσοῦν, ἑτέρας συνθεὶς λογολεσχίας, περὶ χάριτος καὶ ἐλλάμψεως καὶ θεώσεως καὶ θείας ἐνεργείας ἐπέγραψεν αὐτάς. Τὴν μὲν οὖν ἐν αὐταῖς τοῦ ψεύδους σύρροιαν καὶ τὰς ἄνευ προφάσεως συκοφαντίας, οὐ καθ’ ἡμῶν μόνον, ἀλλὰ καὶ κατὰ τῶν ἁγίων καὶ τὸ παντάπασιν ἀκατάλληλον τῆς φλυαρίας καὶ τὸν τῶν βλασφημιῶν ἑσμὸν καὶ ἁπλῶς πάντα τὸν συμπεφορημένον συρφετὸν αὐτῷ καθ’ ἡμῶν τε καὶ τῆς εὐσεβείας παριστᾶσι διαρκῶς οἱ διὰ πλάτους Ἀντιρρητικοὶ Λόγοι πρὸς αὐτόν.

Καὶ νῦν δὲ σὴν χάριν, ὡς ἔχοις ἐξ ὀλίγων τεκμαίρεσθαι τὸ πᾶν, ἔστιν ὧν μνησθείς, ἐπὶ τὴν τῶν νῦν λόγων ἐπανήξω πρόθεσιν, τὴν πρὸς ἄλληλα διαφωνίαν τῶν αὐτοῦ δεικνύς. Τίς οὖν ἡμῶν ἐκτὸς θεοῦ ἕτερόν τι ἄκτιστόν φησι, τίς δὲ μείζω καὶ ἐλάττονα θεόν; Τίς δ’ οὐκ οἶδεν, ὡς αἱ φυσικαὶ χάριτες ἅπασαι κτισταί; «Τί γὰρ ἔχομεν ὅπερ οὐκ ἐλάβομεν»;

Ὁ δὲ πρὸς γενναῖον ἀποδύεται τὸν ἀγῶνα, πανταχόθεν ὡς τούτων ἀθετουμένων ἐρανιζόμενος τὰ συνιστάντα. Τί δ’ ὅτε τὰς θείας ἐνεργείας τοῦ θείου πνεύματος ἀκτίστους εἶναι πυνθανόμενος ἡμῶν, φρενοβλαβῶς αὐτὸς ἀντιλέγειν ᾑρημένος, καθ’ ἡμῶν οἴεται προβάλλεσθαι τοὺς λέγοντας ‘μόνος ὁ θεὸς ἄκτιστός ἐστι’ καὶ ‘μόνη ἄκτιστος ἡ ἁγία Τριὰς’ καὶ ‘οὐδὲν τῷ θεῷ συναΐδιον’ καὶ τὰ τοιαῦτα; Ὥσπερ ἂν εἴ τις ἐκτὸς εἶναι τοῦ θεοῦ τὰς ἀκτίστους ἐνεργείας ἔλεγεν, οὗ μηδὲν ἄκτιστον ἐκτός.

Τί δ’ ὅτε πάλιν δείκνυσι μὴ διαιρεῖσθαι τὸ θεῖον μηδὲ μετρεῖσθαι βαθμοῖς τε καὶ ὑποστάσεσι, πανταχόθεν συλλέγων τὰ τοῖς πατράσιν εἰρημένα κατὰ τῶν εἰς κτιστὰ καὶ ἄκτιστα διαιρούντων τὸν θεὸν καὶ οὕτω βαθμοῖς καὶ ὑποστάσεσι μετρούντων καὶ καθ’ ἡμῶν ταῦτα προτιθείς, τῶν μηδὲν κτιστὸν ἐπὶ θεοῦ λεγόντων, ὡς καὶ αὐτὸς ἄκων ἡμῖν συμμαρτυρεῖ, κατηγορῶν ἡμῶν ὡς ἄκτιστα πολλὰ λεγόντων, ἅτε κατ’ οὐσίαν καὶ κατ’ ἐνέργειαν τὸν θεὸν ἄκτιστον φρονούντων;

Καὶ ταῦτ’ αὐτὸς ὤν, ὁ καὶ νῦν αὖθις διαιρῶν εἰς κτιστὰ καὶ ἄκτιστα τὸ θεῖον. Οὐκοῦν ταῦτ’ ἀφρόνως αὐτὸς καθ’ ἑαυτοῦ συνέλεξεν, ἅπερ οἱ θεῖοι πατέρες προεῖπον κατ’ αὐτοῦ. Τί δ’ αὖθις ἡνίκα πάλιν οὗτός φησιν, ὡς οἱ θεοφόροι πατέρες ὕδωρ ζῶν, οὔ τινα χάριν, ἀλλ’ αὐτὸ τὸ πνεῦμα ἅγιον, αὐτὴν τὴν θείαν ἀποκαλοῦσι φύσιν; Καὶ ταῦτα τοῦ Χρυσοστόμου πατρὸς ἀριδήλως γράφοντος· «τοῦ πνεύματος τὴν χάριν ἡ γραφὴ ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνῦσα ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα ὀνόματα, ἀλλ’ ἐνεργείας· οὐ γὰρ ἐκ διαφόρων συνέστηκεν οὐσιῶν τὸ πνεῦμα, ἀόρατόν τε καὶ μονοειδὲς ὄν». Οὐκοῦν κατὰ τὴν Ἀκινδύνου σύνεσιν, ἣν ἐν τοῖς τῶν πατέρων περὶ τοῦ πνεύματος ἔχει λόγοις, οὐχ ἁπλοῦν οὐδὲ μονοειδές ἐστι τὸ πνεῦμα τὸ ἅγιον. Εἰ γὰρ ὕδωρ αὐτὸ κατὰ τὴν φύσιν καλεῖται καὶ πῦρ αὐτὸ παρὰ τῶν θεοφόρων πατέρων ὀνομαζόμενον κατὰ τὴν φύσιν καλεῖται, καὶ ἐκ διαφόρων, ὢ τῆς ἀσυνέτου συνέσεως, κατ’ αὐτὸν συνέστηκε φύσεων.

Καλεῖται μέντοι καὶ ἡ θεία φύσις καὶ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον ὕδωρ ζῶν, ἀλλ’ οὔτε τοῦθ’ οὕτω καλεῖται κατὰ τὴν φύσιν, οὔθ’ ἡ φύσις αὕτη καθ’ ἑαυτήν, ἀλλ’ ἀπὸ τῆς ἐπὶ μόνους τοὺς πιστοὺς ἐκχεομένης θείας ἐνεργείας καὶ χάριτος—ἀνώνυμος γὰρ οὖσα καθ’ ἑαυτὴν ἡ θεία φύσις καὶ ὑπερώνυμος—, ὡσαύτως καὶ τὸ θεῖον πνεῦμα κατ’ αὐτήν, τὰς τῶν θείων ἐνεργειῶν ἐπωνυμίας ἑκάτερον εἰκότως προσίεται, ἀπὸ τῶν ἐνεργειῶν τοῖς ἐνθέοις θεολόγοις καλούμενον. Οὐκοῦν ὕδωρ ζῶν ἡ θεία χάρις διατελεῖ τε καὶ λέγεται καὶ τοῖς ἀξίοις παρέχεται, ἡ δὲ φύσις οὔτ’ ἐστὶν οὔτε δίδοται. Κληθείη δ’ ἂν ὕδωρ ζῶν ἀπὸ τῆς ἐνεργείας αὐτῆς ὡς ἀνώνυμος.

Ὁ δὲ χάριν καὶ αὐτοχάριν τὸν θεὸν αὐτόν φησι λέγεσθαι ταπεινότερον καὶ προάγει τὸν μέγαν ἐν θεολογίᾳ Γρηγόριον εἰς μαρτυρίαν, γράφοντα, «ὅσα δὲ περὶ τοῦ πνεύματος λέγεται ταπεινότερον, τὸ χάρισμα, τὸ δώρημα, τὸ ἐμφύσημα, εἴτε τι ἄλλο τοιοῦτον, ἐπὶ τὴν πρώτην αἰτίαν ἀνακτέον, ἵνα τὸ ἐξ οὗ δειχθῇ», παντάπασιν ἀμαθῶς καὶ ἀμυήτως ἐκλαμβανόμενος τὸ ταπεινότερον, ἅμα δὲ καὶ μηδὲν οἰόμενος διαφέρειν τοῦ χαρίσματος τὴν χάριν. Καίτοι πάλιν αὐτός, οὐ τὸν υἱὸν μόνον καὶ τὸ πνεῦμα, ἀλλὰ καὶ αὐτὸν τὸν πατέρα χάριν ἐνταῦθα τοὺς ἁγίους προήνεγκεν εἰπόντας.

Εἰ οὖν κατὰ τὸν Ἀκίνδυνον χάρις ὁ υἱὸς καὶ τὸ πνεῦμα ταπεινότερον λέγεται, ἵνα τὸ ἐξ οὗ δειχθῇ, διδαξάτω πάλιν αὐτός, ἐκ τίνος ὑπάρχων ὁ πατὴρ καὶ αὐτὸς καλεῖται χάρις. Ἐπεὶ δὲ καὶ κατὰ τὸν Νύσσης θεῖον Γρηγόριον, «τὸ μακαριστὸν ὡς ἀληθῶς αὐτὸ τὸ θεῖόν ἐστιν, ὅ,τι περ ἂν εἶναι αὐτὸ ὑποθώμεθα, τὸ ἄρρητον καὶ ἀκατανόητον ἀγαθόν, ἡ αὐτοχάρις καὶ σοφία καὶ δύναμις». Τοῦτο δέ ἐστι πάντως ἡ μόνη τρισυπόστατος φύσις, ὡς καὶ ὁ Ἀκίνδυνος τίθεται. Διδαξάτω πάλιν ὁ Ἀκίνδυνος οὗτος ἐκ τίνος ἡ θεία καὶ τρισυπόστατος φύσις ὑπάρχουσα, θεοῦ χάρις καὶ αὕτη κατ’ αὐτὸν ταπεινότερον λέγεται, ἵνα τὸ ἐξ οὗ δειχθῇ.

Ἀλλ’ ἐρρέτω μὲν ἡ τοῦ Ἀκινδύνου διδασκαλία· βλασφημία γάρ ἐστι προφανής. Διδασκέτω δὲ τὸ ὑψηλὸν καὶ διαφερόντως ἀταπείνωτον τῆς χάριτος αὐτὸς ὁ νῦν τὸ θεῖον, ὅ,τι ποτ’ ἂν εἶναι ὑποθώμεθα, χάριν ἐπονομάσας. Φησὶ τοίνυν ἐν τῷ Πρὸς Εὐνόμιον ἕκτῳ περὶ τοῦ σωτῆρος· «ὢν γὰρ ὅπερ ἦν καὶ θεὸς λόγος καὶ ζωὴ καὶ φῶς, χάρις τε καὶ ἀλήθεια, καὶ κύριος καὶ Χριστὸς καὶ πᾶν ὑψηλόν τε καὶ θεῖον ὄνομα». Ἀκούεις ὅτι τῶν ὑψηλῶν ὀνομάτων, ἀλλ’ οὐ τῶν ταπεινοτέρων, ἡ χάρις καὶ τῇ θεὸς καὶ κύριος φωνῇ κατὰ τὸ ὕψος ἴσῃ τούτοις συναριθμουμένῃ, ὧν οὐδὲν ὑψηλότερον, καὶ ταῦθ’ ἡνίκ’ ἂν ἀπὸ ταύτης ὁ υἱὸς καλῆται, κἂν Ἀκίνδυνος ἀπαρέσκηται; Ὁ δὲ καὶ ταπεινῶς εἰρῆσθαί φησι τῷ μεγάλῳ Βασιλείῳ περὶ τοῦ πνεύματος, ὅτι ἐφ’ ἡμᾶς ἐκκέχυται, καὶ περὶ τῆς οὐσίας εἰρῆσθαι καὶ τῆς ὑποστάσεως αὐτῆς τοῦ πνεύματος, ὅτι ἐφ’ ἡμᾶς ἐκκέχυται· καὶ ἡ πρόφασις ὅτι περὶ αὐτῆς πρὸς τοὺς πνευματομάχους ὑπῆρχε μαχόμενος.

Ἆρ’ οὖν οὐ δυσσεβοῦς καὶ ἀνοηταίνοντος περιφανῶς ὁ λόγος, πολὺ μὲν ἔχων τὸ ἄλογον, πλεῖον δὲ τὸ δυσσεβές; Τὸ μὲν γὰρ τὴν οὐσίαν τοῦ θεοῦ ἐκχεῖσθαι λέγειν, καὶ ταῦτα ἐφ’ ἡμᾶς, οὐ μετρίως δυσσεβοῦς, τὸ δὲ καὶ κατὰ τὴν ὑπόστασιν τοῦ πνεύματος, λατινόφρονος καὶ ἄντικρύς ἐστι.

Τὸ δὲ μὴ δυνηθῆναι συνιδεῖν, ὡς κατ’ οὐσίαν καὶ ἐνέργειαν εἰδὼς ἄκτιστον τὸ πνεῦμα τὸ ἅγιον ὁ μέγας Βασίλειος, ἀλλ’ οὐ κατ’ οὐσίαν μόνον, τὴν ἐφ’ ἡμᾶς χεομένην θεοποιὸν αὐτοῦ χάριν καὶ ἐνέργειαν, ἄκτιστον δείξας διὰ τῆς τοῦ ἐξέχεε φωνῆς, «οὐ γὰρ ἔκτισε, φησίν, ἀλλ’ ἐξέχεε», καὶ τὴν φύσιν τοῦ πνεύματος ἄκτιστον ἀπέδειξε. Τὸ τοίνυν τοῦτο μὴ δυνηθῆναι συνιδεῖν, ἀσυνέτου τὰ θεῖα διανοίας, μηδαμῶς εἰδυίας, ὡς τὴν ὑπερουσιότητα ἐκείνην οὔτε εἰπεῖν ἐστιν οὔτε ἐννοῆσαι οὔτε ὅλως πως θεωρῆσαι καὶ αὐτοὺς τοὺς ἀπειλικρινημένους καὶ ὑψηλοὺς τὴν διάνοιαν, εἰ μὴ ἀπὸ τῆς θεαρχικῆς καὶ ἀγαθοποιοῦ προνοίας, ταὐτὸ δ’ εἰπεῖν, τῆς θείας καὶ παναιτίου κινήσεως καὶ ἐνεργείας.

Ἄλλωστε καὶ κατὰ τὸν πολὺν τὰ θεῖα Μάξιμον, «ἀπὸ τῆς ἑκάστου ἐνεργείας ἡ ἑκάστου φύσις χαρακτηρίζεται, τῆς μὲν κτιστῆς κτιστὴν δεικνύσης φύσιν, τῆς δ’ ἀκτίστου ἄκτιστον». Ὁ δ’ Ἀκίνδυνος ἀνερυθριάστως καὶ ταπεινῶς φησι τὸν μέγαν Βασίλειον ἐνταῦθα φάναι περὶ τοῦ πνεύματος, ὅτι ὁ θεὸς ἐξέχεεν αὐτὸ καὶ ἔδωκε καὶ ἐχαρίσατο, καίτοι φανερῶς ὁ μέγας ἐνταῦθα τοσοῦτο πάσης ταπεινότητος ἐπέκεινα ταύτας τὰς φωνὰς δείκνυσιν οἰόμενος, ὥστε ἀπ’ αὐτῶν καὶ τὸ πρὸς τὸν πατέρα τοῦ ἁγίου πνεύματος ὁμοφυὲς καὶ ὁμότιμον παρέστησεν, «ἐξέχεε», λέγων, «οὐκ ἔκτισιν, ἐχαρίσατο οὐκ ἐδημιούργησεν, ἔδωκεν οὐκ ἐποίησεν».

Ἀλλ’ ὁ θεολόγος Γρηγόριος τὸ χαρίζεσθαι καὶ δίδοσθαι, καὶ εἴ τι ἄλλο τοιοῦτον ταπεινότερον, φησὶ λέγεσθαι περὶ τοῦ πνεύματος; Οὐκοῦν δεῖ ζητεῖν, πῶς ὃ ταπεινότερον οὗτος εἶπεν, ἐκεῖνος ὑψηλῶς ἐξεδέξατο καὶ διὰ τούτου τὴν ὁμοτιμίαν παρέστησεν. Ὁ δ’ Ἀκίνδυνος οὐδὲ τοῦθ’, ὅτι δεῖ ζητεῖν συνιδεῖν ἐδυνήθη· καὶ γὰρ εἰ συνεώρακεν, ἐζήτησεν ἄν, εἰ δ’ ἐζήτησεν, εἶδεν ἄν, ἢ παρὰ τῶν συνετῶς ἰδόντων ἐδιδάχθη συνετῶς μετιέναι τὰ τοιαῦτα καὶ ὁρᾶν, ὡς παρὰ τῷ θεολόγῳ Γρηγορίῳ τῷ ταπεινοτέρῳ πρόσκειται, ἵνα τὸ ἐξ οὗ δειχθῇ, τουτέστιν ἵνα αἰτιατὸν ἀναφανῇ τὸ πνεῦμα τὸ ἅγιον, ὡς αἴτιον ἔχον τὸν πατέρα. Πᾶν δὲ τὸ οὕτω ταπεινόν, ὡς τοῦ αἰτιατοῦ εἶναι δεικτικόν, ἄκτιστόν ἐστι· καὶ γὰρ καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτόν, αὐτή τε ἡ γέννησις καὶ ἡ ἐκπόρευσις, δεικνύντα τὸ αἰτιατόν, καθ’ ὃ καὶ δευτερεύειν τοῦ πατρὸς τὰ ἐξ αὐτοῦ φαμεν ἄκτιστά ἐστι· τὸ γὰρ ὑπερέχον καὶ μεῖζον ἐπὶ τῶν τοιούτων οὔτε τῇ κατὰ τὸ ἄκτιστον ἰσότητι λυμαίνεταί τι καὶ τὸ ἑνιαῖον ἐς τὰ μάλιστα συνίστησι, μίαν ἀποφαῖνον τῶν διακεκριμένων τὴν κατὰ τὸ αἴτιον ἀρχήν.

Ὁρᾷς τὸ ὕψος τῆς ταπεινότητος ἐκείνης; Καὶ τοῦτο δεικνὺς τὸ ὕψος ὁ μέγας Βασίλειος, «ἐξέχεεν ἐφ’ ἡμᾶς», φησίν, «οὐκ ἔκτισεν, ἐχαρίσατο οὐκ ἐδημιούργησεν, ἔδωκεν οὐκ ἐποίησε», περὶ τῆς ἐφ’ ἡμᾶς χάριτος καὶ ἐνεργείας ταῦτα λέγων τοῦ πνεύματος καὶ ἀπὸ ταύτης, ὡς εἴρηται, καὶ τὴν αὐτοῦ φύσιν ἄκτιστον ἀποδεικνύς. Ἡ γὰρ χάρις κατὰ τὴν ἐπαγγελίαν ἐφ’ ἡμᾶς, ἀλλ’ οὐχ ἡ φύσις ἐκχεῖται· οὐ γὰρ ἁπλῶς τὸ πνεῦμα ἐκχεῶ, φησίν, ἀλλ’ ἀπὸ τοῦ πνεύματός μου. Πᾶν δὲ τὸ οὕτως ἐκχεόμενον καὶ παρεχόμενον, ὡς ἑνοῦν τῷ παρέχοντι καὶ χαριζομένῳ καὶ ἐκχέοντι τὰ πρὸς ἃ ἐκχεῖταί τε καὶ δίδοται, τοῦ ἐκχέοντος καὶ χαριζομένου καὶ διδόντος ἀχώριστόν ἐστι. Πῶς γὰρ ἂν τὴν ἕνωσιν τῶν ἄλλων ἐξεργάσαιτο χωριζόμενον αὐτό; Τοιγαροῦν ἐξ αὐτοῦ τοῦ ἐκχέοντός ἐστι καὶ ἐν αὐτῷ, κἂν κτιστὸν ᾖ θάτερον αὐτῶν καὶ τὸ ἕτερον, ὡς ἥλιός τε καὶ ἡ ἐκχεομένη ἀκτὶς καὶ ἐνέργεια αὐτοῦ, δι’ ἧς ἑνοῖ πρὸς ἑαυτόν, ἡλιοειδεῖς τοὺς ἐλλαμπομένους ὀφθαλμοὺς ἀπεργαζόμενος, ὅ τε νοῦς καὶ ἡ διάνοια, δι’ ἧς νοῦν ἐντιθεὶς ἑτέρῳ νῷ σοφίζει τὸν μὴ πρότερον τοιοῦτον. Εἰ δ’ ἄκτιστον εἴη θάτερον αὐτῶν, καὶ τὸ ἕτερον, ὡς ἡ θεία φύσις καὶ ἡ θεοποιὸς χάρις καὶ ἐνέργεια, δηλονότι ἡ τῆς θείας φύσεως λαμπρότης· τοῦτο γὰρ ἡ χάρις ἡ θεοποιός.

Ὥσπερ δὲ οὐ δύο διὰ τὴν ἀκτῖνα ἥλιοι ἢ δύο νόες διὰ τὴν διάνοιαν, οὕτως οὐδὲ δύο θεοὶ διὰ τὴν χάριν, ἀλλὰ τοῖς μὲν ὀφθαλμιῶσιν ἄγαν οὐ φῶς ὁρᾶται ἡ ἀκτὶς καὶ τοῖς ἀνοηταίνουσι μὴ νοῦν ἔχειν οἱ νουνεχεῖς δοκοῦσι κατὰ τὸ ᾀδόμενον, τοῖς δὲ δυσσεβέσιν οὐκ ἄκτιστος πιστεύεται διατελεῖν ἡ τῆς θείας φύσεως λαμπρότης τε καὶ δύναμις.

Οἱ διδασκόμενοι παρὰ τοῦ πνεύματος τῆς πλάνης «τοῦ ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας», ὡς ἀπὸ τοῦ τὸν κύριον εἰπεῖν ὅτι, «ὁ πατήρ μου μείζων μού ἐστιν», ἵνα τὸ ἐξ οὗ δειχθῇ, κτίσμα τοῦτον κατεσκεύασεν ὁ Ἄρειος, οὕτως οὗτοι, διότι χάρισμα καλεῖται τὸ παρὰ τοῦ θεοῦ ἐκχεόμενον καὶ τοῖς ἁγίοις ἐγγινόμενον πνεῦμα ἅγιον, ἵνα τὸ ἐξ οὗ δειχθῇ, κτίσμα κατασκευάζουσιν αὐτό. Καὶ καθάπερ Ἄρειος ἀκούων θεοῦ υἱὸν τὸν κύριον καὶ θεὸν μὲν καθ’ ἑαυτὸν λεγόμενον, ἀλλ’ οὐχ ὅταν μετὰ τοῦ πατρός, ὡς καὶ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριός φησι, κτιστὸν ὁ ἄθλιος ἐκεῖνος ἐδογμάτισεν, οὕτως οὗτοι τοῦ Χρυσοστόμου πατρὸς ἀκηκοότες εἰρηκότος, οὐχ ὁ θεός, ἀλλ’ ἡ χάρις ἐκχεῖται, διδαχθῆναι δέον, ὡς τὸ «ἐξέχεεν, ἀλλ’ οὐκ ἔκτισεν», οὐ περὶ τῆς οὐσίας, ἀλλὰ περὶ τῆς χάριτος ὁ μέγας ἔφη Βασίλειος. Οἱ δὲ ἐκεῖ μὲν ἐκχεῖσθαι τὴν οὐσίαν φασὶν εἰρῆσθαι, κτίσμα δὲ τὴν θείαν ἐνέργειαν καὶ χάριν ἐνταῦθα φάναι τὸν θεῖον Χρυσόστομον, ἵν’ ἀμφοτέρων τῶν ἁγίων καταψευσάμενοι δι’ ἀμφοτέρων τῶν εἰρημένων, φεῦ, ἀδικίαν εἰς τὸ ὕψος ἐκμελετήσωσι.

Τῶν ἁγίων τοίνυν πάλιν λεγόντων ὡς οὐχὶ τὴν φύσιν, ἀλλὰ τὴν θεατικὴν δύναμιν ἡ τῆς θεότητος προσηγορία παρίστησι, καὶ ὡς αὐτὸ τὸ χρῆμα τοῦ θεοποιοῦ δώρου θεότης ὀνομάζεται καὶ ὡς ἡ θεότης κυρίως τῆς ἐνεργείας, ἀλλ’ οὐχὶ τῆς φύσεως ὄνομά ἐστιν—ἡ γὰρ θεία φύσις κυρίως ἀνώνυμος, ὡς ὑπερώνυμος—ἆρ’ ὅτι ταῦτα κυρίως ἡ θεότης, ἀλλ’ οὐχὶ ἡ φύσις, τὴν φύσιν κτιστὴν ἐροῦσιν, ἵνα μὴ πολυθεΐᾳ περιπέσωσι; Καὶ τοῦ μεγάλου Διονυσίου πάλιν γράφοντος, «ὅταν θεὸν εἴπωμεν οὐδὲν ἕτερον νοοῦμεν ἢ τὴν εἰς ἡμᾶς ἐξ αὐτοῦ προαγομένην δύναμιν», οὐ θεὸν ἐροῦμεν καὶ τὸν ἔχοντα τὴν δύναμιν ἐκείνην, ἵνα μὴ διθεΐᾳ περιπέσωμεν, ἢ κοινὸν ὄνομα γινώσκοντες εἶναι τὸ θεὸς καὶ τῆς οὐσίας καὶ τῆς ἐνεργείας καὶ τῶν ὑποστάσεων, ἕκαστον τούτων ποτὲ μὲν ἀπὸ τῆς ἰδίας προσηγορίας, ποτὲ δὲ θεὸν ἢ θεότητα ὀνομάζοντες οὐχ ἁμαρτήσομεν.

Ἀλλ’ ἐπειδὴ τὸ τοῦ χρυσορρήμονος ἐνταῦθα στρεβλοῦντες καὶ παρερμηνεύοντες πατρὸς εἰς κτίσμα τὴν θείαν κατασπῶσι χάριν, φέρε παρ’ αὐτοῦ διδαχθῶμεν, τίς ἡ χάρις ἡ ἐκχεομένη. Προθεὶς τοίνυν οὗτος ἐκεῖνο τὸ προφητικόν, «ἐξεχύθη χάρις ἐν χείλεσί σου», «τίς ἐστι», φησίν, «αὕτη ἡ χάρις;

Δι’ ἧς ὁ Χριστὸς ἐδίδασκε, δι’ ἧς ἐθαυματούργει. Τὴν χάριν, λέγει, τὴν ἐλθοῦσαν ἐπὶ τὴν σάρκα». Κτιστὴ τοίνυν ἡ ἐπ’ ἐκείνην ἐλθοῦσα τὴν σάρκα χάρις; Ἢ τοῦτο μὲν ὁ Ἀκίνδυνος οὐκ ὀκνήσει φάναι—καὶ γὰρ καὶ τὴν θέωσιν τοῦ δεσποτικοῦ προσλήμματος, κτιστὴν εἶναι ὁ τάλας ἀποφαίνεται καὶ τὰ κατὰ τὸν προφήτην ἐπὶ τὸ ἄνθος ἐπαναπεπαυμένα, τὸ ἐκ τῆς Ἰεσσαὶ ῥίζης ἀνασχὸν ἑπτὰ πνεύματα, τουτέστι τὰς ἐνεργείας τοῦ πνεύματος, κτιστά φησιν—, ἀλλ’ ἐπεὶ πάλιν οὗτος τὴν κτιστὴν παρ’ αὐτοῦ λεγομένην χάριν καὶ ἐνέργειαν, ἐνεργεῖσθαι μόνον φησίν, ἀλλ’ οὐκ ἐνεργεῖν, ἐνταῦθα τὴν ἐκχεομένην χάριν ἐνεργοῦσαν ἀκούων—αὕτη γάρ ἐστι, φησί, δι’ ἧς ἐδίδασκε, δι’ ἧς ἐθαυματούργει—, αὐτὴν εἶναι τὴν οὐσίαν καὶ τὴν ὑπόστασιν ἐρεῖ τοῦ ἁγίου πνεύματος, τὴν ἐλθοῦσαν ἐπὶ τὴν σάρκα, ἵνα μὴ τὸν υἱὸν μόνον, ἀλλὰ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐνανθρωπῆσαν ὑποδείξας μηδεμίαν ὑπερβολὴν ἀπολίπῃ καινοφωνίας;

Ἐπεὶ γὰρ καὶ αὐτὸς ὁ κύριος ἐν Εὐαγγελίοις εἶπεν, «ἐν πνεύματι θεοῦ ἐκβάλλειν τὰ δαιμόνια», καὶ ὁ Χρυσόστομος πατὴρ ἐνταῦθ’ εἰπὼν τὴν χάριν εἶναι τὴν ἐλθοῦσαν ἐπὶ τὴν σάρκα, τὸ πρὸς τὸν βαπτιστὴν εἰρημένον παρὰ τοῦ θεοῦ ἐπήγαγεν, «ἐφ’ ὃν ἂν ἴδοις τὸ πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, πᾶσα γὰρ ἡ χάρις ἐξεχύθη εἰς τὸν ναὸν ἐκεῖνον», αὐτὸ πάντως τὸ πνεῦμα τὸ ἅγιον ἦν, ἡ ἐπὶ τὴν σάρκα ἐκείνην ἐκχυθεῖσα χάρις, κατὰ δὲ τὸν Ἀκίνδυνον, αὐτὴ ἡ οὐσία καὶ ἡ ὑπόστασις τοῦ παναγίου πνεύματος, ἀλλ’ οὐχ ἡ χάρις καὶ ἡ ἐνέργεια· μηδὲ γὰρ εἶναί φησιν ἄκτιστον μηδ’ ἐνεργὸν πνεῦμα ἢ ἐνέργειαν τῆς οὐσίας ἐκείνης ὁπωσδήποτε διαφέρουσαν.

Ἀλλ’ ἀκουέτω τῶν ἑξῆς τοῦ Χρυσοστόμου πατρός· προσεπάγει γὰρ τὸ παρὰ τοῦ βαπτιστοῦ περὶ τοῦ κυρίου εἰρημένον, «οὐ γὰρ ἐκ μέτρου δίδωσιν αὐτῷ τὸ πνεῦμα ὁ πατήρ». Ὅπερ αὐτὸς πάλιν τὸν εὐαγγελιστὴν Ἰωάννην ἐξηγούμενος, οὐ τὴν οὐσίαν, ἀλλὰ τὴν ἐνέργειαν εἶναι τοῦ πνεύματος ἐδίδαξεν ἡμᾶς. «Ἡμεῖς μὲν γάρ, φησί, πάντες μέτρῳ τὴν τοῦ πνεύματος ἐνέργειαν ἐλάβομεν». Πνεῦμα γὰρ ἐνταῦθα τὴν ἐνέργειαν λέγει· αὕτη γάρ ἐστιν ἡ μεριζομένη.

Οὗτος δὲ ἀμέτρητον ἔχει καὶ ὁλόκληρον πᾶσαν τὴν ἐνέργειαν. Εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία. Τοιγαροῦν κατὰ τὸν Χρυσόστομον τοῦτον θεολόγον, αὐτὸ μέν ἐστι τὸ ἐκχεόμενον τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ’ οὐ κατ’ οὐσίαν, κατὰ δὲ τὴν ἄκτιστον χάριν τε καὶ ἐνέργειαν.

Ἀλλ’ ἀκουστέον ἂν εἴη καὶ τῶν ἑξῆς λεγομένων τῷ χρυσορρήμονι· καὶ γὰρ εἰπών, «οὐ γὰρ ἐκ μέτρου δίδωσιν ἐκείνῳ τὸ πνεῦμα, ἀλλ’ ὁλόκληρον τὴν χάριν ὁ ναὸς ἔλαβεν», ἐπάγει κἀνταῦθα πάλιν, «ἡμεῖς δὲ μικρόν τι καὶ ῥανίδα ἀπὸ τῆς χάριτος ἐκείνης ἔχομεν. Ἐκ τοῦ πληρώματος, γάρ, φησίν, αὐτοῦ πάντες ἐλάβομεν, ὡς ἂν εἴποι τις, ἐκ τοῦ ὑπερβλύζοντος, ἐκ τοῦ περιττεύοντος». Καὶ πάλιν, «οὐκ εἶπε δίδωμι τὸ πνεῦμα, ἀλλ’ ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Τοῦτο γοῦν καὶ ἐξέβη· πᾶσαν γὰρ τὴν οἰκουμένην ἡ σταγὼν αὕτη καὶ ἡ ῥανὶς τοῦ πνεύματος ἐνέπλησε τῆς γνώσεως· διὰ ταύτην τὰ σημεῖα ἐγένετο, τὰ ἁμαρτήματα ἐλύετο. Ἀλλ’ ὅμως ἡ ἐν τοσούτοις κλίμασι διδομένη χάρις, μέρος τι τῆς δωρεᾶς ἐστι καὶ ἀρραβών· δοὺς γάρ, φησί, τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν».

Πάλιν οὖν ἐνταῦθα ὁ Ἀκίνδυνος, ἐπειδὴ τὴν οὐσίαν μόνην καὶ τὴν ὑπόστασιν ἐνεργεῖν φησὶ τὰ πάντα, ὡς τῆς ἐνεργείας τοῦ πνεύματος τῶν ἐνεργουμένων, ἀλλ’ οὐχὶ τῶν ἐνεργούντων οὔσης κατ’ οὐδένα τρόπον, ἡ δὲ σταγὼν αὕτη καὶ ἡ ῥανὶς τοῦ πνεύματος τὴν οἰκουμένην ἐνέπλησε τῆς γνώσεως, τὴν ῥανίδα καὶ τὴν σταγόνα ταύτην τὴν ὑπόστασιν εἶναι τοῦ πνεύματος ἐρεῖ; Καὶ πάλιν, «δι’ αὐτὴν τὰ σημεῖα ἐγένετο, τὰ ἁμαρτήματα ἐλύετο». Τί οὖν ἄλλο τοῦτο ἢ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον; Κατὰ δὲ τὸν Βαρλαὰμ καὶ τὸν Ἀκίνδυνον, αὐτὴ ἡ ὑπόστασις τοῦ πνεύματος. Ἀλλ’ ἀκουόντων μετὰ ταῦτα πάντα τοῦ χρυσορρήμονος ἐπενεγκόντος, «τὸ μέρος, λέγει, τῆς ἐνεργείας· οὐ γὰρ δὴ ὁ παράκλητος μερίζεται». Ὁρᾷς πῶς οὐκ ἐκχεῖται ἡ τοῦ πνεύματος ὑπόστασις, ἀλλ’ ἡ χάρις καὶ ἡ ἐνέργεια; Καὶ τοῦτό ἐστι, ὃ κἀκεῖ ἐδήλωσεν εἰπών, «οὐχ ὁ θεὸς ἀλλ’ ἡ χάρις ἐκχεῖται».

Κτιστὴ τοίνυν, ὅτι μὴ οὐσία καὶ ὑπόστασίς ἐστιν ἡ ἁγιάζουσα, ἡ σοφίζουσα, ἡ νόσους καὶ δαίμονας ἀπελαύνουσα, ἡ θανάτου καὶ πλάνης καὶ σῶμα καὶ ψυχὴν ἀπαλλάττουσα καὶ πρὸς τὴν ὄντως ἀλήθειαν καὶ ζωὴν ἐπανάγουσα χάρις τοῦ πνεύματος; Ἄπαγε τῆς ἀσεβείας!

Ἀλλ’ ὁ τὴν εὐλάβειαν ἐν τοῖς θείοις προτετιμηκέναι λέγων Ἀκίνδυνος, τῷ μὴ μετὰ τῆς τοῦ θεοῦ οὐσίας καὶ τὴν τοῦ θεοῦ θείαν χάριν ἄκτιστον ἐθέλειν ὁμολογεῖν, εἰς τοσοῦτο προκεχώρηκε τόλμης, ὡς καὶ τὴν τοῦ δεσποτικοῦ προσλήμματος θέωσιν ἀποφήνασθαι κτιστήν. Συκοφαντῶν δὴ τὸν ἐκ Δαμασκοῦ τὰ θεῖα σοφόν, ἐκ τῶν ἐκείνου λόγων συνάγειν οὗτος τὸ τοιοῦτό φησι, γράφοντος περὶ τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ τῶν πάντων Χριστοῦ, «κυηθεὶς μὲν ἐκ τῆς παρθένου, προελθὼν δὲ θεὸς μετὰ τῆς προσλήψεως ἤδη καὶ αὐτῆς ὑπ’ αὐτοῦ θεωθείσης, ἅμα τῇ εἰς τὸ εἶναι ταύτης παραγωγῇ, ὡς ὁμοῦ γενέσθαι τὰ τρία· τὴν πρόσληψιν, τὴν ὕπαρξιν, τὴν θέωσιν αὐτῆς ὑπὸ τοῦ λόγου». Συνάγων τοίνυν ὡς οἴεται αὐτὸς καὶ συμπεραίνων ἐκ τούτων, φησίν· «εἰ οὖν ἅμα γεγένηται ἡ τῆς τοῦ θεοῦ λόγου προσλήψεως θέωσις αὐτῇ τῇ παραγωγῇ τῆς προσλήψεως καὶ τῆς ὑπάρξεως τοῦ ἀνθρωπίνου τοῦ προαιωνίου λόγου, πῶς ἄκτιστος»;

Κακουργεῖ μὲν οὖν τὸ τῆς προσλήψεως ὄνομα καὶ διπλῆν ἔχον τὴν σημασίαν—ποτὲ μὲν γὰρ αὐτὸ δηλοῖ τὸ προσειλῆφθαι μόνον, ποτὲ δὲ τὸ προσειλημμένον πρᾶγμα—, καὶ τοῦ Δαμασκηνοῦ πατρὸς φανερῶς ἐπ’ ἀμφοτέρων ἐνταῦθα τούτῳ χρησαμένου, συνήγαγεν ὁ Ἀκίνδυνος εἰς ἓν κακούργως. Ἀγνοῆσαι δ’ ἔοικεν ὅτι τὸ γενέσθαι, διαφόρους σημασίας ἔχον, ἐπὶ διαφόρων τῷ ἁγίῳ τέθειται πραγμάτων.

Οὐ μὴν ἀλλ’ εἰ διὰ τὸ γεγράφθαι γεγενῆσθαι τοῦ δεσποτικοῦ προσλήμματος θέωσιν, κτιστὴν εἶναι ἀποδείξει, πῶς οὐχὶ καὶ τὸν θεὸν αὐτὸν φανερῶς ποιήσει κτίσμα, διὰ τὸ πρὸς αὐτὸν τὸν ψαλμῳδὸν εἰπεῖν, «γενοῦ μοι εἰς θεὸν ὑπερασπιστήν»;

Εἰ τοίνυν ‘γίνεται’, μᾶλλον δὲ καὶ ‘γέγονεν’, ἐπακούσας, καὶ ταῦτα εἰς θεὸν πρὸς ὃν ὁ προφήτης εὔχεται, πῶς ἄκτιστος κατὰ τὸν Ἀκινδύνου λῆρον; Ἀλλὰ καὶ τοῦ εὐαγγελιστοῦ γράφοντος ὅτι «ὁ λόγος σὰρξ ἐγένετο», μὴ καὶ οὗτος κτίσμα; Καὶ τοῦτο γάρ, ἅμα τῇ τῆς σαρκὸς ὑπάρξει καὶ προσλήψει γέγονεν. Οὗτος ἄρ’ ἡ θέωσις ἐκείνου τοῦ προσλήμματος, ὁ λόγος τοῦ θεοῦ. Τί γὰρ ἡ θέωσις;

Οὐχ ἡ χρίσις τοῦ προσλήμματος; Παντί που δῆλον. Τίς οὖν ἡ χρίσις ἐκείνου τοῦ προσλήμματος; Τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου λέγοντος ἀκούσωμεν· «Χριστὸς διὰ τὴν θεότητα· αὕτη γὰρ ἡ χρίσις τῆς ἀνθρωπότητος, οὐκ ἐνεργείᾳ κατὰ τοὺς ἄλλους χριστοὺς ἁγιάζουσα, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος· ὁ αὐτὸς οὖν ἥ τε χρίσις καὶ ὁ χρίων ἦν, ἥ τε θέωσις καὶ ὁ θεοποιῶν· δι’ ἑαυτοῦ γὰρ ἔχρισεν ὡς ἠθέλησε τὸ ἡμέτερον φύραμα, δι’ ἄφατον φιλανθρωπίας πέλαγος».

Ἀλλὰ καὶ ὁ παρ’ Ἀκινδύνου συκοφαντηθεὶς θεολόγος τοῦτο διδασκέτω, γράφων κατὰ τῶν μίαν φύσιν ἐπὶ Χριστοῦ κακῶς δογματιζόντων· «τὸ Χριστὸς ὄνομα τῆς ὑποστάσεως λέγομεν, οὐ μονοτρόπως λεγόμενον, ἀλλὰ τῶν δύο φύσεων ὑπάρχον σημαντικόν· αὐτὸς γὰρ ἑαυτὸν ἔχρισε, χρίων μὲν ὡς θεὸς τὸ σῶμα τῇ θεότητι αὐτοῦ, χριόμενος δὲ ὡς ἄνθρωπος· αὐτὸς γάρ ἐστι τοῦτο κἀκεῖνο· χρίσις δὲ ἡ θεότης τῆς ἀνθρωπότητος».

Οὕτως ἡ θέωσις ὑπὸ τοῦ λόγου τῷ προσλήμματι γέγονε, δι’ αὐτοῦ χρίσαντος τὸ ἀνθρώπινον καὶ αὐτοῦ χρηματίσαντος ὑποστάσεως τῷ προσλήμματι. Ἡ δ’ ὕπαρξις τοῦ προσλήμματος ὑπὸ τοῦ λόγου γέγονεν, ὡς αὐτοῦ τοῦτο κτίσαντος ἐκ τῶν παρθενικῶν αἱμάτων. Ὁρᾷς τὸ διάφορον ὅσον; Ἐπεὶ τοίνυν θέωσις τοῦ προσλήμματος, ἡ χρίσις τοῦ προσλήμματος, χρίσις δὲ τοῦ προσλήμματος, ἡ θεότης τοῦ μονογενοῦς ὡς ἀριδήλως ἠκούσαμεν, κτιστὴν λέγων ὁ Ἀκίνδυνος τὴν θέωσιν ταύτην, αὐτὴν τὴν θεότητα τοῦ μονογενοῦς κτίσμα παρίστησιν ἡμῖν. Ῥαδίως δ’ ἂν οὗτος ὡς καὶ ἀνωτέρω εἶπον, τοῦ ψαλμῳδοῦ Δαβὶδ λέγοντος, «ἐγένετό μοι ὁ θεὸς εἰς καταφυγήν», κτίσμα καὶ ἀπὸ τούτου παραστήσει τὸν θεόν.

Ἀλλὰ τίς ἂν εὖ φρονῶν κτιστὴν εἴποι τὴν προφητικὴν καταφυγήν; Ὁ γὰρ θεὸς αὐτός ἐστιν αὐτοῦ καταφυγή. Τὸ δ’ ἐγένετο διὰ τὸ ἄρξασθαι. Τίς οὖν ἤρξατο; Πάντως ὁ καταφυγών. Κἀκεῖ τί τὸ ἀρξάμενον θεοῦσθαι; Πάντως τὸ ἀνθρώπινον. Ὥστε μάλιστα τούτοις ἐφαρμοστέον τὸ γενέσθαι.

Καὶ ἡμῶν γὰρ ἐγγιζόντων ἔργοις ἢ μακρυνομένων τοῦ θεοῦ, τὸν θεὸν ἐγγίζειν ἡμῖν ἢ μακρύνεσθαί φαμεν. Οὕτω τοίνυν καὶ τὸ γενέσθαι νοήσομεν ἐπὶ θεοῦ. Εἰ δ’ ἄρα καὶ ἐπ’ αὐτοῦ τρόπον ἕτερον θέλεις ἐκλαβεῖν, τὸ γίνεσθαι φανεροῦσθαι ἢ ἑνοῦσθαι νόμισον. Οὕτω γὰρ καὶ «ὁ λόγος σὰρξ ἐγένετο», τουτέστιν ἥνωται σαρκὶ καὶ πεφανέρωται διὰ σαρκός. Καὶ μὴν οὐδ’ ἔχει προφασίσασθαι μὴ τὸ χρίσμα τοῦ ἀνθρωπίνου τοῦ Χριστοῦ θέωσιν κτιστὴν ἐνταῦθα λέγειν ὁ Ἀκίνδυνος. Τῶν γὰρ αὐτοῦ λόγων ἀνωτέρω πάντα φύρων καὶ τῷ ψεύδει συμφύρων καὶ κατὰ πολλὴν ἐξουσίαν ὑβρίζων, φεῦ, εἰς τὴν τοῦ πνεύματος χάριν, νῦν μὲν ἀποφαίνεται ταύτην εἰς κτίσμα κατασπῶν, μηδεμίαν εἶναι χάριν ἄκτιστον ἄλλην, παρὰ τὴν θείαν φύσιν, ἵνα καὶ εἰς αὐτὴν ὁ τάλας βλασφημήσῃ τὴν θείαν φύσιν, φυσικῆς χάριτος ἔρημον ἀποφηνάμενος εἶναι τὴν ἀένναον πηγὴν τῆς χάριτος, νῦν δὲ φανερῶς, τὴν κυρίως, ὡς καὶ αὐτὸς γράφει, χάριν, αὐτὴν τὴν ἐκχεομένην ἀπὸ τοῦ πνεύματος, κτιστὴν ὑποδείκνυσιν, οὐδ’ αὐτὸ τὸ τοῦ ὀνόματος ἐμφαντικώτατον δυσωπηθείς. Πᾶν γὰρ τὸ ἐκχεόμενον ἀπὸ τοῦ πνεύματος, πρὸς τοὺς ἐν αὐτῷ κατὰ τὸ εὐαγγέλιον τῆς χάριτος βαπτιζομένους καὶ πνευματικοὺς ἐκτελουμένους ἤρτηται δήπου τῆς πηγῆς, ἐξ αὐτῆς τέ ἐστι καὶ ἐν αὐτῇ ὄν τε καὶ προόν.

Ὁ δὲ καὶ ἀπαριθμεῖται τὰ εἴδη τῆς κυρίως χάριτος, τῆς ἐκχεομένης παρὰ τοῦ πατρὸς ἀπὸ τοῦ πνεύματος αὐτοῦ· καί φησιν εἶναι τὸ ἀσώματον καὶ ἀόρατον καὶ ἀτελεύτητον, καὶ ταῦτα οὐ μόνον τὸ προσὸν ἀγγέλοις καὶ ψυχαῖς, ἀλλὰ καὶ αὐτοῖς τοῖς δαίμοσιν, ὡς αὐτὸς ἐκεῖ φησιν, ὢ ψυχῆς παντόλμου μᾶλλον δὲ μαινομένης δαιμονίως, κατὰ τῆς παρὰ τοῦ σωτῆρος Χριστοῦ τοῖς μαθηταῖς ἐπηγγελμένης καὶ πρὸς μόνους τοὺς ὡς ἀληθῶς πιστοὺς ἐκκεχυμένης χάριτος τοῦ πνεύματος, ἣν καὶ αὐτὸς ὁ πατὴρ ἀνακηρύξαι θέλων πᾶσιν ἄκτιστον, διὰ τοῦ Ἰωὴλ προανεφώνησεν, «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα», δηλαδὴ τὴν πιστεύσασαν, ὡς ὁ ἐν θεολογίᾳ μέγας φησὶ Γρηγόριος. Ὃ τοίνυν ὁ πατὴρ ἀπὸ τοῦ ἰδίου πνεύματος ἐξέχεε καὶ ἐπὶ μόνους τοὺς ἀξίους κατὰ τὴν ἑαυτοῦ καὶ τοῦ υἱοῦ ἐπαγγελίαν, κτίσμα;

Καὶ τοιοῦτον οἷον καὶ δαίμοσι προσεῖναι; Ἀλλὰ πόθεν τοῦτο νῦν, ὁ καὶ τὸ θεῖον φῶς πρότερον ἀποφηνάμενος κτιστόν, καὶ εἰς τὸν Βελίαρ, φεῦ, παραγνωρίσας; Πόθεν οὖν τὴν ὄντως θείαν χάριν, τὴν παρὰ τοῦ πατρὸς ἀπὸ τοῦ πνεύματος ἐκχεομένην, κτιστὴν δεῖν οἴεται κατασκευάζειν καὶ αὐτὸ ταύτην εἶναι τὸ ἀσώματον καὶ ἀόρατον καὶ ἀτελεύτητον, ὧν καὶ τὸ δαιμόνιον οὐκ ἀμοιρεῖ φῦλον; Ἀπὸ τοῦ λέγειν τοὺς πατέρας, ὅτι χάριτι θεοῦ ταῦτ’ ἔσχον, ἅπερ ἔσχον, ἀλλ’ οὐκ ἀφ’ ἑαυτῶν; Μόνος γὰρ ὁ θεὸς οὐ ταῦτ’ ἔχει χάριτι, τὸ δεδόσθαι τούτοις δηλοῦντος ἐνταῦθα τοῦ τῆς χάριτος ὀνόματος, καὶ τὸ δι’ ἀγαθότητα θεοῦ δωρεὰν παρῆχθαι ἐκ μὴ ὄντων. «Τί γὰρ ἔχομεν ὅπερ οὐκ ἐλάβομεν»; Τίς δὲ ἔδωκε θεῷ καὶ ἀνταποδοθήσεται αὐτῷ; Τίς γοῦν κοινωνία τοῦ χάριτι, τουτέστι δι’ ἀγαθότητα, τὴν κτίσιν κτισθῆναι, πρὸς τὴν ἐκχεομένην ἀπὸ τοῦ πνεύματος χάριν τοῖς ἀξίοις; Ἐκείνη γὰρ οὐκ ἔκτισται, ἀλλὰ ἐκκέχυται, ὡς καὶ ὁ μέγας ἔφη Βασίλειος, κἀκείνη μέντοι χάριτι καὶ δωρεὰν ἐκκέχυται. Τοιγαροῦν ἕτερον τὸ χάριτι δίδοσθαί τι καὶ ἄλλο τὸ διδόμενον, εἰ καὶ μηδὲ τοῦτο δῆλός ἐστι συνεὶς ὁ Ἀκίνδυνος. Ἀλλὰ καὶ πᾶν τὸ διδόμενον ἡμῖν ὑπὸ θεοῦ καὶ χαριζόμενον οὐκ ἴσον, οὐδὲ κτίσμα πᾶν· «δώσω γὰρ ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινόν, δώσω ὑμῖν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην.

Καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν», διὰ τοῦ Ἰεζεκιὴλ ἔφη ὁ θεός.

Ὁρᾷς δομάτων διαφοράν; Τὸ μὲν γὰρ καινὸν πνεῦμα καὶ ἡ καινὴ καρδία, κτίσμα. Τοῦτο γάρ ἐστιν ὃ καὶ ἀπόστολος καινὴν ὀνομάζει κτίσιν, ὡς ἀναπλασθεῖσαν καὶ ἀνακαινισθεῖσαν τῇ διὰ σαρκὸς ἐπιδημίᾳ τοῦ καὶ τὴν ἀρχὴν πλάσματος.

Τὸ δὲ τῇ καινῇ καρδίᾳ διδόμενον πνεῦμα τοῦ θεοῦ, τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν, ὡς καὶ μετὰ τοῦ Ἰεζεκιὴλ καὶ ὁ μέγας Ἀθανάσιός φησι· καὶ πρὸς τούτοις ὁ μέγας Βασίλειος «καινὴ πάλιν», λέγων, «ἡ κτίσις, μεταλαμβάνουσα τοῦ πνεύματος, οὗ περ ἐστερημένη πεπαλαίωτο».

Ἀλλὰ καὶ τὸν υἱὸν ὁ πατὴρ ἐχαρίσατο ἡμῖν καὶ αὐτὸς ἑαυτὸν ὁ υἱὸς ἐκένωσεν ὑπὲρ ἡμῶν. Καὶ διὰ ταύτην τὴν ἀπόρρητον κένωσιν καὶ χάριν, ἕτερον πάλιν ἀπόρρητον τρόπον ἐκχεῖται πρὸς ἡμᾶς ἀπὸ τοῦ πνεύματος ἡ τοῦ πνεύματος χάρις, τῶν ἀξίων ἕκαστον ναὸν ποιοῦσα ἑαυτῆς. Ὁ δ’ Ἀκίνδυνος οὐκ ὀλίγα πλημμελήσας μεταξὺ λέγων καὶ πάντα συγχέας, ἐκ τοῦ μὴ συνεῖναι τὴν πολυειδῆ σημασίαν τοῦ τῆς χάριτος ὀνόματος, εἶτα προϊών, τὴν ἐκχεομένην ἀπὸ τοῦ πνεύματος χάριν, τὸ αἷμα εἶναι τοῦ Χριστοῦ φησι, καὶ ἡ πρόφασις κἀνταῦθα, ἐπειδὴ τὴν ἀπολύτρωσιν δι’ ἐκείνου τοῦ αἵματος ἐλάβομεν, χάριτι δοθέντος ὑπὲρ ἡμῶν.

Πῶς δὲ παρὰ τοῦ πατρὸς ἀπὸ τοῦ πνεύματος αὐτοῦ τὸ αἷμα χεῖται, μόνος αὐτὸς ἂν εἴη δίκαιος διδάσκειν, ὃς μετὰ τοῦτο τὴν τοῦ θείου πνεύματος θείαν χάριν, ἣν ὁ θεὸς ἄνωθεν ἐξέχεεν ἐπὶ τοὺς ἠξιωμένους δι’ αὐτῆς ἓν πνεῦμα μετ’ αὐτοῦ γενέσθαι, τὴν ζωὴν εἶναι λέγει τῶν ἀλόγων ζῴων καὶ τὴν αἴσθησιν. Ἐν δὲ τοῖς λογικοῖς ζῴοις καὶ τὸν λόγον ἀλόγως ὄντως οἰόμενος καὶ δυσσεβῶς ἐκχεῖσθαι παρὰ τοῦ πατρὸς ἀπὸ τοῦ πνεύματος αὐτοῦ, μὴ μόνον ἐπὶ τοὺς ἀσεβεῖς τε καὶ κτηνώδεις τόν τε βίον καὶ τὸν λόγον, ἀλλὰ καὶ ἐπ’ αὐτὰ τὰ μηδαμῶς πρὸς λόγον πεφυκότα. Πλάτων μὲν οὖν καὶ πρὸ τούτου Πυθαγόρας τὸ τῶν ἀνθρώπων ἔφησαν πνεῦμα θηρίοις καὶ κτήνεσιν ἐγγίνεσθαι μεταγγιζόμενον.

Ὁ δ’ Ἀκίνδυνος ἀπὸ τοῦ θείου πνεύματος κἀπὶ ταῦτα χεῖσθαι δογματίζει, λίαν ὡς ἐγᾦμαι δυσσεβεστέραν τῆς Πυθαγόρου καὶ Πλάτωνος εἰσάγων δόξαν. Εἰ δὲ μή, τό γε ταύτης πάλιν δυσσεβέστερον, κτίσμα πείθων εἶναι τὸ παρὰ Χριστοῦ τοῖς κατ’ αὐτὸν ζῶσι θεῖον πνεῦμα παρεχόμενον.

Διό, τὴν γεννησαμένην τὸν Χριστὸν παρθένον ἐξυμνῶν ὁ ἐκ Δαμασκοῦ θεοφόρος μουσικός, φησίν· «ὢ συναλλαγμάτων τῶν ἐν σοί, ἀγαθῶν γὰρ ἀφθόνων παρεκτικὸν ὡς θεὸς πνεῦμα θεῖον δοὺς ἡμῖν σάρκα ἐκ σοῦ, κόρη, προσελάβετο». Τούτου γὰρ ἕνεκεν Ἀκίνδυνος τῶν προκατειλεγμένων ἕκαστον, τὴν ἐκχεομένην παρὰ τοῦ πατρὸς ἀπὸ τοῦ πνεύματος αὐτοῦ διατελεῖν ἰσχυρίζεται χάριν νομίζων περιβάλλειν ἡμᾶς ἀτόποις, ὡς ἄκτιστα ταῦτα πάντα τιθεμένους, ἐπειδήπερ ἄκτιστον εἶναί φαμεν τὸ πνεῦμα τὸ ἅγιον, τὸ ἐπὶ τοὺς ἀποστόλους καὶ τοὺς μετ’ αὐτοὺς ἀξίους ἐκχυθέν τε καὶ δοθέν, οὐ μέντοι κατ’ οὐσίαν ἀλλὰ κατ’ ἐνέργειαν καὶ χάριν.

Ἐπεὶ τοίνυν περὶ τούτου πρὸς ἡμᾶς ποιούμενος τὸν λόγον, ὃ λαμβάνοντες οἱ θεούμενοι θεοῦνται, καὶ περὶ ταύτης τῆς ἑνώσεως, ἣν οἱ λαβόντες οὐκ ἀπολιπόντες τὴν ἰδίαν φύσιν, ἀλλ’ ὑπεραναβάντες ταύτην θείως θεοποιοῦνται καὶ ταύτην κτίσμα θέλων δεῖξαι προαγαγεῖν εἰς παράστασιν ἐτόλμησε τὴν τοῦ δεσποτικοῦ προσλήμματος θέωσιν καὶ ταύτην ἀποφήνασθαι κτιστήν, δῆλός ἐστι τοῦτο κἀν τούτῳ λέγων θέωσιν, ὅπερ εἰληφυῖα τεθέωται ἡ σὰρξ ἐκείνη.

Τοῦτο δὲ ἦν ἡ τοῦ λόγου τοῦ θεοῦ ὑπόστασις, ἣ καὶ ἕνωσις ῥηθείη ἄν· αὕτη γὰρ ἡ ἕνωσις γέγονε τῆς θεότητος καὶ τῆς σαρκός. Καὶ κατ’ αὐτὴν ὁ θεὸς ἥνωται τῇ ἀνθρωπίνῃ φύσει, τὸν αὐτὸν δὲ τρόπον καὶ ἡ χάρις καὶ ἡ ἐνέργεια τοῦ πνεύματος ἕνωσις λεχθείη ἄν, τοῦ τε θεοῦ καὶ τῶν ἁγίων· αὕτη γάρ ἐστι καθ’ ἣν ὁ θεὸς ἑνοῦται τοῖς ἁγίοις, ὥσπερ καὶ ἡ τοῦ ἡλίου ἀκτὶς ἕνωσίς ἐστιν ὀφθαλμῶν πρὸς ἥλιον· αὕτη γάρ ἐστι καθ’ ἣν ἑνοῦνται τῷ ἡλίῳ οἱ τῶν ὁρώντων ὀφθαλμοί· οὐ γάρ ἐστιν ἔξω τῆς ἀκτῖνος γενόμενον ἡλίῳ προσορᾶν. Γίνεται μὲν οὖν φῶς τῶν ἤδη τεθεαμένων ὀφθαλμῶν ὁ ἥλιος, ἀλλὰ καὶ πρὸ τοῦ θεαθῆναι φῶς ὑπῆρχεν οὗτος· ἡνίκα δ’ ὤφθη, πεφανέρωται φῶς καὶ φωτισμὸς ὑπάρχων.

Οὐκοῦν, οὐ διὰ τὸ φῶς, ἀλλὰ διὰ τὸν φωτισθέντα τὸ γίνεσθαι. Οὕτω τοίνυν, καὶ πολλῷ μᾶλλον οὐδ’ ὅσον εἰπεῖν, ὁ θεὸς ἀεὶ μένων ἐπὶ τοῦ αὐτοῦ καὶ ὁ αὐτὸς ἀεὶ διατελῶν καὶ τῆς καθ’ ἑαυτὸν μονιμότητος ἐξιστάμενος οὐδ’ ὁπωσοῦν, ὤν τε ὅπερ ἦν τε καὶ ἔστιν ὡς ἀληθῶς, φῶς καὶ χάρις καὶ ζωή, λαμπρότης τε καὶ θέωσις πεφανέρωται μὲν ἅπαξ, ὡς εὐδόκησε τοιοῦτος ὤν, διὰ σαρκὸς οἰκείας, ἣν ἀνείληφεν ἐκ τῆς παρθένου, καὶ ᾗ κατὰ μίαν τῶν ἑαυτοῦ θείων ὑποστάσεων ὑπερφυῶς ἡνώθη. Φανεροῦται δὲ διηνεκῶς διὰ τῶν ἐκ τῆς αὐτοῦ χάριτος θεουργουμένων, καὶ οὕτω χάρις αὐτὸς αὐτοῖς γίνεται, λαμπρότης τε καὶ θέωσις, αὐτῶν γινομένων καὶ ἀλλοιουμένων καὶ αὐτῶν ἠργμένων, ἀλλ’ οὐ τῆς λαμπρότητος καὶ τῆς χάριτος καὶ τῆς θεώσεως. Ἠργμένων δὲ καὶ τούτων, τί; Κτίσμα τι προσλαμβάνειν; Οὐμενοῦν, ἀλλὰ θεόν. Οὐ μὴν ἀλλ’ ἐπεὶ τῷ ἀκτίστῳ καὶ τὸ ἄναρχον πρὸς ἡμᾶς ἀντιλέγων ὁ Ἀκίνδυνος συναπηγόρευσεν, ἰσχυριζόμενος αὐτὸς μή τι ἄκτιστον μή τι ἄναρχον εἶναι τὴν τοῦ δεσποτικοῦ προσλήμματος θέωσιν, εἰ μὲν τὸ θεούμενον ἀρχὴν φησὶ λαμβάνειν, τίς ἐστιν ὁ λέγων, ὡς οὐκ ἤρξατο θεοῦσθαι τὸ θεούμενον, εἰ καὶ μὴ διὰ κτίσματος;

Οὐ μέντοι περὶ τούτου πρὸς αὐτὸν ἡμῖν ὁ λόγος, ὥστ’ εἰ τοῦτό φησι περὶ ἡμῶν αὐτός, συκοφάντης ἐστὶ περιφανής· εἰ δὲ θέωσίν φησιν ὃ λαμβάνον τὸ θεούμενον θεοῦται καὶ δι’ οὗ ἑνὸς αὐτοῖν ὄντος μετὰ τὴν τῶν ἡνωμένων ἕνωσιν ἀμφότερα συνδεῖται, περὶ οὗ ἡμῖν ὁ λόγος, εἰ τοῦτο κτιστὸν ὁ Ἀκίνδυνός φησιν, ὥσπερ οὖν φησι, φανερὸν ὅτι καθάπερ πρότερον τὴν λαμπρότητα τῆς θείας φύσεως καθ’ ἣν ἑνοῦται τοῖς ἁγίοις ὁ θεὸς ἔλεγε κτιστήν, οὕτω νῦν αὐτήν φησι κτιστήν, τὴν τοῦ λόγου τοῦ θεοῦ ὑπόστασιν.

Αὕτη γὰρ ἐπὶ Χριστοῦ μία ἐστὶ μετὰ τὴν ἕνωσιν τῆς θεότητος καὶ τῆς σαρκός· καὶ διὰ ταύτην ἡ σὰρξ ἐκείνη τεθεωμένη τε ὁμοῦ καὶ ὁμόθεος ὑπῆρξεν. Ἀλλὰ ταῦτα μὲν τὸ νῦν ἔχον ἐατέον, ἐπειδὴ κἀν τῷ τρίτῳ τῶν Πρὸς αὐτόν μοι Λόγων διατετράνωται. Τὴν δ’ ἐπὶ τῶν αὐτοῦ λόγων περὶ τῆς χάριτος ἐμφύλιον στάσιν καὶ τῷ καιρῷ καθ’ ὃν ἔτυχε τῆς παρρησίας οὐκ ἀπᾴδουσαν, διασκεψώμεθα καὶ ταύτην ὡς ἔνι δι’ ὀλίγων, ἐπεὶ κἀν τοῖς ἄνω λόγοις περὶ τῆς αὐτῆς χάριτος ἀνετάζοντες αὐτόν, μαχόμενον ἑαυτῷ καὶ αὐτέλεγκτον ἐδείξαμεν.

Οὗτος δὴ κἀνταῦθα νῦν μὲν διὰ πολλῶν ἐπιχειρημάτων καὶ μακρῶν μαρτυριῶν αὐτὴν οἴεται κατασκευάζειν ἄκτιστον ἔλλαμψιν καὶ χάριν εἶναι διδομένην ἡμῖν παρὰ θεοῦ, τὴν οὐσίαν τοῦ θεοῦ, καὶ αὐτὴν τὴν ὑπόστασιν τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, νῦν δ’ αὖ μηδὲν μελλήσας, μεταβαλὼν ἐν τῷ αὐτῷ συγγράμματι, κτίσμα ταύτην εἶναι λέγει φανερῶς, ταῖς τῆς κτιστῆς φύσεως χάρισιν αὐτὴν συντάττων καὶ ἀσεβεῖν διατείνεται περιφανῶς διθεΐᾳ περιπίπτοντας τοὺς μὴ κτίσμα λέγοντας τὸ παρὰ θεοῦ ἐκχεόμενον καὶ διδόμενον καὶ ἀγγέλοις καὶ ἀνθρώποις, καὶ πνευματικοὺς καὶ ἁγίους τούτους ἐκτελοῦν. Τὸ μὲν οὖν τίθεσθαι καὶ ἐπὶ τοῦ κτιστοῦ καὶ ἐπὶ τοῦ ἀκτίστου τοὔνομα τῆς χάριτος, καὶ χάριν εἶναι μέν τινα κτιστήν, εἶναι δ’ ἄλλην ἄκτιστον, θαυμαστὸν οὐδέν. Ἀλλ’ οὐδὲ τὸ ποτὲ μὲν αὐτὸ τὸ δωρεὰν δίδοσθαι δηλοῦν, ἔσθ’ ὅτε δὲ τὸ δωρεὰν διδόμενον, ὃ μὴ συνιεὶς μηδὲ διαιρεῖν ὑγιῶς δυνάμενος ὁ καινὸς οὗτος θεολόγος, πολλοῖς καὶ ἀπὸ τούτου κινδυνεύει περιπίπτειν ἀτοπήμασιν, ὡς ἐν ἀδιακρίτῳ σκότῳ πυκνὰ προσπαίων ὑπ’ ἀνοίας. Ἡ δὲ χάρις ἔσθ’ ὅτε οὐ τὸ δόμα οὐδὲ τὸ δωρεὰν δίδοσθαι διατελεῖ δηλοῦσα τοῖς ἐπαΐουσιν, ἀλλ’ αὐτὴν ὡς ἂν εἴποι τις τὴν καλλονὴν καὶ εὐπρέπειαν καὶ ἀγλαΐαν τῆς ἑκάστου φύσεως.

Καὶ ἡγεμονικοῦ γὰρ καὶ λόγων χάριν λέγομεν τὸ φύσει χαρίεν αὐτῶν δεικνύντες, καθ’ ὃ σημαινόμενον καὶ ἡ τοῦ θεοῦ λαμπρότης χάρις λέγεται, ἀφ’ ἧς, οὐχ ὁ υἱὸς μόνον ἢ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ καὶ ὁ πατὴρ καλεῖται· κοινὴ γὰρ καὶ ἡ τοιαύτη δόξα καὶ χάρις καὶ ἐνέργεια τῶν τριῶν προσκυνητῶν προσώπων ἡ καὶ τοῖς καταξιουμένοις ἐπιφαινομένη θείως. Διὸ καὶ ψάλλομεν ἐπ’ ἐκκλησίας· «ἡ φυσικὴν συναΐδιον δόξαν προβαλλομένη μοναρχικωτάτη τριὰς ἁγία, τοὺς ἀνυμνοῦντας ὀρθοδόξῳ σε πίστει τῆς σῆς δόξης ἰδεῖν ἀξίωσον, ἄναρχον καὶ μίαν αὐγὴν τὴν τρισήλιον».

Τὸ μὲν οὖν ὁμώνυμον εἶναι φωνὴν καὶ πολυσήμαντον τὴν χάριν θαυμαστὸν οὐδέν. Τὸ δ’ αὐτὸ τὸ ἐκ θεοῦ τοῖς ἁγίοις παρεχόμενον καὶ ἐγγινόμενον καὶ ἑνοῦν πρὸς τὸν θεὸν αὐτοὺς καὶ πνευματικοὺς ἀπεργαζόμενον, ὡς ἓν εἶναι πνεῦμα μετὰ τοῦ κυρίου, νῦν μὲν λέγειν ἄκτιστον καὶ αὐτὴν τὴν ὑπόστασιν τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, νῦν δὲ κτίσμα λέγειν τοῦτ’ αὐτό, διιστὰν θεοῦ μᾶλλον ἢ συνάπτον τοὺς αὐτὸ λαμβάνοντας, ἅτε πρῶτον αὐτὸ διεστηκὸς τοῖς ἄλλοις ἅπασιν ὁμοίως—τίς γὰρ φυσικὴ συνάφεια κτίσματος πρὸς ἄκτιστον; —, ταῦτα τοίνυν τὰ οὕτως ἐναντία λέγειν, οὐκ ἔχω συνιδεῖν τίνος ἐστὶ φρενός. Ἡνίκα μὲν γὰρ κτίσμα φησὶ τὴν ὑπὸ τοῦ θεοῦ πρὸς τοὺς ἀξίους χεομένην χάριν, ἀναιρεῖ φανερῶς τὴν πρὸς τὸν θεὸν τῶν ἁγίων ἕνωσιν καὶ ἀθετεῖ τὴν κοινωνίαν τῆς θεότητος, εἰς ἣν κατὰ τοὺς θεολόγους ἕκαστος ἄγεται ὑπὸ τοῦ Χριστοῦ, εἰ μηδὲν ἐπάγοιτο τῆς πρὸς τὸ θεῖον συμφυΐας ἀνάξιον. Ἡνίκα δ’ αὖ φησὶ τὴν ὑπόστασιν αὐτὴν τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τὴν ἐκχεομένην τε καὶ διδομένην τοῖς ἁγίοις εἶναι, πάντας ὁμοθέους ποιεῖ καὶ ὁμοτίμους τῷ Χριστῷ, ἅτε καθ’ ὑπόστασιν ἡνωμένους τῷ υἱῷ, καὶ μὴ τοῦτο μόνον, ὢ τῆς βλασφημίας, ἀλλὰ καὶ τῷ πνεύματι, ὡς μετὰ τῆς ἄλλης δυσσεβείας καὶ σαβέλλειον συναλοιφὴν ὑποφαίνεσθαι τῶν ὑποστάσεων.

Ἀλλά, «κτίζει», φησίν, «ἡ ὑπόστασις τοῦ παναγίου πνεύματος ἐν τοῖς ἁγίοις τὴν θεοποιὸν χάριν, καὶ παρὰ τοῦτο ἡ κτιστὴ χάρις αὕτη ὑπόστασις εἶναι λέγεται τοῦ παναγίου πνεύματος· καὶ οἱ τὴν κτιστὴν ταύτην χάριν λαβόντες, τὸ πνεῦμα τὸ ἅγιον λέγονται λαβεῖν, αὐτὴν τὴν οὐσίαν καὶ ὑπόστασιν τοῦ πνεύματος». Καὶ τί τῶν ἐν τοῖς οὖσι πᾶσιν οὐκ ἔκτισται παρὰ τοῦ παναγίου πνεύματος; Οὐκοῦν πάντ’ ἔλαβον ἄνωθεν ἐκχυθεῖσαν κατ’ αὐτὸν τὴν οὐσίαν καὶ ὑπόστασιν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος.

Καὶ μετὰ τῆς ἐκβαινούσης ἐντεῦθεν ἀτοπίας καὶ τῆς ἄλλης δυσσεβείας καὶ παραπληξίας οὐδ’ ἐπαγγελία ἦν οὐδὲ προφητεία τὸ «καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου», ἀλλ’ οὐδ’ ἐπὶ τοὺς πεπιστευκότας μόνους τὴν ἔκβασιν ἐδέξατο, μᾶλλον δὲ κατὰ τὸν Ἀκίνδυνον, ἐπήγγελται μέν, οὐκ ἀληθῶς· ἡ γὰρ ἔκβασις κατὰ τὴν αὐτοῦ μύησιν κτίσμα παρέστησεν ἡμῖν τὸ προφητευόμενον ὡς πνεῦμα θεῖον.

Καὶ τὸ νῦν δ’ αὖ ἡμῖν δεδόσθαι πνεῦμα θεῖον λέγεσθαι φενακισμὸς αὖθις ἕτερος οὐδ’ ἀφανής· καὶ γὰρ κτίσματος ἡμῖν δοθέντος κατ’ αὐτόν, πνεῦμα ἅγιον ἡμῖν λέγεται δεδόσθαι. Βαβαί, τίς ἡ περὶ ἡμᾶς τοσαύτη κυβεία καὶ ἀπάτη καὶ κλοπή, ναοὺς λέγεσθαί τε καὶ προλέγεσθαι πνεύματος, καὶ κατοικητήρια τελεῖσθαι κτίσματος; Τί δέ; Οὐχὶ καὶ ἡμῶν ἕκαστος ἔκτισται παρὰ τοῦ παναγίου πνεύματος; Οὐκοῦν ἕκαστος ἡμῶν αὐτὴ ἂν εἶναι λέγοιτο ἡ οὐσία καὶ ὑπόστασις τοῦ παναγίου πνεύματος, ὡς ὑπ’ αὐτοῦ κτισθείς, εἴπερ κατὰ τὸν Ἀκίνδυνον λῆρον, ὡς ὑπὸ τοῦ πνεύματος κτισθεῖσα ἡ ἐν ἡμῖν χάρις ἡ οὐσία καὶ ὑπόστασις εἶναι λέγοιτο τοῦ πνεύματος. Εἰ δὲ ὁ κτισθεὶς ὑπὸ τοῦ πνεύματος οὐσία λέγοιτ’ ἂν τοῦ πνεύματος κατὰ τὸ ἀπὸ τῶν Ἀκινδύνου λόγων συναγόμενον, πόσῳ μᾶλλον ὁ ἀναγεννηθεὶς ὑπὸ τοῦ πνεύματος, ἐπεὶ «καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμά ἐστι» κατὰ τὸ γεγραμμένον.

Ἆρ’ οὐ δαιμονῶντος τὰ τοιαῦτα δόγματα; Πᾶσι δὲ τούτοις ἑαυτὸν περιβάλλει τοῖς ἀνηκέστοις ἀτοπήμασιν, ἐπεὶ μὴ βούλεται πιστεύειν, ὡς ὁ θεὸς κατ’ οὐσίαν καὶ ἐνέργειαν ὑπάρχων ἄκτιστος, κατὰ μὲν τὴν ἐνέργειαν μετέχεται, κατ’ οὐσίαν δὲ ἀμέθεκτός ἐστιν. Οὕτω γὰρ καὶ πνεῦμα γίνεται ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος, ὡς τῆς χάριτος καὶ ἐνεργείας τοῦ πνεύματος μετέχων, ἀλλ’ οὐ τῆς οὐσίας καὶ ὑποστάσεως τοῦ πνεύματος. Ἡμῖν μὲν οὖν περὶ τούτων ἔν τε τῷ Περὶ Θείων Ἐνεργειῶν καὶ τῆς κατ’ αὐτὰς Μεθέξεως βιβλίῳ κἀν τῷ Διαλόγῳ ὃς περὶ τοῦ ἀμεθέκτου τῆς θείας φύσεως ἐπιγέγραπται διαρκέστερον διείληπταί τε καὶ διηυκρίνηται. Νῦν δ’ εἴ τις δυσχερῶς ἔχει τοῦ πιστεύειν ταῦθ’ ἅπερ ἀνωτέρω τῶν ἐνταῦθα λόγων ἐξελήλεγκται φρονεῖν καὶ κατασκευάζειν τὸν Ἀκίνδυνον—εὐλόγως γὰρ ἄν τις ἀπιστήσειε πρὸς τὴν πληθὺν καὶ τὸ μέγεθος τῶν ἀτόπων ἀπιδὼν καὶ τὴν τῆς ἐναντιώσεως, καὶ ταῦτ’ οἴκοθεν, ὑπερβολήν—, ἕτοιμα παρ’ ἡμῖν ὁρᾶν, καὶ παρ’ οἷς ἔπεμψεν αὐτός, τὰ τοῦ ἀνδρὸς συγγράμματα, μὴ τοσαῦτα μόνον κεκτημένα πονηρεύματα μηδὲ διὰ τοσούτων χωροῦντα τῶν ἐναντιωμάτων μηδὲ δι’ ὅσων ἐνταῦθα προὐθέμεθα τῶν ἐπιχειρημάτων, ἀλλὰ καὶ πλείω καὶ διὰ πλειόνων.

Ἡμῖν δ’ ἤδη σκεπτέον ἂν εἴη καὶ τὸν Περὶ Ἐνεργειῶν αὐτῷ πεποιημένον Λόγον καὶ τὴν ἐν τούτῳ λίαν ἠκριβωμένην εὐσέβειαν, ἥτις ἐπὶ τοσοῦτον ἔχεται τῆς ἀσφαλείας, ὡς μηδ’ ἑαυτῇ συμβαίνειν μηδὲ συναινεῖν μηδ’ ὁμόλογος κατὰ μηδὲν ὑπάρχειν. Τοῦτο δὴ μόνον νῦν ἀνετάσαντες ἐκφήνωμεν, τὸ ἀσύμβατον καὶ ἀσύστατον, καὶ ὡς εἰπεῖν ἀλληλοφθόρον ἐν αὐτῷ. Γράφει γάρ, ὅτι τὸ «ὅσα περὶ τὸν θεὸν οὐσιωδῶς θεωρεῖται, οὐκ οὐσιώδη τοῦ θεοῦ νοοῦμεν· οὐ γὰρ τοῦτο δηλοῖ τὸ οὐσιωδῶς». Ἆρ’ ἔστιν εὑρεῖν νεανικώτερον εἰς ἀνοίας ἢ ἀναιδείας λόγον, ὅτι τὸ οὐσιωδῶς περί τι θεωρούμενον οὐκ ἔστιν ἐκείνου οὐσιῶδες; Ἀλλ’ εἰπέ, τί λοιπὸν δηλοῖ τὸ οὐσιωδῶς περὶ τὸν θεὸν θεωρεῖσθαι; Μᾶλλον δ’ ἐκεῖ τούτου γράφοντος, ἡμεῖς προθώμεθα νῦν· τὸ οὐσιωδῶς περὶ τὸν θεὸν θεωρεῖσθαι τὴν αὐτῶν τῶν λεγομένων οὐσίαν δηλοῖ καὶ τὸ κατὰ τὴν ἑαυτῶν τῶν λεγομένων ὑπόστασιν. Τίνα δὴ τὰ λεγόμενα ταῦτα;

Ἡ ἁγιότης, ἡ ἀγαθότης, ἡ ἁπλότης, ἡ ἀτρεψία, ἡ ἀθανασία, ἡ ἀπειρία, ἡ ζωὴ καὶ ὅσα τούτοις παραπλήσια· ταῦτα γὰρ ὁ θεῖος Μάξιμος ἀπαριθμεῖται καὶ τὰ τοιαῦτα πάντα περὶ τὸν θεὸν οὐσιωδῶς φησι θεωρεῖσθαι κατὰ τὸ τεσσαρακοστὸν ὄγδοον καὶ τεσσαρακοστὸν ἔνατον καὶ πεντηκοστὸν τῆς Πρώτης Ἑκατοντάδος τῶν Θεολογικῶν Κεφαλαίων, ἃ μεγαλοφυῶς ὁ Ἀκίνδυνος διερευνώμενος καὶ πανσόφως ἐξηγούμενος καὶ φιλευσεβῶς διαφερόντως, οὐσίας καὶ ὑποστάσεις εἶναι δογματίζει περὶ τὸν θεὸν θεωρουμένας, ὑπ’ αὐτοῦ πρὸ τῶν ἀγγέλων ἐν αἰῶνι κτισθείσας, καὶ αὐτῶν μὲν τῶν ἀγγέλων ὑπερτέρας, ὑπ’ αὐτῶν δὲ μετεχομένας καὶ τῶν μετ’ αὐτοὺς κτισθέντων· τούτων γὰρ τῇ μετοχῇ πάντ’ ἔστιν, ὅσα ἐστίν.

Ἆρα τῶν πλατωνικῶν ἰδεῶν ταῦτα τί διενήνοχε; Μᾶλλον δὲ μὴ κἀπὶ τὸ χεῖρον ταῦτα διενήνοχεν; Ἆρα τῶν προϋπάρξεις δοξαζόντων τῶν ἡμετέρων ψυχῶν οὐ δυσσεβέστερα διαφερόντως; Ἆρα τραγελάφων καὶ ἱπποκενταύρων καὶ τῶν τοιούτων ἀναπλασμάτων πάντων οὐ μυθωδέστερα καὶ τερατωδέστερα;

Πῶς γὰρ ἂν καὶ συσταίη καθ’ ἑαυτὴν ἁγιότης ἢ ἀγαθότης ἢ ἁπλότης ἤ τι ἄλλο τῶν τοιούτων μήτε τῷ θεῷ μήτε τινὶ τῶν ὑπ’ αὐτοῦ προηγμένων ἐκ μὴ ὄντος ἐνθεωρουμένη, φυσικῶς ἢ κατὰ χάριν; Πῶς δ’ ὅλως οὐσία, ἡ ἀτρεψία καὶ ἡ ἀθανασία καὶ τἄλλ’ ὅσα κατὰ ἀφαίρεσιν προῆκται;

Πῶς δ’ ὅλως οὐ φυσικὰ καὶ οὐσιώδη μόνου τοῦ θεοῦ ἡ ἀτρεψία τε καὶ ἀπειρία; Πέρας γὰρ κτιστῶν ἁπάντων τό τε ἦρχθαι καὶ ἡ κατ’ αὐτὸ τροπή· καὶ γὰρ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι, κἂν ἔστιν ἃ διαφεύγῃ τὸ τοῦ τέλους πέρας καὶ τὴν κατ’ αὐτὸ τροπήν. Εἰ δὲ ταῦτα, καὶ τὰ συγκατειλεγμένα πάντως.

Ὁ δὲ πρὸς τὰ οἰκεῖα παραληρήματα ἐκεῖνα ὡς κοινὰς ἐννοίας καὶ ὁμολογούμενα δόγματα τῆς ἐκκλησίας τοὺς τῶν πατέρων ἕλκειν καὶ συμβιβάζειν εἰσηγεῖται λόγους, κἄν τι τῶν εἰρημένων τοῖς πατράσιν ἐπὶ τοσοῦτον ἐναντίον τούτοις ᾖ, ὡς μὴ δύνασθαι μεθέλκεσθαι, διαγράφειν καὶ ἀποδοκιμάζειν ἢ μὴ νοεῖν ὁμολογεῖν. Οὕτω γάρ φησι, τῇ ἁγίᾳ τριάδι μόνῃ τὸ ἄκτιστον κατὰ τοὺς τῶν ἁγίων ὅρους, βεβαίως ἂν φυλάττοιτο, καὶ οὕτως ἡμῖν εἷς ἄκτιστος θεός, ἀλλ’ οὐ δύο καὶ πολλοί, εἰ μὴ καὶ ταῦτα εἶεν ἄκτιστα.

Οὕτω μὲν οὖν οὐχ εἷς, ἀλλ’ οὐδεὶς ἄκτιστος θεός, οὐδ’ ἡ τριὰς αὐτή· κτιστῶν γὰρ ὄντων τῶν περὶ τὸν θεὸν οὐσιωδῶς θεωρουμένων, καὶ αὐτὸς κτιστός ἐστιν· οὐ γὰρ ἐκτὸς οὐδὲ χωριστὰ τῆς φύσεως τὰ φυσικῶς περὶ αὐτὴν θεωρούμενα.

Καὶ μήν, καὶ «ὑμεῖς χωρίζετε, φησί, ταῦτα τοῦ θεοῦ· περὶ γὰρ τὸν θεὸν αὐτά φατε καί, εἰ μὲν ἀτελὴς ἐκτὸς τούτων, πῶς ὅλως θεός; Εἰ δ’ εἷς καὶ τέλειος ὁ θεὸς ἐκτὸς τούτων, ἡ μακαρία τριάς, πῶς ἄκτιστα καὶ ταῦτα»; Τῆς ἀνοίας! Αὕτη γὰρ ὑπόθεσις αὐτῷ γίνεται τῆς τοιαύτης φλυαρίας.

Οὐδὲ γὰρ ὁ περὶ τὸν νοῦν εἰπὼν θεωρεῖσθαι τὴν δόξαν τε καὶ τὴν διάνοιαν τοῦ νοῦ κεχωρισμένας εἶναι δείκνυσιν αὐτάς, ὡς εἶναί ποτε ταύτας νοῦ χωρὶς ἢ δύο καὶ πολλοὺς γίνεσθαι τὸν ἕνα νοῦν, ἐπεὶ καὶ αὗται νοῦς. Ἀλλὰ καὶ περὶ τούτων ἐν τῷ πρὸς τὸν σοφὸν Γαβρᾶν ἐπιστολιμαίῳ λόγῳ διελάβομεν, δεικνύντες διαιροῦντά πως τὸν λόγον τὰ ἀδιαίρετα, καὶ οὕτω τὸ ἀδιαίρετον αὐτῶν δεικνύντα.

Τῷ δὲ Ἀκινδύνῳ ἡ μεγίστη πρόφασις, δι’ ἣν εἰς κτίσμα κατήνεγκε τὰ περὶ τὸν θεὸν οὐσιωδῶς θεωρούμενα, τὴν ἀγαθότητα, τὴν ἁγιότητα, τὴν ἁπλότητα καὶ τὰ παραπλήσια τούτοις, ὅτι ἔργα τοῦ θεοῦ ταῦτ’ ὠνόμασεν ὁ θεῖος Μάξιμος καὶ ὑπερκεῖσθαι τούτων τὸν θεὸν ἐθεολόγησεν.

Ἀλλὰ καὶ περὶ τούτων, ἔν τε τοῖς ἐπιστολιμαίοις λόγοις κἀν τῷ δευτέρῳ καὶ τοῖς ἄλλοις τῶν Πρὸς αὐτὸν Ἀντιρρητικῶν καὶ πρὸς τούτων ἐν τοῖς Πρὸς τὸν Βαρλαάμ, τὸν ἀσφαλῆ καὶ ἀνεπιθόλωτον νοῦν ἐπεδείξαμεν τοῦ τε θείου Μαξίμου καὶ τῶν ἄλλων ἱερῶν πατέρων, ἐν οἷς, ὅτι καὶ ἄναρχα καὶ ἀπ’ ἀρχῆς ὄντα καὶ ὑπὲρ τὰ ὄντα πολλαχοῦ τὰ τοιοῦτα ἔργα παρὰ τούτων εἴρηται, δεδήλωται. Ἐρῶ δ’ ὅμως καὶ νῦν, ὅτι τῆς φύσεώς ἐστιν ἔργα τὰ τῇ φύσει φυσικῶς προσόντα καὶ ἀεί. Τοῦ γὰρ πυρὸς τὸ θερμαίνειν ἔργον, φυσικῶς αὐτῷ καὶ διηνεκῶς προσὸν καὶ προσπελαζούσης ἐπιτηδείας ὕλης φανερούμενον, ὥσπερ καὶ τοῦ νοῦ τὸ νοεῖν καὶ ἡ νόησις τοιοῦτον ἔργον. Πάσῃ δὲ φύσει καὶ τὰ φυσικὰ κατάλληλα καὶ κτιστὰ μὲν τὰ τῆς κτιστῆς φύσεώς ἐστιν, ἄκτιστα δὲ τὰ τῆς ἀκτίστου φύσεως· πηγὴ δ’ οὖσα καὶ κατὰ τὸν θεῖον Μάξιμον τῶν τοιούτων αὐτῆς ἐνεργειῶν ἡ φύσις, καὶ τούτων ὑπέρκειται κατὰ τὸ αἴτιον, οὐ κατὰ χρόνον προτεταγμένη.

Ἀλλὰ ταῦτα μὲν καὶ τὰς ἄλλας περὶ τούτων ἐρεσχελίας τῶν ἡμῖν ἀντιλεγόντων, καθὰ πολλάκις ἔφημεν, ἐν ἄλλοις διηλέγξαμεν. Νῦν δὲ τοῦτ’ ἔχε μοι πρὸ ὀφθαλμῶν, ἱεραρχῶν ἀκρότης, ὅτι κτιστὰς οὐσίας εἶναί φησιν ὁ Ἀκίνδυνος πάντα τὰ περὶ τὸν θεὸν οὐσιωδῶς θεωρούμενα, τὴν ἀθανασίαν, τὴν ἁπλότητα, τὴν ἁγιότητα καὶ τὰ τοιαῦτα· καὶ γὰρ αὐτὸς πάλιν ἀλλαχοῦ τῶν λόγων περὶ ἀθανασίας καὶ ἁπλότητος καὶ τῆς θεατικῆς τοῦ θεοῦ δυνάμεως θεολογῶν, ματαιολογῶν δ’ εἰπεῖν οἰκειότερον, μᾶλλον δὲ καὶ βλασφημῶν, ὃ καὶ ἀληθέστερον, εἶτ’ ἐπαναλαμβάνων καὶ συμπεριλαμβάνων πάντα τὰ τοιαῦτα γράφει, «καὶ ὅλως ὅσα τοῦ θεοῦ εἶναι λέγεται, οὐκ ἔστι ταῦθ’ ἕτερα ἄκτιστα, τῆς θείας φύσεως παρηλλαγμένα».

Φανερῶς μὲν οὖν ἄκτιστα ταῦτ’ εἶναι φάσκει νῦν, τὴν ἀθανασίαν, τὴν ἁπλότητα, τὴν ἁγιότητα καὶ τὰ τοιαῦτα, οὐχ ἕτερα δὲ καὶ παρηλλαγμένα τῆς θείας φύσεως, τουτέστι κατὰ μηδὲν διαφέροντα τῆς θείας φύσεως. Τοῦτο μὲν οὖν καὶ διὰ πάντων τῶν αὐτοῦ κατασκευάζει λόγων καὶ τοῦτό ἐστιν αὐτῶν ἡ πᾶσα πρόθεσις, ‘ὅτι μόνη ἄκτιστος ἡ φύσις τοῦ θεοῦ, τὸ δὲ ὁπωσδήποτε ταύτης διαφέρον κτίσμα, κἂν εἰ φυσικῶς προσείη τῷ θεῷ’, κἂν μὴ τοῦθ’ οὕτως ἔχειν φῶμεν καὶ ἡμεῖς, ἀλλά τι τῶν ἀκτίστων, ὡς φυσικῶς καὶ οὐσιωδῶς περὶ τὸν θεὸν θεωρουμένων, τῆς θείας ὁπωσοῦν διενηνοχέναι φύσεως, εἰς πολυθεΐαν ἐκπεσούμεθα.

Διὸ κἀνταῦθα φησὶ μὲν ἄκτιστον εἶναι τὴν ἀθανασίαν καὶ τὴν ἁπλότητα καὶ τὴν θεατικὴν καὶ προνοητικὴν καὶ θελητικὴν καὶ ἁπλῶς τὴν ἐνεργητικὴν τῆς θείας φύσεως δύναμιν, ἀλλ’ ὡς μηδαμῇ μηδαμῶς τῆς θείας φύσεως διαφέρουσαν.

Ὡς μὲν οὖν σαφὴς λῆρος πάντες οἱ τοῦτ’ ἐπιχειροῦντες συνιστάναι καὶ ἀποφαίνεσθαι τολμῶντες λόγοι, δι’ ὀλίγων ἐνδεικτέον νῦν, ἐπειδήπερ ἄλλοτε διὰ πολλῶν καὶ πολλάκις ἀποδέδεικται ἡμῖν. Ὡς γὰρ οὐκ ἔστι τὰ ὑποστατικὰ ὑπόστασις, ἀλλὰ χαρακτηριστικὰ ὑποστάσεως, οὕτω καὶ τὰ φυσικὰ οὐ φύσις, ἀλλὰ χαρακτηριστικὰ φύσεως· «φυσικὰ δέ φαμεν», κατὰ τὸν ἐκ Δαμασκοῦ θεολόγον, «τὰ θελήματα καὶ τὰς ἐνεργείας, λέγω δὴ αὐτὴν τὴν θελητικὴν καὶ ἐνεργητικὴν δύναμιν, καθ’ ἣν θέλουσι καὶ ἐνεργοῦσι τὰ θέλοντα καὶ ἐνεργοῦντα». Τί οὖν; Ἆρα, κτιστὰ ταῦτ’ ἔστιν, ὅτι φύσις οὐκ ἔστιν; Ἢ πολυθεΐαν συνίστησι, διότι διενήνοχε τρόπον ἕτερον τῆς θείας φύσεως, εἰ καὶ τῷ ἀκτίστῳ μὴ διενήνοχεν;

Ἀλλ’ ὁ πρότερον ταῦτα κτιστὰς οὐσίας εἰρηκώς, νῦν δ’ ἄκτιστα, καὶ αὐτὴν εἶναι ταῦτα τὴν οὐσίαν τοῦ θεοῦ, μικρὸν ἐκεῖ τῶν αὐτοῦ λόγων ἀνωτέρω γράφει πάλιν, «ὄνομα μετὰ νοήματος εἶναι τὴν ἁπλότητα, δηλοῦντος τὸ μὴ μεριστόν· οὕτω δὲ καὶ τὴν ἀθανασίαν καὶ τὰ παραπλήσια τούτοις».

Οὐκοῦν ὁ αὐτὸς ἐρεῖ καὶ τὴν ἀγαθότητα ὄνομα μετὰ νοήματος δηλοῦντος τὸ μὴ πονηρόν, καὶ τὴν ἁγιότητα ὄνομα μετὰ νοήματος, δηλοῦντος τὸ μὴ κίβδηλον. Ἀναπλάσσει δ’ ἔτι κατὰ πολλὴν ἐξουσίαν καὶ περὶ τῶν ἄλλων ἁπάντων καὶ αὐτῆς τῆς ἀρχῆς, ὅταν ὁ υἱὸς εἶναι λέγηται ἀρχή· προσγέγραπται γάρ, ἀλλ’ οὐ φύσις αὐτῷ ἡ ἀρχή· τοῦθ’ ἡμᾶς αὐτὸς ἐνταῦθα πάλιν διδάσκων διὰ τῶν τοιούτων, λέγων ὅτι «τὰ τοιαῦτ’ ἐπὶ θεοῦ νοήματά ἐστιν, ἔρημα πραγμάτων, ἵνα μὴ πολλοί, φησί, γένοιντο ἄκτιστοι θεοί».

Ἡμεῖς δ’ ἴσμεν ὑπὸ τῶν θείων πατέρων μεμυημένοι, ὡς οὐδὲν μὲν τούτων δηλωτικόν ἐστι τῆς θείας φύσεως. Οὐ μὴν ψιλῆς ἐστι διανοίας ἀναπλάσματα, μὴ τὰ θετικῶς μόνον, ἀλλὰ καὶ τὰ ἀφαιρεματικῶς λεγόμενα καὶ περὶ τὸν θεὸν οὐσιωδῶς θεωρούμενα καὶ δι’ ἑαυτῶν ἕνα παντοδύναμον θεόν, τὸν διὰ πάντων αὐτῶν δεικνύμενον πᾶσι παριστῶντα, καὶ τὴν βαθυτάτην Ἀκινδύνου πλάνην καὶ ἀνακόλουθον καὶ αὐτεπίβουλον καὶ δαιμονιώδη ἔνστασιν κατὰ τῶν τῆς εὐσεβείας συνηγόρων ἐναργέστατα δεικνύντα τοῖς εὖ φρονοῦσι πᾶσι. Καὶ αὐτὸ γὰρ τὸ μὴ μεριστὸς εἶναι, μηδὲ πεπερασμένος μηδαμῇ, φυσικῶς καὶ ἐξ ἀϊδίου ἔχει ὁ θεός. Ὅτι δὲ πράγματά ἐστι κἂν οὐκ οὐσίαι περὶ ὧν ἡμῖν ὁ λόγος, ἐπισφραγίζων ἡμῖν τὸν λόγον, διδασκέτω νῦν ὁ μέγας θεολόγος Ἀθανάσιος· φησὶ γὰρ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ πρὸς Ἄρειον ἀποτεινόμενος· «οὐχ ἕνεκεν κτιστῶν πραγμάτων ἔφη ὁ σωτήρ, ‘πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν’, ἀλλ’ ὅσα ἀνῆκε τῇ θεότητι τοῦ πατρός, αὐτὰ ἴδια ἔφη ὁ κύριος, οἷον τὸ ἀθάνατον, τὸ ἄφθαρτον, τὸ ἄτρεπτον, τὸ ἀκατάληπτον, τὸ δυνατόν, τὸ προγνωστικόν, τὸ ἀγαθόν, τὸ ἄπειρον, τὸ παντοδύναμον, τὸ ἀναλλοίωτον καὶ ὅσα ἐστὶν ὁ πατήρ, ταῦτα ἴδια τοῦ υἱοῦ τυγχάνει».

Ἀλλὰ τῷ Ἀκινδύνῳ ῥᾷον παραγράψασθαι τὸν εἰρηκότα, κἂν μέγας ᾖ καὶ πολὺς τὰ θεῖα καὶ τοῦ χοροῦ περιγράψαι τῶν ὁμολογουμένων ὑπ’ αὐτῷ κριτῇ θεολόγων—οὕτω γὰρ ἐκεῖνος ἄλλοτε ἄλλον ἐγκρίνων ἐπονομάζει κατὰ πολλὴν ἐξουσίαν—, ἢ πολλὰ φάναι τῶν ἱερῶν πατέρων αἱ θεῖαι σύνοδοι καὶ οἱ μετ’ αὐτοὺς ἀπεδοκίμασαν θεοειδεῖς, οὐκ οἶδα ποῖαι καὶ τίνες καὶ τίνων. Καὶ ταῦτα τῶν ὑφ’ ἡμῶν εἰς μαρτυρίαν προαγομένων ἢ διδάσκειν λέγειν μὴ νοεῖν, ὅτι πράγματα ταῦτ’ εἴρηκεν ὁ τῆς ἀθανασίας ἐπώνυμος, ὁ καὶ τῆς ἀσφαλείας εἴπερ τις ἀπρὶξ ἀντιπεποιημένος καὶ κομψείας καὶ ἀσαφείας ἐπίσης ἀπεσχημένος, ἢ τό γε μετριώτερόν τε καὶ φίλτερον αὐτῷ καὶ τῶν ἄλλων ἐνδυμάτων τοῦ ψεύδους προχειρότερον, ἅτε πρὸς ἀπάτην ἀνυσιμώτερον, τῆς μὲν ἐπωνυμίας τοῦ πατρὸς τῶν λόγων ἀφέξεται, ἀντὶ δὲ προσωπείου κεχρημένος ἡμῖν, τοῦ Παλαμᾶ μέγα καταβοήσεται, ὡς ἄκτιστα πολλὰ πρεσβεύοντος καὶ πολλὰ πράγματα λέγοντος εἶναι τὸν θεόν.

Ἡμῶν οὖν αὐτῶν ἕνεκα καὶ τοῦ μεγάλου πατρὸς λόγον ἀποδιδοῦσιν, ἐρωτητέον ἂν ἡμῖν εἴη τὸν ὄνομα μετὰ νοήματος ἀλλ’ οὐ πρᾶγμα τῶν περὶ θεὸν θεωρουμένων ἕκαστον τιθέμενον, ἐπειδὴ τῶν λεγομένων τὰ μὲν οὐκ ἔστι, λέγεται δέ, τὰ δὲ καὶ ἔστι καὶ λέγεται. Τὸ τοῦ θεοῦ ἄτρεπτον καὶ ἁπλοῦν καὶ ἀΐδιον, καὶ τὸ προγνωστικὸν καὶ παντοδύναμον καὶ τὰ τοιαῦτα ποῦ θήσομεν; Ἐν τοῖς λεγομένοις, μὴ οὖσι δέ; Καὶ πῶς θεός, εἰ μὴ ταῦτ’ ἔστιν; Εἰ δ’ ἐν τοῖς οὖσι καὶ λεγομένοις, πῶς οὐχὶ πράγματα; Τὸ γὰρ ὁπωσδήποτε ὄν, πρᾶγμα, κἂν μὲν μὴ ἐν ἑτέρῳ θεωρῆται, φύσις, τῶν δ’ ἐν ἑτέρῳ θεωρουμένων καὶ μὴ καθ’ ἑαυτὰ ὑφεστηκότων, τὰ μὲν φυσικῶς ἐστι, τὰ δὲ κατὰ συμβεβηκός. Κατὰ συμβεβηκὸς μὲν οὖν πρόσεστι θεῷ οὐδέν, φυσικῶς δὲ τὰ προαπηριθμημένα τῷ μεγάλῳ πάντα. Καὶ ὁ σοφὸς γὰρ τὰ θεῖα Κύριλλός φησιν· «οὐκ οὐσία τὸ ἀγέννητον ἢ τὸ ἄφθαρτον ἢ τὸ ἀθάνατον ἢ τὸ ἀόρατον· εἰ γὰρ ἕκαστον τούτων οὐσίαν σημαίνει, ἐκ τοσούτων οὐσιῶν σύγκειται ὁ θεός, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται». Ὁ δὲ Δαμασκηνὸς θεηγόρος, πάνθ’ ὅσα σχεδὸν κατὰ θέσιν καὶ ἀφαίρεσιν θεολογεῖται προθεὶς καὶ ἀπαριθμησάμενος, καθάπερ καὶ ὁ μέγας Ἀθανάσιος, εἶτ’ ἐπάγει· «πάντα ταῦτα καὶ τὰ τοιαῦτα ἡ θεία φύσις φύσει ἔχει». Καὶ πάλιν· «καὶ ὅσα δὲ λέγομεν ἐπὶ θεοῦ καταφατικῶς, οὐ τὴν φύσιν, ἀλλὰ τὰ περὶ τὴν φύσιν δηλοῖ».

Καὶ πάλιν· «τὸ δὲ ἀγαθὸν καὶ δίκαιον καὶ ὅσιον καὶ τὰ τοιαῦτα παρέπονται τῇ θείᾳ φύσει, οὐκ αὐτὴν δὲ δηλοῖ τὴν οὐσίαν». Ἔστι δ’ ἆρα καί τι τῶν ἐπὶ θεοῦ λεγομένων, ὃ μὴ ὄνομα μετὰ νοήματός ἐστιν;

Οὐμενοῦν. Ὁ τοίνυν μὴ εἶναι πρᾶγμα τὸ τοιοῦτον ἀποφηνάμενος καὶ τὴν θείαν φύσιν οὐκ εἶναι φήσει, κατ’ ἔλλειψιν οὐ καθ’ ὑποδοχήν, ὡς μηδαμῇ οὖσαν μηδαμῶς· καὶ ἡ φύσις γὰρ ὄνομα μετὰ νοήματός ἐστιν, οὐ τὸ τί ἐστιν ἐπὶ θεοῦ δηλοῦσα, ἀλλ’ ὅτι ἔστιν ὑπερούσιος οὐσία· ὥστε τοῦτο λέγει πάλιν ὁ ἀντικείμενος ἡμῖν, ὃ σχεδὸν πανταχόθεν τῶν αὐτοῦ λόγων συναγόμενόν ἐστιν, ὅτι θεὸς οὐκ ἔστιν.

Ἐπεὶ δὲ καὶ τὰς ἐπὶ θεοῦ θέσεις οὗτος στρεβλῶν εἰς τὰς ἀφαιρέσεις στρέφει, κατηγορείτω πάλιν τῶν θεολόγων, ἅτε διαφορὰν τούτων οὐ μικρὰν εἰσαγόντων. Καὶ μάλισθ’ ὅτι κἀν ταῖς τούτων διακρίσεσι πολὺ τὸ ὑποβεβηκὸς καὶ ὑπερκείμενον ὁρᾶται. Κατὰ γὰρ τὸν θεῖον Μάξιμον, ἄμφω περὶ τὸν αὐτὸν θεὸν εὐσεβῶς θεωρεῖται τὸ εἶναι καὶ τὸ μὴ εἶναι, κτιστῶς δ’ ἔχει πάντως τούτων οὐδέτερον.

Ἀλλὰ καὶ πᾶσιν ἄβατον ἔχει πάλιν κατ’ ἐκεῖνον τὴν ὕπαρξιν καὶ παντελῶς ἀνερμήνευτον, ὡς πάσης καταφάσεως καὶ ἀποφάσεως οὖσαν ἐπέκεινα. Καὶ κατὰ τὸν μέγαν Διονύσιον αἱ ἀφαιρέσεις ὑπερέχουσι τῶν θέσεων ἐπὶ θεοῦ· αὐτὸς δὲ πάλιν ὑπὲρ πᾶσαν καὶ θέσιν καὶ ἀφαίρεσίν ἐστι.

Παρίημι γὰρ λέγειν ὅτι κατὰ τὸν αὐτὸν θεολόγον κἀν ταῖς θέσεσιν ἐνθεωρεῖται τὸ μᾶλλον καὶ τὸ ἧττον εὐσεβῶς, ἀλλ’ οὐ κατὰ τὸ ἄκτιστον καὶ κτιστόν. Τοῦτο γὰρ τὸ δυσσεβὲς ὡσαύτως κἀν ταῖς ἀφαιρέσεσιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν ταῖς τοῦ ἑνὸς θεοῦ διακρίσεσι, μὴ ταῦθ’ ὁρᾶσθαι τοῖς μετὰ συνέσεως ὁρῶσιν, εἰ μὴ κατὰ τὸ μή τις εἴη μᾶλλον ἄθεος, ἀλλ’ ἢ διάκρισις θεοπρεπής, ἀδιαιρέτως διαιροῦσα καὶ εἰς ἓν αἴτιον ἀναφέρουσα τὰ διακεκριμένα, καὶ κατὰ τὸ ἄκτιστον ἑνοῦσα τάς τε δυνάμεις καὶ τὰς ἐνεργείας καὶ τὰς ὑποστάσεις τοῦ θεοῦ, καὶ θεὸν ἕνα δεικνῦσα τρισυπόστατον ἐνεργῆ τε καὶ παντοδύναμον, αὐτὸν ἑαυτῷ ἴσον καὶ ὁμότιμον ὡς ἕνα, μᾶλλον δὲ ὡς ἑνικῶς μὲν ἁπάντων αἴτιον ὄντα, αὐτὸν δὲ κατὰ τὸν μέγαν Διονύσιον καὶ ὑπὲρ αὐτὸ τὸ ἓν ὄντα, κἂν Βαρλαὰμ καὶ Ἀκίνδυνος ἀπαρέσκωνται· καὶ γὰρ ὡς μὲν ἑνικῶς ἁπάντων αἴτιος, ἐν σχέσει τινὶ θεωρεῖται, αὐτὸς δὲ καθ’ ἑαυτὸν πάντων ὑπερεξῃρημένος τε καὶ ἀπολελυμένος ὤν, καὶ ὑπὲρ αὐτὸ τὸ ἕν ἐστιν ὑπερουσίως.

Οὐ μὴν ἀλλ’ ὁ λέγων ὄνομα μετὰ νοήματος εἶναι τὴν ἀθανασίαν καὶ τὴν πρόνοιαν καὶ τὴν ἁπλότητα καὶ πάνθ’ ὅσα περὶ τὸν θεὸν θεωρεῖται φυσικῶς, εἰ μὲν ἀναπλάσματα ταῦθ’ ἡγεῖται καὶ ψιλῆς ἁπλῶς ἐπινοίας καὶ κατὰ τοὺς τραγελάφους τελέως ἀνύπαρκτα, πῶς οὐχὶ καὶ περὶ τῆς φύσεως ἐκείνης τοὺς αὐτοὺς ἕξει λογισμούς; Εἰ δ’ εἶναι μέν φησι, ταῦθ’ ὡς ἀληθῶς, μᾶλλον δ’ εἴπερ νῦν ὑπὸ τῆς τῶν λόγων ἀνάγκης συνελαυνόμενος, ὃ μὴ πρότερον ἔλεγεν εἶναι, ταῦθ’ ὡς ἀληθῶς φαίη, ἀλλ’ οὐκ οὐσίας οὐδὲ ὑποστάσεις εἶναι καθ’ ἑαυτὰ ὑφεστῶτα, τὸ αὐτὸ λέγει πάντως τοῖς ταῦτα πράγματα προσαγορεύουσιν· οὐδὲ γὰρ ἐκεῖνοι ταῦτ’ οὐσίας φασίν· αὕτη γὰρ οὐ τῶν ἐν ἑτέρῳ θεωρουμένων ἐστί. Μάτην τοίνυν αὐτῷ πρὸς αὐτοὺς πᾶς ὁ διὰ λόγων πόλεμος ἀναρριπίζεται, μᾶλλον δὲ κατὰ τῆς ἑαυτοῦ μόνης καὶ τῆς τῶν αὐτῷ συναινούντων κεφαλῆς, ἣ τοσαύτας καὶ οὕτως ἀνακολούθους ἐπεσώρευσεν αἱρέσεις.

Μικρὸν δ’ ἔτι προσερωτητέον αὐτόν, ἵν’ ἡμῖν ἀνελλιπὲς εἴη τὸ γράμμα τοῦτο. Τούτων τῶν τοῦ θεοῦ ὄντων ἢ περὶ τὸν θεὸν ὄντων φυσικῶς, ἅπερ εἶναι λέγεις αὐτὸς ὀνόματα μετὰ νοήματος, οἷόν τινα διανοίας ἀναπλάσματα, ἡμεῖς δὲ θεοπαραδότους καὶ ἀληθεῖς ἐννοίας περὶ θεοῦ καὶ θεολογίας τῶν ἐξ ἀϊδίου τῷ θεῷ προσόντων, ἆρ’ ὑπέρκειται τὸ θεῖον κατ’ οὐσίαν; Ἢ τί φῄς; Εἰ γὰρ μὴ ὑπέρκειται, καταληπτόν σοι κατὰ πάντα γίνεται καὶ ἀνυπόστατον καθ’ ἑαυτὸ καὶ τοῖς ὑπὸ σοῦ σμικρυνθεῖσι συσμικρύνεται καὶ χωρεῖ πρὸς τὸ μὴ ὄν. Καὶ μάλισθ’ ὅτι σὸν τούτων ἕκαστον λέγεις νόημα καὶ μηδὲν πλέον. Ἀλλὰ τοῦτον μὲν ἑῶμεν ἑαυτῷ πρὸς ἀντίπαλον μοῖραν ἀντικαθιστάμενον καὶ αὐτὸν ὑφ’ ἑαυτοῦ πολεμούμενόν τε καὶ βαλλόμενον, μᾶλλον δὲ καταβαλλόμενον.

Ἡμεῖς δὲ τοῖς λέγουσι προσέχωμεν τὸν νοῦν, ὅτι πάντων τῶν περὶ θεὸν νοουμένων ἄνω καὶ ὑψηλότερον τὸ θεῖόν ἐστι, πάντα δὲ τὰ περὶ τὸν θεὸν νοούμενα πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν, εἰ καὶ ὠνομάσθη μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα· καὶ μετὰ τοῦ μεγάλου Βασιλείου «τὴν μεγαλειότητα τοῦ θεοῦ ἡμῶν ὁμολογοῦμεν εἰδέναι καὶ τὴν δύναμιν καὶ τὴν σοφίαν καὶ τὴν ἀγαθότητα καὶ τὴν πρόνοιαν, ᾗ ἐπιμελεῖται ἡμῶν, καὶ τὸ δίκαιον αὐτοῦ τῆς κρίσεως, ἀλλ’ οὐκ αὐτὴν τὴν οὐσίαν». Πάντως ὡς κατ’ αὐτὴν ὑπερκειμένου καὶ ὑπὲρ πᾶσαν ἔρευνάν τε καὶ εἴδησιν, πολλῷ γε μὴν μᾶλλον ἔκφρασίν τε καὶ μέθεξιν, παντάπασιν ὄντος.

Καὶ γὰρ πάλιν, ἵνα κατὰ τὸν αὐτὸν εἴπω, ἕκαστος αὐτὸς τῶν ἑαυτοῦ μείζων. Τοῦτο δέ, φησί, περὶ θεοῦ καὶ τῆς αὐτοῦ περὶ μελλόντων γνώσεως τὸν λόγον ποιούμενος. Εἰ δ’ εἴπερ ἔνι βουλομένῳ, θεσπεσιώτατε, καὶ περὶ τούτων ἀκριβῶς ἀκοῦσαι, διαρκῶς οἶμαι τῆς ἐπιθυμίας ἕξεις, τῷ δευτέρῳ καὶ τρίτῳ μάλιστα τῶν πρὸς τουτονί, τὸν ἐν ὑποκρίσει τοῦ ἐξαίρειν καθαιροῦντα, μᾶλλον δὲ ἀθετοῦντα τελέως τὸν θεόν, εἰργασμένων μοι Λόγων ἐντυχών.

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> Τῼ ΤΙΜΙΩΤΑΤῼ ΕΝ ΜΟΝΑΧΟΙΣ ΔΑΜΙΑΝῼ Τῼ ΦΙΛΟΣΟΦῼ Ἠνέχθη πολλαχόθεν τὰ τοῦ Ἀκινδύνου πρὸς ἡμᾶς συγγράμματα, κατ’ αὐτοῦ δὲ ὄντα καὶ μηδαμῶς ἐνταῦθα φανέντα, μικροῦ γε ἂν ἠπιστήθη τούτου διατελεῖν, εἰ μὴ τὰ αὐτὰ καὶ μάλιστα κατὰ διάνοιαν πολλαχόθεν ἠνέχθη. Χωροῦσι δὲ οὐ κατὰ τοῦ γράψαντος μόνον, ἀλλὰ καὶ καθ’ ἑαυτῶν. Τί γὰρ δεῖ λέγειν, ὅτι κατὰ τῆς ἀληθείας καὶ τοῦ θεοῦ τῆς ἀληθείας καὶ τῶν συνηγόρων ἐξ αἰῶνος αὐτῆς ἁγίων· τοῦτο γὰρ οἷά τις μίτος συμπαρεκτείνεται παντὶ τῷ τῶν τοιούτων συγγραμμάτων ὑφάσματι· πλάττει γὰρ ὁ συγγραφεὺς τούτων οἴκοθεν κακοδοξίας τινὰς καὶ φράζει ταύτας ὡς αὐτὸς βούλεται, μηδὲ ῥήματος ὄντος ἑνὸς γοῦν τῶν πρὸς οὓς ἐρίζειν προῄρηται. Καὶ ταύτας ἀνασκευάζων πάλιν αὐτός, χείροσι περιπίπτει κακοδοξίαις, καὶ οὐδὲ ταύταις ἀκολούθοις, ἀλλ’ ὡς ἐπίπαν καὶ πρὸς ἀλλήλας ἀντικειμέναις. Κἄν που μετὰ τὰς πολλὰς αὐτοῦ τοιαύτας κατασκευὰς μνησθῇ τινος ῥηματίου τῶν ἡμετέρων καὶ τοῦτο πολυτροπώτατα κακουργήσας καὶ τῆς ὑγιοῦς διανοίας καταστήσας ἔρημον, δι’ αὐτοῦ πάλιν κατὰ κρημνῶν πολλῶν δυσσεβειῶν βάλλει ἑαυτόν, καὶ οὐδὲ τούτων ἀλλήλαις ἀκολουθεῖν δυναμένων. Ὄντως αὐτεπίβουλον ἡ κακία καὶ ὁ τελέως κακὸς οὐδ’ ἑαυτῷ ἐστιν ἀγαθός.

Οὕτω καὶ συνόδους πλάττει καὶ τὰ πρὸς αὐτὰς διηγήματα, τοῖς αὐτοῖς κἀν τούτοις περιπίπτων βαράθροις, οὕτω καὶ τροπαίοις ἐπικομπάζει καὶ τῶν αὐτῶν πάλιν τροπαίων ὡς ἡττημάτων ὄντων μανικῶς καταφέρεται· καὶ σπίλους παντοίους πανταχόθεν εἰς ἑαυτὸν ἐπισπώμενος, φρενοβλαβῶς οἴεται τοὺς ἀσπίλους σπιλοῦν. Ἵνα δὲ καὶ κατὰ τὴν παροιμίαν ἐκ τοῦ κρασπέδου γνοίης τὸ ὕφασμα, τῶν πρὸς αὐτά μοι πεποιημένων ἐλέγχων, ἔπεμψα τῇ σῇ σοφίᾳ τὸν πρῶτον· οὐ γὰρ ἐδυνήθημεν ἔτι μετεγγράψαι τοὺς ἄλλους.

Ἐπεὶ δὲ καὶ περὶ τῶν αὐτῷ πεποιημένων ἰάμβων ἔγραφες ἀκηκοέναι, ὅπως τοῦ θεοῦ θαυματουργήσαντος εἰς τὰς ἐμὰς ἦλθον χεῖρας, τίνα τε πάλιν ἐστίν, ἃ κἀν τούτοις συγγράφεται μαθεῖν ᾐτήσω, ἀνάγκη πρὸς τὴν σὴν ἐπιστέλλοντας νῦν ἁγιότητα καί τινας ἐξ αὐτῶν προθεῖναι καὶ τὴν τοῦ ἰαμβοποιοῦ τούτου δυσσέβειαν κἀν τούτοις διελέγξαι.

Πρὸς γὰρ τοὺς ἄλλους σχεδὸν ἅπαντας, ὅ τε τὰ πάντα θαυμάσιος Δαβὶδ ὁ ἡμέτερος δι’ ἰάμβων, καὶ ἡμεῖς εὐσύνοπτον ἔλεγχον ἐγράψαμεν διὰ σχολίων. Τῶν δεόντων δ’ ἂν εἴη πρότερον ἐκθεῖναι τὰς τῶν ἁγίων φωνάς, εἶθ’ οὕτω τὴν πρὸς ταύτας τοῦ Ἀκινδύνου βλασφημίαν καὶ φανερὰν ἀντίθεσιν προθεῖναι, τῆς πρὸς τοὺς θεολόγους ἐν τοῖς ἄλλοις αὐτοῦ συγγράμμασιν ἐναντιώσεως, ἐκδηλοτέραν οὖσαν οὐχ ἧττον ὅτι μὴ καὶ μᾶλλον. Ὁ μέγας τοιγαροῦν Ἀθανάσιος τοῖς Ἀρειανοῖς ἀντιλέγων, κτιστὸν εἶναι κατασκευάζουσι τὸν δι’ οὗ τὰ πάντα γέγονεν, εἰ θέλων ὁ πατὴρ ἐγέννησεν αὐτόν, «τὸ μὲν ἀντικείμενον», φησί, «τῇ βουλήσει ἑωράκασιν οἱ Ἀρειανοί, τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον, οὐ τεθεωρήκασιν· ὥσπερ γὰρ ἀντίκειται τῇ βουλήσει τὸ παρὰ γνώμην, οὕτως ὑπέρκειται καὶ προηγεῖται τοῦ βούλεσθαι τὸ κατὰ φύσιν». Καὶ αὖθις, «εἰ τὸ βούλεσθαι περὶ τῶν μὴ ὄντων διδόασι τῷ θεῷ, διατί τὸ ὑπερκείμενον τῆς βουλήσεως οὐκ ἐπιγινώσκουσι τοῦ θεοῦ; Ὑπεραναβέβηκε δὲ τῆς βουλήσεως τὸ πεφυκέναι καὶ εἶναι αὐτὸν πατέρα τοῦ ἰδίου λόγου». Ὁ δὲ θεσπέσιος Κύριλλος ἐν τῷ πέμπτῳ τῶν Θησαυρῶν πρὸς τοὺς ἀθετοῦντας τὸ τοῦ υἱοῦ ἐκ πατρὸς προαιώνιον, «ἔλαττόν ἐστι», φησί, «τὸ θεὸν εἶναι, τοῦ πατέρα εἶναι τὸν πατέρα καὶ θεόν· ᾗ μὲν γὰρ θεός, πρὸς τὰ δοῦλα τὴν σχέσιν ἔχει, ᾗ δὲ πατήρ, πρὸς τὸν ἴδιον καὶ ὁμότιμον υἱόν.

Οἱ λέγοντες τοίνυν, ὅτι θεὸς μὲν ἦν ἐξ ἀρχῆς, οὔπω δὲ καὶ πατήρ, τὴν πρὸς τὰ δοῦλα σχέσιν προσάπτουσι τῷ θεῷ τοῦ μείζονος ἀποστεροῦντες αὐτόν· κρεῖττον γὰρ τὸ πατέρα γεννήματος εἶναι». Καὶ πάλιν, «οὐκ εἶπεν ὁ σωτήρ, ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν θεόν, ἀλλὰ τὸν πατέρα, τὸ μεῖζον ἀπονέμων αὐτῷ καὶ οὐ τὸ ἔλαττον.

Οὐκοῦν πρῶτον ἔστω πατήρ, εἶθ’ οὕτω θεός, εἰ καὶ ἅμα καὶ συνημμένως». Ἀλλὰ καὶ τὴν πρόγνωσιν τοῦ τῆς κτίσεως τέλους ἔχειν καὶ τὸν υἱὸν κατασκευάζων, «εἰ πάσης», φησί, «γνώσεως ὑπεραναβέβηκε τὸ γινώσκειν τὸν πατέρα, πῶς ὁ τὸ μεῖζον εἰδὼς ἀγνοήσει τὸ ἔλαττον»; Ὁ δὲ μέγας Βασίλειος τοῦτ’ αὐτὸ καὶ αὐτὸς θέλων ἀποδεῖξαι, «εἰ ἕτερον», φησί, «τὸ τὸν πατέρα εἰδέναι καὶ ἕτερον τὸ τὰ τοῦ πατρός, μεῖζον δὲ τὸ εἰδέναι τὸν πατέρα, καθόσον ἕκαστος αὐτὸς τῶν ἑαυτοῦ μείζων, ὁ τὸ μεῖζον εἰδώς, πῶς τὸ ἔλαττον οὐκ ᾔδει»; Ὁ δὲ τὴν γλῶτταν χρυσοῦς τὸ ψαλμικὸν ἐκεῖνο διασαφῶν, «ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου», «οὐκ εἶπε», φησίν, «ἔργα τῶν χειρῶν σου, ἀλλὰ τῶν δακτύλων σου», τῆς ἐλαχίστης, τοῦ θεοῦ ἐνεργείας ἔργον εἶναι δεικνὺς τὰ ὁρώμενα. Τὸ δὲ κοινὸν στόμα τῶν τοιούτων, ὁ τῆς εὐαγγελικῆς εὐκρινείας τὴν σύνοψιν ποιησάμενος, τοῦ κυρίου εἰρηκότος, «οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱός», αὐτὸς ἑρμηνεύων ἐπιφέρει, «τὸ μεῖζον λέγει, ὅτι οὐδὲν θαυμαστόν, εἰ πάντων εἰμὶ δεσπότης, ὅπου γε καὶ τὸ μεῖζον ἔχω, τὸ εἰδέναι τὸν πατέρα».

Ταῦτα τοίνυν τῶν ἁγίων φανερῶς καὶ συμφώνως ἀλλήλοις συγγραφομένων, ὁ Ἀκίνδυνος παρ’ οὐδὲν τιθέμενος τὰς τοιαύτας τῶν ἁγίων φωνάς, μᾶλλον δὲ καὶ βλασφήμους κατὰ τὰς αὐτοῦ θέσεις ἡγούμενος, καὶ τὴν μίαν καὶ κοινὴν τῆς τρισυποστάτου θεότητος ἐνέργειαν εἰς κτίσμα κατασπῶν καὶ τοῖς τοῦ θεοῦ συντάττων δημιουργήμασιν, ὡς ἐν προσχήματι τοῦ καθ’ ἡμῶν γράφειν, τοῖς ἁγίοις τοῦ θεοῦ ἀντικείμενος, τοιαῦτα στιχοπλοκεῖ· «τριάς, μονάς, σῶσόν με, σοῦ μόνης λάτρην, ἧς πάντα τἄλλα, δημιουργία μόνης.

Καὶ κτίσμα πᾶν ὂν τῆς ὑφειμένης ἕδρας· οὐχ ἥττονος γὰρ δυσσεβείας ἐστί που, τοῦ κτίσμα φάσκειν τὴν ἀνωτάτω φύσιν, τό τι φρονεῖν ἄκτιστον ἠλαττωμένον, ἤ τι φρονεῖν ἔλαττον οὐκ ἐκτισμένον». Εἰ οὖν κατὰ τὸν Ἀκίνδυνον πᾶν τὸ ἔλαττον κτίσμα, καὶ τὸ δεσπότης εἶναι πάντων, κατ’ αὐτόν, κτιστῶς ἔχει ὁ υἱὸς καὶ κτιστή ἐστιν ἡ καθ’ ἣν γινώσκει τὰ πάντα γνῶσίς τε καὶ πρόγνωσις, ὅτι τὸ εἰδέναι τὸν πατέρα καὶ ταύτης ὑπεραναβέβηκε, καὶ τοῦ δεσπότης εἶναι πάντων μεῖζόν ἐστιν. Ἀλλὰ καὶ ἡ ἀπὸ τῶν κτισμάτων ἡμῖν γινωσκομένη τοῦ θεοῦ δημιουργικὴ δύναμις, ἧς ἔργον τὰ ποιήματα, ὡς ἐλαχίστη τῷ χρυσολόγῳ πατρὶ ῥηθεῖσα, συμφώνως τῷ λέγοντι, «δυνάμεως καὶ σοφίας καὶ τέχνης, ἀλλ’ οὐχὶ τῆς οὐσίας ἐνδεικτικά ἐστι τὰ ποιήματα, καὶ οὐδὲ αὐτὴν πᾶσαν τοῦ δημιουργοῦ τὴν δύναμιν ἀναγκαίως παρίστησι», κτιστή ἐστι κατὰ τὸν Ἀκίνδυνον. Ἀλλὰ καὶ ὁ θεὸς καὶ πατὴρ ὅτι πρῶτον πατὴρ εἶτα θεός, καὶ τὸ μὲν πατὴρ εἶναι μεῖζον τοῦ θεὸς εἶναι, τοῦτο δ’ ἔλαττον ἐκείνου, κτίσμα ὡς θεὸς ἔσται κατ’ αὐτόν.

Ἐπεὶ δ’ ἄκτιστος ὁ θεὸς καὶ πατήρ, οὐ μόνον ὡς πατήρ, ἀλλὰ καὶ ὡς θεός, καὶ μὴ μόνον ἡ τοῦ υἱοῦ γνῶσις ἄκτιστός ἐστι καθ’ ἣν γινώσκει τὸν πατέρα, ἀλλὰ καὶ καθ’ ἣν εἰδὼς διατελεῖ τὰ πάντα, πρὸς δὲ ταύτῃ καὶ ἡ κυριότης τούτου καθ’ ἣν τοῦ παντός ἐστι δεσπότης, καὶ ἡ δημιουργικὴ τούτου ἐνέργεια, ἧς τὰ μεγέθη τῶν οὐρανῶν ἀποτέλεσμα, ὅ τε μέγας Βασίλειος καὶ ὁ θεῖος Κύριλλος, ὅ τε Χρυσόστομος θεολόγος καὶ οἱ τούτοις συνᾴδοντες πατέρες δυσσεβεῖς κατὰ τὸν Ἀκίνδυνόν εἰσιν, ὡς ταυτὶ τὰ προδήλως ἄκτιστα, φανερῶς ἐλάττονα εἰπόντες.

Ὁ δὴ κατὰ τῶν ἁγίων τοιαῦτα φανερῶς ἀποφαινόμενος καὶ δι’ ἐμμέτρων ῥημάτων ἀμέτρως βλασφημῶν, εἴς τε τὸν θεὸν καὶ τοὺς αὐτοῦ ἁγίους, οὐδὲ θεοῦ λάτρης, εἰ καὶ τοῖς συνήθεσι τοῖς εὐσεβέσι ῥήμασι κρύπτει τὴν αὐτοῦ κακόνοιαν, ἀλλὰ ψευδολάτρης ἐστί. Διὸ καὶ ὡς ὑπὸ τοῦ θεοῦ δικαίως ἐγκαταλειφθείς, οὐ λαμβάνει καθάπερ τοῦ λέγειν ἀρχόμενος ηὔξατο δῆθεν, «νόησιν ἠκριβωμένην ἢ γλῶτταν εἰς ἔκφανσιν ἠσφαλισμένην», ἀλλὰ νοῦν κατεφθαρμένον, καὶ γλῶτταν ἐσφαλμένην ἄκρως καὶ βλάσφημον, ὃ καὶ τοῦ λόγου προϊόντος διὰ τῶν προτεθησομένων αὐτοῦ στίχων δειχθήσεται ἐναργέστερον. Οὐ μὴν ἀλλ’ ἐπείπερ ἡ βούλησις καὶ τὸ βούλεσθαι θεοῦ ἐνέργειά ἐστι καὶ ἄκτιστος ἐνέργεια —ἐβούλετο γὰρ περὶ τῶν ὄντων ὁ θεὸς καὶ μήπω ὄντων—, ὁ Ἀκίνδυνος μὴ ὑπερκεῖσθαι λέγων τῆς ἀκτίστου ἐνεργείας τὴν ἄκτιστον οὐσίαν, Ἀρειανός ἐστιν ὡς ὁ μέγας ἀνωτέρω εἴρηκεν Ἀθανάσιος, ἅτε μὴ ἐπιγινώσκων τὸ μεῖζον καὶ ὑπερκείμενον τῆς τοῦ θεοῦ βουλήσεως, ὅπερ οὐκ ἐπὶ τοῦ θεοῦ μόνον, ἀλλὰ κἀπὶ τῆς εὐτελοῦς καὶ κτιστῆς ἡμῶν φύσεως ἔστι συνιδεῖν τῷ μετὰ νοῦ σκοποῦντι. Ἐπεὶ δὲ καὶ ἀδιάφορον εἶναί φησι τὴν ἄκτιστον οὐσίαν καὶ τὴν ἄκτιστον ἐνέργειαν ταὐτὸν ἔσται κατ’ αὐτόν, ἐκ τῆς οὐσίας τοῦ πατρὸς εἰπεῖν καὶ ἐκ τῆς βουλήσεως εἶναι τὸν υἱόν, ὃ καὶ τοῦτο τῶν Ἀρειανῶν ἐστιν.

Οὕτω γὰρ καὶ κτιστὸς ἔσται ὁ υἱός, ἐπειδήπερ ἐκ τῆς θείας βουλήσεως τὰ κτίσματα.

Ἀλλαχοῦ δ’ αὖθις ὁ αὐτὸς τὰ τῶν θείων πατέρων παρερμηνεύων καὶ παρανοῶν καὶ τὴν ἄκτιστον βούλησιν μόνον εἶναι λέγων τὸν υἱόν, ἀγνοῶν τὸ προηγούμενον τοῦ βούλεσθαι, ὡς ὁ μέγας Ἀθανάσιος ἐθεολόγησε, καὶ τὸ ὑπερκείμενον τῆς τοῦ θεοῦ βουλήσεως, πάλιν τῷ αὐτῷ βαράθρῳ τῆς δυσσεβείας περιπίπτει.

Ἀλλὰ ταῦτα πέπονθεν ὁ τάλας μὴ πεισθεὶς τοῖς διδάσκουσι πατράσι, «ὡς οὐκ ἐν ῥήμασιν ἡμῖν, ἀλλ’ ἐν πράγμασιν ἡ εὐσέβεια». Ἡμεῖς δ’ οἱ πεπεισμένοι τούτοις, ὅταν ἀκούσωμεν ὑπερκείμενον ἢ προηγούμενον ἢ πρῶτον ἢ μεῖζον ἢ πάλιν ἔλαττον ἢ δεύτερον ἢ ὑφειμένον, ἐξετάζομεν τίνα τρόπον εἴρηται· κἂν μὲν εὕρωμεν μὴ κατὰ φύσιν μηδὲ κατὰ χρόνον εἰρημένα, ἀλλὰ κατὰ τὴν τάξιν καὶ τὸ αἴτιον καὶ τὸ αἰτιατόν, καὶ ἁπλῶς ὅσα τῷ ἀκτίστῳ μηδαμῶς λυμαίνεται τοῖς ἀκτίστοις ἐναριθμοῦμεν, ἄμφω τό τε πρῶτον καὶ τὸ δεύτερον καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον καὶ τὰ τοιαῦτα, τούς τε θεολόγους ἐπαινοῦντες καὶ τῇ τῆς εὐσεβείας ἀληθείᾳ τούτοις ἀκριβῶς ὁμολογοῦμεν· εἰ δὲ μὴ κατὰ τὴν τάξιν καὶ τὸ αἴτιον καὶ τὰ τοιαῦτα λέγεται τὸ μεῖζον ἢ τὸ ἔλαττον, ἀλλὰ κατὰ φύσιν τε καὶ χρόνον, ὡς τὸ μὲν ἄναρχόν τε καὶ ἄχρονον ὑπάρχειν, τὸ δὲ κατὰ χρόνον καὶ φύσιν διεστὼς ἐκείνου, τὸ μὲν μεῖζον καὶ ὑπερκείμενον ἐν τοῖς τοιούτοις μόνον ἄκτιστόν φαμεν, τὸ δ’ ἔλαττον καὶ ὑφειμένον, κτίσμα. Κατὰ δὴ ταύτην τὴν εὐσεβῆ διάνοιαν, οὐ τὰς προγραφείσας μόνον, ἀλλὰ καὶ τὰς ὑποτεταγμένας τῶν θείων ἡμῶν πατέρων θεολογικὰς νοοῦμεν ῥήσεις.

Ὁ μὲν γὰρ θεηγόρος Γρηγόριος ὁ Νύσσης ἐν τοῖς Μακαρισμοῖς τὸ προφητικὸν ἐκεῖνο προθείς, «τίς ἐμέτρησε τὸν οὐρανὸν σπιθαμῇ καὶ τῇ χειρὶ τὸ ὕδωρ καὶ πᾶσαν τὴν γῆν δρακί», «ὁρᾷς», φησί, «τὴν μεγαλοφυΐαν τοῦ τὴν ἄφραστον διαγράφοντος δύναμιν; Ἀλλὰ τί ταῦτα πρὸς τὸ ὄντως ὄν;

Μέρος γάρ τι τῆς θείας ἐνεργείας ἐν ταῖς τοιαύταις μεγαληγορίαις ὁ προφητικὸς ἐνεδείξατο λόγος· αὐτὴν δὲ τὴν δύναμιν ἀφ’ ἧς ἡ ἐνέργεια, ἵνα μὴ εἴπω τὴν φύσιν ἀφ’ ἧς ἡ δύναμις, οὔτε εἶπεν οὔτε ἐμέλησεν». Ἐν δὲ τῷ Πρὸς Εὐνόμιον τρισκαιδεκάτῳ, «ὁ μὲν θεός», φησίν, «ἔστι καθ’ ἑαυτὸν ὅ,τι ποτὲ καὶ εἶναι πεπίστευται· ὀνομάζεται δὲ παρὰ τῶν ἐπικαλουμένων οὐκ αὐτὸ ὅ ἐστιν· ἄφραστος γάρ ἐστιν ἡ φύσις τοῦ ὄντος, ἀλλ’ ἐξ ὧν ἐνεργεῖν τι περὶ τὴν ζωὴν ἡμῶν πεπίστευται. Καὶ θεὸν γὰρ αὐτὸν λέγοντες τὸν ἔφορον καὶ ἐπόπτην καὶ διορατικὸν τῶν κεκρυμμένων ἐπινοοῦμεν· προϋφέστηκε δὲ τῶν ἐνεργειῶν ἡ οὐσία· νοοῦμεν δὲ τὰς ἐνεργείας, δι’ ὧν αἰσθανόμεθα, ῥήμασι δὲ ταύτας, ὅπως ἂν ᾖ δυνατὸν ἐξαγγέλλομεν». Καὶ πάλιν, «τί οὐκ ἔστι», φησί, «τὸ θεῖον, τῆς τῶν ἀποφατικῶν ὀνομάτων σημασίας προδεικνυούσης, τί ἐστιν ἐκεῖνο κατὰ τὴν φύσιν, ὃ ταῦτα οὐκ ἔστιν, ἐν ἀδήλῳ μένει. Ἀλλὰ καὶ τὰ λοιπὰ τῶν ὀνομάτων, ὧν ἡ σημασία θέσεώς τινός ἐστιν ἐνδεικτικὴ καὶ ὑπάρξεως, οὐκ αὐτῆς τῆς θείας φύσεως, ἀλλὰ τῶν περὶ αὐτὴν εὐσεβῶς θεωρουμένων τὴν ἔνδειξιν ἔχει».

Τὸ γὰρ κάλλος καὶ μέγεθος τῶν ἐν τῇ κτίσει θαυμάτων κατανοήσαντες, ἐκ τούτων καὶ τῶν τοιούτων ἄλλα νοήματα περὶ τὸ θεῖον λαμβάνοντες, ἰδίοις ὀνόμασιν ἕκαστον τῶν ἐγγινομένων ἡμῖν νοημάτων διερμηνεύομεν· «ἐκ γὰρ μεγέθους καὶ καλλονῆς τῶν κτισμάτων, ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται καὶ δημιουργὸν μὲν τὸν ποιητὴν προσαγορεύομεν· δυνατὸν δὲ ᾧ ἐξήρκεσεν ἡ δύναμις, οὐσίαν ποιῆσαι τὴν βούλησιν· δίκαιον δὲ ὡς ἀδέκαστον κριτήν. Ἀλλὰ καὶ τὴν θείαν φωνήν, ἐκ τῆς ἐποπτικῆς ἐνεργείας κεκρατηκέναι κατελαβόμεθα, ὥστε καὶ διὰ τούτου μερικήν τινα τῆς θείας φύσεως ἐνέργειαν διδαχθέντες, τῆς οὐσίας αὐτῆς ἐν περινοίᾳ διὰ τῆς φωνῆς ταύτης οὐκ ἐγενόμεθα». Ἐν δὲ τῷ Περὶ τελειότητος, «ὁ θεόπνευστος», φησίν, «ὡς ἀληθῶς καὶ θεοδίδακτος Παῦλος, ἀνέφικτόν τε καὶ ἄληπτον λογισμοῖς ἀνθρωπίνοις τὸν τῆς ὑπερκειμένης οὐσίας ἀποφαίνεται λόγον. Διὸ τὰ περὶ αὐτήν, θεωρούμενα λέγων, εἰρήνην καὶ δύναμιν καὶ ζωὴν καὶ δικαιοσύνην καὶ φῶς καὶ ἀλήθειαν καὶ τὰ τοιαῦτα, τὸν περὶ αὐτῆς ἐκείνης λόγον, ἄληπτον εἶναι παντελῶς διωρίσατο, εἰπὼν μήτε ἑωρᾶσθαί ποτε τὸν θεὸν μήτε ὀφθήσεσθαι· ‘ὃν εἶδε γάρ’, φησίν, ‘ἀνθρώπων οὐδεὶς οὐδὲ ἰδεῖν δύναται’». Κἀν τῷ Περὶ θεότητος καὶ εἰς τὸν Ἀβραὰμ γεγραμμένῳ λόγῳ· «ἡ θεία φύσις ἄφραστος», φησί, «καὶ ἀνεκφώνητος μένει, ὑπερβαίνουσα πᾶσαν τὴν διὰ φωνῆς σημασίαν.

Οὐκοῦν οὐχὶ φύσιν, ἀλλὰ τὴν θεατικὴν δύναμιν ἡ τῆς θεότητος προσηγορία παρίστησιν».

Ὁ δὲ τὰ πάντα μέγας καὶ τῆς ἀθανασίας ἐπώνυμος Κατὰ Μακεδονίου γράφων, «γίνωσκε», φησίν, «ὅτι τὸ θεὸς εἶναι δεύτερόν ἐστι τῆς φύσεως· καὶ γὰρ καὶ ἡμεῖς ἐὰν μιμηταὶ γενώμεθα τοῦ θεοῦ, θεοὶ μὲν γινόμεθα, τῆς δὲ αὐτῆς οὐσίας γενέσθαι οὐ δυνάμεθα». Ὁ δὲ μέγας Βασίλειος περὶ τῆς ἁγίας τριάδος πρὸς Εὐστάθιον γράφων «κἂν φύσιν σημαίνῃ», φησί, «τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην, ἡ τῆς οὐσίας κοινότης συντίθεται· ἀλλ’ ἐξουσίας τινὸς εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς ἔνδειξιν ἡ προσηγορία φέρει, ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι, μένει ἀσήμαντος ὡς ὁ ἡμέτερος λόγος· εὐεργέτην γὰρ καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον, καὶ ὅσα ἄλλα τοιαῦτα καταμαθόντες, ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν, τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα». Κἀν τῷ αὐτῷ πάλιν, «ἄλλο μέν ἐστι», φησίν, «ἡ οὐσία, ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη, ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζομένων· εἴτε δὲ ἐνεργείας ὄνομα ἡ θεότης, ὥσπερ μίαν ἐνέργειαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος λέγομεν, οὕτω φαμὲν εἶναι καὶ μίαν θεότητα, εἴτε κατὰ τὰς τῶν πολλῶν δόξας, φύσεως ἐνδεικτικόν ἐστι τὸ τῆς θεότητος ὄνομα, οὐκ ἀπεικότως καὶ οὕτω μιᾶς θεότητος τὴν ἁγίαν τριάδα ὁριζόμεθα».

Ἐν δὲ τοῖς Περὶ τοῦ ἁγίου πνεύματος, «τὰ μὲν οὖν ὀνόματα», φησί, «τοῦ ἁγίου πνεύματος ὑπερφυῆ καὶ μεγάλα οὐμενοῦν ἔχοντά τινα εἰς δόξαν, αἱ δὲ ἐνέργειαι τίνες; Ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. Πῶς γὰρ νοήσομεν τὰ τῶν αἰώνων ἐπέκεινα, τίνες ἦσαν αὐτοῦ πρὸ τῆς νοητῆς κτίσεως αἱ ἐνέργειαι, πόσαι δὲ αἱ ἀπ’ αὐτοῦ περὶ τὴν κτίσιν χάριτες, τίς δὲ ἡ πρὸς τοὺς αἰῶνας τοὺς ἐπερχομένους δύναμις;

Ἦν μὲν γὰρ καὶ προῆν καὶ συμπαρῆν τῷ πατρὶ καὶ τῷ υἱῷ πρὸ τῶν αἰώνων, ὥστε κἄν τι νοήσῃς τῶν αἰώνων ἐπέκεινα, καὶ τοῦτό ἐστι τοῦ πνεύματος κατωτέρω». Ἀλλὰ καὶ πρὸς Ἀμφιλόχιον ἐπιστέλλων, «τὴν μεγαλειότητα», φησί, «τοῦ θεοῦ εἰδέναι λέγομεν καὶ τὴν δύναμιν καὶ τὴν σοφίαν καὶ τὴν ἀγαθότητα καὶ τὴν πρόνοιαν, ᾗ ἐπιμελεῖται ἡμῶν, καὶ τὸ δίκαιον αὐτοῦ τῆς κρίσεως, οὐκ αὐτὴν τὴν οὐσίαν». «Ἀλλ’ ἁπλοῦς», φησίν, «ὁ θεός, καὶ ὅπερ ἂν αὐτοῦ ἀπαριθμήσῃ γνωστὸν τῆς οὐσίας ἐστί. Τοῦτο δὲ σόφισμά ἐστι μυρίας τὰς ἀτοπίας ἔχον. Τοσούτων γὰρ τῶν ἀπηριθμημένων ὄντων, πότερον, ταῦτα μιᾶς οὐσίας ὀνόματα καὶ ἰσοδυναμεῖ ἀλλήλοις τὸ φοβερὸν αὐτοῦ, τὸ φιλάνθρωπον, τὸ δίκαιον, τὸ δημιουργικόν, τὸ προγνωστικὸν καὶ τὰ τοιαῦτα ἢ ὅπερ ἂν τούτων εἴπωμεν, οὐ τὴν οὐσίαν δηλοῦμεν»; Καὶ μετά τινα, «ἀλλ’ αἱ μὲν ἐνέργειαι ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ. Ἡμεῖς δὲ ἐκ τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν θεόν, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα.

Αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος».

Οὕτω τοίνυν διὰ τῶν προτεταγμένων θεολογικῶν ἐνταῦθα ῥήσεων, Ἀθανασίου μὲν τοῦ μεγάλου, προηγουμένην καὶ ὑπερκειμένην εἶναι τὴν θείαν φύσιν δείξαντος τῆς θείας ἐνεργείας, κατὰ τὴν τάξιν δήπου καὶ τὸ αἴτιον καὶ τὰ τοιαῦτα, καὶ τὴν θείαν καὶ θεοποιὸν ἐνέργειαν, καθ’ ἣν θεὸς καλεῖται ὁ θεός, ὡς σχέσιν οὖσαν αὐτοῦ πρὸς τοὺς τεθεωμένους, δευτέραν τῆς θείας φύσεως ὑπάρχειν, τοῦ τε χρυσολόγου πατρὸς καὶ τοῦ σεπτοῦ Κυρίλλου, καὶ τὸ ἔλαττον εἰπόντων ἐπὶ τῆς θείας ἐνεργείας, τοῦ δὲ Νύσσης ἐνθέου Γρηγορίου, τό τε διενηνοχὸς ἅμα καὶ ὑπερέχον τῆς θείας φύσεως κατὰ τὸ ἄφραστον καὶ ὑπερώνυμον ἐνδειξαμένου, καὶ προϋφεστηκέναι τὴν θείαν φύσιν καὶ τῆς θείας δυνάμεως διδάξαντος, εἰ καὶ μὴ κατὰ χρόνον καὶ τὴν θείαν ταύτην δύναμιν ἐκ τῆς θείας φύσεως ὑπάρχειν, καὶ τὸ τῆς θεότητος ὄνομα μερικῆς θείας δυνάμεως καὶ ἐνεργείας εἶναι σημαντικὸν εἰπόντος, τὴν δὲ φύσιν ὑπερβαίνειν πᾶσαν τὴν διὰ φωνῆς σημασίαν, τοῦ δὲ μεγάλου Βασιλείου καὶ τῆς θείας φύσεως εἶναι λέγοντος ὄνομα τὴν θεότητα, κυρίως δὲ τῆς ἐνεργητικῆς καὶ ἐποπτικῆς ἐξουσίας, ὡς οὔσης τῆς θείας φύσεως ὑπερωνύμου, ἀλλὰ καὶ τὰς θείας ἐνεργείας ἐξυμνήσαντος, καὶ προαιωνίους εἶναι ταύτας δείξαντος, ὡς καὶ πρὸ τῆς νοητῆς κτίσεως προσούσας τῷ θεῷ, καὶ ἀνεξαριθμήτους εἶναι ταύτας εἰπόντος διὰ τὸ πλῆθος καὶ ἐπενεγκόντος, ὡς «κἄν τι νοήσῃς τῶν αἰώνων ἐπέκεινα καὶ τοῦτό ἐστι τοῦ πνεύματος κατωτέρω», καὶ οὕτω τὰς ἀκτίστους ἐνεργείας κατωτέρας ἀποφηναμένου φανερῶς τοῦ θείου πνεύματος καὶ τὴν μεγαλειότητα τοῦ θεοῦ καὶ τὴν δύναμιν καὶ τὴν πρόνοιαν εἰδέναι λέγοντος καὶ τὸ δημιουργικὸν καὶ τὸ προγνωστικόν, ἀλλ’ οὐκ αὐτὴν τὴν οὐσίαν, ὡς μηδὲ τῆς τοῦ θεοῦ ἁπλότητος παραβλαπτομένης ὑπὸ ταύτης τῆς διαφορᾶς καὶ προστιθέντος, «ὅτι αἱ μὲν ἐνέργειαι τοῦ θεοῦ ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ», καὶ ὡς «αἱ μὲν ἐνέργειαι τοῦ θεοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος».

Ταῦθ’ οὕτω τῶν ἁγίων θεολογούντων καὶ ἐμοῦ τούτοις κατὰ ταῦθ’ ὁμολογοῦντος ὁ Ἀκίνδυνος μαρτυρεῖ μὲν ἐμοί, κἂν μὴ βούληται, τὴν πρὸς τοὺς ἁγίους συμφωνίαν, αὐτὸς δὲ βάλλειν ὑποκρινόμενος ἐμέ, πρὸς ἐκείνους σαφῶς δεινὰς ὕβρεις καὶ βλασφημίας πάλιν ἀναπέμπει, δι’ ἰάμβων αὖθις γράφων· «οὐκ οὐσίας γὰρ ἀλλ’ ἐνεργείας λέγων τὸ πλῆθος αὐτοῦ τῶν ὑφειμένων θεῶν ἢ θεοτήτων· οὐ γὰρ ἥττων ἡ πλάνη, χάριν τε καὶ φῶς καὶ χαρισμάτων γένη, γνῶσιν θεοῦ, μόρφωσιν, ἰσχύν, ὡς ἔφην, ἧττον νομίζει δυσσεβεῖν ὁ γεννάδας».

Ὡς οὖν καὶ αὐτὸς ὁ κατήγορος ἐνταῦθα μαρτυρεῖ, μίαν μὲν οὐσίαν ἔχειν λέγομεν ἡμεῖς τὸν τρισυπόστατον θεόν, πολλὰς δὲ τὰς ἐνεργείας, ὡς καὶ οἱ θεοφόροι μικρὸν ἀνωτέρω φθάσαντες ἐδίδαξαν ἡμᾶς, καὶ τὴν θείαν φύσιν ὑπερκεῖσθαι τῶν τοῦ θεοῦ ἐνεργειῶν εἰπόντες, αἳ κατὰ τοὺς αὐτοὺς καὶ πρὸς ἡμᾶς καταβαίνουσι, δηλονότι φανερούμεναι καὶ παρ’ ἡμῶν μετεχόμεναι, διὸ καὶ μετοχαὶ καὶ δωρεαὶ θεοπρεπεῖς καλοῦνται παρὰ τοῦ θεοφάντορος Διονυσίου. Καὶ κατ’ αὐτὰς ἀρχή ἐστι τῶν πάντων ὁ θεός, ὑπὲρ σχέσιν ὢν παντοίαν καὶ μέθεξιν κατὰ τὴν φύσιν, καθ’ ἣν καὶ ὑπεράρχιός ἐστι, μᾶλλον δὲ καὶ ὑπὲρ θεαρχίαν καὶ ἀγαθαρχίαν, ὡς αὐτὸς πάλιν μέγας Διονύσιός φησι. Καὶ τὴν θεουργὸν χάριν, αὐτὴν τὴν λαμπρότητα τῆς θείας φύσεως, καθ’ ἣν καὶ ὁ κύριος τοὺς μαθητὰς ἀπορρήτως περιήστραψεν ἐπ’ ὄρους, οὐκ οὐσίαν, ἐδιδάχθημεν φρονεῖν, ἀλλ’ ἔλλαμψιν ὑπερφυᾶ καὶ δύναμιν καὶ ἐνέργειαν φωτιστικὴν ἀπορρήτως καὶ θεοποιόν, μόνοις τοῖς ἀξίοις μεθεκτήν· κατ’ αὐτὴν γὰρ καὶ οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος, οὐκ ἰδόντες μόνον, ἀλλὰ καὶ παθόντες λαμπρότητα θεοῦ, κατὰ τὸν θεολόγον Γρηγόριον.

Ἀλλὰ καὶ τὴν θείαν πρόγνωσιν καὶ τὴν θελητικήν τε καὶ προνοητικὴν δύναμιν καὶ τὰ τοιαῦτα οὐκ οὐσίας, ἀλλὰ δυνάμεις καὶ ἐνεργείας ἴσμεν οὔσας τοῦ θεοῦ καὶ οὕτω θεὸν ἕνα σέβομεν ἐν μιᾷ οὐσίᾳ καὶ θεότητι τρισυποστάτῳ καὶ παντοδυνάμῳ.

Ὁ δὲ Ἀκίνδυνος διὰ ταῦτα πολυθέους καὶ πεπλανημένους καὶ δυσσεβεῖς τούς τε θεοφόρους πατέρας καὶ ἡμᾶς μετ’ ἐκείνων ἀποφαίνεται, ποικίλαις συκοφαντίαις τὰς ὕβρεις ἀναμὶξ προφέρων. Ὅτι δὲ αὐτός ἐστιν ὡς ἀληθῶς ὁ πολλοὺς θεοὺς πρεσβεύων ὑπερκειμένους τε καὶ ὑφειμένους ὄντως, καὶ πολλὰς τοιαύτας θεότητας ὡς ἀκτίστους καὶ κτιστάς, τὴν μίαν ἀθέσμως εἰς ταύτας διασχίσας, κἀντεῦθεν πολύθεός τε ἅμα καὶ ἄθεος ἐφ’ ἡμῶν ἀναφανείς· ὅτι τοίνυν αὐτός ἐστιν ὡς ἀληθῶς τοιοῦτος, ἅπερ αὐτὸς ἐν τοῖς αὐτοῖς ἰάμβοις περὶ τῶν τοῦ θεοῦ ἐνεργειῶν γράφει, παρίστησι σαφῶς. Φησὶ γάρ· «καίτοι καταρρεῖν φασι τὰς ὑφειμένας, ἀνδρῶν θεαυγῶν οἱ θεηγόροι λόγοι, ὡς καὶ μεθεκτὰς οὐ τὸν αὐτόν γε τρόπον, ὅνπερ μεθεκτήν φασι τὴν πρώτην φύσιν, τὴν οὐ μεθεκτὴν τοὺς ὑφειμένους τρόπους.

Ἀλλ’ οὖν γενητάς φασι τὰς δώρων δόσεις, ἀλλ’ οὐχὶ θειότητας ἀκτίστους· πόθεν; Οὐ γὰρ κινητὸν μὴ γενητὴ θειότης· ποῦ γὰρ κινηθῇ; Ποῦ γὰρ οὐκ ἔστι; Φράσον». Ἰδοὺ φανερῶς ἐνταῦθα οὗτος ὑφειμένας εἶναι λέγει κατὰ τοὺς θεηγόρους τὰς εἰς ἡμᾶς καταβαινούσας ἄνωθεν ἐνεργείας τοῦ θεοῦ, ὥστε φανερὸν ἐντεῦθεν, ὅτι πρὸς ἀπάτην τῶν ἀκουόντων, περὶ τοῦ ὑφειμένου διατείνεται πρὸς ἡμᾶς ἔχειν τὴν ἀντίθεσιν. Ἡ δ’ ἀληθὴς ἀντίθεσις τοῦτό ἐστιν· ὅτι τὰς θείας ἐνεργείας ταύτας, ἡμεῖς μὲν ἀκτίστους εἶναι λέγομεν, αὐτὸς δὲ καὶ πρὸ αὐτοῦ ὁ Βαρλαὰμ κτιστάς.

Ὥσπερ δὲ ὁ Ἄρειος ἐκ τοῦ μείζονα εἶναι τὸν πατέρα κτιστὸν εἶναι τὸν υἱὸν συνῆγε καὶ κατηγόρει τῶν ἄκτιστον αὐτὸν λεγόντων, ὡς δύο δῆθεν θεοὺς λεγόντων ἀνίσους πρὸς ἀλλήλους, οὕτω καὶ οὗτος κατὰ μίμησιν ἐκείνου κτιστὰς εἶναι συνάγων τὰς ἐνεργείας τοῦ θεοῦ, ἐκ τοῦ ὑπερκεῖσθαι τούτων ὡς πηγὴν τούτων οὖσαν τὴν οὐσίαν, ἡμῶν κατηγορεῖ, ὡς δύο δῆθεν φρονούντων θεοὺς καὶ θεότητας ἀνίσους, ἅτε λεγόντων ἀκτίστους τὰς πρὸς ἡμᾶς καταβαινούσας ἄνωθεν θείας ἐνεργείας, καίτοι τὰ κτίσματα ἡμεῖς ἐσμεν, πάντα λέγω τὰ ἐξ οὐκ ὄντων, θεοῦ θείᾳ θελήσει καὶ σοφίᾳ καὶ δημιουργικῇ δυνάμει παραχθέντα.

Κατὰ γοῦν τὸν Ἀκίνδυνον, εἴπερ αἱ τοιαῦται ἐνέργειαι τὰ κτίσματα, ἡμᾶς ἔδει λέγειν καταβαίνειν ἄνωθεν. Ὁρᾶτε τῆς ἀνοίας ἅμα καὶ δυσσεβείας τὴν ὑπερβολήν; «Ὁ γὰρ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν», Ἰωάννης ὁ προφήτης καὶ πρόδρομος καὶ τοῦ κυρίου βαπτιστής φησιν. Ἀλλὰ γὰρ ἐνταῦθα τῶν αὐτοῦ ἰάμβων ὁ Ἀκίνδυνος καὶ πᾶσαν σχεδὸν τὴν οἰκείαν αὐτοῦ δόξαν, μᾶλλον δὲ κακοδοξίαν, φανερωτέραν ἐκτίθεται. Δύο γὰρ εἶναι φησὶ τὰ μεθεκτά, τουτέστι τὰ ὑπὸ πάντων μετεχόμενα. Τὰ δὲ ὑπὸ πάντων μετεχόμενα καὶ ἀρχαί εἰσι τῶν πάντων. Ἐπεὶ δὲ μόνος ὁ θεός ἐστι κατὰ τοὺς θεοφόρους θεολόγους ὁ ὑπὸ πάντων μετεχόμενος, καὶ αὐτός ἐστιν ἡ πάντων ἀρχὴ κατὰ τὸν Ἀπόστολον, δύο λέγων ὁ Ἀκίνδυνος τὰ ὑπὸ πάντων μετεχόμενα, δύο φησὶν εἶναι τὰς τῶν ὄντων ἀρχάς, ταὐτὸ δ’ εἰπεῖν, δύο θεοὺς καὶ θεότητας, τοσοῦτον ἐκφύλους καὶ ἀπεσχοινισμένους ἀλλήλων, ὡς καὶ κατ’ οὐσίαν εἶναι διῃρημένας παντάπασι.

Καὶ τὴν μὲν ὑπερκειμένην, οὐ κατὰ τὴν τάξιν καὶ τὸ αἴτιον καὶ ἁπλῶς ὅσα τῶν κατ’ αὐτὰ διαιρουμένων ἀδιαίρετον ποιεῖται τὴν διαίρεσιν, ἀλλὰ πάντῃ τε καὶ πάντως ὡς ἄκτιστον ὑπάρχουσαν οὐσίαν, καὶ τοῦτο δὴ μόνον οὖσαν οὐσίαν γυμνὴν πάσης φυσικῆς δυνάμεως καὶ ἐνεργείας, ὡς αὐτὸς καὶ φανερῶς ἐν τοῖς μέτροις τούτοις ἀμέτρως βλασφημῶν φησι· δέον γὰρ εἰς ἓν τἀγαθὸν μόνον βλέπειν οὔτ’ ἔνδον οὔτ’ ἔξωθεν ἐξηρτημένον οὐκ οὐσιωδῶν οὐκ ἀνουσίων ὄχλον οὐδ’ ὡντινωνοῦν ὡς ἅπαν εἰπεῖν ἔπος.

Τὴν μὲν οὖν οὕτω φησὶν ὑπερκειμένην καὶ πρώτην φύσιν, τὴν δὲ ταύτης ὑφειμένην καὶ κεχωρισμένην πάντῃ τε καὶ πάντως, ἅτε καὶ κτιστὴν ὑπάρχουσαν, ὡς κἀνταῦθά τε καὶ ἀνωτέρω λέγει, γράφων φανερῶς, «καὶ κτίσμα πᾶν ὂν τῆς ὑφειμένης ἕδρας».

Καὶ τὴν μὲν μίαν εἶναι καὶ ἀμέριστον παντάπασιν ὡς μὴ φυσικὰς δυνάμεις τε καὶ ἐνεργείας ἔχουσαν, καθ’ ἃς ἂν ἀμερίστως μερισθείη, ταὐτὸ δ’ εἰπεῖν, ἀδύναμόν τε καὶ ἀνενέργητον καὶ ὡς ἀληθῶς μὴ οὖσαν μηδαμῶς. Πῶς γὰρ ἂν δύναιτο ἢ ἐνεργήσειεν ἢ ὅλως εἴη, μηδεμίαν φυσικὴν δύναμιν καὶ ἐνέργειαν ἔχουσα; Καὶ τὴν μὲν ὑπὸ πάντων ἐπίσης μετεχομένην, ὡς κἀνταῦθ’ ὑποφαίνει καὶ μικρὸν ἀνωτέρω γράφει φανερῶς, λέγων τὸ θεῖον ἐν πᾶσι κατοικεῖν ἐξ ἴσου, μηδὲ γοῦν Παύλου δυσωπηθείς, τὸ σκεῦος τῆς ἐκλογῆς, ὅς φησι, πρὸς μόνους τοὺς ἡγιασμένους, «τίς μερὶς πιστῷ μετὰ ἀπίστου; Ὑμεῖς γὰρ ναὸς θεοῦ ἐστε, καθὼς εἶπεν ὁ θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ἔσομαι αὐτῶν θεός». Καὶ πάλιν, «οἶκος θεοῦ ἡμεῖς ἐσμεν, ἐάν περ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν». Πανταχοῦ γὰρ ὁ θεὸς πάρεστιν, ἐνοικεῖ δὲ ἐν μόνοις τοῖς ἁγίοις· τὸ γὰρ ἐνοικεῖν, χρῆσθαι αὐτοῖς ἐστιν, ἐνδιαιτώμενον αὐτοῖς καὶ δι’ αὐτῶν ὡς ὀργάνων τῆς οἰκείας ἐνεργείας ἐνεργοῦντά τε καὶ γνωριζόμενον.

Ἀλλὰ γὰρ τῶν ἁγίων ταῦθ’ οὕτω διδασκόντων ὁ Ἀκίνδυνος πᾶσι φησὶν ἐγκατοικεῖν τὸν θεόν, κἀν τοῖς ἀψύχοις κἀν τοῖς ἀλόγοις κἀν τοῖς δυσσεβέσι κἀν τοῖς δαίμοσιν αὐτοῖς καὶ πᾶσιν ἐξ ἴσου, πάντας ναοὺς θεοῦ ποιῶν καὶ μέλη τοῦ Χριστοῦ, καὶ ἓν πνεῦμα μετὰ τοῦ κυρίου. Βαβαὶ τῆς ἀσεβείας!

Τὴν μὲν οὖν οὕτω φησὶν ἐπίσης ὑπὸ πάντων εἶναι μετεχομένην, ὡς παντάπασιν ἀμέριστον· τὴν δὲ πολλὰς εἶναι καὶ μεμερισμένας καὶ ἀλλήλων ὑπερκειμένας τε καὶ ὑφειμένας, μᾶλλον δὲ καὶ ἀνίσους πρὸς ἀλλήλας, ὡς αὐτὸς καὶ τοῦτ’ ἀνωτέρω φανερῶς ὑπέδειξε, γράφων, «Οὐ γὰρ τὰ βάθρα τῆς θεώσεως ἴσα»· κτιστὰς δὲ ἁπάσας ὡς ἐνταῦθα δείκνυσι θεότητας, καὶ ὡς κτιστὰς πάλιν πάσας ὑφειμένας τῆς μιᾶς ἐκείνης καὶ ὑπερκειμένης ὡς ἀκτίστου, ὡς ἐντεῦθεν μὴ δύο μόνον ἀρχὰς εἶναι τῶν ὄντων κατ’ αὐτόν, ἀλλὰ καὶ πολλὰς καὶ διαφόρους, καὶ τὴν μὲν οὐ καταρρεῖν ἤγουν καταβαίνειν ἐφ’ ἡμᾶς οὐδ’ ὁπωσοῦν οὐδὲ κινεῖσθαι, τὰς δὲ καταρρεῖν ἐφ’ ἡμᾶς τοὐτέστι καταβαίνειν ἄνωθεν, οὐκ οἶδ’ εἴτ’ ἐν ἄστροις κατοικούσας εἴτ’ ἐν τοῖς ἐπέκεινα τούτων, ταύτας δ’ εἶναι φησὶ γενητὰς θεότητας, τὰς καὶ μεθεκτὰς πᾶσι τοῖς οὖσιν οὔσας καὶ αὐτοῖς τοῖς ἀγαθοῖς καὶ πονηροῖς ἀγγέλοις.

Εἴ τις ἐντύχοι τοῖς Περὶ Ἐνεργειῶν αὐτοῦ Λόγοις, οὓς εἰς τὸ διαστρέψαι τὰ περὶ θείων ἐνεργειῶν τοῦ θείου Μαξίμου κεφάλαια ἐξενήνοχεν, εἴσεται σαφῶς τίνες αὗται· καὶ γὰρ ἐκεῖ σαφῶς οὗτος τὰ περὶ τὸν θεόν, ὡς ὁ πολὺς τὰ θεῖα Μάξιμός φησιν, οὐσιωδῶς θεωρούμενα, τὴν ἀγαθότητα, τὴν ἁγιότητα, τὴν ἁπλότητα, τὴν ζωήν, τὴν ἀθανασίαν, τὴν ἀτρεψίαν, τὴν ἀπειρίαν καὶ τὰ παραπλήσια τούτοις, οὐ φυσικὰς δυνάμεις τε καὶ ἐνεργείας εἶναι τοῦ θεοῦ φησὶν ὁ Ἀκίνδυνος, ἀλλ’ οὐσίας καὶ ὑποστάσεις περὶ τὸν θεὸν πρὸ τῶν ἀγγέλων ἐν αἰῶνι κτισθείσας, καὶ ὑπὸ τῶν ἀγγέλων καὶ πάσης τῆς κτίσεως μετεχομένας, εἰς τοσαύτας οὐσίας καὶ οὕτως ἀλλήλων ἀπηλλοτριωμένας, καὶ ὡς ἀληθῶς ὑπερκειμένας τε καὶ ὑφειμένας, διαρρήξας ὁ τάλας τὴν μίαν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, εἶτα συνηγορεῖν ὑποκρίνεται τῷ ἑνιαίῳ τῆς θεότητος καὶ τῇ μοναρχίᾳ συνίστασθαί φησιν· ὃς οὐ μόνον πολλὰς καὶ διαφόρους εἶναι τῶν ὄντων οὕτω φησὶν ἀρχάς, ἀλλὰ καὶ τὸν θεὸν οὐκ ἄναρχον εἶναι κατασκευάζει, ἀλλ’ οὐδὲ τῶν ὄντων ἀρχήν, ταὐτὸ δ’ εἰπεῖν μηδαμῶς εἶναι μηδαμῇ· ὡς γὰρ αὐτὸς ἔφη διὰ στίχων τῶν ἐνταῦθα προτεθειμένων ἀνωτέρω, «φύσις μόνον ὁ θεός ἐστι, μηδὲν περὶ αὐτὴν ἔχων φυσικῶς θεωρούμενον».

Εἰ τοίνυν κατὰ τὸν τῆς θεολογίας ἐπώνυμον, «οὐ φύσις τῷ υἱῷ τὸ εἶναι ἀρχήν, ὥσπερ οὐδὲ τῷ πατρὶ τὸ εἶναι ἄναρχον· περὶ γὰρ τὴν φύσιν, οὐ ταῦτα φύσις», εἰ φύσις μόνον ὁ πατὴρ καὶ ὁ υἱὸς κατὰ τὸν Ἀκίνδυνον, τὸ εἶναι ἄναρχος οὐκ ἔχει, ἀλλ’ οὐδὲ τὸ ἀρχὴ τῶν ὄντων εἶναι κατ’ αὐτόν· φυσικῶς γὰρ ταῦτα περὶ τὴν θείαν φύσιν, ἀλλ’ οὐ ταῦτα φύσις. Οὗτος τοίνυν οὕτω τὸν μὲν θεὸν οὐδαμῶς εἶναι κατασκευάσας καὶ τὸ ἄναρχον ἀνασκευάσας τούτου καὶ τὸ ἀρχὴν τῶν ὄντων εἶναι, ἀρχὰς δὲ τῶν κτισμάτων ἀποφηνάμενος εἶναι τὰ κτίσματα, παρ’ ἑαυτῶν ὡς ἔοικε τὸ εἶναι λαβόντα καὶ αὐτόματα διατελοῦντα καὶ μόνα ἐν τοῖς οὖσιν ὄντα, ὡς μηδαμῇ μηδενὸς ὄντος ὑπὲρ ταῦτα, πλὴν τῆς κατ’ αὐτὸν ἀμοίρου πάσης ἐνεργείας φύσεως, ταῦτα δοξάσας καὶ κηρύξας καὶ συγγραψάμενος οὕτω πονηρῶς καὶ ἀθέως, εἶθ’ ἡμῶν τῶν ἄρρηκτον ὡς ἀληθῶς τηρούντων τὴν μίαν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ὡς ἐν πᾶσιν ἄκτιστον φρονούντων καὶ κατὰ τὴν οὐσίαν καὶ κατὰ τὰς ὑποστάσεις, τρισυπόστατον γάρ, καὶ κατὰ πάσας τὰς δυνάμεις, παντοδύναμον γάρ, ἅτε λεγόντων ἀρχὴν εἶναι τὸν θεὸν ἁπάντων, οὐ κατὰ τὴν φύσιν, οὐ γὰρ φύσις αὐτῷ ἡ ἀρχή, ἀλλὰ κατὰ τὰς περὶ αὐτὴν ἐμφύτους αὐτοῦ δυνάμεις τε καὶ ἐνεργείας, διθεΐαν κατηγορεῖ καὶ ὡς πολυθέων καταψηφίζεται.

Ἀλλ’ ἐπειδὴ τοὺς θεηγόρους οὗτός φησι πατέρας καταβαίνειν ἐφ’ ἡμᾶς λέγειν, ἃς αὐτός φησιν ὑφειμένας ὡς κτιστὰς θεότητας καὶ μεθεκτάς, τουτέστι μετοχὰς καὶ δωρεὰς ὀνομάζεσθαι πολλάς, φέρ’ ἴδωμεν πάλιν ἀναμνησθέντες, τίνας οἱ θεοειδεῖς πατέρες πρὸς ἡμᾶς ἔφησαν καταβαίνειν ἐνεργείας τοῦ θεοῦ, ἃς καὶ ποικίλας καὶ πολλὰς μετοχὰς καὶ δωρεὰς καλοῦσιν. Ὁ γοῦν μέγας Βασίλειος πρὸς τοὺς Εὐνομιανοὺς ἰσχυριζομένους εἰδέναι τὴν οὐσίαν τοῦ θεοῦ ποιούμενος τὸν λόγον, «αἱ μὲν ἐνέργειαι τοῦ θεοῦ ποικίλαι», φησίν, «ἡ δὲ οὐσία ἁπλῆ. Ἡμεῖς δὲ ἐκ τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα· αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος».

Τοῦτο μὲν οὖν ἤδη πρῶτον σαφὲς ἐνταῦθα, ὡς ἡ οὐσία τοῦ θεοῦ παντάπασίν ἐστιν ἀπρόσιτος, ταὐτὸ δ’ εἰπεῖν ἀμέθεκτος, ἐπεὶ μηδὲ προσεγγίζειν αὐτῇ δυνάμεθα, φησί, καθάπερ καὶ ὁ θεῖος ἔφη Μάξιμος κατ’ οὐσίαν ἀμέθεκτον εἶναι πᾶσι τὸν θεὸν ἀποφηνάμενος. Ὁ δ’ Ἀκίνδυνος, μεθεκτὴν εἶναι φησὶ καὶ ταύτην, εἰ καὶ μὴ κατὰ τὰς κατιούσας ἐνεργείας ἄνωθεν.

Ἀλλὰ πρὸς ὃ νῦν ἡμῖν ὁ λόγος, ἴδωμεν τίνες εἰσὶν αἱ κατὰ τὸν μέγαν Βασίλειον πρὸς ἡμᾶς καταβαίνουσαι ποικίλαι τοῦ θεοῦ ἐνέργειαι· προλαβὼν γὰρ οὗτος ἀπηριθμήσατο ταύτας· αὗται γοῦν εἰσιν, ὡς αὐτός φησιν ὁ μέγας, τὸ προγνωστικόν, τὸ δημιουργικόν, τὸ φιλάνθρωπον, τὸ φοβερόν, τὸ δίκαιον, ἡ δύναμις, ἡ σοφία, ἡ ἀγαθότης, ἡ πρόνοια καὶ πᾶν ὅ,τι τούτοις παραπλήσιον. Καὶ αὗταί εἰσιν αἱ κατὰ τοὺς θεηγόρους ἐφ’ ἡμᾶς κατιοῦσαι ἄνωθεν, ἃς ὁ Ἀκίνδυνος κτιστὰς εἶναι δογματίζει καὶ ὑφειμένας ὡς κτιστάς, ἅτε πρὸς ἡμᾶς καταβαινούσας καὶ τοῖς πᾶσιν οὔσας μεθεκτὰς καὶ ἡ κατασκευὴ τοῦ κτιστὰς εἶναι τὰς θείας ἐνεργείας ταύτας, ὡς θαυμασιωτάτη· «οὐ γὰρ κινητόν, φησίν, ἡ μὴ κτιστὴ θεότης· ποῦ γὰρ κινηθῇ, ποῦ γὰρ οὐκ ἔστι; Φράσον».

Οὐ γὰρ συνεώρακεν, ὡς καὶ τὸν υἱὸν μετὰ τοῦ πατρὸς ἐντεῦθεν ἀποδείκνυσι κτιστόν. Ἀφικνεῖται γὰρ καὶ ὁ υἱὸς μετὰ τοῦ πατρὸς κατὰ τὴν ἐπαγγελίαν καὶ μονὴν ποιεῖται παρὰ τοῖς ἀξίοις. Λεγέτω τοίνυν ὁ Ἀκίνδυνος καὶ τούτους τῶν κτισμάτων, «οὐ γὰρ κινητόν, ὃ μὴ καὶ κτιστόν», καὶ τοῖς ἀντιλέγουσιν ἐπιφθεγγέσθω, «ποῦ γὰρ κινηθῇ, ποῦ γὰρ οὐκ ἔστι, φράσον», ὁ ἄκτιστος πατήρ τε καὶ υἱός;

Οὕτω μὲν οὖν ὁ Ἀκίνδυνος τῆς τοῦ θεοῦ οὐσίας τὰς θείας ἐνεργείας ἀποτεμόμενος καὶ εἰς κτίσμα κατασπάσας κατὰ βαράθρου πολυθεΐας τε καὶ ἀθεΐας καθῆκεν ἑαυτόν, διχοτομήσας ἐκτόπως εἰς κτιστὰ καὶ ἄκτιστα τὸ θεῖον. Ἡμεῖς δὲ καὶ τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἔλευσίν τε καὶ μονὴν καὶ τὴν τῶν ἐνεργειῶν ἐκείνων κάθοδον, θεοπρεπῶς ἀκούομεν, οὐ τὴν ἀπὸ τόπου εἰς τόπον μετάβασιν νοοῦντες, ὡς ἐν τῇ πρὸς ἡμᾶς ἀφίξει περιγραπτὸν οἴεσθαι τὸ θεῖον καὶ κτιστόν, ἢ κατὰ τὰς ὑποστάσεις ἢ κατὰ τὰς οἰκείας αὐτοῦ δυνάμεις τε καὶ ἐνεργείας, ἀλλ’ ἄφιξιν καὶ μονὴν καὶ κάθοδον τὴν ἐκ τοῦ ἐνεργεῖν τὸν θεὸν φανέρωσιν αὐτοῦ νοοῦμεν. Φανεροῦται δ’ ἐκ τοῦ ἐνεργεῖν οὐχ ἡ οὐσία τοῦ ἐνεργοῦντος, ἀλλ’ ἡ δύναμις καὶ ἡ ἐνέργεια, ἥτις ἐν αὐτῷ καὶ πρὸ τῆς φανερώσεως ἦν. Καὶ οὕτως ἡμῖν εἷς θεὸς ἐν ἀκτίστῳ οὐσίᾳ τε καὶ ἐνεργείᾳ, κἂν ὁ τὴν μίαν θεότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος εἰς κτιστὰ καὶ ἄκτιστα διαρρήξας Ἀκίνδυνος διαρραγῇ. Ἐνῆν μὲν οὖν ἡμῖν καὶ τὰ τοῦ μεγάλου Διονυσίου προχειρισαμένοις, ἐν οἷς τὰς τοιαύτας θείας ἐνεργείας μετοχὰς καὶ ἀρχὰς καὶ δωρεὰς καλεῖ γράφων, «πρώτην οὖν τὴν τοῦ αὐτοεῖναι δωρεὰν ἡ αὐτοϋπεραγαθότης προβαλλομένη, τῇ πρεσβυτέρᾳ πρώτῃ τῶν μετοχῶν ὑμνεῖται καὶ ἔστιν ἐξ αὐτῆς καὶ ἐν αὐτῇ καὶ αὐτὸ τὸ εἶναι καὶ αἱ τῶν ὄντων ἀρχαί».

Καὶ ὡς σύν γε τῷ ἱερῷ τε καὶ σοφῷ Μαξίμῳ καὶ ἐν τῷ θεῷ διδάσκουσι τὰς τοιαύτας εἶναι μετοχάς τε καὶ ἀρχὰς ἐξ ἀϊδίου καὶ τῶν ἐν αὐτῷ τούτων μετοχῶν τε καὶ ἀρχῶν κατ’ οὐσίαν τὸν θεὸν ἐπέκεινά φασιν.

Ἐνῆν οὖν ἡμῖν καὶ ταῦτα προθεῖσι διεξοδικώτερον, τὴν Ἀκινδύνου πολυθεΐαν τε καὶ ἀθεΐαν ἐξελέγχειν τοῦ τὰς θείας ἐνεργείας εἰς κτίσμα κατασπῶντος καὶ πλῆθος κτιστῶν θεοτήτων καινουργοῦντος καὶ δι’ αὐτῶν μηδὲ τὴν θείαν οὐσίαν εἶναι συγχωροῦντος ἄκτιστον, εἰ καὶ δοκεῖ κενοῖς λόγοις ἀνυψοῦν, κατασπῶν τῷ πράγματι. Πᾶσα γάρ ἐστιν ἀνάγκη κατάλληλον εἶναι ταῖς αὐτῆς οἰκείαις ἐνεργείαις.

Ἀλλ’ ἐπειδήπερ καὶ διὰ βραχέων τὸ συμπεριειλημμένον ἐν τοῖς αὐτῷ προτεθειμένοις μέγεθος τῆς δυσσεβείας καταφανὲς ἀποχρώντως γέγονεν, ἐφ’ ἕτερον τρέψομεν τὸν λόγον· ὅτι γὰρ διαιροῦνται καὶ διαφέρουσιν ἀλλήλων αἱ τοῦ θεοῦ ἄκτιστοι ἐνέργειαι, τῆς θείας οὐσίας οὔσης ὑπὲρ πάντα μερισμόν, κἀν τοῖς ἄρτι ῥηθεῖσι τοῦ θεοφάντορος Διονυσίου ἀναπέφηνε, καὶ μάλιστα τῷ τὴν μὲν τῶν ἐνεργειῶν τούτων πρεσβυτέραν τε καὶ πρώτην εἶναι, κἂν εἰ μὴ κατὰ χρόνον, τὰς δὲ μετὰ τὴν πρώτην. Ἀλλ’ ὁ Ἀκίνδυνος ταύτην τὴν διαφορὰν ἀπαναινόμενος, ἐπεὶ καὶ τὰ διαφέροντα ἀλλήλων οὐκ ἔστι μὴ καὶ πρὸς τὴν οὐσίαν διαφέρειν, ταύτην οὖν τελέως τὴν διαφορὰν ἀπαναινόμενος καὶ τὸ παντοδύναμον εἶναι τὸν θεὸν τελέως ἀθετῶν, οὐ τὰ προεξεληλεγμένα μόνον εἴρηκε βλάσφημα ταῖς προλαβούσαις τῶν ἁγίων περὶ θεοῦ δόξαις ἀντικειμένως, ἀλλὰ καὶ αὖθις, φησίν, ἐν τοῖς αὐτοῖς ἰάμβοις, «μερίζεται γὰρ μηδαμῶς, πλὴν ὡς θέμις· θέμις δὲ τριττῶς εἰς ἁγνὰς ὑποστάσεις· οὐ γὰρ μέρος πέφυκεν, εἴπερ οὐδ’ ὅλον, ὅλου δὲ παντός ἐστι καὶ μέρους ἄνω· καὶ τοῦτο δ’ αὖ κἀκεῖνο καὶ πάνθ’ ὡς κτίτωρ».

Τοῦτο δὴ μὴ μόνον δυσσεβές, ἀλλὰ καὶ ῥίζα τῆς Ἀκινδύνου δυσσεβείας ἐστίν· Ἐπὶ γὰρ τοῦ θεοῦ τὸ μερίζεσθαι οὐ τὸ εἰς μέρη τέμνεσθαι παρίστησιν, ἀλλὰ τὸ διαφορὰν ἐνθεωρεῖσθαι τούτῳ κατά τινα τῶν ἐπ’ αὐτοῦ λεγομένων· οὕτω γὰρ καὶ ἀμερίστως μερίζεται. Τοῦτο τοίνυν ἐνταῦθα, φησὶν ὁ Ἀκίνδυνος, ὅτι κατὰ τὰς ὑποστάσεις μόνον ἔνι διαφορά τις ἐπὶ τοῦ θεοῦ, τἄλλα δὲ τῶν ἐπὶ θεοῦ λεγομένων οὐδεμίαν ἔχει πρὸς ἄλληλα διαφορὰν ἀλλὰ μίαν ἔχει πάντα τὴν σημασίαν.

Ἆρ’ οὖν οὐ κατὰ τὸν Εὐνόμιον, ὡς ὁ Νύσσης φησὶ Γρηγόριος, τὰς ἐπιθεωρουμένας τῇ θείᾳ φύσει ἐνεργείας, εἰς μίαν τὰς πάσας ἔννοιαν συντήξας, ἓν τὰ πάντα ἐποίησεν; Ὡς ταὐτὸ σημαίνειν καὶ μηδεμίαν ἔχειν διαφορὰν τὴν θείαν ἀϊδιότητα πρὸς τὴν θείαν ἁπλότητα, καὶ τὴν ἀγαθότητα πρὸς τὴν ἀτρεψίαν, καὶ τὴν ἀφθαρσίαν πρὸς τὴν φιλανθρωπίαν, ἐπειδήπερ οὐχ ἕκαστον τούτων ὑπόστασίς ἐστι, καθ’ ἃς μόνας διαφορὰν θεωρεῖσθαι τῶν ἐπὶ θεοῦ λεγομένων, δογματίζει νῦν ὁ Ἀκίνδυνος.

Οὐκοῦν, ὃ καὶ φθάσας ἔφην, οὐδὲ παντοδύναμος κατ’ αὐτὸν ἔσται ὁ θεός· τὸ γὰρ πᾶς ἐπὶ τῶν κατά τι πρὸς ἄλληλα διαφερόντων· καὶ τί λέγω πάσας καὶ τοῦ θεοῦ δυνάμεις; Κατὰ γὰρ τὴν Ἀκινδύνου ταύτην θεηγορίαν οὐδὲ γοῦν μίαν δύναμιν ἔχει ὁ θεός—τὸ γὰρ ἔχον οὗ ἔχει κατά τι διενήνοχεν—, οὐκοῦν οὐδὲ οὐσίαν ἔχει κατ’ αὐτόν. Τί γὰρ ὢν ἄλλο παρὰ τὴν οὐσίαν ἐκείνου λέγοιτ’ ἂν εἶναι ἡ οὐσία; Ὑπόστασιν δὲ χωρὶς οὐσίας καὶ ἐνεργείας εἶναι ἀδύνατον. Ἆρ’ οὐ φανερὸν ὡς τὸ τοῦ Ἀκινδύνου τοῦτο δόγμα συμπεριληπτικόν ἐστι πάσης δυσσεβείας τε καὶ ἀσεβείας; Τῶν γὰρ ἐν τῷ θεῷ παρίησιν ἀνεπηρέαστον οὐδέν. Διὸ καὶ πρὸς τὸν Εὐνόμιον τῆς αὐτῆς κακοδοξίας ἕνεκεν φησὶν ὁ μέγας Βασίλειος· «ταύτης τί ἂν γένοιτο τῆς συγχύσεως ἀτοπώτερον, ἀφελόμενον τὴν ἰδίαν ἑκάστου τῶν ὀνομάτων σημασίαν, ἀντινομοθετεῖν τῇ τε κοινῇ χρήσει καὶ τῇ διδασκαλίᾳ τοῦ πνεύματος»; Καὶ πάλιν, «πῶς οὐχὶ μανία σαφής, μὴ ἴδιον σημαινόμενον ἑκάστῳ τῶν θείων ὀνομάτων ὑποβεβλῆσθαι λέγειν»; Ὁ δὲ Νύσσης θεῖος Γρηγόριος, «κατὰ τὸν ἀριθμόν», φησί, «τῶν θείων ὀνομάτων καὶ αἱ συμφυεῖς ἀξίαι τοῦ θεοῦ θεωροῦνται».

Οὕτω καὶ ἡ τῶν θείων ἐνεργειῶν διάκρισις ἀνωμολογημένη τοῖς εὖ φρονοῦσι πᾶσιν, ἔν τε τῇ κοινῇ χρήσει καὶ τῇ διδασκαλίᾳ τοῦ πνεύματος, καθάπερ ἡμεῖς καὶ ἐν ἰδίᾳ περὶ τούτου πραγματείᾳ προεξεθέμεθα, ἐκ τῆς πνευματοκινήτου τῶν θεολόγων γλώττης τοῦτο σαφῶς ἀποδεικνύντες.

Ὁ δ’ Ἀκίνδυνος μερίζεσθαί φησι τὸ θεῖον οὐδαμῶς πλὴν τῆς ὑποστατικῆς διακρίσεως, μηδὲ γοῦν τὸ τοῦ Χριστοῦ στόμα, ἵνα μὴ τοὺς ἄλλους λέγω νῦν, αὐτὸν φημὶ τὸν μέγαν Παῦλον δυσωπηθείς, ὃς συνεπιμαρτυρεῖν τὸν θεὸν τῇ σωτηρίᾳ τῶν πιστευόντων εἰς αὐτὸν φησίν, «οὐ σημείοις μόνον καὶ τέρασιν, ἀλλὰ καὶ ποικίλαις δυνάμεσι καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν».

Τοὺς δ’ ἑξῆς στίχους τίθησι μὲν ὁ Ἀκίνδυνος πρὸς κατασκευὴν τοῦ οἰκείου δόγματος, οἱ δὲ πρὸς ἀνασκευὴν αὐτοῦ κεῖνται φανερῶς, δυσσεβὲς τοῦτο παριστῶντες· διὰ τοῦτο γάρ, φησίν, οὐδαμῶς μερίζεται ὁ θεός, ὅτι μὴ κατὰ τὰς ὑποστάσεις, ἐπεὶ μήτε μέρος ἐστί, μήτε ὅλον, ἀλλ’ ἀνώτερος τούτων. Αὕτη οὖν ἡ κατασκευὴ καὶ τὸ κατὰ τὰς ὑποστάσεις μερίζεσθαι τὸν θεὸν ἀνεσκεύασε τελέως· καὶ κατ’ αὐτὰς γὰρ ὑπεράνω καὶ τοῦ ὅλου καὶ τοῦ μέρους ὁ θεός ἐστιν.

Οὐδὲ γὰρ ὅλος ὁ θεὸς ὡς ἐκ μερῶν τῶν ὑποστάσεών ἐστι συγκείμενος, ἐπεὶ μηδὲ μέρος τοῦ θεοῦ ἐν ἑκάστῃ τῶν ὑποστάσεων, ἀλλ’ ἐν ἑκάστῃ ὅλῃ καὶ τελεία ἡ θεότης ἐστίν. Οὐκοῦν τοῦτο δείκνυσιν ἐκ τῆς κατασκευῆς ταύτης, ὥσπερ ἐκ μεταμελείας, ὅτι οὐδὲ κατὰ τὰς ὑποστάσεις μερίζεται τὸ θεῖον· καὶ κατὰ ταύτας γὰρ ὅλου τε παντός ἐστι καὶ μέρους ἄνω. Ἆρ’ οὐ φανερόν, ὁ καὶ πρότερον ἔφην, ὅτι τὰ συνήθη τοῖς εὐσεβέσι ῥήματα ψιλὰ τίθησι μόνον εἰς ἐπίκρυψιν τῆς οἰκείας ἀθεΐας; Ἀλλ’ ἔστιν ὅπου καὶ αὐτὰ τὰ ῥήματα φανερῶς πάλιν ἀθετεῖ, ὡς κἀνταῦθ’ ἀναφαίνεται ποιῶν ἄμφω· τὸ γὰρ τοῦ θεοῦ παντοδύναμον ἀθετήσας φανερῶς, τῷ φάναι κατὰ τὰς ὑποστάσεις μόνας εἶναι τὴν διαφορὰν ἐπὶ θεοῦ, διὰ τούτου δολίως καὶ αὐταῖς ταῖς θείαις ὑποστάσεσιν ἐπηρεάζει ὡς ὁ λόγος ἔδειξεν.

Ἀλλὰ τὴν μὲν τοιαύτην αὐτοῦ δυσσέβειαν καὶ προλαβὼν ἔδειξεν ὁ λόγος. Ἐπεὶ δέ φησι κατὰ τὰς δυνάμεις καὶ ἐνεργείας μὴ μερίζεσθαι τὸ θεῖον, ὡς μήτε μέρος μήτε ὅλον ὄν, ἐὰν φανῇ καὶ μέρος ὂν καὶ ὅλον, ἐξ ἀνάγκης καὶ μερίζεται· ὅτι δὲ καὶ ὅλον ἐστὶ καὶ μέρος, ἀκουέτω πᾶς τις καὶ διὰ τοῦ ἐπιφερομένου στίχου μαρτυρούμενον· «καὶ τοῦτο γάρ, φησί, κἀκεῖνο καὶ πάνθ’ ὡς κτίτωρ»· ὥστε καὶ μερίζεται κἂν Ἀκίνδυνος ἀπαρέσκηται. Γράφει γὰρ ἄκων ὑπὸ τῆς ἀνάγκης τῆς ἀληθείας ἀγχόμενος· καὶ τὸ ‘πάντα’ γὰρ σαφὲς τοῦ μερίζεσθαι δεῖγμα, ἀλλ’ ‘ὡς κτίτωρ’ φησί, τουτέστιν ὡς κτίστης, κτίστης δὲ πῶς εἰ μὴ δημιουργικὸν θέλημα καὶ ἐνέργειαν ἔχει; Κατὰ ταῦτ’ ἄρα καὶ μερίζεται καὶ πολυπλασιάζεται, μένων κατ’ οὐσίαν εἷς καθάπερ καὶ ὁ θεῖος Μάξιμός φησι γράφων· «πληθύνεσθαι λέγεται ὁ θεὸς τῷ καθ’ ἕκαστον εἰς παραγωγὴν τῶν ὄντων βουλήματι, προνοητικαῖς προόδοις πολλαπλασιαζόμενος, μένειν δὲ ἀμερίστως ἕν, ὥσπερ ἥλιος ἀκτῖνας πολλὰς προπέμπων καὶ μένων ἐν τῇ ἑνότητι».

Ἀλλὰ καὶ ὁ μέγας ὄντως καὶ ὑψηλὸς Διονύσιος, περὶ τῆς κατὰ τὰς θείας ἐνεργείας ταύτης διακρίσεως, πολλὰ πρότερον εἰπὼν ἐν τῷ περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας, καὶ τοῦτ’ εἶναι σκοπὸν αὐτῷ τοῦ λόγου φανερῶς ἀποφηνάμενος, εἶτ’ ἐπάγει· «διάκρισιν θείαν εἶναί φαμεν, ὡς εἴρηται, τὰς ἀγαθοπρεπεῖς τῆς θεαρχίας προόδους· δωρουμένη γὰρ πᾶσι τοῖς οὖσι καὶ ὑπερχέουσα τὰς τῶν ὅλων ἀγαθῶν μετουσίας ἡνωμένως μὲν διακρίνεται, πληθύνεται δὲ ἑνικῶς καὶ πολυπλασιάζεται τοῦ ἑνὸς ἀνεκφοιτήτως». Καὶ μετά τινα· «ταύτας ἡμεῖς τὰς κοινὰς καὶ ἡνωμένας τῆς ὅλης θεότητος διακρίσεις, εἴτουν ἀγαθοπρεπεῖς προόδους ὑμνῆσαι κατὰ τὸ δυνατὸν πειρασόμεθα». Καὶ ἑτέραν εἶναι σαφέστατα δεικνὺς ἐπὶ τοῦ θεοῦ διάκρισιν, ἀλλ’ οὐ τὴν ὑποστατικὴν μόνην. Ὁρᾷς δ’ ὅτι καὶ κατὰ τὰς κοινὰς θείας ἐνεργείας ἀμερίστως ὁ θεὸς μερίζεται καὶ κατ’ αὐτὰς διακρινόμενος τοῦ ἑνὸς ἀνεκφοιτήτως ἔχεται; Αἱ γὰρ προνοητικαὶ πρόοδοι κοιναὶ τῆς τρισυποστάτου θεότητος ἐνέργειαί εἰσιν.

Ὁ δ’ Ἀκίνδυνος τὴν κατὰ τὰς κοινὰς ταύτας ἀγαθοπρεπεῖς προόδους τε καὶ ἐνεργείας τοῦ θεοῦ διάκρισιν τελέως ἀθετῶν, καὶ τὴν μὲν τρισυπόστατον θείαν φύσιν μόνην ἄκτιστον εἶναι δογματίζων, πᾶσαν δὲ ταύτης κοινὴν πρόοδον καὶ ἐνέργειαν τῆς φύσεως ὁπωσοῦν διαφέρουσαν τοῖς κτιστοῖς συντάττων, καὶ ἄθεος ὄντως καὶ πολύθεος ὤν, αὐτὸς ὡς ἐκ τῶν προγεγραμμένων ἀναπέφηνε. Τίνα τῶν ἐνθέων θεολόγων διὰ τῶν αὐτοῦ τούτων ἰάμβων οὐ πολύθεον ἀπέδειξεν, ὡς ἄκτιστον δοξάζοντα τὴν θείαν καὶ κοινὴν τῆς τρισυποστάτου θεότητος ἐνέργειαν, μάλιστα δὲ πάντων, τὸν οὐρανόφρονα Διονύσιον ὑπεύθυνον ἀποδείκνυσιν, ὃς καὶ διὰ μακρῶν λόγων, τὰς διαφορὰς τῶν ἐπὶ θεοῦ λεγομένων διετράνωσε;

Καὶ τὴν μὲν πρώτην καὶ πρεσβυτέραν ἔφη τῶν ἐν τῷ θεῷ ἐξ ἀϊδίου ἀρχῶν καὶ μετοχῶν, ἃς δήπου καὶ προορισμούς φησι καὶ θεῖα καὶ ἀγαθὰ θελήματα τῶν ὄντων ἀφοριστικὰ καὶ ποιητικά, τὰς δὲ μετὰ τὴν πρώτην· ἀλλὰ καὶ ὑπερκεῖσθαι τούτων ἁπασῶν τὸν ἀμέθεκτον αἴτιον ἐθεολόγησεν.

Ἀρκέσει δ’ ἡμῖν ἀρτίως, τὸν λόγον μηκύνειν οὐκ ἐθέλουσι καὶ τὰ μυριόλεκτα πάλιν ἐπαναλαμβάνειν, ἀντὶ πάντων τε τῶν ἁγίων καὶ κατὰ πάντων τῶν ἐν τοῖς ἰάμβοις τούτοις γεγραμμένων, τῷ τῶν ἁγίων συκοφάντῃ τούτῳ καὶ ὑβριστῇ τὸ συμπεριληπτικῶς εἰρημένον τῷ Δαμασκηνῷ πατρί· «ἄλλο ἐνεργητικὸν ἐπὶ θεοῦ καὶ ἄλλο ἐνέργεια· τὸ μὲν γὰρ ἡ φύσις ἐστί», φησίν, «ἐξ ἧς ἡ ἐνέργεια πρόεισιν, ἐνέργεια δὲ ἡ οὐσιώδης τῆς φύσεως κίνησις». Τοῦτο τοίνυν καὶ μόνον ἱκανὸν τὴν ἐν μέτροις κεκοσμημένην Ἀκινδύνου ταυτηνὶ λέσχην ἄκοσμον ἀμέτρως ἀποδεῖξαι καὶ δυσσεβῆ.

Ζητείτω δ’ ὁ βουλόμενος καὶ τὴν τελεωτέραν περὶ τούτων εἴδησιν ἐν τοῖς διὰ πλάτους μοι λόγοις πρὸς αὐτόν τε καὶ τοὺς κατ’ αὐτόν.