Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαί

Γρηγόριος Παλαμᾶς

Επιστολή προς τον Βησσαρίωνα

Ποιμαντική νουθεσία για αντοχή στις δοκιμασίες και στους πειρασμούς. Επισήμανση του κινδύνου από τη διάδοση της νέας βαρλααμικής πλάνης και χαιρετισμοί προς συμμοναστές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 8 από 12

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> Τῼ ΤΙΜΙΩΤΑΤῼ ΕΝ ΜΟΝΑΧΟΙΣ Τῼ ΑΣΚΗΤΙΚΩΤΑΤΩ ΚΥΡ ΒΗΣΑΡΙΩΝΙ Εὐλογημένε τῷ θεῷ καὶ ἐμοὶ ἐκ ψυχῆς ἠγαπημένε κῦρ Βησαρίων, τὰ μὲν τῆς παρούσης γενεᾶς οὕτως ἔχει, ὡς καὶ ὁ ἀπόστολος προεῖπε καὶ ἡ ἁγιωσύνη σου ἔγραψε καὶ ἡμεῖς ὁρῶμεν.

Ἀλλὰ καὶ ὁ διάβολος εὔθετον ἑαυτῷ τὸν καιρὸν ἰδών, ἐπεχείρησε καταστρέψαι καὶ αὐτὰ τὰ θεμέλια τῆς εὐσεβείας· καὶ οὕτω δολίως, ὡς τάχ’ ἂν εἰς τέλος ἤγαγε τὴν πονηρὰν ἐγχείρησιν, μηδὲ τῶν δοκούντων τῆς συμφορᾶς ἐπαισθανομένων, εἰ μὴ ὁ θεὸς ὡς ἠθέλησε δι’ ἡμῶν τῶν ἐσχάτων κατάφωρον ἐποίησε καὶ διεσκέδασε τὴν αὐτοῦ πονηρίαν. Τί οὖν ἡμᾶς ἔδει ποιεῖν ἐπαισθανομένους ὑφέρποντος καὶ διασαλεύειν πειρωμένου τὰ βάθρα τῆς εὐσεβείας; Ἀναχωρεῖν καὶ ἡσυχάζειν καὶ σιωπᾶν, ἀναλογιζομένους τὴν τῶν πολλῶν νῦν ἐπὶ τὰ χείρω ῥοπὴν καὶ τὰς ἐκ τούτων ἐπιγενησομένας μέμψεις καὶ τὰς παρὰ τῶν ἀντικειμένων ἐπαγωγὰς ἢ προαγωνίζεσθαι καὶ ὑπεραπολογεῖσθαι καὶ προκινδυνεύειν τῆς εὐσεβείας, πρὸς τὸν τῆς εὐσεβείας ὁρῶντας θεὸν καὶ τὴν ἐκεῖθεν ἀποδοχήν, μᾶλλον δὲ τὸ πρὸς ἐκεῖνον ἀπαραίτητον χρέος; Τὸ δεύτερον πάντως· τοῦτο γὰρ τοῖς πᾶσι λυσιτελέστερον.

Τοῦ γὰρ θεμελίου τῆς εὐσεβείας ἱσταμένου καλῶς, οὐκ ἔνι μὴ καί τινας ἐποικοδομεῖν τὰ ἔργα τῶν ἀρετῶν· ἀλλὰ καὶ τοῖς ῥαθυμότερον βιοῦσιν ἀεὶ μένει μετανοίας ἐλπίς. Ἐκείνου δὲ κατασπασθέντος, συγκατασπᾶται πᾶν ἀγαθόν.

Διὰ τοῦτο θεοῦ συνεργοῦντος καὶ πολυειδῶς ἐπιρρωννύντος, τῆς εὐσεβείας ἐπηρεαζομένης προέστημεν, καὶ τὸν ἐπηρεαστὴν κατῃσχύναμεν, μᾶλλον δὲ καὶ τελέως ἀνείλομεν, τὴν αὐτοῦ περιελόντες κεφαλήν. Ἡ δὲ ἦν ὁ Βαρλαάμ, πανταχόθεν ἔχων τὸ δύνασθαι· καὶ γὰρ καὶ τῇ ἐκκλησίᾳ μέγας ἐδόκει καὶ τῇ πολιτείᾳ, καὶ παρὰ τοῦ βασιλέως καὶ τῶν ἐν τέλει πολλῆς ἐτύγχανε τῆς ὑποδοχῆς. Ἀλλ’ ἐπὶ πάντων ἐξελεγχθείς, ὡς τῆς εὐσεβείας ἀντίθετος, πρὸς φυγὴν ὑπ’ αἰσχύνης ἔδωκεν ἑαυτόν, ἐπειδὴ πρὸς μετάνοιαν οὐκ ἠθέλησε. Τῆς οὖν ἀρχῆς καὶ τῆς κεφαλῆς οὕτως ἀφαιρεθείσης, ᾗ προσφὺς τὸν ὁλκὸν ὁ ἀρχέκακος ὄφις κατὰ τῆς εὐσεβείας ἐχώρησε, τί θαυμαστόν, εἰ σπαίρων ἔτι τῷ οὐραίῳ τὸν κονιορτὸν ἡμῖν ἐπεγείρει τῶν πειρασμῶν. Ἀνάγνωθι τὰ παλαιὰ διηγήματα, καὶ πάντας εὑρήσεις τοὺς ὑπὲρ εὐσεβείας ἀντιλεγομένης ἠγωνισμένους, μετὰ τὴν ἐπὶ τῶν μεγάλων ἐκείνων συνόδων νίκην, ὕστερον τὰ τῶν καταδίκων αὐτοὺς ὑποστάντας.

Εἰ τοίνυν ἐκεῖνοι οὕτως, οἱ καὶ δι’ ἑαυτοὺς ἀξιώτατοι παρὰ πάντων προσκυνεῖσθαι καὶ ζῶντες, πόσῳ μᾶλλον ἡμεῖς, οἱ καὶ διὰ τὸ ἀχρεῖον τοῦ καθ’ ἡμᾶς βίου μαστίγων ἄξιοι καὶ παιδείας δεόμενοι; Πῶς δ’ οὐκ ἂν ἦν σημεῖον τοῦ ἀνόμοιον εἶναι τοῖς τῶν πατέρων ὑπὲρ εὐσεβείας ἀγῶσι τὸν ὑπὲρ τῆς πίστεως ἡμῶν δρόμον, εἰ ἐκτὸς ἦμεν τῆς ἐπακολουθούσης παιδείας, ἧς ἐκεῖνοι γεγόνασι μέτοχοι; Πῶς δ’ οὐκ ἂν εἶχεν ὁ διαβάλλων λέγειν, ὅτι διὰ δόξαν ἐδράμομεν, εἰ μὴ καὶ τὰ τῆς ἀτιμίας ὑπομείναντες οἱ αὐτοὶ διεμείναμεν; Διὰ τοῦτο μὴ ξενίζου, ἀγαπητὲ ἀδελφέ, «τῇ ἐν ἡμῖν πυρώσει πρὸς πειρασμὸν ἡμῖν γινομένῃ ὡς ξένου ἡμῖν συμβαίνοντος», ἀλλ’ ἀποδέχου, ὅτι κοινωνίας ἔτι φέρομεν ἴχνος, τῶν κοινωνησάντων τοῖς παθήμασι τοῦ Χριστοῦ, «ὃς ἔπαθεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, καὶ ταῦτα ἵνα ἐπακολουθήσωμεν τοῖς ἴχνεσιν αὐτοῦ»· μηδὲ ζήτει τὴν ἐλευθερίαν, ἀλλ’ ἐπεύχου τὴν καρτερίαν, μηδὲ διάκρινε καλὸν εἶναι, τοὺς δι’ ἑαυτῶν τοῦ θεοῦ συναιρομένου σβεννύντας τὴν τοῦ πονηροῦ πυράν, ἀποστῆναι ταύτης καὶ ἀπαλλαγῆναι τῆς ἀλέας καὶ τοῦ καπνοῦ πρὸ τοῦ τελέως αὐτὴν σβεσθῆναι, μηδὲ λίαν δυσχέραινε πρὸς τοὺς μὴ λίαν συναινοῦντας ἢ καὶ μεμφομένους· ἐνθυμήθητι, τί τὸ λεγόμενον σημεῖον· πῶς ὁ θεμέλιος καὶ ἀκρογωνιαῖος σκανδάλου πέτρα· πῶς ἡ τοῦ Χριστοῦ εὐωδία «οἷς μὲν ὀσμὴ ζωῆς εἰς ζωήν, οἷς δὲ θανάτου εἰς θάνατον».

Δοκεῖ δέ μοι νομίζειν τινὰς τοιοῦτον εἶναι τὸ νῦν κεκινημένον, οἷα τὰ ἀμφιλεγόμενα τοῖς παρακύπτουσιν ἢ παρακύπτειν δοκοῦσι πρὸς τὰ ἄδυτα τῆς κατὰ νοῦν ἡσυχίας. Ὕστερον δέ ποτε γνόντες, ὡς ὑπὲρ τοῦ στηριχθῆναι σαλευομένην τὴν κοινὴν ἁπάντων εὐσέβειαν ἐνέβαλον αὐτὸς ἐμαυτὸν εἰς τὰς μέμψεις καὶ θλίψεις ταύτας, μὴ λογισάμενος τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, πάντως εὐχαριστήσουσι καὶ ἀποδέξονται, κἂν μὴ νῦν πάντες, ἀλλ’ ἐν τῇ ἡμέρᾳ κυρίου, καθ’ ἣν ἀποκαλυφθήσονται πάντα, καὶ τὰ τοιαῦτα μάλιστα. Γίνωσκε δέ, πλὴν ὀλίγων, τοὺς ἄλλους μήπω καταλαβόντας τὴν νῦν κεκινημένην περὶ τῆς εὐσεβείας ὑπόθεσιν. Κεκίνηται δὲ οὐ παρ’ ἡμῶν, ἀλλὰ τοῦτο μᾶλλον ἡμᾶς κεκίνηκε καὶ κατέσχε πρὸς ἔνστασιν, τὸ πολλὴν μὲν ὁρᾶν, εἰ προχωρήσει, τὴν ἀπὸ τῆς ὑποθέσεως ταύτης βλάβην.

Τὸ γὰρ μυστήριον ἅπαν ἀνατρέπει τῆς πίστεως, μηδὲ τοῦ λωβᾶσθαι τῇ κατὰ θεὸν πολιτείᾳ τῶν ἀνθρώπων ἀποσχομένῃ, τῶν ἐπὶ λύμῃ παντὸς καλοῦ κεκινημένων ἐξ αἰῶνος αἱρέσεων, ἀνακεφαλαίωσις οὖσα καὶ οἷον ἐπίλογος, ἐφευρημένος νῦν ἐν ταῖς ἐσχάταις ἡμέραις τοῦ ἐσχάτου αἰῶνος τῷ ἀρχηγῷ καὶ τελειωτῇ τῆς ἀπάτης, διὰ τὴν πρὸς πᾶν ἀγαθόν τε καὶ ἀληθὲς ἀπ’ ἀρχῆς ἄχρι τέλους ἀντίθεσιν. Οὕτω δὲ λανθάνουσαν ἔχει τὴν εἴσοδον, ὡς δυσφώρατον εἶναι τοῖς πλείοσι, διὰ τοῦτο καὶ δυσδιάφυκτον.

Τῷ ἐν ἱερομονάχοις ὁσιωτάτῳ καὶ προηγουμένῳ κῦρ Φιλοθέῳ μετάνοιαν ποιῶ, γράφων πρὸς αὐτόν, ὅτι φασὶν οἱ πατέρες, «ἐκ ταπεινώσεως διάκρισις»· σὺ δὲ τὰ μὲν τῆς ταπεινώσεως ἔδειξας, ἐν οἷς περὶ ἡμῶν ἔγραψας, δι’ ὧν καὶ σοφῶς ὑπέμνησας, ὁποίους εἶναι ἡμᾶς ἐχρῆν, τὰ δὲ τῆς διακρίσεως οὐκ ἐπέδειξας· καὶ σεαυτὸν γὰρ προσοφείλων ἀποδοῦναι πρὸς συνεργίαν, τοῖς πρότερον μὲν ὑπὲρ τῆς ἐν θεῷ ἀληθείας, νῦν δὲ καὶ ὑπὲρ τοῦ κοινοῦ γένους πάσχουσι· σὺ δὲ καὶ τοὺς συμπράττοντας καὶ συμπάσχοντας ἐπικεχείρηκας ἀποστῆσαι καὶ μεταστῆσαι πρὸς ἑαυτόν. Σαυτὸν οὖν τούτου χάριν εὐθύνας, ποθεινότατε πάτερ, πρόσθες ταῖς ὑπὲρ ἡμῶν εὐχαῖς. Τῷ τιμιωτάτῳ ἐν ἱερομονάχοις καὶ μὴ κατὰ πνεῦμα μόνον ἡμετέρῳ ἀδελφῷ κῦρ Μακαρίῳ, μετάνοιαν· καὶ εἰπὲ πρὸς αὐτόν, ἐμποδισθεὶς καὶ πρὸ ὀλίγου, μὴ λυποῦ· οὔπω γὰρ ἦν εὔκαιρος ἡ πρὸς ἡμᾶς ἐπιδημία.

Τοῖς ἐμοῖς κατὰ πάντα ἐν Χριστῷ, τῷ κῦρ Μάρκῳ τῷ Βλατῇ καὶ τῷ κῦρ Μωυσεῖ, μετάνοιαν· καὶ εἰπὲ πρὸς τὸν κῦρ Μᾶρκον, μὴ προφασίζου τὰ περιστοιχίζοντα καὶ ταῦτ’ ἐπὶ τοῦ ὄρους ὢν καὶ μετὰ Μωσέως, μᾶλλον δ’ ὃ καὶ θαυμασιώτερον καὶ τοῦ Μωσέως προάγων· ἀλλ’ ἑτοιμάζου σύμβολά μοι παρέξειν τῆς ἐπὶ τοῦ ἁγίου ὄρους διατριβῆς· ἐλπίζω γάρ σε ὄψεσθαι καὶ τὸν μετὰ σοῦ Μωυσῆν, εἰ μηδὲν ἄλλο, τὰς γοῦν πλάκας τῆς καρδίας συντετριμμένας ἔχοντα, οὐκ ἀπὸ τοῦ μὴ ἐνεγκεῖν ἐξυβρίσαντα δῆμον, ἀλλ’ ἀπὸ τοῦ μετὰ λόγου φέρειν τὰ ὡς εἰκὸς ἐκ τῆς πολυανθρώπου ταύτης συνοδίας ἐπαγόμενα τούτῳ σκώμματα· πάντως ἀνέξεσθε καὶ δεσμίου ἐλευθεριάζοντος. Πᾶσι τοῖς κατὰ θεὸν πατράσι καὶ ἀδελφοῖς μου, μετάνοιαν. Εἴης μοι ὑγιαίνων· καὶ ἀναβάσεις ἐπὶ τὸ κρεῖττον ἀεὶ διατιθέμενος ἐν καρδίᾳ χάριτι Χριστοῦ. Καὶ τὸ κατὰ σαυτὸν μετὰ πάντων εἰρηνεύων, μάλιστα δὲ ἐν σεαυτῷ, ὃ καὶ ἡμῶν ὑπερευχόμενος μὴ διαλίπῃς.