Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαί

Γρηγόριος Παλαμᾶς

Επιστολή προς τον μοναχό Διονύσιο και ομολογία πίστεως

Οριοθέτηση των τριών μορφών αθεΐας, στις οποίες εντάσσεται η διδασκαλία των αντιπάλων. Η επιστολή καταλήγει σε αναλυτική ομολογία της ορθόδοξης τριαδικής πίστεως, της ενανθρώπησης, των μυστηρίων και της αποδοχής των ιερών συνόδων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 7 από 12

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΡΟΣ ΤΟΝ ΕΥΛΑΒΕΣΤΑΤΟΝ ΕΝ ΜΟΝΑΧΟΙΣ ΚΥΡ ΔΙΟΝΥΣΙΟΝ Τριῶν ὄντων τῶν τῆς ἀθεΐας ὡς εἰπεῖν γενῶν, ἴδοις ἂν ἐξετάσας, ὦ καλὲ κἀγαθὲ Διονύσιε, μηδενὸς ἀπολελεῖφθαι τούτων ἐσπουδακότας τοὺς ἡμῖν ἀντικεῖσθαι διὰ τέλους προελομένους.

Ἓν μὲν δὴ γένος ἀθεΐας ἐστὶν ἡ πολυειδὴς πλάνη τῶν ἑλληνιζόντων, ὧν οἱ μὲν μηδαμῇ μηδαμῶς εἶναι θεὸν ἐνόμισαν, οἷος Ἐπίκουρος ἦν, πάντα τὸν βίον ταῖς κατ’ αἴσθησιν ἐφεὶς ἡδοναῖς καὶ μηδὲν τῶν αὐτὴν τερπόντων ἐννενοηκὼς ὑψηλότερον· οἱ δὲ τῆς τετρακτύος ἑνί τῳ τῶν τοῦ κόσμου στοιχείων, ἄλλος ἄλλῳ τὸ τῶν ἄλλων ἔδωκαν κράτος, ὧν εἰσιν Ἐμπεδοκλεῖς καὶ Ἡράκλειτοι καὶ Ἀναξιμέναι τινὲς καὶ Δημόκριτοι καὶ ὅσοι κατ’ αὐτοὺς οὐδ’ οὗτοι τῶν ἐμφαινομένων τοῖς ὁρωμένοις σφίσιν αὐτοῖς ἀναδῦναι δόντες κατὰ διάνοιαν· οἱ δέ, καὶ τῶν ὄντων πάντων ἀκαταληψίαν ἐδογμάτισαν εἶναι πᾶσι παντελῆ, καθάπερ Ξενοφάνης ὁ Κολοφώνιος εἰπών, «οὐδεὶς οὐδὲν οἶδε, δόκος δ’ ἐπὶ πᾶσι τέτυκται». Εἰσὶ δ’ οἳ καὶ πρὸς τὸ δοκοῦν ἀξιοῦσιν ἀντιλέγειν ἀεί, Σέξτοι καὶ Πύρρωνες οὗτοι καὶ πάντες οἱ ἐφεκτικοὶ καλούμενοι. Σωκράτης δὲ καὶ Πλάτων καὶ οἱ φοιτήσαντες αὐτοῖς ἐφαντάσθησαν μὲν θεόν, ἀλλὰ λίαν ἀμυδρῶς, παντάπασιν ἀσυστάτους δόξας περὶ αὐτοῦ συγγραψάμενοί τε καὶ προθέμενοι καὶ παρὰ τοῦτο τῆς ἑλληνικῆς ἀθεΐας οὐκ ἔξω κείμενοι.

Παρὰ τούτων ἔχει λαβὼν καὶ τῷ Ἀκινδύνῳ μεταδοὺς ὁ Βαρλαὰμ ἐκεῖνος τὸ μηδὲν διαφέρειν τῆς οὐσίας τοῦ θεοῦ τὴν ἐνέργειαν. Ὅτι δὲ τοῦτο δόγματός ἐστιν ἑλληνικοῦ, καὶ ὁ ἐν μάρτυσι φιλόσοφος Ἰουστῖνος ἐν τῷ Πρὸς Ἕλληνας ἐξενηνεγμένῳ λόγῳ παρίστησιν, ὅτι γε μὴν ὁ τοῦτο λέγων ἀναιρεῖ τὸ εἶναι θεόν, ἐκεῖνός τε ὁ σοφὸς μάρτυς ἐν ἐκείνῳ τῷ λόγῳ καὶ οἱ ἄλλοι θεοφόροι πατέρες ἐν διαφόροις λόγοις ἀποδεικνύουσι. Τὸ γὰρ μηδαμῇ διαφέρον πάντῃ τε καὶ πάντως ἕν ἐστι καὶ μονώτατον, ἑτέρου παντὸς παντάπασιν ἄμοιρον. Εἰ τοίνυν ἐπὶ θεοῦ διαφέρει μηδὲν ἡ ἐνέργεια τῆς οὐσίας, ἡ τοῦ θεοῦ οὐσία κατ’ αὐτοὺς ἐνεργείας ἐστὶ πάμπαν ἄμοιρος· ὁ δὲ τοῦτο λέγων φανερῶς μηδαμῶς εἶναι θεὸν ἀποφαίνεται· τὸ γὰρ μηδεμίαν ἐνέργειαν ἔχον οὔτε ἔστιν οὔτε τί ἐστιν, οὔτε ἔστι παντελῶς αὐτοῦ θέσις οὐδὲ ἀφαίρεσις κατὰ τοὺς ἀληθεῖς θεολόγους. Καὶ ὥσπερ οὐδείς ποτε ἔφη τὸν θεὸν οὐσίαν καὶ φύσιν ἔχειν, ἀδιαφόρων γὰρ ὄντων τούτων ἐπ’ αὐτοῦ, θατέρῳ τῶν ὀνομάτων ἀρκούμεθα, τὸν αὐτὸν τρόπον οὐδ’ ὁ Βαρλαὰμ καὶ Ἀκίνδυνος καὶ ὅσοι φρονοῦσι κατ’ αὐτούς, ἀκολούθως ἂν φαῖεν ἑαυτοῖς οὐσίαν καὶ ἐνέργειαν ἔχειν τὸν θεόν, ὡς διακένου ψόφου παρ’ αὐτοῖς ὄντος τοῦ τῆς ἐνεργείας ὀνόματος καὶ μηδὲν παρ’ ἑαυτοῦ τῇ προσθήκῃ διαφέρον δεικνύντος.

Ἀλλ’ οὐδ’ ἄν τις φαίη τὴν τοῦ θεοῦ οὐσίαν ἔχειν καὶ φύσιν ἢ τῆς οὐσίας εἶναι τὴν φύσιν, ἐπειδήπερ ἀλλήλων οὐδὲν διενηνόχασιν. Οὕτω τοίνυν οὐδὲ Βαρλαὰμ καὶ Ἀκίνδυνος τὴν τοῦ θεοῦ οὐσίαν καὶ ἐνέργειαν ἔχειν ἐροῦσιν, οὐδὲ τῆς τοῦ θεοῦ οὐσίας τὴν ἐνέργειαν εἶναι, ἐπεὶ μηδ’ αὗται κατ’ αὐτοὺς διαφέρουσιν ἀλλήλων. Τὸ δὲ μηδεμίαν ἐνέργειαν ἔχον ἀνύπαρκτον ὡς οἱ θεόσοφοι πατέρες ἐδίδαξαν. Ἓν μὲν οὖν τοῦτ’ εἶδος ἢ γένος ἀθεΐας καὶ πρῶτον.

Διὸ καὶ ὁ μέγας Παῦλος πάντας τοὺς μὴ τοῦ διὰ Μωσέως δοθέντος νόμου μετειληχότας ἀθέους προσαγορεύει γράφων πρὸς Ἐφεσίους· «μνημονεύετε ὅτι ὑμεῖς ποτε τὰ ἔθνη ἐν τῇ σαρκί, οἱ λεγόμενοι ἀκροβυστία, ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν ἐπαγγελιῶν καὶ τῆς διαθήκης, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ».

Δεύτερον δὲ γένος ἀθεΐας ἐστὶν ἡ πολυσχεδὴς καὶ πολύμορφος ἀπάτη τῶν αἱρετικῶν, ὧν οἱ μὲν πατέρα λέγουσιν ἄπαιδα τὸν θεόν, ὡς καὶ οἱ μετὰ τὴν ἐπιφάνειαν τοῦ υἱοῦ τοῦ θεοῦ τῇ σκιᾷ τοῦ πάλαι νόμου δουλεύειν ἔτι ποθοῦντες καὶ παρακαθῆσθαι φιλονεικοῦντες τῷ γράμματι, οἱ δὲ υἱοπάτορα τὸν αὐτόν, ὡς οἱ περὶ τὸν λίβυν Σαβέλλιον, οἱ δὲ κτιστοῦ υἱοῦ καὶ πνεύματος ἄκτιστον πατέρα, ὡς Ἄρειοι καὶ Εὐνόμιοι καὶ Μακεδόνιοι. Πάντες δὲ οὗτοι καὶ οἱ τοιοῦτοι οὐδὲν τῶν ἀθέων διενηνόχασιν, ἅτε μηδὲ τὸν πατέρα τιμῶντες κατὰ τὸ ὑπὸ τοῦ κυρίου εἰρημένον, «ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα, τὸν πέμψαντα αὐτόν». Διὸ καὶ ὁ μέγας Ἀθανάσιος, «ἄθεός ἐστι», φησίν, «ὁ διαιρῶν τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ εἰς κτίσμα κατασπῶν». Τὸν αὐτὸν δὲ δήπου τρόπον καὶ ὁ συνάπτων κακῶς· ἀναιρεῖ γὰρ δι’ ἀλλήλων ἑκάτερα.

Τούτους δ’ αὖ πολυτρόπως Βαρλαὰμ καὶ Ἀκίνδυνος ἐζηλώκασιν· ἀναιροῦσι γὰρ καὶ οὗτοι δι’ ἀλλήλων τὴν θείαν οὐσίαν καὶ τὴν ἐνέργειαν, ἀλλ’ οὐδὲ τὸ τρισυπόστατον αὐτοῖς ἐπὶ θεοῦ φυλαχθήσεται, κοινὴν καὶ τὴν αὐτὴν δύναμίν τε καὶ ἐνέργειαν μὴ τιθεμένοις πατρός, υἱοῦ καὶ πνεύματος·

Καὶ καθάπερ Ἄρειος τῇ τοῦ θεοῦ ἁπλότητι συνιστάμενος ἀφρόνως κτίσμα τὸν υἱὸν ἐτίθετο, καὶ τοὺς μὴ οὕτω φρονοῦντας πολυθέους ἔλεγεν, ὡς πολλὰ ἄκτιστα δοξάζοντας —ἀγνοῶν ὁ τάλας ὡς αὐτὸς ἄθεος καὶ πολύθεος γίνεται, κατατέμνων εἰς κτιστὰ καὶ ἄκτιστα τὸν ἕνα θεὸν καὶ διὰ τοῦ υἱοῦ καὶ τὸν πατέρα πρὸς κτίσμα κατασπῶν ἢ καὶ συντιθεὶς τὸ θεῖον ἐξ ἀκτίστου καὶ κτιστῶν—, οὕτω καὶ οὗτοι προφάσει τῆς ἁπλότητος κτίσμα ποιοῦσι πᾶν τὸ διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως, ταὐτὸ δ’ εἰπεῖν τὴν θείαν καὶ δύναμιν καὶ ἐνέργειαν, καὶ τοὺς ἄκτιστον κατ’ οὐσίαν καὶ ἐνέργειαν τὸν θεὸν πρεσβεύοντας πολυθέους ὀνομάζουσιν, ἀγνοοῦντες ὡς αὐτοὶ συντιθέασιν ἀφρόνως καὶ αὐτοὶ γίνονται πολύθεοί τε καὶ ἄθεοι, κατατέμνοντες εἰς κτιστὰ καὶ ἄκτιστα τὸν ἕνα θεόν, καὶ διὰ τῆς θείας ἐνεργείας εἰς κτίσμα τοῦτον κατασπῶντες. Ἀπὸ γὰρ τῆς ἑκάστου ἐνεργείας, κατὰ τοὺς θεοφόρους πατέρας, ἡ ἑκάστου φύσις χαρακτηρίζεται, τῆς μὲν ἀκτίστου ἐνεργείας ἄκτιστον δεικνύσης φύσιν, κτιστὴν δὲ τῆς κτιστῆς. Τὸ δὲ χαρακτηρίζον τοῦ χαρακτηριζομένου διενήνοχεν. Ἀλλὰ ταῦτα μὲν καὶ τὰς ἄλλας τῶν Βαρλααμιτῶν ἐρεσχελίας ἐν τοῖς πρὸς αὐτοὺς βιβλίοις διευκρινήσαμεν, ἐν οἷς καὶ περὶ τῆς ἁπλότητος τῆς θείας κατὰ τὸ ἐγχωροῦν εἴρηται ἡμῖν.

Τρίτον δέ ἐστιν εἶδος, οὐ πόρρω τῆς ἀνωτέρω πονηρᾶς ξυνωρίδος, τὸ παραιτεῖσθαί τι λέγειν τῶν δεδογμένων περὶ θεοῦ καὶ μηδαμῶς ἐθέλειν ὑπ’ ἀνευλαβοῦς εὐλαβείας ἐκ τῶν ὑπερβαινόντων τὴν τῶν πολλῶν διάνοιαν αὐτὸν ὑμνεῖν, οὐκ ἐν κρίσει τοὺς λόγους οἰκονομοῦντα καὶ διὰ τῆς δοκούσης πρὸς καιρὸν μετρίας ὑφέσεως ἑαυτῷ συνανυψοῦντα τοὺς ταπεινοὺς τὴν διάνοιαν, ἀλλὰ συγκατασπώμενον τοῖς χαμαιζήλοις τὸν νοῦν καὶ κατασμικρύνειν ἀνεχόμενον τὴν ὑπὲρ πάντα νοῦν μεγαλειότητα ἐκείνην, ἴσως φέροντά τισι χάριν ἄχαριν καὶ τὸ τὰς τῶν ἱερῶν πατέρων θεολογίας μὴ τοῖς οὐκ εἰδόσιν ἐξηγεῖσθαι, ἀλλ’ ἀποσείεσθαι καὶ ἀθετεῖν, προφασιζόμενον τὸ μεγαλόνουν καὶ ὑψηγόρον καὶ μὴ τοῖς πολλοῖς εὔληπτον, μηδ’ ἀπόνως καὶ μετὰ ῥᾳστώνης τοῖς πᾶσιν ἐφικτόν· καὶ ταῦτα Διονυσίου τοῦ μεγάλου, παρ’ οὗ σχεδὸν πρώτου καὶ αὐτὰ τὰ στοιχεῖα τῆς ἀσφαλοῦς θεορρημοσύνης ἡ ἐκκλησία μεμύηται, καὶ τοῦ τὴν ἀρετὴν οὐδὲν ἥττονος Ἀθανασίου, ὃς ἀνεῖλε καὶ τὰς πρὸ αὐτοῦ φυείσας κακονοίας καὶ τὰς μετ’ αὐτὸν μελλούσας, ἐπιπνοίᾳ θείου πνεύματος κεκινημένος, Βασιλείου τε τοῦ μόνῳ τῷ χρόνῳ τούτων ὑστερίζοντος καὶ Γρηγορίου τοῦ τῆς θεολογίας ἐπωνύμου καὶ ὅσοι κατ’ αὐτούς. Ἐπεὶ καὶ ὁ «ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ», φησὶν ὁ κύριος, «ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με».

Τοιγαροῦν τοῦτ’ ἔστιν ἀληθὴς εὐσέβεια, τὸ μὴ πρὸς τοὺς θεοφόρους πατέρας ἀμφισβητεῖν. Καὶ γὰρ τῶν προειρημένων ἁγίων αἱ θεολογίαι ὅρος εἰσὶ θεοσεβείας ἀληθοῦς καὶ χάραξ, ὥσπερ ἑκάστη τὸν οἱονεὶ φραγμὸν καὶ τὸ περιτείχισμα τῆς εὐσεβείας συμπληροῦσα, κἂν περιέλῃ τις μίαν γοῦν αὐτῶν, ἐκεῖθεν ὁ τῆς κακονοίας τῶν αἱρετικῶν ἑσμὸς εἰσρυήσεται πολύς.

Διὰ τοῦτο δεῖ θαρρεῖν αὐταῖς καὶ ἀδεῶς κατὰ τῶν δυσσεβοφρόνων χρῆσθαι καὶ τοσοῦτο μᾶλλον, ὅσον ἐκεῖνοι μᾶλλον ἀπαρέσκονται· καὶ δεδίττεσθαι μᾶλλον αὐτοὺς ἐκ τούτων, ἀλλ’ οὐκ εὐλαβεῖσθαι προβάλλεσθαι κατὰ τούτων αὐτάς. Καὶ τοῦτο συνεὶς ὁ διὰ περιουσίαν σοφίας τοὺς τῆς Κυρήνης ἀρχιερατικοὺς οἴακας ἐγκεχειρισμένος Συνέσιος, φησὶ πᾶσι καλῶς εἰσηγούμενος· «ἐγὼ δὲ τὴν δεισιδαιμονίαν ἀξιῶ διαστέλλειν ἀπὸ τῆς εὐσεβείας· κακία γάρ ἐστιν ἀρετῆς προσωπεῖον περικειμένη». Ἣν φιλοσοφία τὸ τρίτον οὖσαν τῆς ἀθεΐας εἶδος ἐφώρασε, τί λέγων τρίτον ἀθεΐας εἶδος ἕτερον ἢ τὸ δι’ ἀλόγιστον δέος παραιτεῖσθαί τι λέγειν ἢ πράττειν, καὶ ταῦτα χρείας ἀναγκαίας καλούσης τῶν δεδογμένων περὶ θεοῦ; Πρῶτον γὰρ καὶ δεύτερον, ὥσπερ εἴρηται, τό τε μηδαμῶς εἶναι θεὸν νομίζειν, καὶ τὸ νομίζειν μέν, οὐκ ἀσφαλῶς δέ. Καὶ τί λέγω τὸ ἀλόγιστον δέος, ὅπου γε καὶ τῇ ἀσθενείᾳ τῶν ἀκροωμένων συγκαταβαίνειν, οὐ πάντῃ καὶ διηνεκῶς ἀσφαλές; Διὸ καὶ ὁ μέγας Ἀθανάσιος εἰς τὴν ἐπέτειον τοῦ εὐαγγελισμοῦ πανήγυριν, κηρυκτικὸν λόγον συντιθείς, τοιούτῳ χρῆται τῷ προοιμίῳ· «τοὺς θείους ἱεροκήρυκας οὐ πρὸς τὴν ἀσθένειαν τῆς ἀκροάσεως δεῖ ἀποβλέπειν, ἀλλὰ πρὸς τὴν ἀπαιτουμένην δύναμιν καὶ ὑπόθεσιν καὶ αἰτίαν, ἣν ἐπιθεωροῦντες, προσῆκε καταστοχάζεσθαι τοῦ κηρύγματος».

Ἡμῖν δὲ οὐ πρὸς ἀκροωμένους ἁπλῶς, θεοφιλέστατε πάτερ, ἀλλὰ πρὸς ἐναντιουμένους ὁ λόγος ἦν· καὶ ἐναντιουμένους αὐτῇ τῇ ἀληθείᾳ τῆς εὐσεβείας καὶ τῇ τῆς μιᾶς θεότητος εὐσεβεῖ διακρίσει καινότερον τρόπον πάλιν ἐπηρεάζοντας.

Οἵτινες, ἐπειδήπερ ἐν ταῖς θεοπρεπέσι διακρίσεσιν αὐτῆς, τὸ μεῖζον εὐσεβῶς ἀεὶ ὁρᾶται καὶ τὸ ὑπερκείμενον ὑπὸ τῶν πατέρων ἁπάντων θεολογούμενον, οὐ κατὰ τὸ χεῖρον οὐδὲ κατὰ τὸ ἀρχαιότερον—ἀσεβὲς γὰρ τοῦτο πρόσφατον ἢ χεῖρον λέγειν τι τῶν προσόντων τῷ θεῷ—, ἀλλὰ κατὰ τὴν τάξιν καὶ τὸ αἴτιον, καὶ ἁπλῶς ὅσα τῷ μὲν ἀκτίστῳ λυμαίνεται μηδέν, μίαν δὲ ὑποφαίνει τῶν διακεκριμένων τὴν ἀρχήν, πρὸς ἣν πάλιν ἀναφερομένων, εἷς θεὸς καὶ μία δείκνυται θεότης, αὐτοὶ πᾶν τὸ ὑποβεβηκὸς καὶ δευτερεῦον ὁπωσδήποτε τοῖς προσφάτοις καὶ κτιστοῖς συνέταξαν ἀφρόνως, οὐδὲ τοῦ μεγάλου Βασιλείου καὶ Κυρίλλου τοῦ θείου διδασκόντων ἀκηκοότες, «ὅτι δευτερεύειν μὲν τοῦ πατρὸς ὁ υἱὸς καὶ τὸ πνεῦμα τῇ τάξει τὸν υἱὸν ὑποβέβηκεν, ἀλλ’ οὐ τῇ φύσει», οὐδὲ τοῦ μεγάλου Ἀθανασίου ἐν τῷ Κατὰ Ἀρειανῶν δευτέρῳ γράφοντος, «εἰ τὰ ἐκτὸς καὶ μὴ ὄντα πρότερον βουλόμενος αὐτὰ εἶναι ὁ θεὸς δημιουργεῖ, πολλῷ πρότερον εἴη ἂν πατήρ· εἰ γὰρ τὸ βούλεσθαι περὶ τῶν μὴ ὄντων διδόασι τῷ θεῷ, διατί τὸ ὑπερκείμενον τῆς βουλήσεως οὐκ ἐπιγινώσκουσι τοῦ θεοῦ; Ὑπεραναβέβηκε δὲ τῆς βουλήσεως τὸ πεφυκέναι καὶ εἶναι αὐτὸν πατέρα τοῦ ἰδίου λόγου». Τί οὖν, ἐπειδήπερ ὑπεραναβέβηκε τὸ πεφυκέναι εἶναι πατέρα τὸν θεὸν τοῦ βούλεσθαι περὶ τῶν μὴ πρότερον ὄντων, δηλονότι τῶν κτιστῶν, ἆρ’ αὐτὸ τὸ βούλεσθαι τοῦ θεοῦ κτιστόν ἐστι;

Καὶ πῶς ἂν βούλοιτο περὶ τῶν μὴ ὄντων, εἰ καὶ αὐτὸ τὸ βούλεσθαι μὴ ὄν; Ὁ αὐτὸς δὲ καὶ μικρὸν ἐκεῖ προϊών, «δεύτερόν ἐστι», φησί, «καθὰ προεῖπον τὸ δημιουργεῖν τοῦ γεννᾶν τὸν θεόν. Ἆρ’ οὖν ὅτι τὸ δημιουργεῖν τοῦ γεννᾶν δεύτερον παρὰ τοῦτο τὸ δημιουργεῖν κτιστῶς ἔχει ὁ θεός»; Κἀν τῷ τρίτῳ κατὰ τῶν αὐτῶν ὁ αὐτός φησι πάλιν· «ὅτι τὸ μὲν ἀντικείμενον τῇ βουλήσει ἑωράκασιν οἱ Ἀρειανοί, τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον οὐ τεθεωρήκασιν· ὥσπερ γὰρ ἀντίκειται τῇ βουλήσει τὸ παρὰ γνώμην, οὕτως ὑπέρκειται τῆς βουλήσεως τὸ κατὰ φύσιν». Καὶ προϊὼν κἀκεῖ πάλιν ὁ αὐτός, «ὅσῳ γοῦν τοῦ κτίσματος ὁ υἱὸς ὑπέρκειται, τοσούτῳ καὶ τῆς βουλήσεως τὸ κατὰ φύσιν».

Ὁρᾷς ὡς ἡ βούλησις οὐκ ἔστι κτίσμα καὶ ὁπόσον τῆς ἀκτίστου βουλήσεως—ταὐτὸ δ’ εἰπεῖν ἐνεργείας· ἐνέργεια γὰρ φύσεως ἡ βούλησις—, ὁπόσον οὖν ὑπερέχει ταύτης ἡ θεία φύσις; Φησὶ γὰρ καὶ ὁ ἐκ Δαμασκοῦ θεῖος Ἰωάννης ἐν ὀγδόῳ τῶν δογματικῶν· «ἔργον μὲν θείας φύσεως ἡ προαιώνιος καὶ ἀΐδιος γέννησις, ἔργον δὲ θείας θελήσεως ἡ κτίσις». Ἆρ’ οὖν κτιστὴ παρὰ τοῦτο ἡ τοῦ θεοῦ θεία θέλησις, ὅτι τε ἑτέρα φανερῶς παρὰ τὴν θείαν φύσιν ὁρᾶται;

Καὶ γὰρ ἑκατέρας ἕτερον ἔργον, ὡς καὶ ὁ θεῖος Κύριλλός φησιν, «ὅτι τῆς μὲν ἐνεργείας ἐστὶ τὸ ποιεῖν, τῆς δὲ φύσεως τὸ γεννᾶν». Καὶ ὅτι τὰ τῆς φύσεως τοσοῦτον ὑπεραναβέβηκεν αὐτῆς, ὡς καὶ τὸν θεῖον Μάξιμον ἄπειρον φάναι τὴν ὑπεροχήν. Καὶ πῶς ἔσται κτιστόν, οὗ ἡ κτίσις ἔργον, καὶ οὗ τὸ τὰ παρὰ τοῦ θεοῦ γινόμενα ποιεῖν τε καὶ δημιουργεῖν;

Ἀλλὰ Βαρλαὰμ καὶ Ἀκίνδυνος παρ’ οὐδὲν θέμενοι τὰς τῶν ἁγίων πατέρων θεολογίας, κτιστόν φασιν ἅπαν, οὗ ἡ φύσις τοῦ θεοῦ ὑπέρκειται. Καὶ τῶν μὴ πειθομένων σφίσι τοὺς ἀκεραιοτέρους κατὰ μίμησιν Ἀρείου τῇ δῆθεν πολυθεΐᾳ μορμολύττονται, ἵν’ ἐντεῦθεν καὶ τὴν θεοποιὸν τοῦ θεοῦ δύναμιν καὶ χάριν καὶ ἐνέργειαν ἀποδείξωσι κτιστήν. Ἡμεῖς δὲ δεικνύντες, ὡς οὐκ ἔξω τοῦ πληρώματος τῆς θεότητος ἡ θεία καὶ θεοποιὸς δύναμις καὶ χάρις καὶ ἐνέργειά ἐστι, μετὰ τῶν ἄλλων πατερικῶν φωνῶν προηνέγκαμεν καὶ τοὺς θεαρχίαν καὶ ἀγαθαρχίαν καὶ θεότητα καὶ ταύτην προσαγορεύσαντας ἁγίους καὶ ταύτης ὑπερκεῖσθαι τὸν θεὸν κατ’ οὐσίαν εἰρηκότας. Εἰ μὲν οὖν αὐτολεξεὶ μὴ τοιαῦτα πολλοὶ τῶν ἁγίων ἔγραψαν, ἀλλ’ ἐκ τῶν ἐκείνων λόγων συναγόμενον ἦν, οὐδ’ οὕτως ἂν ἡμεῖς χρείας τηλικαύτης καλούσης, εἰπεῖν παρῃτησάμεθα τοῦ τῆς θεολογίας ἐπωνύμου Γρηγορίου λέγοντος ἀκούοντες· «ὡς καθάπερ εἰ ἐκ τῶν δὶς πέντε τὰ δέκα συνῆγον ἢ ἐκ τοῦ ζῷον λογικὸν θνητὸν τὸν ἄνθρωπον, οὐκ ἂν ληρεῖν ἐνομίσθην, οὕτως οὐδ’ εἴ τι ἄλλο τῶν μὴ λεγομένων ἢ μὴ σαφῶς, ἐκ τῆς γραφῆς δὲ νοούμενον εὕρισκον, ἔφυγον ἂν τὴν ἐκφώνησιν, φοβούμενος σὲ τὸν συκοφάντην τῶν ὀνομάτων».

Ἐπεὶ δὲ μὴ μόνον συναγόμενον εὕρομεν, ἀλλὰ καὶ λεγόμενον φανερῶς, πῶς οὐκ ἂν προηνέγκαμεν, ὅτι θεότης οὐ μόνον ἡ θεία φύσις, ἀλλὰ καὶ ἡ λαμπρότης τῆς θείας φύσεως λέγεται, καθ’ ἣν ἐπιφαίνεται τοῖς ἀξίοις ὁ θεός, καὶ τῆς οὕτω λεγομένης θεότητος ὡς ἀρχῆς τῶν θεουμένων καὶ λαμπρότητα θεοῦ ἰδόντων καὶ παθόντων κατὰ τοὺς θεοφόρους, ὁ πάσης ἀρχῆς ὑπεράρχιος ὑπέρκειται; Βαρλαὰμ δὲ καὶ Ἀκίνδυνος μηδ’ ἐντεῦθεν ἐντραπέντες κτίσμα πάλιν λέγουσι τὴν λαμπρότητα τῆς θείας φύσεως, ὅτι φύσις οὐκ ἔστι, μὴ πρὸς τὴν λέξιν δυσχεραίνοντες ἁπλῶς. Οὐ γὰρ ἂν ἡμεῖς πολὺν πρὸς αὐτοὺς λόγον πεποιήμεθα λέξεων ἕνεκεν· ὀνομάτων γὰρ καὶ ῥημάτων μικροῦ πᾶσι πάντων τοῖς βουλομένοις ῥᾳδίως παραχωρήσωμεν.

Νῦν δὲ οὐ περὶ συλλαβῶν ἁπλῶς ἢ τοιᾶσδε φωνῆς ὁ λόγος ἡμῖν πρὸς αὐτούς, ἀλλὰ περὶ πραγμάτων ἐν δυνάμει καὶ ἀληθείᾳ μεγίστην ἐχόντων διαφοράν. Οἱ δὲ κακῶς φρονοῦντες πρῴην ἐξελεγχθέντες συνοδικῶς ἐπὶ τῶν πραγμάτων αὐτῶν, νῦν κακούργως ἄγαν ὑπέρχεσθαι πειρῶνται τοὺς ἁπλουστέρους, ὡς ὑπὲρ τῆς μιᾶς θεότητος τὸ δύο λέγεσθαί τισι παραιτούμενοι, καίτοι πρῶτοι τοῦτ’ εἰπόντες αὐτοὶ καὶ κακῶς καὶ δυσσεβῶς εἰπόντες. Τοῦτο γάρ ἐστιν ὡς ἀληθῶς τὸ παρ’ ἡμῶν ἀναιρούμενον, καὶ δι’ ὃ πρὸς αὐτοὺς ἐνιστάμεθα διὰ τέλους. Ἀλλὰ τοῦτο δολίως αὐτοὶ νῦν προβάλλονται πάλιν, ἵν’ ἐντεῦθεν κλέψαντες τοὺς πολλούς, εὐθὺς παραστήσωσι μόνην ἄκτιστον εἶναι θεότητα τὴν οὐσίαν τοῦ θεοῦ, κἀντεῦθεν πάλιν καὶ αὐτὴν οἱ τάλανες κατασπάσωσιν εἰς κτίσμα, ὡς οὐκ οὖσαν φύσιν τὴν αὐτῆς λαμπρότητα λέγοντες θεότητα κτιστήν.

Τῷ δὲ φυλαττομένῳ τὴν δεινὴν ταύτην ἐκείνων βλασφημίαν δεῖ σκοπεῖν, ὡς μίαν θεότητα πατρός, υἱοῦ καὶ πνεύματος οἱ ἅγιοι πατέρες, οὐ τὴν οὐσίαν λέγουσι μόνην, ἀλλὰ καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν καὶ ἁπλῶς πᾶν τὸ πλήρωμα καὶ τὸ ἄθροισμα τῆς θεότητος, ὡς καὶ ὁ μέγας φησὶν Ἀθανάσιος, ὥσθ’ ὅταν λέγῃ τις ἄκτιστον θεότητα τὴν θείαν μόνην οὐσίαν οὐκ ἀσφαλῆ προΐεται λόγον· οὐ μόνη γὰρ αὕτη ἡ ἄκτιστός ἐστι θεότης, ἀλλὰ καὶ ἡ ἀξία καὶ ἡ ἐξουσία τοῦ θεοῦ κατὰ τὸν μέγαν Βασίλειον· καὶ ἡ ἐποπτικὴ καὶ θεατικὴ δύναμις τοῦ πνεύματος, ὧν ὑπέρκειται ἡ θεία φύσις κατὰ τὸ ὑπερώνυμόν τε καὶ παντάπασιν ἄφραστον, ὡς αὐτός τε καὶ ὁ Νύσσης θεῖος Γρηγόριος ἀμφότερά φασιν, ἥ τε θεοποιὸς δύναμις καὶ λαμπρότης τοῦ θεοῦ, ὡς ὁ θεολόγος Γρηγόριος καὶ ὁ μέγας Διονύσιος γράφει πολλαχοῦ. Ὅταν δέ τις λέγῃ μόνην ἄκτιστον θεότητα τὸ ἄθροισμα καὶ πλήρωμα τῆς θεότητος, ταῦτα πάντα συμπεριειληφὼς κατὰ τοὺς θεοφόρους θεολόγους, τουτέστι τὴν οὐσίαν τοῦ θεοῦ καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν καὶ πάντα τὰ περὶ τὴν οὐσίαν θεωρούμενα καὶ θεολογούμενα, λίαν ἀσφαλῶς φησι· μόνη γὰρ αὕτη ἄκτιστός ἐστι θεότης.

Διὰ τοῦτο γὰρ κἀκείνων ἕκαστον θεολογούμενόν ἐστι καὶ ὑμνούμενον, ὅτι ἐκ τοῦ πληρώματός ἐστι τῆς θεότητος καὶ διὰ τοῦτο ἄκτιστον, ὅτι ταύτης οὐ διώρισται· τῆς γὰρ μιᾶς ἀκτίστου θεότητος ἐκτὸς ἄκτιστον οὐδέν· «πάντα γὰρ ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι καὶ δεδόξασμαι ἐν αὐτοῖς», ὁ κύριός φησιν. Ὁ δὲ μέγας Ἀθανάσιος, «οὐχ ἕνεκεν κτιστῶν πραγμάτων εἶπεν ὁ σωτὴρ πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι». Γρηγόριος δὲ ὁ τῆς θεολογίας ἐπώνυμός φησι· «πάντα ὅσα ἔχει ὁ πατὴρ τοῦ υἱοῦ ἐστι, πλὴν τῆς ἀγεννησίας· καὶ πάντα ὅσα ὁ υἱός, τοῦ πνεύματος, πλὴν τῆς γεννήσεως».

Τοιγαροῦν οὐχ ἡ οὐσία μόνη ἡ ἄκτιστός ἐστι θεότης, ἀλλὰ καὶ πάντα τὰ τῷ θεῷ προσόντα φυσικῶς, ὧν ἕκαστον κατὰ τὸν μέγαν πάλιν Ἀθανάσιον, οὐκ οὐσία λέγεται, ἀλλὰ περὶ τὴν οὐσίαν, ἃ καὶ ἄθροισμα καὶ πλήρωμα θεότητος λέγεται κατὰ τὴν γραφήν, καθ’ ἑκάστην τῶν ἁγίων τριῶν ὑποστάσεων ἐπίσης θεωρούμενα καὶ θεολογούμενα, ἐπεὶ καὶ ὁ Δαμασκηνός φησι θεολόγος, «ὁ τοῦ θεοῦ λόγος, τῷ μὲν ὑφεστάναι διῄρηται πρὸς ἐκεῖνον παρ’ οὗ τὴν γέννησιν ἔχει, τῷ δὲ ταῦτα δεικνύειν ἐν ἑαυτῷ, ἃ περὶ τὸν θεὸν θεωρεῖται, ἕν ἐστι πρὸς αὐτὸν κατὰ φύσιν, οὕτω πατρὸς καὶ υἱοῦ μία ἡ θεότης». Οὐ δὴ περὶ μόνης τῆς θεοποιοῦ χάριτος ἡμῖν ἡ ἔνστασις πρὸς τοὺς ἀντιλέγοντάς ἐστιν, ἀλλὰ περὶ πάσης δυνάμεως καὶ ἐνεργείας θείας· πάσας γὰρ ἐκεῖνοι ταύτας εἰς κτίσμα κατασπῶσιν, ὥστε κἄν τις ταράττηταί τινας οὕτω θεωνυμουμένας παρὰ τῶν τοῖς ἁγίοις τεθεολογημένων ἀκούων ἐνεργείας, οὐκ ἀρνησόμεθα τὴν θεοπρεπεστάτην διάκρισιν τῆς μιᾶς θεότητος, ἀλλὰ πληροφορήσομεν αὐτὸν ἐκεῖνά τε τοῖς πατράσι καλῶς εἰρῆσθαι καὶ ἡμῖν καλῶς προβεβλῆσθαι καὶ κατὰ καιρὸν ὡς συντείνοντα μᾶλλον, ἀλλ’ οὐκ ἐμποδίζοντα πρὸς τὸ μίαν εἶναι τὴν ἄκτιστον θεότητα. Ὁ δὲ τοῦτο μὴ συνορῶν πῶς οὐ συναπαχθήσεται τοῖς φρενοβλαβῶς κηρύττουσιν ὅτι μόνη ἄκτιστός ἐστι θεότης ἡ φύσις τοῦ θεοῦ, πᾶν δ’ ὃ μὴ φύσις, κτίσμα, κἂν θεαρχία κἂν θεότης ὀνομάζηται;

Πῶς δ’ οὐκ ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ, τῶν ἐκεῖνα λεγόντων ἁγίων δηλαδή, καὶ δι’ αὐτοὺς ἡμῶν τῶν αὐτοῖς ὁμολογούντων, καὶ τούτων ὑπεραπολογουμένων πρὸς δύναμιν ἐκθύμως; Ἐγὼ γὰρ αὐτὸς λέγω τοὐμόν, ὡς καὶ ὑπὲρ τούτων ἑνός, μὴ ὅτι γε τῆς ἁπάντων συμφωνίας, παθεῖν ἑτοιμότατος. «Ὁ γὰρ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται», φησὶν ὁ κύριος, οὐχ ὁμοῦ δηλονότι πάντας, ἀλλὰ καὶ τὸν ἕνα πάντων. Τίς δὲ καὶ διασχίσει τοὺς ἓν ὄντας κατὰ τὴν δεσποτικὴν εὐχὴν καὶ διὰ τοῦ ἑνὸς λόγου ἐν ἑνὶ πνεύματι τῷ ἑνὶ θεῷ συναφθέντας; Πῶς δ’ οὐ πάντας ὁ τοιοῦτος ἀναιρήσει δι’ ἀλλήλων τοὺς ὄντως ῥήματα ζωῆς αἰωνίου γεγραφότας;

Εἰ γὰρ ὑφηγεῖταί τις τούτων καὶ ταῦτά τι τῶν καιριωτάτων, ὃ διατελεῖ τοῖς ἄλλοις ἀπηγορευμένον, πῶς οὐκ ἀναιροῦνται δι’ ἀλλήλων; Ἀλλὰ καὶ τὸ λέγειν ἔστιν ἃ τούτων, ὡς ἐκεῖ κείσθω καὶ μηδεὶς αὐτοῖς χρήσθω, τῶν φανερῶς ἀθετούντων ἐστὶν ἐκεῖνα καὶ τοὺς τῶν ἁγίων κατηγόρους μηδαμῶς ἐπιστομίζεσθαι βουλομένων, οὐκ ἀπᾷδον δ’ εἰπεῖν, ὅτι καὶ τῶν συμπραττόντων καὶ συνεπιψηφιζομένων αὐτοῖς· ἐκείνων γὰρ ἐπὶ διαβολῇ προφερόντων, αὐτὸς αὐτὰ κατορύττεσθαι δικαιοῖ, σιγῆς καὶ λήθης, ἵν’ οὕτως εἴπω, χώματι, ὡς οὐκ ἄμεμπτα δήπου.

Δεῖ δή, προσφιλέστατε πάτερ, τοῦτο πείθειν πάντας ἐγχειρεῖν, ὡς οὐ προσίσταται, μᾶλλον δὲ καὶ συνίσταται τὸ διακεκριμένον τῷ ἑνιαίῳ τῆς θεότητος, ἀλλὰ μὴ γωνίας ἄξια νομίζειν καὶ παραρριπτεῖν ἐπιχειρεῖν ἀφασίᾳ παραπέμποντας, καὶ ταῦτα διὰ τῶν βιβλίων προκείμενα τοῖς πᾶσι τὰ τοῖς θείοις πατράσι τεθεολογημένα θείως, παραινεῖν γε μὴν τοὺς ἐπιόντας καὶ ἀκούοντας χρεών, μὴ τῷ γράμματι δουλεύειν, ἀλλὰ τὸν ἐγκείμενον θηρεύειν νοῦν καὶ τὴν εὐσεβῆ διάνοιαν ἀσπάζεσθαι καὶ μετὰ τοῦ θείου Κυρίλλου καὶ Δαμασκηνοῦ πατρὸς λέγειν πρὸς αὐτούς, «ὡς εἴωθεν ἐξ ἀρχῆς οὐ μόνον ἡ θεία γραφή, ἀλλὰ καὶ οἱ τῆς ἐκκλησίας διδάσκαλοι περὶ τὰς λέξεις ἀδιαφορεῖν, εἰδότες ὅτι οὐδὲν ἀδικοῦσιν αἱ λέξεις, ὅταν ἄλλως ἔχῃ τὰ πράγματα», καὶ τὸ τοῦ θείου Μαξίμου, «λέξεως», γράφοντος, «κίνδυνον μηδένα εἶναι, ἂν μὴ περὶ τὴν ἔννοιαν ἡ ἁμαρτία γένηται», καὶ τὸ τοῦ μεγάλου Βασιλείου λέγοντος, «οὐ χρὴ προσέχειν λέξεσιν, ἀλλὰ τῇ τοῦ σκοποῦ δυνάμει», καὶ τὸ τοῦ μεγάλου Γρηγορίου προστιθέναι τοῖς φιλονεικότερον ἐνισταμένοις, «ὅτι οὐκ ἐν ῥήμασιν ἡμῖν, ἀλλ’ ἐν πράγμασιν ἡ εὐσέβεια», καὶ πάλιν, «οὐ περὶ τῶν ὀνομάτων ζυγομαχήσομεν, ἕως ἂν εἰς τὴν αὐτὴν ἔννοιαν αἱ συλλαβαὶ φέρωσι», καὶ πάλιν, «οὐδὲ γὰρ περὶ ταῦτα ζυγομαχοῦντες ἀσχημονήσομεν, ὥσπερ ἐν ὀνόμασι κειμένης ἡμῖν τῆς εὐσεβείας, ἀλλ’ οὐκ ἐν πράγμασι», καὶ πρὸς τούτοις τὸ τοῦ Χρυσοστόμου πατρός, «οὐ δεῖ τὴν λέξιν καθ’ ἑαυτὴν βασανίζειν, ἀλλὰ τῇ διανοίᾳ προσέχειν τοῦ γράφοντος· ἂν γὰρ μὴ τὴν γνώμην τοῦ γράφοντος ἐξετάζωμεν, πολλὰς ὑποστησόμεθα τὰς ἀπεχθείας καὶ πάντα ἀνατραπήσεται».

Οὐ ταῦτά ἐστιν ἄντικρυς τὰ νῦν τελούμενα; Προσακουστέον δὴ καὶ τοῦ μεγάλου Διονυσίου φάσκοντος, «ὡς ἔστιν ἄλογον καὶ σκαιὸν καὶ τῶν μὴ τὰ θεῖα νοεῖν ἐθελόντων ἴδιον, τὸ μὴ τῇ δυνάμει τοῦ σκοποῦ προσέχειν, ἀλλὰ ταῖς λέξεσι».

Καὶ ὄντως ἀποτυγχάνουσι τῆς ἐφικτῆς θεογνωσίας οἱ μὴ πρὸς τὸν ἐντεθησαυρισμένον τοῖς ῥήμασι νοῦν διαβιβάζειν σπεύδοντες, τὸ τῆς ψυχῆς λογιζόμενον καὶ οὕτω τὴν παρ’ ἑαυτῶν ἐκφέροντες ψῆφον καὶ πρὸς τὴν ἐναποκειμένην διάνοιαν τὰς συλλαβὰς ἢ στέργοντες ἢ ἀποστέργοντες, ἀλλὰ περιέποντες ἤχους ῥημάτων καὶ διδόντες χώραν ἐντεῦθεν, καὶ ταῦτα μήπω πεπαυμένοις τοῖς πρὸς τὴν εὐσεβῆ διάνοιαν ἀντιλέγουσι, πρὸς οὓς χρὴ τὸ θεολογικὸν ἐκεῖνο πάλιν εἰπεῖν· «οἱ σφόδρα προπολεμοῦντες τοῦ γράμματος, ἵστωσαν ἐκεῖ φοβούμενοι φόβον, οὗ μὴ ἔστι φόβος, καὶ σαφῶς γινωσκέτωσαν, ὡς ἔνδυμα τῆς ἀσεβείας αὐτοῖς ἐστιν ἡ δειλία τοῦ γράμματος». Ἀλλ’ οὗτοι μὲν ὑπὲρ αὐτῶν τῶν πατερικῶν λόγων τῶν πατέρων οἱ λόγοι προκείσθωσαν. Ἐμοὶ δ’ ὑπὲρ ἐμαυτοῦ νῦν πρὸς ἄνδρα φίλον ποιουμένῳ τὴν ἀπολογίαν, οὐκ ἀποχρήσει μόνον, ἀλλὰ καὶ πλεονάσει τὸ τοῦ θείου Κυρίλλου προκομισθέν· Νεστόριον γὰρ οὗτος ᾔσχυνε παρρησίᾳ καὶ κατὰ κράτος ἐπὶ συνόδου μεγίστης τὸ κατ’ ἐκείνου καὶ τῶν ὑπ’ ἐκείνου βλασφήμως κατὰ τῆς θείας ἐνανθρωπήσεως ἐξευρημένων ἀνεδήσατο κράτος.

Τοῦτο φθόνου κέντρον οὐχ οἷον φέρειν, ἐνίησι τῷ Κύρου Θεοδωρήτῳ, καθάπερ καὶ τῷ Ἀκινδύνῳ νῦν ἡ Βαρλαὰμ ἧττα, καὶ ἡ τούτου δι’ αἰσχύνην τῆς ἥττης ἀειφυγία, χωρεῖ πρὸς ἄμυναν ἀναιδῆ κατὰ τοῦ θείου Κυρίλλου ὁ Θεοδώρητος καὶ καταλογογραφεῖ πικρῶς τῶν κατὰ Νεστορίου τῷ ἁγίῳ συγγεγραμμένων, ὡς καὶ ὁ Ἀκίνδυνος ἀρτίως τῶν ἡμετέρων πρὸς τὸν Βαρλαὰμ συγγραμμάτων.

Ἀλλ’ ὁ μὲν Θεοδώρητος πανταχόθεν ἐφοδεύων καὶ κύκλῳ περιβαλλόμενος καὶ πάντα κάλων τὸ τοῦ λόγου κινῶν οὐδὲν ἴσχυσε πλέον ἢ συχναῖς συκοφαντίαις τὰ τοῦ φθονουμένου περιβαλεῖν καὶ πρὸς αὐτὰς μόνας τὰς λέξεις κακοβούλως ἐρεσχελεῖν. Αὐτὸς μέντοι πρὸς τῇ Νεστορίου κακοδοξίᾳ καὶ πᾶσαν ἄλλην δυσσέβειαν ἱκανῶς ἐφυλάξατο. Τῷ δ’ Ἀκινδύνῳ τὴν τοῦ Βαρλαὰμ κακοδοξίαν ἐπεκδικοῦντι σαφῶς, πολλῷ πλείοσι καὶ μακρῷ δεινοτέραις περιπεσεῖν ἐξεγένετο δυσσεβείαις ἢ ὁπόσας αὐτὸς τῶν ἡμετέρων καταψεύδεται συγγραμμάτων καὶ τὸν καθηγησάμενον αὐτῷ τῆς πλάνης ἐκεῖνον, κατὰ ταύτας παρενεγκών, παραπλήσιόν τι δράσας, μᾶλλον δὲ παθών, ὥσπερ ἂν εἴ τις αὐτὸς ἐπίτηδες ἐγεγόνει σαπρία καὶ κόπρος ἄντικρυς ἢ πολὺν περιεβάλλετο καὶ δυσωδέστατον βόρβορον, μόνον ἵνα σχῇ λυπῆσαι πρὸς ὥραν τῶν μεμισημένων μάτην παρ’ αὐτοῦ τὴν ὄσφρησιν, ἀγνοῶν ὡς οἱ μὲν ἐπιθέντες τὴν χεῖρα τῇ ῥινὶ τοῦτον παραμείψουσιν ἀσινεῖς, ὁ δὲ καὶ τοῖς ἄλλοις ὁπόσοις ῥίνεσι βδελυκτὸς μενεῖ καὶ παντάπασιν ἀποτρόπαιος.

Ἀλλ’ ὁ Θεοδώρητος ἐκεῖνος πρὸς τοῖς ἄλλοις ἐπιλαμβάνεται Κυρίλλου καὶ ὡς πρώτου πάντων εἰρηκότος τὴν τοῦ λόγου πρὸς τὴν σάρκα καθ’ ὑπόστασιν ἕνωσιν, «ἕνα μέν», γράφων, «ὁμολογοῦμεν Χριστὸν καὶ τὸν αὐτὸν διὰ τὴν ἕνωσιν, θεόν τε καὶ ἄνθρωπον, τὴν δὲ καθ’ ὑπόστασιν ἕνωσιν ἀγνοοῦμεν, ὡς ξένην καὶ ἀλλόφυλον τῶν θείων γραφῶν καὶ τῶν ταύτας ἡρμηνευκότων πατέρων», εἶτα καὶ ὡς κρᾶσιν δῆθεν εἰσάγοντι καὶ σύγχυσιν εἰργασμένῳ τῶν φύσεων δι’ αὐτὴν τῷ ἁγίῳ συκοφαντικῶς ἐπιτίθεται. Τί δὴ πρὸς ταῦθ’ οὗτος ὁ πρὸς ἀλήθειαν τὴν εὐσέβειαν οὐκ ἄληπτος μόνον, ἀλλὰ καὶ πολλῶν καὶ μεγάλων ἐπαίνων ἐπάξιος; Ἰδοὺ δὴ πάλιν ὁ γεννάδας οὑτοσί φησι, πρόφασιν τῆς καθ’ ἡμῶν ἀθυροστομίας τὸ παρατυχὸν ποιεῖσθαι σπουδάζων, διασύρει τὴν λέξιν, τὴν καθ’ ὑπόστασιν λέγω, καθυβρίζει τε τὸ ἀσύνηθες αὐτῆς καὶ δὴ καὶ ξένως αὐτὴν πεποιῆσθαι διισχυρίζεται, οὐκ ἐννοήσας ὅτι ταῖς τῶν ἀνοσίων αἱρέσεων εὑρεσιλογίαις ἡ τῶν λέξεων δύναμις τὸ ἀληθὲς ἀντεξάγουσα παραλύειν ἐπιχειρεῖ τὸ ἀντιτετάχθαι δοκοῦν. Ὁρᾷς ὅτι καὶ ἀσυνήθεις ἐπινοεῖν λέξεις τοῖς ἀντικειμένοις πρὸς τὰς εὑρεσιλογίας τῶν πονηρῶν αἱρέσεων ἔξεστιν;

Οὕτω γὰρ καὶ φυσικὴν εὑρήσεις εἰπόντα τοῦτον ἐκεῖ τὴν καθ’ ὑπόστασιν ἕνωσιν, διὰ τὸν ἀθετοῦντα ταύτην Νεστόριον, ἵν’ ἐναργῶς παραστήσῃ τὸ ἀληθὲς τῆς θείας ἐνανθρωπήσεως, οὗ πάλιν ἐπιλαβόμενος Θεοδώρητος κατανεανιεύεται τῶν ἀήθως μέν, εὐσεβῶς δ’ εἰρημένων, ὡς δῆθεν δυσσεβῶς γεγραμμένων.

Ἀλλ’ ἀκούει πάλιν αὐτὸς παρὰ τοῦ θείου Κυρίλλου, μεθύων καὶ κάρῳ κάτοχος, ὡς μὴ τὸ σημαινόμενον ἔστιν ὅτε διαβλέπων τῆς λέξεως—καὶ γὰρ ἔσθ’ ὅπου τὸ φυσικὸν εὕρηται σημαῖνον τὸ ἀληθές—καὶ σκώπτεται μᾶλλον δικαίως ἔτι, ὡς ἐπισεμνυνόμενος ψεύδει καὶ τῷ εἰδέναι συκοφαντεῖν εὖ μάλα κατωρθωκώς, ἅτε μὴ τῷ σκοπῷ τοῦ συγγεγραφότος προσέχων, ἀλλὰ ταῖς λέξεσιν. Ἴδοις δ’ ἂν ἐκεῖ τὸν σεπτὸν Κύριλλον καὶ τῷ τῆς ὑποστάσεως ὀνόματι χρώμενον ἀντὶ τῆς φύσεως· διόπερ ἐκεῖ μηδὲ τιθέντα τὴν ὑπόστασιν ἐπὶ Χριστοῦ ἑνικῶς, οὕτω τοῖς κακῶς φρονοῦσι καὶ συκοφαντοῦσιν ἀντιλέγων ἐκεῖνος, τῆς περὶ τὰς λέξεις σμικρολογίας ἀλογῶν, πρὸς μόνην ὁρᾷ τὴν εὐσεβῆ διάνοιαν.

Πόσα δ’ ὅμως πέπονθε παρὰ τῶν ἀπειθούντων, καίτοι παγκάλως ὑπεραπολελογημένος καὶ διὰ γραμμάτων πάλιν οἰκείων οὐδὲν ἀλλοῖον φρονήσας, οὐδὲ τὰς λέξεις μετασκευάσας, ἀλλ’ ἑρμηνεύσας τοῖς ἀγνοοῦσι καὶ ἀποδυσάμενος τὰ ἐγκλήματα, καθάπερ ἀρτίως πᾶσιν ἀνωμολόγηται, συνεῖσι τῶν ἀήθων τοῖς ἀπείροις δοκούντων ῥημάτων τὸ εὐσεβές;

Ὅσας δ’ αὖθις ὑπέστησαν δυσφημίας παρὰ τῶν ἀντικειμένων τηνικαῦτα τῇ εὐσεβείᾳ οἱ τῷ σεπτῷ συμβόλῳ τῆς πίστεως ἐγγεγραφότες τὸ ὁμοούσιον, σχεδὸν οὐδ’ ἀπαριθμήσασθαι δυνατόν. Τὸ γὰρ μᾶλλον αὐτοῖς ἀντιτεταγμένον, καὶ διαβαλεῖν μᾶλλον οἱ τῶν πονηρῶν αἱρέσεων ἀντεχόμενοι σπεύδουσι· τὸ δὲ δι’ ἑκάστους ἰδίᾳ προτεταγμένον, ἐκεῖνο καὶ μᾶλλον ἀντιτεταγμένον αὐτοῖς ἐστιν. Ἡμεῖς δὲ οὐ καινὰς ἐξεύρομεν λέξεις, καίτοι καινῆς ἀρτίως ὑπ’ Ἀκινδύνου καὶ Βαρλαὰμ κεκινημένης αἱρέσεως, ἀλλὰ ταῖς εἰρημέναις τοῖς ἁγίοις πατράσιν ὑπὲρ τῆς τοῦ θεοῦ χάριτος ἐχρησάμεθα, μᾶλλον δὲ παρ’ ἐκείνων πρώτων ἐπὶ διαβολῇ προβεβλημέναις κακῶς, ἡμεῖς ὑπεραπολογούμενοι τῶν πατέρων, ἐξ ἀνάγκης αὐταῖς κεχρήμεθα καὶ ταύταις ἐν οἷς πρὸς τοὺς ἀντιφθεγγομένους τῇ ἀληθείᾳ τοὺς λόγους ποιούμεθα. Οὐδὲ γὰρ ἂν εὕροι τις ἡμέτερον σύγγραμμα μὴ πρὸς αὐτοὺς τεῖνον, ὃ τοιαύτας φέρει φωνάς, καὶ ταῦτ’ ἀνεύθυνον ὄν, εἴπερ οἱ προειρηκότες πατέρες ἀνεύθυνοι.

Τὸ δὲ νῦν ἡμᾶς λέγειν ἕνεκά τινος τῶν τοιούτων παρὰ τῶν ἐπ’ ἐξουσίας ἐπηρεάζεσθαι, συκοφαντία περιφανὴς καὶ τοῖς ὀρθῶς ὁρῶσιν οὐκ ἀφανής. Τίς γὰρ οὐκ οἶδεν, ὡς πρὸ τῆς ἐμφυλίου στάσεως καὶ συγχύσεως καὶ παρὰ τῆς ἐκκλησίας καὶ παρὰ τῆς βασιλείας πολλή τις ἡμῖν ὑπῆρχε φιλοφροσύνη καὶ σχεδὸν ἡμέρας ἑκάστης εὐκλεεῖς ἀναρρήσεις, ὡς ἀντιστᾶσι γενναίως καὶ κεκρατηκόσι τελέως τῶν οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς ἐπαναστάντων ἀληθείᾳ τῇ κατ’ εὐσέβειαν. Ὅτι μέντοι καὶ ἡ τῆς καινῆς αἱρέσεως συμμορία νῦν ἐπηρεαζομένοις ἡμῖν συνεπέθεντο, συνηγόρους σχόντες τοὺς τὰς γνώμας συμμεταβάλλοντας ταῖς τῶν πραγμάτων μεταβολαῖς, καὶ τοῦτο καταφανές.

Σὴν δ’ ὅμως μάλιστα χάριν πᾶσαν περιαιροῦντες ἀφορμὴν τῶν ζητούντων ἀφορμήν, καὶ τὰ ὑποτεταγμένα ταῦτα τοῖς θείοις ἡμῶν ὁμολόγως ὅτι μάλιστα πατράσι συνετάξαμεν.

<ΟΜΟΛΟΓΙΑ> Εἷς θεὸς ὁ πρὸ πάντων καὶ ἐπὶ πάντων καὶ ἐν πᾶσι καὶ ὑπὲρ τὸ πᾶν ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι παρ’ ἡμῶν πιστευόμενός τε καὶ προσκυνούμενος, μονὰς ἐν τριάδι καὶ τριὰς ἐν μονάδι, ἀσυγχύτως ἑνουμένη καὶ ἀμερίστως διαιρουμένη, μονὰς ἡ αὐτὴ καὶ τριὰς παντοδύναμος· πατὴρ ἄναρχος οὐ μόνον ὡς ἄχρονος, ἀλλὰ καὶ ὡς κατὰ πάντα τρόπον ἀναίτιος, μόνος αἰτία καὶ ῥίζα καὶ πηγὴ τῆς ἐν υἱῷ καὶ ἁγίῳ πνεύματι θεωρουμένης θεότητος, μόνος αἰτία προκαταρκτικὴ τῶν γεγονότων, οὐ μόνος δημιουργός, ἀλλὰ μόνος ἑνὸς υἱοῦ πατὴρ καὶ πνεύματος ἑνὸς ἁγίου προβολεὺς ἀεὶ ὤν, καὶ ἀεὶ ὢν πατήρ, καὶ ἀεὶ ὢν μόνος πατήρ τε καὶ προβολεύς, μείζων υἱοῦ καὶ πνεύματος, τοῦτο μόνον ὡς αἴτιος, τἄλλα δὲ πάντα ὁ αὐτὸς αὐτοῖς καὶ ὁμότιμος.

Οὗ υἱὸς εἷς, ἄναρχος μὲν ὡς ἄχρονος, οὐκ ἄναρχος δὲ ὡς ἀρχὴν καὶ ῥίζαν καὶ πηγὴν ἔχων τὸν πατέρα, ἐξ οὗ μόνου πρὸ πάντων τῶν αἰώνων ἀσωμάτως, ἀρρεύστως, ἀπαθῶς, γεννητῶς προῆλθεν, ἀλλ’ οὐ διῃρέθη, θεὸς ὢν ἐκ θεοῦ, οὐκ ἄλλος μὲν καθὸ θεός, ἄλλος δὲ καθὸ υἱός, ἀεὶ ὢν καὶ ἀεὶ ὢν υἱὸς καὶ μόνον υἱὸς καὶ ἀεὶ πρὸς τὸν θεὸν ἀσυγχύτως ὤν, οὐκ αἰτία καὶ ἀρχὴ τῆς ἐν τριάδι νοουμένης θεότητος, ὡς ἐξ αἰτίας καὶ ἀρχῆς ὑπάρχων τοῦ πατρός, ἀλλ’ αἰτία καὶ ἀρχὴ τῶν γεγονότων πάντων, ὡς δι’ αὐτοῦ πάντων γεγονότων, «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ», ἀλλ’ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἑαυτὸν ἐκένωσε, μορφὴν τὴν καθ’ ἡμᾶς δι’ ἡμᾶς λαβὼν καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας, εὐδοκίᾳ τοῦ πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου πνεύματος, κυηθείς τε νόμῳ φύσεως καὶ γεννηθεὶς θεὸς ὁμοῦ καὶ ἄνθρωπος καὶ ὡς ἀληθῶς ἐνανθρωπήσας, γέγονεν ὅμοιος ἡμῖν κατὰ πάντα πλὴν ἁμαρτίας, μείνας ὅπερ ἦν θεὸς ἀληθινός, ἑνώσας ἀσυγχύτως καὶ ἀτρέπτως τὰς δύο φύσεις καὶ θελήσεις καὶ ἐνεργείας καὶ μείνας εἷς υἱὸς ἐν μιᾷ ὑποστάσει καὶ μετὰ τὴν ἐνανθρώπησιν, ἐνεργῶν τὰ θεῖα πάντα ὡς θεὸς καὶ τὰ ἀνθρώπινα πάντα ὡς ἄνθρωπος καὶ τοῖς ἀδιαβλήτοις ἀνθρωπίνοις ὑποκείμενος πάθεσιν, ἀπαθὴς μὲν καὶ ἀθάνατος ὢν καὶ διαμένων ὡς θεός, ἑκὼν δὲ σαρκὶ παθὼν ὡς ἄνθρωπος καὶ σταυρωθεὶς καὶ θανὼν καὶ ταφεὶς καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάς, ὃς καὶ τοῖς μαθηταῖς μετὰ τὴν ἀνάστασιν ἐπιφανεὶς καὶ τὴν ἐξ ὕψους δύναμιν ἐπαγγειλάμενος καὶ παραγγείλας, «μαθητεύειν πάντα τὰ ἔθνη καὶ βαπτίζειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ τηρεῖν διδάσκειν ὅσα ἐνετείλατο», αὐτὸς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ πατρός, ὁμότιμον καὶ ὁμόθρονον ὡς ὁμόθεον ποιήσας τὸ ἡμέτερον φύραμα, μεθ’ οὗ πάλιν φυράματος ἥξειν μετὰ δόξης μέλλει κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Τότε δὲ πρὸς τὸν πατέρα ἀνελθών, ἔπεμψεν ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς καὶ ἀποστόλους τὸ πνεῦμα τὸ ἅγιον, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, συνάναρχον μὲν ὂν τῷ πατρὶ καὶ τῷ υἱῷ ὡς ἄχρονον, οὐκ ἄναρχον δὲ ὡς καὶ αὐτὸ ῥίζαν καὶ πηγὴν καὶ αἰτίαν ἔχον τὸν πατέρα, οὐχ ὡς γεννητόν, ἀλλ’ ὡς ἐκπορευτόν, ἐκ πατρὸς γὰρ καὶ αὐτὸ πρὸ πάντων τῶν αἰώνων, ἀρρεύστως καὶ ἀπαθῶς, οὐ γεννητῶς, ἀλλ’ ἐκπορευτῶς προῆλθεν, ἀδιαίρετον ὂν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ὡς ἐκ τοῦ πατρὸς προερχόμενον καὶ ἐν υἱῷ ἀναπαυόμενον, ἀσύγχυτον καὶ τὴν ἕνωσιν ἔχον καὶ ἀμέριστον τὴν διαίρεσιν, θεὸς ὂν καὶ αὐτὸ ἐκ τοῦ θεοῦ, οὐκ ἄλλος μὲν καθὸ θεός, ἄλλος δὲ παράκλητος καθὸ πνεῦμα ἅγιον, αὐθυπόστατον, ἐκ πατρὸς ἐκπορευόμενον καὶ δι’ υἱοῦ πεμπόμενον, τουτέστι φανερούμενον, αἴτιον καὶ αὐτὸ τῶν γεγονότων πάντων, ὡς ἐν αὐτῷ τελεσιουργουμένων, τὸ αὐτὸ καὶ ὁμότιμον πατρί τε καὶ υἱῷ, χωρὶς τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως· ἐπέμφθη δὲ παρὰ τοῦ υἱοῦ πρὸς τοὺς οἰκείους μαθητάς, τουτέστι πεφανέρωται. Πῶς γὰρ ἂν ἄλλως παρ’ αὐτοῦ πεμφθείη τὸ μὴ χωριζόμενον αὐτοῦ; Πῶς δ’ ἂν ἄλλως ἔλθοι ποι τὸ ὑπάρχον πανταχοῦ; Διὸ μὴ μόνον παρὰ τοῦ υἱοῦ, ἀλλὰ καὶ παρὰ τοῦ πατρὸς καὶ διὰ τοῦ υἱοῦ πέμπεται καὶ παρ’ ἑαυτοῦ ἔρχεται φανερούμενον. Κοινὸν γὰρ ἔργον ἡ ἀποστολή, δηλονότι ἡ φανέρωσις πατρός, υἱοῦ καὶ πνεύματος.

Φανεροῦται δὲ οὐ κατὰ τὴν οὐσίαν—οὐδεὶς γάρ ποτε θεοῦ φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσεν—ἀλλὰ κατὰ τὴν χάριν καὶ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν, ἥτις κοινή ἐστι πατρός, υἱοῦ καὶ πνεύματος· ἴδιον μὲν γὰρ ἑκάστῳ τούτων ἡ ἑκάστου ὑπόστασις καὶ ὅσα τείνει πρὸς αὐτήν, κοινὰ δὲ οὐχ ἡ ὑπερούσιος οὐσία μόνον, ἡ παντάπασιν ἀνώνυμος καὶ ἀνέκφαντος καὶ ἀμέθεκτος, ὡς ὑπὲρ πᾶσαν ἐπωνυμίαν οὖσα καὶ ἔκφανσιν καὶ μετοχήν, ἀλλὰ καὶ ἡ χάρις καὶ δύναμις καὶ ἐνέργεια καὶ ἡ λαμπρότης καὶ ἡ βασιλεία καὶ ἡ ἀφθαρσία καὶ πάνθ’ ἁπλῶς, καθ’ ἃ κοινωνεῖ καὶ κατὰ χάριν ἑνοῦται τοῖς ἁγίοις ἀγγέλοις τε καὶ ἀνθρώποις ὁ θεός, μήτε διὰ τὸ μεριστὸν καὶ διάφορον τῶν ὑποστάσεων μήτε διὰ τὸ μεριστὸν καὶ ποικίλον τῶν δυνάμεών τε καὶ ἐνεργειῶν τῆς ἁπλότητος ἐκπίπτων.

Οὕτως ἡμῖν εἷς ἐστι παντοδύναμος θεὸς ἐν μιᾷ θεότητι· οὔτε γὰρ ἐξ ὑποστάσεων τελείων γένοιτ’ ἄν ποτε σύνθεσις οὔτε τὸ δυνάμενον ὅτι δύναμιν ἢ δυνάμεως ἔχει, δι’ αὐτὸ τὸ δύνασθαι σύνθετον ἀληθῶς ποτε λεχθείη ἄν.

Πρὸς τούτοις προσκυνοῦμεν σχετικῶς τὴν ἁγίαν εἰκόνα τοῦ περιγραφέντος, ὡς δι’ ἡμᾶς ἐνανθρωπήσαντος υἱοῦ τοῦ θεοῦ, πρὸς τὸ πρωτότυπον ἀναφέροντες εὐσεβῶς τὴν προσκύνησιν, καὶ τὸ τίμιον τοῦ σταυροῦ ξύλον καὶ τὰ σύμβολα πάντα τῶν αὐτοῦ παθημάτων, ὡς ὄντα τρόπαια θεῖα κατὰ τοῦ κοινοῦ πολεμίου τοῦ γένους ἡμῶν. Πρὸς δὲ καὶ τὸν τύπον τοῦ τιμίου σταυροῦ, ὡς ὅπλον σωτήριον, καὶ τοὺς θείους ναοὺς καὶ τόπους καὶ τὰ ἱερὰ σκεύη καὶ θεοπαράδοτα λόγια, διὰ τὸν ἐν αὐτοῖς ἐνοικοῦντα θεόν. Ὡσαύτως προσκυνοῦμεν καὶ τὰς τῶν ἁγίων πάντων εἰκόνας διὰ τὴν πρὸς αὐτοὺς ἀγάπην καὶ τὸν θεόν, ὃν οὗτοι ἀληθῶς καὶ τελείως ἠγάπησάν τε καὶ ἐθεράπευσαν, ἐν τῇ προσκυνήσει πρὸς τὰς ἐκείνων μορφὰς ἀναφέροντες τὴν διάνοιαν. Προσκυνοῦμεν καὶ τὰς αὐτῶν ἁγίας σορούς, ὡς τῆς ἁγιαστικῆς χάριτος τῶν αὐτῶν οὐκ ἀποπτάσης ἱερωτάτων ὀστῶν, ὥσπερ οὐδὲ τοῦ δεσποτικοῦ σώματος ἐν τῷ τριημέρῳ ἡ θεότης διῃρέθη θανάτῳ.

Κακὸν κατ’ οὐσίαν ἴσμεν οὐδέν, οὐδ’ εἶναι τοῦ κακοῦ ἀρχὴν ἑτέραν ἢ τὴν ἐκτροπὴν τῶν λογικῶν, κεχρημένων τῇ παρὰ τοῦ θεοῦ δεδομένῃ αὐτεξουσιότητι κακῶς. Στέργομεν πάσας τὰς ἐκκλησιαστικὰς παραδόσεις ἐγγράφους τε καὶ ἀγράφους καὶ πρὸ πάντων τὴν μυστικωτάτην τε καὶ πανίερον τελετὴν καὶ κοινωνίαν καὶ σύναξιν, παρ’ ἧς καὶ ταῖς ἄλλαις τελεταῖς ἡ τελείωσις, καθ’ ἣν εἰς ἀνάμνησιν τοῦ κενώσαντος ἑαυτὸν ἀκενώτως καὶ σάρκα λαβόντος καὶ παθόντος ὑπὲρ ἡμῶν κατὰ τὴν θεσπεσίαν ἐκείνου παραγγελίαν καὶ αὐτουργίαν, τὰ θειότατα ἱερουργεῖται καὶ θεουργεῖται, ὁ ἄρτος καὶ τὸ ποτήριον, καὶ αὐτὸ τὸ ζωαρχικὸν ἐκεῖνο τελεῖται σῶμα καὶ αἷμα, καὶ τὴν ἀπόρρητον Ἰησοῦ μετουσίαν καὶ κοινωνίαν τοῖς εὐαγῶς προσιοῦσι χαρίζεται.

Πάντας δὲ τοὺς μὴ ὁμολογοῦντας καὶ πιστεύοντας ὡς τὸ πνεῦμα τὸ ἅγιον προεμήνυσε διὰ τῶν προφητῶν, ὡς ὁ κύριος ἐθέσπισε διὰ σαρκὸς ἡμῖν ἐπιφανείς, ὡς οἱ ἀπόστολοι ἐκήρυξαν πεμφθέντες ὑπ’ αὐτοῦ, ὡς οἱ πατέρες ἡμῶν καὶ διάδοχοι αὐτῶν ἐδίδαξαν ἡμᾶς, ἀλλ’ αἱρέσεως ἰδίας ἢ ἄρξαντας ἢ τοῖς κακῶς ἄρξασιν εἰς τέλος ἐπηκολουθηκότας, ἀποβαλλόμεθα καὶ ἀναθέματι καθυποβάλλομεν.

Δεχόμεθα δὲ καὶ ἀσπαζόμεθα τὰς ἁγίας καὶ οἰκουμενικὰς συνόδους, τὴν ἐν Νικαίᾳ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων πατέρων κατὰ τοῦ θεομάχου Ἀρείου, κατασπῶντος ἀσεβῶς εἰς κτίσμα τὸν υἱὸν τοῦ θεοῦ καὶ κατατέμνοντος εἰς κτιστὰ καὶ ἄκτιστα τὴν ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι προσκυνουμένην μίαν θεότητα, τὴν μετ’ αὐτὴν ἐν Κωνσταντινουπόλει τῶν ἑκατὸν πεντήκοντα πατέρων κατὰ Μακεδονίου Κωνσταντινουπόλεως, ἀσεβῶς εἰς κτίσμα κατασπῶντος τὸ πνεῦμα τὸ ἅγιον καὶ κατατέμνοντος μηδὲν ἧττον καὶ τούτου εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα, τὴν μετὰ ταύτην ἐν Ἐφέσῳ τῶν διακοσίων πατέρων κατὰ Νεστορίου πατριάρχου Κωνσταντινουπόλεως, τὴν καθ’ ὑπόστασιν ἕνωσιν ἀθετοῦντος ἐπὶ Χριστοῦ τῆς αὐτοῦ θεότητος καὶ ἀνθρωπότητος, καὶ τὴν ὡς ἀληθῶς τεκοῦσαν τὸν θεὸν παρθένον θεοτόκον καλεῖν μηδαμῶς βουλομένου, καὶ τὴν τετάρτην ἐν Χαλκηδόνι τῶν ἑξακοσίων τριάκοντα πατέρων κατὰ Εὐτυχοῦς καὶ Διοσκόρου, μίαν φύσιν ἐπὶ Χριστοῦ δογματιζόντων κακῶς, καὶ τὴν μετ’ αὐτὴν ἐν Κωνσταντινουπόλει τῶν ἑκατὸν ἑξήκοντα πέντε πατέρων κατὰ Θεοδώρου τινὸς καὶ Διοδώρου, τὰ αὐτὰ τῶν Νεστορίῳ φρονούντων καὶ διὰ συγγραμμάτων τὰ ἐκείνου συνιστώντων, Ὠριγένους τε καὶ Διδύμου καὶ Εὐαγρίου τινός, τῶν παλαιῶν μὲν ὄντων, μυθώδη δέ τινα ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ παρεισάγειν ἐπιχειρούντων, καὶ τὴν μετὰ ταύτην ἐν τῇ αὐτῇ πόλει τῶν ἑκατὸν ἑβδομήκοντα πατέρων κατὰ Σεργίου, Πύρρου καὶ Παύλου Κωνσταντινουπόλεως ἀρξάντων, ἀθετούντων ἐπὶ Χριστοῦ τὰς καταλλήλους ταῖς δύο φύσεσι δύο ἐνεργείας καὶ δύο θελήματα, καὶ τὴν ἐν Νικαίᾳ πάλιν τῶν τριακοσίων ἑξήκοντα ἑπτὰ πατέρων κατὰ τῶν εἰκονομάχων.

Ἀσπαζόμεθα καὶ πάσας τὰς κατὰ θεοῦ χάριν κατὰ καιρὸν ἢ τόπον πρὸς βεβαίωσιν εὐσεβείας καὶ εὐαγγελικῆς πολιτείας συναθροισθείσας ἁγίας συνόδους, ὧν εἰσι καὶ αἱ συγκροτηθεῖσαι κατὰ τὴν μεγαλόπολιν ταύτην ἐν τῷ περιβοήτῳ ναῷ τῆς ἁγίας τοῦ θεοῦ σοφίας κατὰ τοῦ Καλαβροῦ Βαρλαὰμ καὶ τοῦ μετ’ ἐκεῖνον τἀκείνου φρονοῦντος καὶ δόλῳ σπεύδοντος ἐπεκδικεῖν Ἀκινδύνου, οἳ τὴν κοινὴν χάριν πατρός, υἱοῦ καὶ πνεύματος καὶ τὸ φῶς τοῦ μέλλοντος αἰῶνος, καθ’ ὃ καὶ οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος, ὡς καὶ ὁ Χριστὸς προϋπέδειξεν ἐπ’ ὄρους λάμψας, καὶ ἁπλῶς πᾶσαν δύναμίν τε καὶ ἐνέργειαν τῆς τρισυποστάτου θεότητος καὶ πᾶν τὸ διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως κτιστὸν εἶναι δογματίζουσι καὶ κατατέμνουσι καὶ οὗτοι δυσσεβῶς εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα καὶ τοὺς εὐσεβῶς ἄκτιστον τὸ θειότατον ἐκεῖνο φῶς καὶ πᾶσαν δύναμιν καὶ ἐνέργειαν πρεσβεύοντας θείαν, ὡς μηδενὸς ὄντος προσφάτου τῶν τῷ θεῷ προσόντων φυσικῶς, διθεΐτας ὀνομάζουσι καὶ πολυθέους, ὡς καὶ Ἰουδαῖοι, σαβελλιανοί τε καὶ ἀρειανοὶ ὀνομάζουσιν ἡμᾶς.

Ἀλλ’ ἡμεῖς τούτους τε κἀκείνους ὡς ὄντας ἀθέους τε καὶ πολυθέους ἀποβαλλόμεθα καὶ τοῦ πληρώματος τῶν εὐσεβούντων, ὡς καὶ ἡ ἁγία τοῦ Χριστοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία διὰ τοῦ Συνοδικοῦ καὶ Ἁγιορειτικοῦ τόμου, τελέως ἐκκόπτομεν, πιστεύοντες εἰς μίαν θεότητα, τρισυπόστατον καὶ παντοδύναμον, οὐδαμῶς τοῦ ἑνιαίου καὶ τῆς ἁπλότητος ἐκπίπτουσαν διὰ τὰς δυνάμεις ἢ τὰς ὑποστάσεις.

Ἐπὶ τούτοις πᾶσι προσδοκῶμεν ἀνάστασιν νεκρῶν καὶ ζωὴν ἄληκτον τοῦ μέλλοντος αἰῶνος· ἀμήν.