Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαί

Γρηγόριος Παλαμᾶς

Επιστολή προς τον ιερομόναχο Μακάριο

Αναφορά του συγγραφέα στους πνευματικούς και εκκλησιαστικούς κινδύνους που προκύπτουν από την εμφύλια διαμάχη, τις συκοφαντίες και την αδυναμία ειρηνικής επίλυσης των θεολογικών ερίδων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 9 από 12

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΡΟΣ ΤΟΝ ΙΔΙΟΝ ΑΔΕΛΦΟΝ, ΤΟΝ ΤΙΜΙΩΤΑΤΟΝ ΙΕΡΟΜΟΝΑΧΟΝ ΚΥΡ ΜΑΚΑΡΙΟΝ Οὔπω μοι δοκεῖτε καταλαβεῖν, ὅτι πῦρ καίεται καὶ κατισχύει φλόξ, οὐχ οἵα μετρίῳ φυσήματι σβεσθῆναι κατὰ τὰς θρυαλλίδας, ἀλλὰ κἂν ἄνεμος ἐπιπνεύσῃ λάβρος, ἀρθῆναι μᾶλλον ἐπὶ τὸ μεῖζον. Ταύτην ἐντεῦθεν ὑποτυφομένην τὴν ἀρχὴν καὶ κατὰ παντὸς τοῦ γένους, ὥσπερ ἔκ τινων αἰτναίων κρατήρων ἀναρρήγνυσθαι μέλλουσαν, τὴν πυρὰν δηλαδὴ τῆς ἐμφυλίου στάσεως, ἐπέχειν ὡς εἶχον ἐπεχείρουν αὐτὸς παρὼν διὰ τὴν τοῦ θεοῦ ἐντολὴν καὶ τὴν ὀφειλομένην πρὸς τοὺς ὁμοφύλους ἀγάπην, καὶ τάχ’ ἂν ἤνυσα καὶ τὸ πᾶν ἢ τὸ πλεῖστον τῆς πανωλεθρίας ἐπέσχον, εἰ τοὺς συμπράττοντας εἶχον, ἀλλὰ μὴ σχεδὸν πάντες, οἱ μέν, φεῦ, συνῆπτον τὴν οὕτω πονηρὰν πυράν, οἱ δὲ τοὺς συνάπτοντας ἐπῄνουν, οἱ δὲ μετριώτερόν τι δοκοῦντες πράττειν, ὁρῶντες ἡσυχίαν ἦγον, ἀναλγήτως ἔχοντες ἐπὶ τῇ συμφορᾷ καὶ κατὰ τὸ γεγραμμένον καὶ παρὰ τοῦ θεοῦ διὰ τοῦ προφήτου πρὸς ὀνειδισμὸν εἰρημένον, «μηδὲν πάσχοντες ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσήφ».

Οὐκ ἠγνόουν δὲ ὡς ἑπταπλασίῳ κατ’ ἐμοῦ τὴν κάμινον ἐκκαύσουσιν οἱ προστάται τῆς πυρᾶς, ἀλλ’ αὐτὸς ἔλεγον ἐπ’ ἐμαυτοῦ· δυνατός ἐστιν ὁ θεὸς ἐξελέσθαι πάσης κακώσεως τοὺς ὑπεραλγοῦντας τῆς ἐκείνου κληρονομίας, καὶ πάντα λέγειν καὶ πράττειν ὑπὲρ αὐτῆς αἱρουμένους, κἂν ἐξελέσθαι μὴ βούληται, κρίμασιν οἷς οἶδεν αὐτός, ἀλλ’ ἡμῖν συμπράττειν ἢ συναινεῖν παροῦσι ταῖς κοιναῖς ἐπηρείαις ἀλυσιτελὲς καὶ ἐνώπιον θεοῦ οὐκ ἀνεύθυνον. Διὰ ταῦτα περιχεθεῖσα περιέσχεν ἡ πυρὰ σχεδὸν ἡμᾶς πρώτους. Ἀλλ’ ἴσθι μηδὲ τῶν ἐπὶ τοὺς ἀβραμιαίους ἐν πυρὶ παῖδας ἀγεύστους ἡμᾶς θαυμάτων· ἵνα γὰρ μικρὸν ὑπαλλάξας εἴπω τὸ ψαλμικόν· «ὡσεὶ ἄνθρωπος ἀβοήθητος ὤν, ἐν καθειργμένοις ἐλεύθερός εἰμι». Τοῖς δὲ καθειργνῦσι καὶ γειτονοῦσιν οὐ δῆλον· ἐκμήναι γὰρ ἂν αὐτοὺς μᾶλλον, ἀλλ’ οὐδὲ κατὰ τοὺς Χαλδαίους ἐκείνους δυσωπήσειε γνόντας.

Διὸ καὶ τὰ παρακλητικὰ πρὸς αὐτοὺς ὑπὲρ ἡμῶν τῶν σεβασμίων γερόντων γράμματα μᾶλλον αὐτοὺς ἐπέπληξεν ἢ ἐπέστρεψε· πᾶς γὰρ λόγος ὑπὲρ ἡμῶν βέλος ἐστὶν αὐτοῖς, ἐπ’ αὐτὴν μέσην τὴν αὐτῶν καρδίαν φερόμενον καὶ διερεθίζον μᾶλλον πρὸς ἄμυναν· ἡ γὰρ πᾶσα τούτοις σπουδή, τὸ ὄνομα ἡμῶν ὡς πονηρὸν ἐκβαλεῖν. Καὶ τούτου χάριν οὐδ’ αὐτῆς τῆς εὐσεβείας ἐφείσαντο καὶ τοῖς ἀντικειμένοις αὐτῇ, καίτοι πρῴην παρρησίᾳ καὶ συνοδικῶς ἐξεληλεγμένοις καὶ ἀφορισμῷ καθυποβεβλημένοις καὶ ἀποκεκηρυγμένοις καὶ ἀποκεκομμένοις ἐγγράφως παντὸς τοῦ χριστιανικοῦ πληρώματος, παρρησίας μετέδωκαν καὶ σὺν παρρησίᾳ πάσῃ κηρύττειν τὰ τῆς ὑφ’ ἡμῶν ἀντιλεγομένης δυσσεβείας ἐπέστρεψαν, συνεπιμαρτυροῦντες αὐτοῖς πολυτρόπως τὸ ἀσφαλές, μόνον ἵν’ ἡμᾶς τοῖς πολλοῖς οὐκ ἀσφαλεῖς παραστήσωσιν.

Ἀλλὰ καὶ τοὺς ἐχθροὺς αὐτῶν ὁρῶντες μετὰ τὴν τοιαύτην καθ’ ἡμῶν φανερωτέραν ἐγχείρησιν ἰσχυροτέρους γεγενημένους ἢ πρότερον ἦσαν καὶ πληγαῖς ἐξαισίαις τυπτομένην ἄνωθεν τοῦ καθ’ ἡμᾶς οἰκουμένην καὶ τὸν θεὸν τῆς κατ’ εὐσέβειαν ἀληθείας παροξυνόμενον, οὐχ ὑπέπτυξαν οὐδ’ ὑπεστάλησαν οὐδαμῶς. Ὅσον δ’ οὔπω καὶ τὸ πλήρωμα τῆς ὀργῆς ἥξειν ἀπειλεῖται, μᾶλλον ἐγγίζον ἢ πρότερον, οἱ δὲ τὰς αἰτίας τῆς ὀργῆς οὐ διαλείπουσιν αὔξοντες. Πῶς οὖν εἰσηγήσει γερόντων ἱερῶν πεισθήσεσθαι ἔμελλον; Εὐχαριστῶ δ’ ὅμως τοῖς ἁγίοις μου πατράσι· τὸ γὰρ ἑαυτῶν ἔπραξαν καὶ ταῦτα μηδὲ ἡμῶν αἰτησάντων. Εὐχαριστῶ δὲ μᾶλλον ὅτι σὲ διὰ τούτων παραμυθησάμενοι τῆς πρὸς τὰ ἐνταῦθα ἀνέκοψαν ὁρμῆς, ἀνοήτου σχεδὸν οὔσης· θεοῦ γὰρ μόνου θεραπεύσοντος δεῖται τὰ καθ’ ἡμᾶς, πρὸς ὃν ἐκτενῆ δέησιν ὑπὲρ ἡμῶν αὐτοὺς ἀναπέμψαι δέομαι, καθάπερ καὶ τῆς σῆς ὁσιότητος τὴν ὀφειλομένην πᾶσιν ἀπονέμων μετάνοιαν.