Δεῖ δή, προσφιλέστατε πάτερ, τοῦτο πείθειν πάντας ἐγχειρεῖν, ὡς οὐ προσίσταται, μᾶλλον δὲ καὶ συνίσταται τὸ διακεκριμένον τῷ ἑνιαίῳ τῆς θεότητος, ἀλλὰ μὴ γωνίας ἄξια νομίζειν καὶ παραρριπτεῖν ἐπιχειρεῖν ἀφασίᾳ παραπέμποντας, καὶ ταῦτα διὰ τῶν βιβλίων προκείμενα τοῖς πᾶσι τὰ τοῖς θείοις πατράσι τεθεολογημένα θείως, παραινεῖν γε μὴν τοὺς ἐπιόντας καὶ ἀκούοντας χρεών, μὴ τῷ γράμματι δουλεύειν, ἀλλὰ τὸν ἐγκείμενον θηρεύειν νοῦν καὶ τὴν εὐσεβῆ διάνοιαν ἀσπάζεσθαι καὶ μετὰ τοῦ θείου Κυρίλλου καὶ Δαμασκηνοῦ πατρὸς λέγειν πρὸς αὐτούς, «ὡς εἴωθεν ἐξ ἀρχῆς οὐ μόνον ἡ θεία γραφή, ἀλλὰ καὶ οἱ τῆς ἐκκλησίας διδάσκαλοι περὶ τὰς λέξεις ἀδιαφορεῖν, εἰδότες ὅτι οὐδὲν ἀδικοῦσιν αἱ λέξεις, ὅταν ἄλλως ἔχῃ τὰ πράγματα», καὶ τὸ τοῦ θείου Μαξίμου, «λέξεως», γράφοντος, «κίνδυνον μηδένα εἶναι, ἂν μὴ περὶ τὴν ἔννοιαν ἡ ἁμαρτία γένηται», καὶ τὸ τοῦ μεγάλου Βασιλείου λέγοντος, «οὐ χρὴ προσέχειν λέξεσιν, ἀλλὰ τῇ τοῦ σκοποῦ δυνάμει», καὶ τὸ τοῦ μεγάλου Γρηγορίου προστιθέναι τοῖς φιλονεικότερον ἐνισταμένοις, «ὅτι οὐκ ἐν ῥήμασιν ἡμῖν, ἀλλ’ ἐν πράγμασιν ἡ εὐσέβεια», καὶ πάλιν, «οὐ περὶ τῶν ὀνομάτων ζυγομαχήσομεν, ἕως ἂν εἰς τὴν αὐτὴν ἔννοιαν αἱ συλλαβαὶ φέρωσι», καὶ πάλιν, «οὐδὲ γὰρ περὶ ταῦτα ζυγομαχοῦντες ἀσχημονήσομεν, ὥσπερ ἐν ὀνόμασι κειμένης ἡμῖν τῆς εὐσεβείας, ἀλλ’ οὐκ ἐν πράγμασι», καὶ πρὸς τούτοις τὸ τοῦ Χρυσοστόμου πατρός, «οὐ δεῖ τὴν λέξιν καθ’ ἑαυτὴν βασανίζειν, ἀλλὰ τῇ διανοίᾳ προσέχειν τοῦ γράφοντος· ἂν γὰρ μὴ τὴν γνώμην τοῦ γράφοντος ἐξετάζωμεν, πολλὰς ὑποστησόμεθα τὰς ἀπεχθείας καὶ πάντα ἀνατραπήσεται».