Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολαί

Γρηγόριος Παλαμᾶς

Επιστολή προς οσιότατο ιερομόναχο

Αναλυτική υπεράσπιση της στάσης του συγγραφέα έναντι των ψευδών κατηγοριών του πατριάρχη Ιωάννη Καλέκα και των οπαδών του Ακινδύνου. Εξιστορούνται οι αντικανονικές ενέργειες εναντίον του, οι πολιτικές ταραχές και η τελική παρέμβαση των αρχών υπέρ της ευσέβειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 11 από 12

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> Τῼ ΟΣΙΩΤΑΤῼ ΕΝ ΙΕΡΟΜΟΝΑΧΟΙΣ ΚΑΙ ΕΜΟΙ ΕΝ ΚΥΡΙῼ ΦΙΛΤΑΤῼ ΚΑΙ ΑΔΕΛΦῼ ΚΑΙ ΠΑΤΡΙ ΚΑΙ ΔΕΣΠΟΤῌ Τῼ ΟΝΤΩΣ ΦΙΛΟΘΕῼ ᾯ ἐδόθη πολύ, πολὺ καὶ ἀπαιτήσουσιν αὐτὸν τὸν κατὰ τὸν τοῦ κυρίου λόγον· τῇ δὲ σῇ ὁσιότητι διὰ πάντων δέδοται πολὺ εὐφυΐᾳ τε καὶ λόγων παιδείᾳ καὶ ἠθῶν κεκοσμημένῳ χρηστότητι καὶ πρὸς τούτοις τῇ ὑπερκοσμίῳ κατὰ μοναχοὺς πολιτείᾳ καὶ τῇ κατὰ τὸ ὑπερκόσμιον, ταὐτὸ δ’ εἰπεῖν, ἅγιον ὄρος, ἐπὶ τοσούτῳ καὶ οὕτω νουνεχεστάτῃ διατριβῇ καὶ μετὰ τοσαύτης ἐπιμελείας τε καὶ ἀκριβείας, ὡς καὶ ἄρχειν τῶν κατὰ θεὸν ζώντων ἀξιώτατόν σε κεκρίσθαι χάριτι Χριστοῦ παρὰ τῶν ἐν τῷ ὄρει τῆς ἁγιωσύνης ἐνδιαιτωμένων ἐκκρίτων· ἀλλὰ καὶ τὴν ἐπ’ εὐσεβείᾳ λύμην τῆς βαρλααμίτιδος πλάνης τῶν αὐτοῦ πάντων μᾶλλον ὡς ἐγᾦμαι συνῆκας τοῖς τε ἡμετέροις συγγράμμασιν ἐντυχὼν καὶ πρὸ τούτων τὰς ἱερὰς γραφὰς εἴπερ τις μεθ’ ἱερᾶς ἐπιστήμης ἐκμελετήσας. Δικαίως οὖν αὐτή τε ἡ τῆς εὐσεβείας ἀλήθεια καὶ ἡμεῖς οἱ ταύτης ἀρτίως προκινδυνεύοντες καταγωνίζεσθαι τῆς πλάνης ταύτης τῶν αὐτοῦ μᾶλλον ἄλλων ἀπαιτήσομέν σου τὴν διὰ πάντων τελείαν σύνεσιν, ὡς μηδ’ ἡμᾶς δοκεῖν ἀπεῖναι τοῦ θείου ὄρους τό γε πρὸς ταύτην ἦκον τὴν χρείαν σοῦ γε παρόντος.

Ἴσθι δὴ νῦν, φερωνύμως θεοφιλέστατε καὶ φιλόθεε πάτερ, ὡς ὁ νῦν μηχανῇ πάσῃ τῆς βαρλααμίτιδος πλάνης προεστηκώς, ἀφορμῆς λαβόμενος τοῦ γράψαι τοὺς ἁγίους ἡμῶν πατέρας ὑπὲρ ἡμῶν, συσκευάσας οἷον ἐπ’ ἀγκίστρῳ δέλεαρ, ἱκανὸν κλέψαι τοὺς μὴ πάνυ προσέχοντας, ἀφῆκεν ὥσπερ διά τινος ὁρμιᾶς ἐντεῦθεν αὐτόσε, καθάπερ ἠκούσαμεν. Τὸ δέ ἐστι πιθανὸν ψεῦδος ἐπ’ ὀλέθρῳ τῶν πειθομένων, δι’ οὗ καὶ τὴν ἀρχὴν ὁ ἀρχέκακος ὄφις ἀπὸ τῆς ζωῆς, φεῦ, ἡμᾶς πρὸς θάνατον εἵλκυσεν.

Ἐνταῦθα δὴ τοῦ κατὰ τῆς ἀληθείας ἐξηρτυμένου τούτου δελέατος δεῖν ἔγνωμεν ἔστιν ἃ τούτου δῆλα καταστῆσαι τῇ σῇ σοφίᾳ. Πάσχω δέ τι τοιοῦτον ἔγωγε, πίστευσον ἱερώτατε πάτερ, ἀνεράστως ἔχω διαφερόντως, φαίην δ’ ἂν ὅτι μικροῦ καὶ παντάπασιν ἀφυῶς, διηγούμενος λέγειν ἢ ἀντιλέγειν συκοφαντίαις, καίτοι πρὸς τοὺς ἀντιλέγοντας τῇ ἀληθείᾳ τοῦ θείου δόγματος οὐ πάνυ τὸν αὐτὸν ἔχω τρόπον. Ἀλλὰ τί πάθω; Ἀναγκαῖον καὶ πρὸς τὸ νῦν ἐπελθὸν τὸ ἐπελθὸν γοῦν εὐχερῶς εἰπεῖν.

Ἐπανέστησάν ποτε τῇ Χελκίου Σωσάννῃ πρεσβύτεροι συκοφάνται, πεπαλαιωμένοι κατὰ τὸ περὶ αὐτῶν γεγραμμένον ἡμερῶν κακῶν, τὸ σφῶν μύσος καὶ τὸν ἀκόλαστον τρόπον τῆς σώφρονος ἐκείνης καταψευδόμενοι· καὶ ἐξήγειρεν ὁ θεὸς κατ’ αὐτῶν τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου, ᾧ ὄνομα Δανιήλ.

Ἐπανέστησαν νῦν ἐμοὶ συκοφάνται νεώτεροι μὴ τὴν ἡλικίαν μόνον, ἀλλὰ καὶ τὴν δυσσέβειαν, μᾶλλον δὲ τὴν ἀσέβειαν—ἀθεΐαν γὰρ καὶ πολυθεΐαν εἰς τὴν ἐκκλησίαν εἰσάγουσι καὶ τὴν ἑαυτῶν τοιαύτην καινοτομίαν ἀναιδῶς ἐμοῦ καταψεύδονται—καὶ ἐξήγειρεν ὁ θεὸς κατ’ αὐτῶν τὸ πνεῦμα τὸ ἅγιον γηραιῶν ἁγίων, ἀρετῇ τε καὶ πολιᾷ τετελειωμένων, ἵν’ ὥσπερ ἐκεῖ καὶ διὰ τοῦ ἀντικειμένου δηλονότι τῆς τοῦ Δανιὴλ ἡλικίας ἡ ἀντικειμένη κακία τῶν πονηρῶν γερόντων ἠλέγχετο, οὕτω καὶ νῦν διὰ τοῦ ἀντικειμένου τῆς τῶν ἱερωτάτων ἡλικίας γερόντων, οἳ πλήρεις εἰσὶν ἡμερῶν τε καὶ θείου πνεύματος, τὸ δυσσεβὲς τῶν ἡμῖν ἐπεμβαινόντων ἐξελέγχηται νεωτέρων. Ἃ γὰρ καὶ νῦν ἀντεγράφη πρὸς τὰ τοῖς ἱεροῖς γέρουσιν ὑπὲρ ἡμῶν γεγραμμένα πρῴην, τοῖς τοιούτοις νεωτέροις ἐνταῦθα κρυφίως συνελθὼν ὁ πέμπων, αὐτοῖς ἐπέτρεψε καὶ πλάσαι τὸ δρᾶμα καὶ συνθεῖναι τὸ γράμμα.

Σὲ τοίνυν οἶμαι σπουδῇ πάσῃ λύειν τὰς αὐτόθι ῥηθησομένας ἂν ἔστι παρ’ ὧν ἐνστάσεις. Ἂν γάρ τις φῇ· καὶ μὴν ἔστι τις καὶ γηραιὸς ἐν τοῖς κατὰ τοῦ ἱερομονάχου γράφουσι Γρηγορίου, φαίης ἂν αὐτὸς πρὸς αὐτὸν ἑτοίμως· καὶ τοῖς κατὰ Σωσάννης τηνικαῦτα λέγουσι γηραιοῖς πολλοὺς ἂν ἴδοις συμφωνήσαντας νέους· ἐπίστευσε γάρ, φησίν, ἡ συναγωγὴ καὶ κατέκριναν τὴν Σωσάνναν ἀποθανεῖν· ἐν δὲ τῇ συναγωγῇ καὶ νέοι παρῆσαν πάντως, ἀλλ’ ὥσπερ ἐκεῖ τῆς τῶν νέων ἀπάτης οἱ γέροντες ἔξαρχοι, τὸν αὐτὸν νυνὶ τρόπον, κἄν τις συναινῇ γέρων, ἀλλ’ οἱ νεώτεροι τῆς ψευδοῦς κατηγορίας ἐξάρχουσι.

Τοῖς δ’ ὑπὲρ ἡμῶν κεκινημένοις πατράσι, πολιοῖς ὡς ἀληθῶς διατελοῦσι καὶ τὴν ἀρετὴν καὶ τῇ κατὰ Χριστὸν ἡλικίᾳ προήκουσιν, ἐρεῖν, οἶμαι, δοκιμάσεις πάλιν αὐτός, ὡς τελείαν ὑμῶν καὶ τὴν πρᾶξιν ταύτην δεῖ γενέσθαι, θειότατοι—καὶ γὰρ οὐδὲν ὑμῶν ἀτελές—καὶ πολλῷ κρεῖσσον ἦν μὴ ἄρξασθαι τοιούτου τινὸς ἢ ἄρξασθαι καὶ μὴ τελειῶσαι, τοὺς ἐπηρεάζοντας τὸν ἡμέτερον ἐκεῖνον, οἱονεί πως παροξύναντας, ἀλλ’ οὐκ ἀπείρξαντας.

Ἄλλως τε καὶ τὸ τέλος πέφυκεν ὡς ἐπίπαν στεφανοῦν τὰς ἀρχάς, καὶ παρὰ τοῦ τέλους πᾶς τις τεκμηριώσαιτ’ ἂν ταύτας, εἴπερ ἀγαθαί, καὶ τῶν ἠργμένων ἕκαστος ἐκ τοῦ τέλους καθίσταται δῆλος, εἴτ’ ἀγαθῷ εἴτε μὴ τοιούτῳ κεκίνηται πνεύματι.

Τοῦ μέντοι θείου πνεύματος ἀτελὲς οὐδὲν δόμα· «πᾶν γὰρ δώρημα τέλειον ἄνωθέν ἐστι» κατὰ τὸν ἀδελφόθεον θεολόγον.

Ὑμῶν οὖν ὑπὸ τῆς ὑμῖν ἐνδιαιτωμένης ἀγάπης, ταὐτὸ δ’ εἰπεῖν τοῦ θεοῦ, κεκινημένων ἔναγχος ἐπιμαρτυρῆσαι τῷ ἀδελφῷ Γρηγορίῳ καὶ διισχυρισαμένων ἐγγράφως, εἰδέναι τά τε ἄλλα καὶ τὴν τοῦ ἀνδρὸς εὐσέβειαν ἀκριβῶς καὶ τὰς κεφαλὰς ἑτοίμους εἶναι θεῖναι τῆς ὑφ’ ὑμῶν ἐγνωσμένης καὶ μαρτυρουμένης ἀληθείας ἕνεκεν, ἐπειδήπερ ἀντίγραφα νῦν ἐδέξασθε καταμαρτυροῦντα τοῦ τὴν συνηγορίαν ταύτην παρ’ ὑμῶν δεδεγμένον καὶ σαφῶς οἷον ὑμῶν ψεῦδος εἶναι δεικνύντα τὸν λόγον καὶ τὴν γνῶσιν ἀπάτην, καὶ ταῦτα περὶ τῆς εὐσεβείας, νομίσατε νῦν ὑμῖν παρὰ θεοῦ δεδόσθαι τὴν κρίσιν τῷ Δανιὴλ ἐκείνῳ παραπλησίως, ἐποφειλομένης ὑμῖν ὅτι μάλιστα τῆς πρὸς ἐκεῖνον μιμήσεως, καὶ κυρίους ὑμᾶς ἀρτίως κατ’ ἐκεῖνον γενέσθαι μὴ τοῦ φάναι μόνον, «καθαροὶ πάντες ἡμεῖς ἀπὸ τῆς καταδίκης τοῦ ἀδελφοῦ Γρηγορίου», ἀλλὰ καὶ τοῦ κατὰ τῶν ἀθετούντων εἰς τέλος ἐλέγχου καὶ τῆς κατὰ τὸν ἔλεγχον τοῦτον ἀναλόγου καὶ προσηκούσης τῷ πράγματι ψήφου· νομίσατε τὸν κινήσαντα τὴν ἀρχὴν ἀγάπης ἐγχαράξαι γραφάς, ἐκεῖνον καὶ νῦν κινεῖν, συνάψαι τῇ κατ’ ἐκεῖνον ἀγάπῃ, τῆς κατ’ ἐκεῖνον ἀληθείας τὴν παρρησίαν, καὶ τό γε εἰς ὑμᾶς ἧκον, τρόπαιον στήσασθαι κατὰ τοῦ ψεύδους περιφανὲς καὶ δεῖξαι τὴν τῆς εὐσεβείας ἀκρίβειαν, ἐπάνω τοῦ καθ’ ἡμᾶς ἱδρυμένην ὄρους, μὴ δύνασθαι κρυβῆναι κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν.

Εἰ γὰρ φανείην ἀληθῶς ἐγώ, πάτερ, τὴν ἐμαυτοῦ δόξαν στῆσαι ζητῶν, ἀλλὰ μὴ τὴν ἄνωθεν παρὰ τοῦ πνεύματος διὰ τῶν προφητῶν καὶ παρὰ Χριστοῦ διὰ τῶν ἀποστόλων αὐτοῦ καὶ τῶν μετ’ αὐτοὺς πατέρων ἀποκεκαλυμμένην καὶ κεκηρυγμένην καὶ παραδεδομένην ἡμῖν, εἰ τὰς περὶ αὐτῆς ἀρτίως ἀμφισβητήσεις ἐγὼ κινῶν, ἀλλὰ μὴ τοῖς ἐν προσχήματι τοῦ καθ’ ἡμῶν, λέγειν τὰ ἀκίνητα κινοῦσιν ἀνθεστηκώς, εἰ τῶν ἐπὶ τούτοις γεγενημένων συνόδων καὶ τῶν ἐπ’ αὐταῖς τόμων ἐκτός τι πρότερον ἢ καὶ μετὰ τούτους πεφρονηκώς, εἰ μετὰ ταῦτα κινῶν αὐτός, ἀλλ’ οὐχὶ πρὸς τοὺς κινοῦντας αὖθις ἐπὶ στηριγμῷ τῶν προτέρων πάλιν ἀντιταττόμενος, εἰ συνόδους φεύγων, ἀλλ’ οὐχὶ μᾶλλον αὐτὸς ἀκρίτως πάσχων καὶ συνόδους ἐπικαλούμενος, εἰ θορυβῶν ὅλως, ἀλλ’ οὐχὶ κατευνάζων μᾶλλον τοὺς θορύβους ὁπόση δύναμις καὶ μετ’ εἰρήνης ποθῶν σαλευομένης αὖθις τῆς ἀληθείας τὴν ἵδρυσιν, αὐτὸς ἐμαυτοῦ καταψηφιοῦμαι τὰς βαρυτάτας εὐθύνας Ἀλλὰ τί ταῦτα καὶ τὰ τοιαῦτα καταλέγω νῦν;

Βουλοίμην ἂν ἔγωγε, μᾶλλον δὲ καὶ εὐξαίμην ἄν, τῶν ἁγίων γερόντων τοὺς ὑπὲρ ἡμῶν ἐνστῆναι κεκινημένους ἐνταῦθα παρεῖναι καὶ κατὰ τὸν Δανιὴλ ἐκεῖνον διαστήσαντας καὶ αὐτοὺς τοὺς κατ’ ἐμοῦ λέγοντας ἐρωτᾶν ἰδίᾳ τῶν παρ’ ἑκάστου τούτων λεγομένων τὴν δύναμιν· τούτου γὰρ εἴπερ ἦν τελεσθέντος, εἰ μὴ τοῖς ἐπὶ Σωσάννῃ πονηρευομένοις παραπλησίως καὶ οἱ κατ’ ἐμοῦ λέγοντές τε καὶ γράφοντες διαφωνοῦντες ἀναπεφήνασι, μηδεμιᾶς ἄλλης ἐξετάσεως γενομένης, εἱλόμην ἂν ἐμοῦ καταψηφίζεσθαι τοὺς κριτάς. Ὃ δὲ καὶ τούτου μεῖζον, ὡς οὐδὲ κατὰ συνθήκην συμφωνῆσαι πρὸς ἀλλήλους δύναιντ’ ἂν σχεδὸν οἱ καθ’ ἡμῶν μεμηνότες.

Οὕτω πᾶς ἐκείνοις κατ’ ἐμοῦ λόγος λαμπρά τίς ἐστι καὶ περιφανεστάτη συκοφαντία. Σὸν οὖν ἐστι κρίνειν, φιλοθεώτατε πάτερ· ἆρ’ οὐ τῶν δικαιοτάτων ἂν ἦν ὑμᾶς φάναι πρὸς τοὺς κατεξανισταμένους τῶν πρὸς τὸν Βαρλαὰμ ἡμῖν εἰρημένων, τοῦτ’ αὐτὸ συκοφαντία περιφανής, τὸ τοῦ Παλαμᾶ λέγειν ἰδίᾳ, τὰ παρ’ αὐτοῦ πρὸς ἀναίρεσιν τῆς τοῦ Βαρλαὰμ εἰρημένα κακοδοξίας; Τοῦτ’ αὐτὸ καθ’ ἡμῶν ἐστιν αὐτῶν καὶ πάντων τῶν ὀρθοδόξως φρονούντων σὺν ἡμῖν. Καὶ τί λέγομεν ἡμᾶς αὐτοὺς καὶ τοὺς ἐφ’ ἡμῶν ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας; Εἰς γὰρ αὐτοὺς τοὺς ἀπ’ αἰῶνος ἁγίους ἡ διὰ τούτου τοῦ ῥήματος ἀναφέρεται μέμψις. Εἰ ὅσα ἐκεῖνοι πρὸς τοὺς ἀντιταττομένους εἰρήκεσαν μὴ τοῦ εὐαγγελίου ἐστὶ καὶ Χριστοῦ τοῦ ἐν αὐτῷ λαλοῦντος καὶ τοῦ τὴν ἀρχὴν ἀποκαλύψαντος πνεύματος, ἀλλ’ αὐτῶν ἁπλῶς τῶν κεχρημένων ὕστερον, εἴπατε πῶς ὁ κύριος λέγει, «μὴ καλέσητε καθηγητὴν ἐπὶ τῆς γῆς· εἷς γὰρ ὑμῶν καθηγητής, ὁ Χριστός»;

Πάντως ὡς τῶν μετ’ ἐκεῖνον ἐκείνου πάντων τὰ ἐκείνου λεγόντων, ἅτε συμφωνούντων κατὰ διάνοιαν τοῖς ἐκείνου διδάγμασιν. Οὕτω γὰρ εἷς καθηγητής, ὡς μιᾶς οὔσης τῆς κατ’ εὐσέβειαν διανοίας, εἰ καὶ τὰ ῥήματα τῷ πλήθει τῶν γεγραμμένων ἢ τῷ φαινομένῳ τῆς λέξεως διενήνοχεν· «οὐ γὰρ ἐν ῥήμασιν ἡμῖν, ἀλλ’ ἐν πράγμασιν ἡ εὐσέβεια». Τὰ τοῦ Παλαμᾶ τοίνυν πῶς οὐκ ἔσται δεκτά, τοῖς ἐκ παλαιοῦ θεολόγοις καὶ τῷ θεῷ τῶν θεολόγων ὄντα συνῳδά, καὶ ταῦτα πρὸς Βαρλαὰμ καὶ Ἀκίνδυνον συγγεγραμμένα, τοὺς κατὰ τῆς θεοπνεύστου λυττήσαντας γραφῆς καὶ φρενοβλαβῶς τὴν τοῦ θεοῦ θείαν χάριν εἰς κτίσμα κατασπῶντας καὶ διχοτομοῦντας εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα, καὶ τὸν Παλαμᾶν ὡς ἄκτιστον ἀνακηρύττοντα κατὰ πάντα τὴν μίαν θεότητα διθεΐτην ἀποκαλοῦντας, ὡς καὶ Εὐνόμιος τριθεΐτην ἐκάλει τὸν μέγαν Βασίλειον, ἄκτιστον καὶ κατὰ τὰς τρεῖς ὑποστάσεις ἀνακηρύξαντα τὸν ἕνα θεόν; Τὰ τοῦ Παλαμᾶ τοίνυν οὐ δέχεσθε, φατέ· καὶ πῶς οὐκ ἀποβάλλεσθε φανερῶς τὰ ἡμέτερα;

Οὐχὶ Τόμος ἐστὶν Ἁγιορειτικὸς τῇ τοῦ σεβασμιωτάτου πρώτου καὶ ταῖς ἡμετέραις ὑπογεγραμμένος χερσίν; Εἰ ὁ Παλαμᾶς τῷ Τόμῳ τούτῳ κατὰ πάνθ’ ὁμόλογός ἐστι καὶ ὑπὲρ αὐτοῦ λέγει, ὥσπερ οὖν λέγει—καὶ γὰρ αὐτὸς ἐγὼ πάτερ τὴν ἐσχάτην ἐμαυτοῦ καταψηφιοῦμαι δίκην, εἴ τι φανείην ἐκτὸς τῆς ἐκείνου διανοίας καὶ τῆς τῶν ἁγίων, φθεγγόμενος—ἐπεὶ τοίνυν ὁ Παλαμᾶς τὰ τοῦ Τόμου φησί, τὰ ἡμέτερα φανερῶς φησι πρὸς τοὺς ἀντιγράψαντας λέγειν ἂν ἦν αὖθις τοὺς πατέρας χρεὼν καὶ ὅστις ἀποσείεται τὰ ἐκείνου, τὰ ἡμέτερα φανερῶς ἀποσείεται καὶ κλέπτειν ἡμᾶς πειρᾶται καθ’ ἡμῶν γράφων, τὸ τοῦ Παλαμᾶ δολίως ὑποβαλλόμενος ὄνομα, καὶ ἁπλῶς πᾶσα ἡ περὶ τούτων πρὸς αὐτὸν λοιδορία τε καὶ ἐπήρεια, πρὸς ἡμᾶς ἀναφέρεται. Καὶ τί λέγομεν ἡμᾶς αὐτούς; Πρὸς γὰρ αὐτοὺς ἀνατείνεται τοὺς ἁγίους καὶ τὸν τῶν ἁγίων θεόν, ὧν ἡμεῖς ἐν τῷ Τόμῳ τὰς φωνὰς ἐνεγράψαμεν καὶ τὰ τῇ εὐσεβεῖ καὶ ἀνεπιθολώτῳ διανοίᾳ τούτων ἑπόμενα.

Καλῶς ἄρα πρὸς αὐτὸν τὸν μέγαν δοῦκα τοῦ ἀνδρὸς ἕνεκεν ὑπὲρ οὗ καὶ ὁ λόγος καὶ τῆς ἀνεπιλήπτου εὐσεβείας χάριν ἐγράφομεν, «φοβήθητε κἂν αὐτὸ τὸ κρῖμα τοῦ θεοῦ», καίτοι τούτους τοὺς λόγους καὶ μηδεμιᾶς ἐπὶ τοῖς τοιούτοις συνόδου γεγενημένης εἰκότως εἰρήκειμεν ἄν. Νῦν δὲ δύο συνόδων συγκεκροτημένων μεγίστων καὶ ἐπ’ αὐτῶν παρρησίᾳ, κατὰ μὲν τὴν πρώτην δυσσεβοῦς ἀναπεφηνότος τοῦ Καλαβροῦ Βαρλαάμ, κατὰ δὲ τὴν δευτέραν τοῦ πριλλαπηνοῦ Ἀκινδύνου, τοῦ δὲ ἱερομονάχου Γρηγορίου μὴ μόνον εὐσεβεστάτου χάριτι Χριστοῦ, ἀλλὰ καὶ τῆς εὐσεβείας ὡς ἀληθῶς ὑπερμάχου, καθάπερ παρὰ πάντων τῶν ἐκεῖ παρατυχόντων πανταχοῦ μαρτυρεῖται—καὶ παρ’ ἡμῖν γάρ εἰσι νῦν, οἳ παρῆσαν ἐκεῖ τηνικαῦτα—, πῶς αὖθις νῦν καὶ πόθεν ὁ Παλαμᾶς ἀναπέφηνε δυσσεβής, καὶ παρὰ τοῦτο φυλακῆς ἄξιος; Ἀλλὰ φατέ, μᾶλλον δὲ γεγράφατε, μὴ κυρωθῆναι καὶ ἅπερ ἔλεγεν ὁ Παλαμᾶς, ἀλλ’ ἐξελεγχθῆναι καὶ ἀποβεβλῆσθαι μόνον, ἅπερ ἔλεγεν ὁ Βαρλαάμ. Φεῦ τοῦ ῥήματος, πῶς ἄν τις ἂν ἐνέγκαι τὸν ἄλογον τοῦτον λόγον; Ὄντως τῆς Ἀκινδύνου παραφροσύνης τὰ τοιαῦτα ῥήματα· κατάδηλος γάρ ἐστιν οὐδεὶς ἄλλος, ἀλλ’ ἐκεῖνος αὐτὸς τὰ τοιαῦθ’ ὑποβαλλόμενος καὶ φθεγγόμενος.

Τί γὰρ ἀσυνετώτερον τοῦ λέγειν, ὡς ὑπὲρ εὐσεβείας ἀντιλεγόντων ἀλλήλοις δυοῖν ἐπὶ δικαζούσης συνόδου, καὶ τοῦ ἑνὸς δυσσεβοῦς ἀναπεφηνότος, ἅτερος ὁ κατ’ ἐκείνου τὸ κράτος ἀράμενος οὐκ ἀναπέφηνεν εὐσεβής, καθ’ ὃ τὴν νικῶσαν ἀπηνέγκατο ψῆφον; Πῶς γὰρ οὐκ ἀντικείσεται ἡ ἀντίφασις ἢ πῶς συναληθεύσει τε καὶ συμψεύσεται, ἃ τῶν ἀδυνάτων ἐστί; Τῆς γὰρ ἀντιφάσεως εἰ τὸ ἕτερον δυσσεβές, εὐσεβὲς ἐξ ἀνάγκης τὸ ἕτερον.

Καὶ ταῦτ’ ἦν χρεία λέγειν, εἰ μὴ Συνοδικὸς ἐπὶ ταῖς συνόδοις ἐκείναις προέβη τόμος καὶ τοῖς ἔπειτα τὰς ψήφους ἀπαγγέλλων σαφεῖς. Ἐπεὶ δὲ μετὰ τὸ γενέσθαι μὴ μόνον τὴν ἐπὶ τὸν Βαρλαὰμ ἐκεῖνον σύνοδον, ἀλλὰ καὶ τὴν ἐπὶ τὸν Ἀκίνδυνον, Τόμος ἐγράφη καὶ ὑπεγράφη τῇ τε πατριαρχικῇ καὶ ταῖς ἄλλαις τῶν ἀρχιερέων ἱεραῖς χερσί, δι’ οὖ καταδικάζεται μὲν ὁ Βαρλαὰμ ὡς κακοδόξως φρονήσας καὶ βλασφήμως καὶ ἐπισφαλῶς ἐπιβαλὼν ταῖς τῶν ἁγίων γραφαῖς, δικαιοῦται δὲ ὁ Παλαμᾶς μετὰ πάντων τῶν ὁμοφρονούντων, ὡς εὐσεβῶς καὶ ἀσφαλῶς ταύταις ἐπιβαλόντες, καὶ ταῖς τῶν ἁγίων ἐξηγήσεσί τε καὶ παραδόσεσιν ἐμμένοντες—διὸ καὶ ἀπεδείχθησαν τῆς κατ’ αὐτῶν τοῦ Βαρλαὰμ κατηγορίας ἀνώτεροι, καθάπερ ἐπὶ λέξεως ἐκεῖ κεῖται—τίς ἔτ’ ἂν ἔχοι λέγειν εὐσεβεῖν βουλόμενος μὴ τὸ κῦρος ἔχειν τὰ τοῦ ἱερομονάχου Παλαμᾶ Γρηγορίου, τοῦ στέργοντος καὶ ἐμμένοντος ταῖς πατερικαῖς ἐξηγήσεσι καὶ παραδόσεσι;

Πῶς δ’ ἀπεδείχθη τῆς ὑπὸ Βαρλαὰμ ὁ Παλαμᾶς κατηγορίας ἀνώτερος, οὗπερ ὀνομαστὶ κατηγόρησεν ἐκεῖνος, ὡς αὐτὸς ἐμαρτύρησεν ὁ ὁ Τόμος, εἰ μὴ ἐξήτασται καὶ ἀναπέφηνεν; Ἀλλ’ οὐ προήνεγκε ταύτην ὁ Βαρλαάμ; Καὶ πῶς ἂν τοῦ Παλαμᾶ κατηγόρησεν;

Ἀλλὰ προενεγκὼν παρὰ τοῖς ἄρχειν λαχοῦσιν οὐχ εὗρε χώραν. Καὶ πῶς ὁ Παλαμᾶς μετεπέμφθη πόρρωθεν ὡς ἐγκαλούμενος; Ἀλλ’ ἐλθόντος καὶ καταστάντος ἐπὶ τῆς συναγειρομένης ἐπίτηδες συνόδου, ὁ Βαρλαὰμ ἑαυτοῦ καταγνούς, ὡς καὶ τοῦθ’ ὁ Τόμος φησίν, ἀντικαταστῆναι τούτῳ καὶ εἰς λόγους ἐλθεῖν οὐκ ἐπείθετο.

Ναί, ἀλλ’ ἥκει ταύτης συνειλεγμένης εὐθύς, εἶπέ τε ὅσα εἶπε, καὶ ἃ κατ’ αὐτοῦ τότ’ εἶχε γράψας, προὐβάλετο λήμματα καὶ ἣν πρότερον κατ’ αὐτοῦ συνεγράψατο κατηγορίαν εἰς ἐπήκοον· ἀνεγνώσθη πᾶσι, καθάπερ ὁ Τόμος καὶ τοῦτο μαρτυρεῖ.

Φησὶ γάρ· «προεκομίσθησαν ἐπὶ τοῦ μέσου, ἃς ὁ Βαρλαὰμ φθάσας ἐποιήσατο ἀναφορὰς κατὰ τῶν μοναχῶν», ἐν αἷς ἦν μάλιστα κατηγορῶν, ὡς ἀνωτέρω εἴρηται, τοῦ τιμιωτάτου ἱερομονάχου κῦρ Γρηγορίου τοῦ Παλαμᾶ. Τί οὖν ὁ Παλαμᾶς οὗτος;

Ἆρ’ οὐκ ἀπολελόγηται πρὸς τὴν κατ’ αὐτοῦ καὶ τῶν σὺν αὐτῷ κατηγορίαν ταύτην; Ἢ ἀπολελόγηται μέν, ἀλλ’ οὐκ ἀσφαλῶς οὐδὲ ἱκανῶς οὐδ’ ὡς τῶν ἐγκλημάτων ἀπολελύσθαι καὶ τοὺς αὐτῷ συμφωνοῦντας ἀποφῆναι πάσης μέμψεως ὑπερτέρους; Καὶ πῶς ἀπεδείχθησαν οἱ μοναχοὶ τῆς κατηγορίας ἀνώτεροι, ὡς αὐτὸς μεμαρτύρηκεν ὁ Τόμος, ὃς οὐδ’ αὐτὸ παρῆκε καταστῆσαι δῆλον, ὅτι καὶ ἀπολελόγηται καὶ προσηκόντως ἀπολελόγηται προτραπείς;

Προστίθησι γάρ· «καὶ ἀναγνωσθεισῶν τῶν τοιούτων ἀναφορῶν, προετράπη ὁ διαληφθεὶς ἱερομόναχος κῦρ Γρηγόριος ὁ Παλαμᾶς, τὴν ἐπ’ αὐταῖς ποιήσασθαι ἀπολογίαν, ὡς αὐτοῦ μάλιστα καθαπτομέναις, ὅστις καὶ εἰπὼν ἐν προοιμίου λόγῳ καὶ ἀπολογησάμενος ὅσα εἰκός, ἔπειτα διηγήσατο καὶ ὡς ἐπισυνέβη τὰ τῆς αὐτῶν διαφορᾶς, προτέρου τοῦ αὐτοῦ Βαρλαὰμ συγγραψαμένου καὶ κατηγορήσαντος αὐτῶν, ἅπερ ἀνωτέρω εἴρηται καὶ ἐναντία τοῖς τῶν πατέρων θείοις λόγοις, ὡς ἀπεδείχθη, ἐκθεμένου καὶ ὡς ἐξ ἀνάγκης καὶ αὐτὸς πρὸς τὴν ἀπολογίαν καὶ ἀντίρρησιν κεκίνηται». Ποῦ εἰσιν οἱ τῷ Παλαμᾷ μέμψιν ὡς ἄρξαντι προσάπτοντες; Ἀκουέτωσαν τοῦ Τόμου, δεικνύντος τὸν Βαρλαὰμ πρότερον καὶ κατηγορήσαντα καὶ συγγραψάμενον. Ποῦ εἰσιν οἱ καὶ τὰ τοῦ Βαρλαὰμ δόγματα περιέποντες ὡς ἀσφαλῆ καὶ τὸν Τόμον στέργειν λέγοντες; Ὁράτωσαν ἐπ’ αὐτοῦ τοῦ Τόμου γεγραμμένον, ὡς ἀπεδείχθη τἀναντία τοῖς τῶν πατέρων λόγοις ἐκθέμενος ὁ Βαρλαάμ. Διὸ καὶ ὁ Παλαμᾶς ἐξ ἀνάγκης κεκίνηται πρὸς τὴν ἔκθεσιν τῆς ἀντιρρήσεως. Ποῦ εἰσιν οἱ τὰ τοῦ Παλαμᾶ μὴ κεκυρῶσθαι λέγοντες καὶ καινὰ νομίζοντες; Μανθανέτωσαν ἐξ αὐτοῦ τοῦ Τόμου μαρτυροῦντος, ὡς ἀναγκαίως πρὸς ἀντίρρησιν τῆς ὑπὸ Βαρλαὰμ ἐκτεθειμένης δυσσεβείας κεκίνηται καὶ προσηκόντως ἀπολελόγηται καί, καθάπερ ἀνωτέρω εἴρηται, «τῇ γραφῇ καὶ ταῖς παραδόσεσι τῶν ἁγίων ἡμῶν πατέρων ἐμμένων ἀποδέδεικται».

Καὶ τοίνυν ὁ τὰ τούτου τολμήσας ἀκυροῦν δῆλος ἔσται τὰ τῶν ἁγίων ἀκυρῶν.

Τί δὲ καὶ τούτῳ γέγονε καὶ δέδοται κατέχειν πρὸς δικαίωσιν ὁ Τόμος, εἰ μὴ τοῦτον ὑπάρχει δικαιῶν καὶ τῶν ὑπὸ τοῦ Βαρλαὰμ κεκινημένων ἀπαλλάττων ἐγκλημάτων; Ἀλλὰ περὶ τοῦ θείου φωτὸς καὶ τῆς ἱερᾶς προσευχῆς ἐστι, φησίν, ὁ Τόμος μόνων, περὶ οὐδενὸς δὲ ἑτέρου. Ταῦτα λέγειν ἔδει πρὸς τοὺς οὐκ ἔχοντας ὦτά τε καὶ ὀφθαλμούς· καὶ γὰρ οὐδὲν τῶν ὑπὸ τοῦ Βαρλαὰμ εἰρημένων, ὃ μὴ τῷ Συνοδικῷ τόμῳ συνεπτυγμένως μέντοι συμπεριείληπται. Ἀλλὰ καὶ μετὰ τὸ τὸν Παλαμᾶν ἐπὶ τοῖς κατ’ αὐτοῦ καὶ τῶν ἄλλων μοναχῶν ὑπὸ τοῦ Βαρλαὰμ ἐγγράφως ἀνενηνεγμένοις ἀπολογήσασθαι τὰ εἰκότα, καθάπερ φησὶν ὁ Τόμος, ὁ περὶ τοῦ φωτὸς ἐκδηλότερον προτέθειται λόγος. Πρὸς δὲ τούτοις, τίς οὐκ οἶδε τῶν νοῦν ἐχόντων, ὡς καὶ χωρὶς τοῦ τἄλλα τῶν ἐν τῷ Τόμῳ γεγραμμένων ζητεῖν αὐτὸς ὁ περὶ τοῦ φωτὸς λόγος τὰ πάντα συμπεριβάλλει καὶ πάντες ἴσασιν οἱ τῆς ὑποθέσεως ἐπιγνώμονες ταύτης περὶ τοῦ φωτὸς μόνου καὶ τῆς ἱερᾶς προσευχῆς τῷ Παλαμᾷ πρὸς τὸν Βαρλαὰμ γεγονέναι τὴν ἔνστασιν· ἃ γὰρ ὁ Βαρλαὰμ πρὸς μέμψιν ἄκτιστα πολλά φησι καὶ ἣν συνάγειν οἴεται διθεΐαν, ἐκ τῶν εἰρημένων περὶ τοῦ φωτὸς τούτου τοῖς ἁγίοις πατράσι συνήγαγεν ἀφρόνως, τοῦ Παλαμᾶ κεχρημένου τούτοις καλῶς.

Περὶ τοῦ θείου τοίνυν φωτὸς ὁ πᾶς τῷ Παλαμᾷ λόγος, ὡς εἰς τοῦτο τοῦ Βαρλαὰμ βλασφημοῦντος, τὰ δ’ ἄλλα τῆς ἐρεσχελίας ἅμα καὶ τῆς δυστροπίας τῶν ἀντιλεγόντων ἐστίν, ἐκτρεπόντων τὸν λόγον εἰς τὰ δύσληπτα τῶν ἑπομένων, ἵν’ ἐντεῦθεν δύνωνται μᾶλλον κλέπτειν καὶ παράγειν τοὺς πολλούς, καὶ συκοφαντοῦντες καὶ ψευδόμενοι λανθάνειν. Ἐπεὶ δὲ καὶ «φῶς ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους τοῖς μαθηταῖς», κατὰ τὸν θεολόγον Γρηγόριον, πῶς περὶ τοῦ φωτὸς ἡ ψῆφος τῇ συνόδῳ γέγονεν, ἀλλ’ οὐ περὶ θεότητος; Τοῦ γε μὴν θείου τούτου φωτὸς ἀναπεφηνότος ἀκτίστου καὶ συνοδικῶς, εἰ καὶ μὴ φύσις ἐστίν, ὡς καὶ ὁ Συνοδικὸς διδάσκει τόμος—«εἰ γὰρ καὶ πρὸς τοσοῦτο, φησί, θεωρίας ὕψος ἀνέδραμον ἐν Θαβὼρ οἱ τῷ Ἰησοῦ συναναβάντες, χάριν καὶ δόξαν εἶδον θείαν, ἀλλ’ οὐ τὴν φύσιν αὐτὴν τὴν χορηγοῦσαν τὴν χάριν»—τοῦ φωτὸς τούτου τοίνυν ἀκτίστου δεδειγμένου, συναποδέδεικται πάντως, ὅτι κἂν θεότης καὶ τοῦτο λέγηται, κἂν ἀμυδρὰ τῆς θεότητος αὐγή, κἂν ὑπερέχῃ ταύτης ἡ θεία φύσις κατὰ τοὺς θεολόγους, ὡς αἰτία, ὡς χορηγός, ὡς ὑπὲρ πᾶσαν παντάπασιν ἐπωνυμίαν καὶ μέθεξιν, οὐδὲν ἐμποδίζει ταῦτα πρὸς τὸ μίαν εἶναι θεότητα· μᾶλλον μὲν οὖν πολυθέους καὶ ἀθέους καὶ κτισματολάτρας ἀποδείκνυσι τοὺς λέγοντας αὐτὸ κτιστόν.

Ἐπεὶ τοίνυν οὐχ ὁ Βαρλαὰμ μόνος κτιστὸν ἐτόλμησε τὸ φῶς τοῦτο φάναι, τὴν λαμπρότητα τῆς θείας φύσεως, καθ’ ἣν κοινωνεῖ τοῖς ἀξίοις ὁ θεός, ἀλλὰ καὶ ὁ Ἀκίνδυνος κτιστὸν αὐτό φησιν, ὡς καὶ ἐπὶ τῆς γεγονυίας δι’ αὐτὸν συνόδου πρότερον ἐξελήλεγκται καὶ ἀπὸ τῶν αὐτοῦ συγγραμμάτων ἀριδήλως δείκνυται καὶ ἀπὸ τῶν ἔτι καὶ νῦν ἀπὸ στόματος αὐτοῦ λόγων, εἰ καὶ δόλῳ φεύγων ἔσθ’ ὅπου τὴν λέξιν δι’ ἑτέρων ὑποβάλλει τὸ δόγμα, πρὸς δὲ καὶ ἀπὸ τῶν αὐτοῦ μαθητῶν ἢ συμμυστῶν, οἳ καὶ παρρησιαίτερον τοῦτο λέγουσι, πρὸς δὲ τούτῳ καὶ ἀπ’ αὐτῆς τῆς ἔτι καὶ νῦν πρὸς τὸν Παλαμᾶν κατηγορίας· διὰ τοῦτο γὰρ δύο λέγειν αὐτὸν ἀκτίστους θεότητας κατηγορῶν ἐστιν, ὡς ἐν τοῖς πρὸς Βαρλαὰμ ἐλέγχοις καὶ τὴν θείαν φύσιν ἄκτιστον εἶναι καὶ θεότητα καλεῖσθαι δείξαντα καὶ τὴν λαμπρότητα τῆς θείας φύσεως παρὰ τῶν λαμπρότητα θεοῦ ἰδόντων καὶ παθόντων κατὰ τὸν ἐπώνυμον τῆς θεολογίας Γρηγόριον. Ἐπεὶ τοίνυν καὶ ὁ Ἀκίνδυνος κτιστὸν λέγων πολλαχόθεν δείκνυται τὸ τοῖς ἀποστόλοις ἐν Θαβὼρ ἑωραμένον ἀπορρήτως φῶς, πῶς τούτῳ παρρησίας μεταδεδώκατε;

Πῶς τὸν μὲν ἄκτιστον κατὰ πάντα τὸν θεὸν κηρύξαντα—διὰ τοῦτο γὰρ καὶ τὸ φῶς ἐκεῖνο ἄκτιστόν ἐστι καὶ θεότητα ἔχει τὴν προσηγορίαν, ἐπειδήπερ οὐ διώρισται τοῦ πληρώματος τῆς θεότητος· ἐκτὸς γὰρ θεοῦ ἄκτιστον οὐδέν—πῶς οὖν τοῦτον μὲν τὸν ὑπὲρ τῆς ἀκτίστου θεότητος ἠγωνισμένον καὶ παρρησίᾳ λαλήσαντα καὶ παρρησίᾳ δεδικαιωμένον ἐπὶ συνόδου μεγίστης, νῦν ἀκρίτως ἐπὶ διαβολῇ κατακλείετε, τὸν δὲ κτίσμα ποιοῦντα τὸν θεόν—οὐ γὰρ ἐκτὸς τῆς θείας φύσεως ἡ λαμπρότης τῆς θείας φύσεως, εἰ καὶ φύσις οὐκ ἔστι—, τοῦτον δέ, καὶ ταῦτα μαθητὴν ὑπηργμένον φανερῶς τοῦ παρρησίᾳ πρότερον ἐπ’ ἴσῃ δυσσεβείᾳ καταδεδικασμένου καὶ μετ’ ἐκεῖνον ὡς ἐκεῖνος ἐπὶ συνόδου μεγάλης ἐξεληλεγμένου, πάσης ἀδείας τυγχάνειν ἀξιοῦτε νῦν συγκροτοῦντες πάσῃ δυνάμει καὶ ταῖς ἐγγράφοις αὐτοῦ λογολεσχίαις, μεγάλων καὶ πολλῶν δυσσεβειῶν πεπληρωμέναις οὔσαις; Πῶς δὲ τοῦτον αὐτὸν κατὰ τοῦ ἱερομονάχου Γρηγορίου πάλιν παρεδέξασθε τοιαῦτα λέγειν;

Τὸ δ’ ἔτι πάντας ἐκπλῆξαι δυνάμενον ὅτι καὶ μετὰ τὴν ἐπὶ τὸν Ἀκίνδυνον ἐκείνην σύνοδον ὁ Συνοδικὸς τόμος γεγραμμένος ἐκφωνεῖ φρικωδέστατον ἀφορισμὸν καὶ ἀποκηρύττει καὶ ἀποκόπτει παντὸς τοῦ χριστιανικοῦ πληρώματος, ταὐτὸ δ’ εἰπεῖν ὅτι ἀναθεματίζει τὸν τολμήσοντα πάλιν, ὅστις ἂν εἴη, τοῦ Παλαμᾶ καὶ τῶν συμφωνούντων αὐτῷ κατηγορεῖν ἢ ὅλως καθάπτεσθαι ἐφ’ οἷς ὁ Βαρλαάμ· εἶτ’ οὐκ ἄλλος, ἀλλ’ αὐτὸς ὁ Ἀκίνδυνος, οὗ μετὰ τὴν κρίσιν ἡ τοιαύτη γέγονεν ἀπόφασις, κατηγορεῖ πάλιν ἐφ’ οἷς καὶ πρότερον αὐτοῦ τοῦ Παλαμᾶ καὶ ὑμᾶς ἔχει δεχομένους αὐτὸν καὶ τὰ αὐτὰ σὺν αὐτῷ κατηγοροῦντας τοῦ Παλαμᾶ καὶ χωρὶς οἱασοῦν ἐξετάσεως εἱρκτῇ πολυετεῖ παραδόντας, ἵνα τούτου πᾶσιν, ὡς καταδικασθέντος δῆθεν καθειργμένου φαινομένου, δόξωσιν ἀληθεύειν οἱ συκοφάνται, ἅμα δὲ καὶ δύνωνται πείθειν καὶ παράγειν τοὺς πλείους, ὡς ἐκείνου μὴ παρόντος μηδ’ ἀπολογουμένου. Καὶ ταῦτα πρὸ τῆς ἐμφυλίου στάσεως καὶ τοῦ πρὸς τὸν Παλαμᾶν ὑμῶν οὐκ ἴσμεν ὁθενδήποτε μίσους—οὐδὲ γὰρ αὐτοὶ θαρρεῖτέ τι λέγειν σαφές—, σχεδὸν μηδὲ γρύζειν Ἀκινδύνου παρρησίᾳ τολμῶντος, ἀλλ’ ὑπ’ αἰσχύνης καταδυομένου καὶ τῶν ἀνθρώπων τοὺς τὰς συνόδους ἐκείνας εἰδότας ἐκτρεπομένου.

Καὶ μὴν ὅτι διὰ τὸ τοὺς συκοφάντας ἰσχῦσαι μᾶλλον ἐκεῖνον καθείρξατε, καὶ παρ’ ὑμῶν αὐτῶν καθίσταται φανερόν· καὶ γὰρ ὡς λαλοῦντά φατε καθεῖρξαι τὸν ἄνθρωπον, ἐλευθεροστομεῖν δὲ τοῖς αὐτὸν συκοφαντεῖν ᾑρημένοις ἐφήκατε καὶ γλώττῃ καὶ γράμμασιν, ὥσπερ ἂν εἰ κατηγοροῦντα μὲν ἐξῆν πᾶσι τρόποις καὶ πρὸς πάντας λαλεῖν, ἀπολογούμενον δὲ λαλεῖν μηδένα μηδενὶ κατὰ μηδένα τρόπον ἐξῆν. Ἀλλὰ θόρυβος, φησίν, ἀκαίρως συνέβαινε, καὶ διὰ τοῦτο τοῦτον καθείρξαμεν. Καὶ πῶς οὐ καθείρξατε τὸν μετὰ τοῦ δυσσεβῶς λέγειν καὶ τοῦ θορύβου γινόμενον αἴτιον, ἀλλὰ τὸν ἐκτὸς κατ’ ἄμφω τῆς αἰτίας ὑπάρχοντα;

Καὶ ὁ Συνοδικὸς γὰρ τόμος τὸν Βαρλαὰμ παραστήσας εἶναι τὸν κεκινηκότα καὶ πρότερον συγγεγραφότα καὶ τοῖς θείοις λογίοις ἐναντίως, εἰκότως κατ’ αὐτοῦ τοὺς ἀποτρέποντας περὶ δογμάτων κινεῖν προήγαγε κανόνας. Τοῦτο δὴ καὶ αὐτὸς ὁ Τόμος δεικνύς, «ἐπέτρεψε», φησίν, «ἡ μετριότης ἡμῶν ἀναγνωσθῆναι εἰς ἐπήκοον πάντων τοὺς ἱεροὺς καὶ θείους κανόνας, δι’ ὧν ἀπηγόρευται καὶ οὐδαμῶς παρακεχώρηται μὴ μόνον τοῖς κατὰ τὸν Βαρλαάμ, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσι μηδέν τι περὶ δογμάτων κινεῖν καὶ τοῖς ἄλλοις ἐντεῦθεν πάντως ἀνάγκην ἐπιτιθέναι περὶ τοιούτων ἀπολογεῖσθαι».

Νῦν δ’ ἐκεῖθεν μεταλαβόντες τοὺς αὐτοὺς κανόνας ὑμεῖς χρῆσθε κατὰ τοῦ τὴν ἀνάγκην τῆς ἀπολογίας ὑποστάντος, ὃς ἀναγκαίως κεκίνηται πρὸς τὴν ἀντίρρησιν καὶ προσηκόντως ἀπολελόγηται, στέργων καὶ ἐμμένων ταῖς τῶν θείων πατέρων ἐξηγήσεσι καὶ παραδόσεσιν, ὡς αὐτὸς ὁ Τόμος καὶ ταῦτα μαρτυρῶν ἐστιν, ὃς καὶ τελευτῶν πάλιν, μετὰ τὸ φρικώδεσιν ἀφορισμοῖς ὑποβαλεῖν καὶ τῶν χριστιανῶν ἐκκόψαι τοὺς αὖθις τολμήσοντας τοῦ Παλαμᾶ κατηγορεῖν ἐφ’ οἷς ὁ Βαρλαὰμ μετὰ πνευματικῆς ἐπιτιμήσεως παραγγέλλει μηδένα δογματίζειν εἰς τὸ ἑξῆς κινοῦντα περὶ τούτων ἢ ἄλλων δογμάτων. Ὑμεῖς δ’ ἀποδεχόμενοι τοὺς αὖθις κινοῦντας νῦν, μᾶλλον δὲ μηδὲ μετὰ τοὺς ἀφορισμοὺς ἐκείνους πεπαυμένους, ἀλλὰ κατὰ τοῦ αὐτοῦ τὰ αὐτὰ δυσσεβῶς καὶ ἀναιδῶς προβαλλομένους πάλιν, τὸν διὰ τῆς αὐτῆς εὐσεβείας πάλιν ἀναγκαίως, εἰ μὴ δι’ αὐτὴν τὴν εὐσέβειαν, δι’ ἑαυτὸν γοῦν πρὸς τοὺς αὐτοὺς πάλιν ἀντιταττόμενον, ἐξουθενεῖτε καὶ ἀπείργετε καὶ φρουραῖς κατακλείετε, τὸ θορυβεῖν καὶ διδάσκειν ἐθέλειν προφασιζόμενοι, καὶ ταῦτα τοσοῦτον ἀπέχοντα τοῦ διδασκαλικόν τι μεταδιώκειν ἀξίωμα καὶ τοσοῦτον ὄντα τῶν παρὰ τοῦ Ἀκινδύνου κατ’ αὐτοῦ λεγομένων ἀνώτερον, ὡς καὶ μετὰ τὴν ἐπ’ ἐκείνῳ σύνοδον, κοινῇ παρ’ ὑμῶν εἰς τοῦτο ψηφισαμένων αὐτὸν λίαν παρακαλούμενον, μᾶλλον δὲ καὶ λίαν ἀναγκαζόμενον μηδαμῶς προελέσθαι δέξασθαί τι τοιοῦτον.

Τί δ’ ἂν ἔχοι καὶ κοινὸν ἡ ἀπολογία πρὸς τοιαύτην διδασκαλίαν καὶ τὸ θορυβεῖν βούλεσθαι πρὸς τὸ ἀνάγκην ὑφίστασθαι μὴ σιγᾶν, καὶ ταῦτα τὸν ἐπ’ εὐσεβείᾳ κατηγορούμενον; Τίς δ’ οὐκ οἶδε καὶ χωρὶς τῆς ἐγγεγραμμένης τῷ Τόμῳ συνοδικῆς ἀποφάσεως, ὡς ὁ κατηγορῶν, καὶ ταῦτα μετὰ τὴν κρίσιν αὖ καὶ τὴν ἔγγραφον ψῆφον, οὗτος τοῦ θορύβου καθέστηκεν αἴτιος, κἂν ὁ κατηγορούμενος αὖθις ἀπολογῆται, καὶ τῆς ἀπολογίας ὁ κατηγορῶν ἐστιν αἰτιώτατος; Πῶς δὲ τὸ μὲν κατηγορεῖν τὸν Ἀκίνδυνον εὔκαιρον καὶ ἀθόρυβον, καὶ ταῦτ’ οὐ λέγοντα μόνον ἀλλὰ καὶ γράφοντα, τὸ δ’ ἀπολογεῖσθαι τὸν Παλαμᾶν ἢ λόγοις ἢ γράμμασι θορυβῶδες καὶ ἄκαιρον; Πῶς δὲ πρὸ μὲν τῆς συνοδικῆς κρίσεως ἀντιλέγων τοῖς κατηγοροῦσιν ὁ Παλαμᾶς ἀνεύθυνος ἦν, μετὰ δὲ τὸ συνοδικῇ κρίσει τὴν δικαιοῦσαν ἀπενέγκασθαι τὸν Παλαμᾶν ψῆφον, ὅτι τοῖς καταδικασθεῖσιν αὖθις ἀναισχυντοῦσι κατηγορεῖν ἀπολογεῖται πάλιν αὐτός, ὑπεύθυνος ἔσται; Καὶ ὁ Συνοδικὸς γὰρ τόμος τοῖς περὶ τοιούτων αὖθις κινοῦσι δογματίζειν ἐπιτετίμηκεν, ἀλλ’ οὐχὶ τοῖς ἀναγκαίως ἀπολογουμένοις πρὸς τοὺς αὖθις κινοῦντας καὶ κατηγοροῦντας αὐτῶν. Τὸ γὰρ τὸν ἀπολογούμενον ἐπέχειν βίᾳ, καὶ ταῦτα περὶ εὐσεβείας, πῶς οὐκ ἐσχάτης ἀδικίας ἐστί;

Καίτοι ὡς καὶ ἀπὸ τῶν ὑμετέρων γραμμάτων καὶ ἀπὸ τῶν πραγμάτων αὐτῶν τοῖς πᾶσίν ἐστι κατάδηλον, ὁ Παλαμᾶς καὶ τὴν διὰ στόματος ἀπολογίαν ἐκπέφευγε νῦν, ὡς μὴ κατὰ καιρὸν οὖσαν, μηδ’ ἀτάκτου θορύβου χωρίς. Ἐκ γὰρ τῶν τῆς Ἡρακλείας ἀοικήτων μερῶν ὑμεῖς ἐπανηγάγετε τοῦτον βίᾳ καὶ κατεκλείσατε. Ἀλλὰ καὶ πρὸ τοῦ τὰ μέρη τῆς Ἡρακλείας τοὺς θορύβους φεύγων καταλαβεῖν, τῆς πόλεως ἐκτὸς ἐν ταῖς περὶ αὐτὴν ἐρημίαις διέτριβεν, ὡς καὶ ὑμᾶς ὅτε λέγετε καλεῖν αὐτὸν ἐπὶ σύνοδον μηδαμῶς εὑρεῖν δυνηθῆναι.

Μανθάνω γάρ, σεβάσμιε πάτερ, καὶ τοῦτο γραφῆναι κατ’ ἐμοῦ πρὸς ὑμᾶς· ὅτι κληθεὶς ἐπὶ τὴν σύνοδον ἐπὶ τὴν Ἡράκλειαν ᾠχόμην φεύγων. Ἀλλ’ ἴσθι καὶ τοῦτο ψεῦδος λαμπρότατον, ἄκουσον δέ τ’ ἀληθὲς ὡς ἔχει· δεῖ γάρ σοι καὶ τὰ τῆς τοιαύτης ἐκφῆναι συνόδου, μικρὸν ἀνωτέρω τὸν λόγον ἀναλαβόντα καὶ κατὰ τὸ ἐγχωροῦν συνελόντα. Τῆς πολιτικῆς, ὡς μὴ ὤφελε, συγχύσεως κινηθείσης, τῷ πατριάρχῃ καὶ τοῖς ἄλλοις ἄρχουσιν ἀρέσκειν οὐκ ἠδυνήθημεν ἡμεῖς. Ὅμως μετ’ εἰρήνης διαστάντες αὐτῶν, ἐκαθήμεθα κατὰ τὴν ἀντιπέραν μονήν, τὴν εἰς ὄνομα τῶν οὐρανίων ἀρχιστρατήγων τετιμημένην. Εὐθὺς οὖν ὁ πατριάρχης, ὡς ἔοικεν, ἐνδομυχοῦσαν ἔτ’ ἔχων καθ’ ἡμῶν τὴν ὀργήν, μεταδίδωσι παρρησίας Ἀκινδύνῳ τῷ πρῴην συνοδικῶς καταδεδικασμένῳ καὶ τοῖς ἄλλοις τοῦ Βαρλαὰμ μαθηταῖς καὶ θορυβεῖν ἐφίησι τούτοις καθ’ ἡμῶν ὅση δύναμις. Ἔστι δ’ ὅτε τοῦθ’ ἡμεῖς ἀναφέροντες ὡς δῆθεν λανθάνον τῷ πατριάρχῃ, κἂν μὴ διὰ τὸν τοῦ δικαίου λόγον καὶ τὴν εὐσέβειαν, ἀλλὰ διὰ τὴν κατασχοῦσαν τηνικαῦτα τὰ πολιτικὰ στάσιν, καταστεῖλαι δεόμενοι τοῦτον τὸν θόρυβον, τὸ τοῦ λόγου, κενὴν ἐδοκοῦμεν ᾄδειν· ἀλλὰ καὶ βολίδες ἐνίοτε λόγων πρὸς τοὺς ἀναφέροντας ἐπέμποντο λίαν πικραί.

Χρόνου δέ τινος παραρρυέντος, περί που τὰ μέσα τῶν πρὸ τοῦ σωτηρίου πάθους νηστίμων ἡμερῶν, ὁ πατριάρχης τινὰ πρὸς ἐμὲ πέμπει τῶν ἀξιολόγων ἀνδρῶν—ὃς καὶ καιροῦ καλοῦντος μαρτυρήσει τῇ ἀληθείᾳ τῶν ὑπ’ ἐμοῦ λεγομένων ἀρτίως—, τοῦτον οὖν πέμψας ὁ πατριάρχης, ταὐτὶ πρὸς ἐμὲ μηνύει· «πρότερον εἰς προσκύνησιν τῶν βασιλέων ἐρχόμενος κἀμὲ βλέπων, νῦν δὲ μετὰ τὴν συμβᾶσαν στάσιν, σχολάσας ἄγαν ὑπόνοιάν πως ἐνῆκας τῇ καρδίᾳ τῆς κρατίστης δεσποίνης ὡς νεύων πως πρὸς τὸ ἀντίθετον μέρος, ἐπεὶ καὶ τὴν ἀρχὴν ἐπὶ τοῖς τελουμένοις ἀχθόμενος ἔδειξας. Ἧκε δὴ παρ’ ἐμὲ καὶ πρὸς αὐτὴν ὁμοῦ ἴωμεν καὶ παρρησίᾳ λαλήσας, δεῖξον σύμφωνος ὢν ἡμῖν ἐπὶ τοῖς γινομένοις ἀρτίως· κἂν τοῦτο δράσῃς, εὖ σοι τὰ πάντα παρ’ ἡμῶν ἔσται, σοί τε καὶ τοῖς σοῖς οὐ τὰ τυχόντα προσέσται». Καὶ κατέλεγε ταῦθ’ ἅπερ ἐμοὶ λέγειν νῦν οὐ χρεών, ὕστερον καὶ τοῦτο προσθείς, ὡς «ἐπεὶ καὶ ὁ Ἀκίνδυνος πάλιν ἤρξατο ληρεῖν καὶ θορυβεῖν ὥσπερ πρότερον, σοῦ φανέντος μόνον ἐνταῦθα, σφοδρότερον ἐπιτιμήσαντες τὸν λῆρον ἐκείνου κατασιγάσομεν».

Ἐγὼ δ’ ἀντεμήνυσα διὰ τοῦ πεμφθέντος πρὸς ταῦτα· «τῆς πρὸς ἐμὲ κηδεμονίας χάριν ὁμολογῶ χάριτας τῷ δεσπότῃ μου, τῆς δ’ ἐμφυλίου στάσεως κινηθείσης ἀληθῶς ἀχθόμενος ἐγὼ διετέλουν οὐδ’ ἠρέμα, θειότατε δέσποτα, ἀλλ’ ὑπὲρ τοῦ γένους καὶ τῶν ἐκ θεοῦ κεκληρωμένων βασιλεύειν τοῦ γένους ἡμῶν· διὸ καὶ τὰ κοινῇ μοι δοκοῦντα συνοίσειν λέγειν μὲν οἴκοθεν ἠναγκαζόμην παρών, πάλιν δέ, λογιζόμενος ἐπ’ ἐμαυτοῦ μὴ ἄρα τοῦ λυσιτελήσειν ἂν δυνηθέντος οὐ καταστοχάζομαι νουνεχῶς, ἰδίᾳ καὶ πεφεισμένως ὡς ἐνῆν ὑπεμίμνῃσκον. Ἐπεὶ δὲ καὶ συνεκλήθημεν καὶ τὰ τελούμενα κοινοῦσθαι πρὸς ἡμᾶς ἠξίωσας, ἐκινήθην καὶ αὐτὸς ὑπὸ τῆς συνειδήσεως τρανότερον εἰπεῖν τὸ δοκοῦν, τί δ’ ἕτερον ἢ τὰ πρὸς εἰρήνην φέροντα; Καὶ ταῦτα προσελάλουν τῷ δεσπότῃ μου κατὰ μόνας. Σὺ δ’ ὀργισθείς, οὐκ οἶδα τοῦ χάριν, ἐκεῖνα καθ’ ἡμῶν ἐκπεφώνηκας, δι’ ἃ τάχ’ ἂν ἐπ’ αὐτοφώρῳ τὰ πάνδεινα τότ’ ἐπάσχομεν, εἰ μὴ δοὺξ ὁ μέγας παρελθὼν εἰς τὸ μέσον τὸν ἡμέτερον ἐξηγήσατο σκοπόν, ὅτι χρηστός τε καὶ κατὰ Χριστὸν εἴη. Ἀλλ’ ἐντεῦθεν ὅμως ὑπωπτεύθημεν ἐξ ἐκείνου τῇ κρατίστῃ Δεσποίνῃ. Σὸν οὖν αὖθις καὶ σοῦ βουλομένου, ῥᾷον λελῦσθαι τὴν ὑπόνοιαν ταύτην.

Τοῦ δ’ Ἀκινδύνου πολλάκις ἤδη τοῖς ἀπηγορευμένοις ἐπικεχειρηκέναι τετολμηκότος καὶ τὴν μεγίστην ἁγιωσύνην σου λαθεῖν μὴ δεδυνημένου, τίς ὁ πρὸς ἐμὲ λόγος, ὃς τοῦτο μαθὼν οὐδὲν δρᾶσαί τι πλέον εἶχον ἢ ταύτῃ γνωρίσαι τοῦτο; Ταῦτ’ ἄρα καὶ νῦν ἀναφέρω ταύτῃ. Τὰς συγκεκροτημένας ἐπὶ τούτῳ μεγάλας ἐκείνας συνόδους καὶ τὸν ἐπ’ αὐταῖς Τόμον καὶ τοὺς κατὰ τῶν ἔτι τολμώντων ἡμῶν καὶ τῶν καθ’ ἡμᾶς μοναχῶν τοιαῦτα κατηγορεῖν ἐγγεγραμμένους τῷ Τόμῳ φρικωδεστάτους ἀφορισμοὺς ὑπὸ τῆς δεδομένης τῇ ὑμετέρᾳ θειότητι παρὰ τοῦ πνεύματος ἐξουσίας παντὸς μᾶλλον οἶσθα. Σὸν οὖν ἐστι καταστεῖλαι καὶ τὴν τοῦ Ἀκινδύνου ταύτην μυσαρὰν αὖθις τόλμαν. Εἰ δὲ μὴ τῆς τοιαύτης οὗτος ἐπισχεθείη βδελυρᾶς ἀπονοίας, ἡμεῖς μὲν ἀπρὶξ ἑξόμεθα τῆς ἡμῶν αὐτῶν ἀσφαλείας καὶ τοῖς βουλομένοις ἡμῶν ἀκούειν πρὸς δύναμιν παντὶ τρόπῳ πληροφορήσομεν τὴν ἡμῶν τε καὶ τῆς εὐσεβείας ἀλήθειαν. Εἰ δέ τινες τῆς ἀληθείας ἀνεπιγνώμονες ὑπὸ τῶν ἀντιθέτων κατασπασθεῖεν πρὸς τὸ ψεῦδος καὶ τὴν δυσσέβειαν, σοὶ τοῦτο μελήσει τῷ κοινῷ ποιμένι, μᾶλλον δὲ ἀρχιποίμενι. Νῦν δ’ ἐμοί, θεσπέσιε δέσποτα, προσελθεῖν τῇ σῇ θειότητι μὴ προθυμουμένῳ διὰ τὸ τῶν ἡμερῶν αἰδέσιμον ἵλαθι, παρελθούσης δὲ τῆς ἱερᾶς τεσσαρακοστῆς ἐλεύσομαι πρόθυμος».

Ἀλλ’ ὁρᾷς αὐτός, θεοφιλέστατε πάτερ, τὸν πατριάρχην αὐτὸν μαρτυροῦντα τὸν Ἀκίνδυνον εἶναι τὸν αὖθις κινοῦντα περὶ ὧν κινεῖν ἀπηγόρευσεν ὁ Τόμος, ἀλλ’ οὐχ ἡμᾶς; Τούτου δὴ καὶ νῦν μάλιστα καὶ τὰ ἐγγὺς καὶ τὰ πόρρω κυκῶντος καὶ χειρὶ καὶ γλώττῃ καὶ πᾶσι τρόποις, ὁ πατριάρχης πανταχοῦ σχεδὸν ἡμῶν καταμαρτυρεῖ κἀκείνῳ συνίσταται.

Ἀλλὰ τῆς τῶν Βαΐων Κυριακῆς ἐπιστάσης, μαθὼν ἐγὼ μετὰ τῶν σεβασμιωτάτων ἡμῶν πατέρων καὶ τὸν ὁσιώτατον πρῶτον ἀφικνούμενον ἐνταῦθα καὶ προσπλέοντα ἤδη, τῇ πόλει παραγίνομαι καὶ αὐτός· καὶ κατάραντα τοῦτον, ἐν τοῖς ἐμοῖς ἐντὸς τῆς πόλεως τὴν ἀρχὴν ξεναγῶ κελλίοις ἐπὶ δύο συνδιάγων ἡμέρας, οὐ συνεξῄειν δὲ τούτῳ πρὸς τὰ βασίλεια. Τῆς δ’ ἑβδομάδος τῶν σωτηρίων παρελθούσης παθῶν καὶ τῆς μετ’ αὐτὴν ἐπιούσης, ὑπῆρχον καὶ αὐτὸς ἔσθ’ ὅτε τῷ τε πατριαρχείῳ καὶ τοῖς βασιλείοις ἐπιδημῶν. Μιᾶς οὖν ἡμέρας ἐκαθήμην μόνος μόνῃ τῇ κρατίστῃ δεσποίνῃ τὰ δέοντα ἐντυγχάνων καὶ μετὰ μικρὸν ἦλθεν ὁ πατριάρχης καὶ μετὰ τοῦτον οἱ τῶν ἐν τέλει. Συγκαθημένων οὖν ἡμῶν κοινῇ πάντων τῆς δεσποίνης καὶ τοῦ πατριάρχου ἐνώπιον καὶ παρατεινομένης τῆς ὁμιλίας, ἤρξαντο τῶν ἀρχόντων οἱ μείζους προτείνειν, πῶς ἂν εἴπω, τὰ ταῖς ἐμαῖς ἀκοαῖς ἀκατάλληλα.

Τοιαῦτα τοίνυν τούτων ἠργμένων λέγειν, ἐπέχειν αὐτοὺς ἐπεχείρουν αὐτός. Οἱ δὲ πρὸς ἐμέ φασι· «σχολάζων καὶ μακρυνόμενος τῶν ἐνταῦθα, τὰ τελούμενα οὐ μανθάνεις, ἀλλ’ ἡμῖν ἀναγκαῖον καὶ ὑμᾶς τὰ τοιαῦτα εἰδέναι». Καὶ προσετίθεσαν τὰ ἑξῆς ὧν λέγειν ἐπεχείρησαν τηνικαῦτα συνείροντες. Ἐγὼ δ’ ἐπ’ ἐμαυτοῦ, πίστευσον πάτερ, τὸ τῆς Σωσάννης ἔλεγον· «στενά μοι πάντοθεν· ἐὰν εἴπω τι τῶν ἐμοὶ δοκούντων εἶναι δεόντων, βαρὺς ἔσομαι τοῖς συνοῦσι, τηλικούτοις περ οὖσιν· ἐὰν σιγήσω τελέως οὐκ ἐκφεύξομαι τὸ κρῖμα τὸ θεῖον. Αἱρετώτερόν ἐστιν ἐπαχθῆ δόξαι τισὶν ἢ ἁμαρτεῖν εἰς θεὸν καὶ τὸ χριστώνυμον γένος ἅπαν». Τὴν ἔνδον γοῦν ψῆφον μὴ ἀνεχόμενος διακρούσασθαι λόγων ἀπάρχομαι πρὸς αὐτοὺς τοιῶνδε· «τούτων παρ’ ὑμῶν εἰρημένων, ἐμοὶ τὸ συνειδὸς ἐντὸς τὸ μέλλον ἐπανατείνεται φρικωδέστατον δικαστήριον καὶ καταψηφιεῖσθαί μου διισχυρίζεται τοῦ αἰωνίου βασιλέως ἐνώπιον, εἰ μὴ νῦν ἐφ’ ὑμῶν ἐρῶ τὸ δοκοῦν μοι συμφέρον καὶ δέον καὶ ἀληθές· ὁ δ’ ἀντιστρατευόμενος ἐν ἐμοὶ τῷ συνειδότι λογισμὸς ἀπειλεῖ με καταδικάσειν καὶ δεινοῖς τοῖς ἐσχάτοις ὑπεύθυνον ἐνώπιον ὑμῶν ἀποδείξειν, εἰ μὴ τὸ συνειδὸς ἀθετήσας σιγήσαιμι παρ’ οὐδὲν θέμενος τὸν ἄνωθεν φόβον. ‘Δεῖ δὴ πειθαρχεῖν θεῷ μᾶλλον ἢ ἀνθρώποις’».

Εἶθ’ οὕτω κατὰ τὸ ἐγχωροῦν, μέλιτι κιρνῶν, προσηνέσι δηλαδὴ λόγοις, τὸ σωτήριον τῆς ἀληθείας φάρμακον ταῖς ἀκοαῖς προσῆγον τῶν διὰ στόματος ἐκεῖνα λεγόντων· καὶ μακρά τις καὶ κοινὴ πρὸς ἀλλήλους γέγονεν ἡ ὁμιλία πάντων ἐκεῖ καὶ τῶν ἄγαν ὑπερεχόντων.

Οὐ μὴν εἰς τέλος ἐτηρήθη τὸ πρᾶον τοῖς ὑπερέχουσιν. Ὅμως ἡμεῖς πάλιν μειλιχίοις ὡς ἐνῆν χρησάμενοι λόγοις καὶ τέλος ἐπευξάμενοι τέλος, τοῖς πράγμασι παρὰ Χριστοῦ τὸ χρηστότατον, ἀπηλλατόμεθα. Τοὐντεῦθεν ἐς τὰ μάλιστα καὶ μὴ παροῦσιν ἡμῖν ὠργισμένος ὁ πατριάρχης ἑκάστης, ὡς εἰπεῖν, ἡμέρας διὰ πλείστων ἐδείκνυ καὶ πολὺς ἦν πάντα ἐφοδεύων καὶ πολλοὺς κύκλους περιβαλλόμενος καὶ πάντα κάλων, τὸ τοῦ λόγου, κινῶν λαβέσθαι τινὸς ἀφορμῆς καθ’ ἡμῶν καὶ κακώσει παραδοῦναι δεινῇ. Θεῷ δὲ θαρροῦντες ἡμεῖς, οὗ καὶ ζητοῦμεν εἶναι πρὸς δύναμιν, κἂν πάσχωμεν κἂν μὴ πάσχωμεν, ἐνδιῃτώμεθα μεταξὺ τῶν καθ’ ἡμῶν πάντα μηχανωμένων μέχρι τῆς Κυριακῆς τῶν ἁγίων πατέρων. Μετὰ δὲ ταύτην εὐθὺς ἐπὶ τὴν ἀντιπέραν ἐκείνην μονὴν ἐστειλάμεθα πάλιν.

Ἐπεὶ δὲ κατὰ τὴν ἔαρος ὥραν πολὺς ἔχει τὸν χῶρον ἐκεῖνον θόρυβος, τῶν πρὸς τὸν Εὔξεινον πόντον ἐμπορίας χάριν ἀναπλεόντων ἐκεῖ τὰ πολλὰ συσκευαζομένων, ἀνωτέρω μέντοι τῆς μονῆς ἐκείνης, μᾶλλον δὲ καὶ πολλαχοῦ κύκλῳ τόποι πρὸς μετρίαν ἠρεμίαν εἰσὶν ἐπιτηδειότατοι—καὶ ὁ στῦλος γὰρ τοῦ τῆς καρτερίας στύλου Δανιὴλ ἐνταῦθ’ ἐστὶν ἱδρυμένος καὶ ἀσκητήρια πολλῶν ἑτέρων παλαιοτέρων ἁγίων—ἔστι δ’ οὗ καὶ ἄλση πυκνοῖς τε καὶ συνηρεφέσι κομῶντα δένδροις καὶ παρὰ τῶν κεκτημένων φυλαττόμενα τοῖς πολλοῖς ἐπίτηδες ἄβατα, τούτοις καὶ ἡμεῖς προσκεχωρηκότες ἠρεμίας μετρίας χάριν ἐνδιετρίβομεν. Μανθάνομεν δὲ τῇ μεθ’ ἣν ἀνήλθομεν ἑβδομάδι τινὰ τῶν ἐκκλησιαστικῶν ἀφιγμένον ἐπὶ τὴν εἰς ὄνομα τῶν οὐρανίων ἀρχιστρατήγων τετιμημένην μονὴν μετὰ σπουδῆς ὅτι πλείστης ἡμᾶς ζητῆσαι καὶ μὴ εὑρόντα παλινδρομῆσαι. Τοῦτο μαθὼν ἐγώ, κάτειμι πρὸς τὴν πόλιν ἐκεῖθεν καὶ τοῖς φίλοις συγγενόμενος πατράσιν ἠρόμην, εἰ γνωστὸν γέγονεν αὐτοῖς τίς ἡ τῆς οὕτω σπουδαίας περὶ ἐμοῦ ζητήσεως αἰτία παρὰ τῆς πατριαρχικῆς ἐξουσίας.

Οἱ δὲ πρὸς ἐμέ φασι· «τῆς τοῦ θεοῦ προνοίας ἦν ὄντως ἔργον τὸ μὴ χθὲς εὑρηκέναι σε τὸν ἀπεσταλμένον μετακαλέσασθαι πρὸς τὴν λεγομένην σύνοδον, ἐν ᾗ τῶν μὲν ἑκάστοτε κατ’ ἔθος συνεδρευόντων ἀρχιερέων τῷ πατριάρχῃ συγκέκληταί τις ἕτερος οὐδαμῶς, τῶν δ’ ἀρχόντων οἱ τῆς Χουμναίνης συγγενεῖς βασιλίσσης καὶ τούτων οἱ τῶν ἄλλων νεώτεροι παρῆσαν ἐκεῖ δούλων κατάλληλον ἑσμὸν ἐπαγόμενοι. Καὶ μεταξὺ τούτων ὁ Ἀκίνδυνος ἦν, ἴδιόν τι κἀκεῖνος σμῆνος τῶν τοῦ Βαρλαὰμ μαθητῶν ἐπαγόμενος καὶ μοναχῶν οὐκ ὀλίγους τοιούτους, ὡς ἔστιν οὓς ἐκείνων ὑπὸ τοὺς σφῶν μανδύας καὶ ῥόπαλα κατέχειν ἁδρά. Σπουδὴ δ’ ἦν ἡ πᾶσα λαθεῖν πάντας καὶ σὲ μόνον πράῳ μὲν τῷ σχήματι μετακαλέσασθαι, καταδικασθέντα δὲ συνοδικῶς δῆθεν ἐμπαιγμῷ παραδοθῆναι καὶ μάστιξιν». Ἐγὼ δὲ πρὸς τοὺς ἐξηγουμένους ταῦτα, πίστευσον πάτερ, «νῦν οὖν», ἔφην, «ἴωμεν πρὸς τὸν πατριάρχην, ἐπεὶ καὶ ἡ τῆς καταιγίδος ἐκείνης ἀκμὴ παρῆλθε». Τοῖς δὲ μὴ δοκιμάζουσι τοῦτο πεισθεὶς ἐγώ, παρῆκα μὲν τὴν πρὸς τὸν πατριάρχην ὁδόν, ἄλλοτε δ’ ἄλλῳ τῶν φίλων παρών, ἐντὸς διῆγον τῆς πόλεως ἐφ’ ἡμέρας συχνάς.

Μιᾷ τοίνυν συνόντος μου τῷ σεβασμιωτάτῳ πρώτῳ τοῦ ἁγίου ὄρους, ἐκκλησιαστικοὶ δύο παραγενόμενοι καὶ προσειπόντες καὶ παρακαθίσαντες ἡμῖν, εἶτα πρὸς ἐμὲ μόνον εἶπον κἀκείνου ἀκούοντος· «ἡ κυρία ἡμῶν ἡ δέσποινα καὶ ὁ αὐθέντης ἡμῶν ὁ βασιλεὺς ὁρίζει, ἵνα ἔλθῃ ἡ ἁγιωσύνη σου εἰς τὸ παλάτιον».

Πρὸς αὐτοὺς δ’ ἀπεκρινάμην αὐτός· «ἀπίθανόν τι δοκεῖ τὸ παρ’ ὑμῶν εἰρημένον· τῆς ἐκκλησίας μὲν ὑμεῖς ὑπηρέται, διακομισταὶ δ’ εἶναι λέγετε βασιλικοῦ προστάγματος· πῶς; Ἆρ’ οὐκ ἦν ἄρχων οὐ μικρὸς οὐ μέγας ὑπηρετήσων τῷ δεδογμένῳ τοῖς ἡμῶν καὶ δεσπόταις καὶ βασιλεῦσι»; Πρὸς ὃ πάλιν ἔλεγον ἐκεῖνοι· «τοῦ πατριάρχου σήμερον ἐξιόντος τῆς Ἁγίας Σοφίας καὶ τῆς πρὸς τὰ βασίλεια φερούσης ἡμμένου, ταύτην ἡμεῖς ἐκεῖθεν δεδεγμένοι τὴν ἐντολήν, σὲ ζητῆσαι καὶ πρὸς σὲ ταῦτα φάναι, τοῦτ’ αὐτὸ πεπράχαμεν καὶ εἰρήκαμεν. Ἄγε δὴ συναπίωμεν».

Ἐγὼ δ’ ὑπολαβών, «τοῦτ’», ἔφην, «αὖ πολλῷ τῶν προτέρων ῥημάτων ἀπιθανώτερον· ἆρα γὰρ πρωὶ σήμερον τῇ μεγίστῃ τῶν ἐκκλησιῶν οἱ βασιλεύοντες ἐπεδήμησαν»; Οἱ δὲ πάλιν· «καί τις σήμερον ἐπιδημίας ἐκεῖ τοῖς βασιλεῦσι καιρός· ἀλλ’ ἐλθὲ συναπίωμεν».

Ἐγὼ δ’ αὖ· «ἔοικεν εἶναί τι δι’ ὃ ζητοῦμαι τῶν προσηκόντων τῇ ἐκκλησίᾳ. Νῦν οὖν—μεσημβρία γὰρ ἤδη καὶ καιρὸς οὐκέτι συνόδου—μάτην ἥκειν ἐμὲ συμβήσεται· τῷ δεσπότῃ μου γοῦν τῷ πατριάρχῃ δι’ ὑμῶν νῦν μηνύω, κατὰ τὴν σὴν κέλευσιν ἔρχομαι τῇ πρωίᾳ». Τοῦτ’ ἀκούσαντες ἐκεῖνοι βαρέως ἔφερον.

Μετακαλεῖται τοίνυν ὁ πρῶτος τὸν ἐν ἱερομονάχοις τιμιώτατον κῦρ Λάζαρον, τὸν τῆς Φιλοθέου μονῆς ἡγούμενον, καὶ πέμπει πρὸς τὸν πατριάρχην αὐτὸν μηνύσας· «εἰ μὲν δι’ ἕτερόν τι ὁ Παλαμᾶς μετεκλήθη, πρόθυμος ἥξειν, εἰ δὲ τῶν παρὰ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου κινηθέντων ἕνεκεν, οὐ τοῦ Παλαμᾶ ἐστιν ἡ ὑπόθεσις αὕτη, τῶν δὲ χριστιανῶν ἁπαξαπλῶς ἁπάντων καὶ μάλιστα τῶν μοναχῶν, καὶ τούτων αὖ μᾶλλον τοῦ ἁγίου ὄρους αὐτοῦ. Τάξον οὖν ἡμέραν, ἐν ᾗ σύνοδος ἔσται πρὸς τὴν περὶ τοιούτων ἀποχρῶσα ζήτησιν καὶ καταξίωσον προδηλωθῆναι ἡμῖν, ὡς ἂν ἑτοιμασθέντες, ἥκωμεν ὁμοῦ πάντες καὶ διευκρινηθῇ τἀληθές». Ἐκείνων οὖν ἀπελθόντων, μετ’ ὀλίγον ἐπανῆκεν ὁ Φιλοθέου λέγων ἀποκριθῆναι τὸν πατριάρχην· «σύνοδον μὲν περὶ τοιούτων ἐξετάζουσαν οὐδ’ εἰς νοῦν ἡμῖν ἀνέβη συγκροτεῖν, τὰ δὲ περὶ τῆς ὑποθέσεως ἐκείνης ζητῶ συγγράμματα». Παρ’ ἐμοῦ δ’ ἀκούσας ὁ πρῶτος πρὸς τὸν πατριάρχην αὖ καιροῦ λαβόμενος εἶπε· «καὶ μὴ ζητοῦντί σοι προσήνεγκαν ἄν, εἰ μὴ πρὸς ἐκείνους ὠργισμένον ἑώρων».

Ἐγὼ δ’ ἀπιέναι πάλιν πρὸς ἐκεῖνον προεθυμούμην, οἱ δὲ προσφιλέστατοι τῶν πατέρων ἀνέκοψαν πάλιν, «μεῖνον ἔτι», λέγοντες, «ἵν’ ἡμεῖς σοῦ χωρὶς ἀφιγμένοι πρὸς αὐτόν, μάθωμεν ὅ,τι λέγει». Καὶ δὴ λιπόντες ἐμὲ πρὸς τὸν πατριάρχην ἥκουσιν οὗτοι, πρὸς αὐτὸν λέγοντες· «ἡ μεγάλη ἁγιωσύνη σου τὰ τοῦ Βαρλαὰμ συγγράμματα προαναγνοῦσα, εἶτα καὶ τὰ πρὸς ἐκεῖνον ἀντιρρητικὰ τοῦ Παλαμᾶ συγγράμματα, σὺν οὐκ ὀλίγοις τῶν ἐλλογίμων ἡμῶν τε παρόντων ἐπῄνεσας μὲν καὶ τεθαύμακας μετὰ τῶν συνακροωμένων ἁπάντων τὰ τοῦ Παλαμᾶ, πᾶσαν ἀσφάλειαν ἐπιμαρτυρήσας αὐτοῖς. Ἔγνως δὲ διὰ τούτων καὶ κατέγνως τῶν τοῦ Βαρλαὰμ συγγραμμάτων τὴν δυσσέβειαν καὶ τῷ Παλαμᾷ τούτου χάριν χάριτας ὡμολόγεις μεγίστας. Εἶτα καὶ συνόδου, μᾶλλον δὲ συνόδων συναγηγερμένων μεγάλων, ἐπὶ πάντων τοῦτ’ αὐτὸ πάλιν γέγονεν. Οὐ γὰρ ἁπλῶς δυοῖν ἀνθρώπων, ἀλλ’ ἀντιρρητικῶν πρὸς ἀλλήλους λόγων περὶ εὐσεβείας γεγενημένων, ἡ σύνοδος τοὺς μὲν τοῦ Βαρλαὰμ πρότερον, ὕστερον δὲ καὶ τοὺς τοῦ Ἀκινδύνου, τοῦ τἀκείνου μετ’ ἐκεῖνον ἐπεκδικοῦντος καταδικάσασα λόγους καὶ δυσσεβεῖς ἀποφηναμένη, τοὺς τοῦ Παλαμᾶ, ταὐτὸ δ’ εἰπεῖν, ἡμετέρους καὶ τῆς τοῦ θεοῦ ἐκκλησίας, ὡς καὶ ὁ Τόμος φησίν, ἐδικαίωσε καὶ ἀνεκήρυξε καὶ ἐστήριξε. Τίνος γὰρ δὴ καὶ χάριν τῷ Παλαμᾷ Τόμος δέδοται πρὸς δικαίωμα, εἰ μὴ δικαιοῖ τὰ ἐκείνου»;

Ταῦτ’ ἀκούσας ὁ πατριάρχης ὑπολαβὼν καὶ διακόψας τὸν λόγον, ἑτέραν ἐτράπετο καὶ λέγειν ἤρξατο θυμοῦ πνέων· «εὑρέθη νῦν ὁ Παλαμᾶς οἷος· ἐλήφθη γάρ τις τῶν ὑπ’ αὐτὸν μοναχῶν πρὸς τὸν Καντακουζηνὸν ἀπιὼν καὶ γραφὰς ἐπιφερόμενος τοῦ Παλαμᾶ τέσσαρας, δύο μὲν γεγραμμένας πρὸς τοὺς Ἀσάνας, δύο δὲ πρὸς ἐκεῖνον αὐτὸν τὸν Καντακουζηνὸν καί τινα τῶν ἐκείνου». Ταῦτ’ ἀκηκοότες οἱ τὰς ψυχὰς ἕτοιμοι κατὰ Χριστοῦ μίμησιν ὑπὲρ τῶν φίλων τιθέναι, «τὰς κεφαλὰς ἡμεῖς», ἔφησαν, «ὑπὲρ ἐκείνου τοῦ ἀνθρώπου τίθεμεν νῦν, εἴπερ ἀληθὲς τοῦτο· συκοφαντία, δέσποτα, συκοφαντία τὸ πρᾶγμα σαφής· οὐδὲν οὐδέποτ’ ἐκεῖνος τοιοῦτον πράττει. Ὅμως ἐγγὺς ἡ δεῖξις· ἐνεχθήτω νῦν ἐνώπιον ἡμῶν ὁ τῶν ἐκείνου νῦν ἐπὶ τοῖς τοιούτοις ληφθείς». Ὁ δ’ εὐθὺς μετ’ ὀργῆς ἀποστραφεὶς τούτων, πρὸς ἑτέρους ἔβλεψε. Κἀκεῖνοι πρὸς ἡμᾶς ἐπανήκοντες διηγήσαντο ταῦτα κἀμοὶ συνεβούλευσαν λέγοντες· «μετάστηθι τῶν ἐνθάδε νῦν, εἰ μὴ σαυτὸν βούλει παραδοῦναι θανάτῳ».

Διὰ ταῦτα, πάτερ, καὶ τῶν περὶ τὴν πόλιν ἀπάρας, ἐπὶ τὴν Ἡράκλειαν ἦλθον, ἀλλ’ οὐχὶ σύνοδόν τινα φεύγων, ὡς αὐτοὶ γράφουσιν· ἀνωτέρω γὰρ ἀκήκοας εἰπόντων, μηδ’ εἰς νοῦν ἀφικέσθαι τούτοις, ἥν φασι σύνοδον. Ἀλλὰ καὶ πᾶς αὐτοῖς ὁ περὶ τοῦ δόγματος λόγος σκῆψίς ἐστιν, ἐξευρημένη πρὸς ἐπίκρυψιν τοῦ μισεῖν τοὺς τὴν εἰρήνην ποθοῦντας. Εἴσῃ δὲ τοῦθ’ οὕτως ἔχον καὶ ἀπὸ τῶν ἐπεσταλμένων μοι πρὸς τοὺς πατέρας, ἐν οἷς καὶ τὰ κατὰ τὴν Ἡράκλειαν ἐπ’ ἐμοὶ πεπραγμένα καὶ τίνος ἕνεκα καὶ μεθ’ οἵαν ἔρευναν ἡμᾶς ἐπανήγαγον ἐκεῖθεν. Τὰ δ’ ἑξῆς τῆς διηγήσεως τῶν γεγονότων ὑπέτεμον οἱ διακομισταὶ κατασπεύδοντες· ὑμεῖς δὲ ταῖς πρὸς θεὸν εὐχαῖς τὰ ἑξῆς τῶν ὁμοίων γενησομένων τελέως ἐκτέμοιτε.

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΠΡΟΣ ΤΟΝ ΑΝΩΤΕΡΩ ΕΙΡΗΜΕΝΟΝ ΙΔΙΟΝ ΑΔΕΛΦΟΝ «Τοῦτο κόπος ἐστὶν ἐνώπιόν μου», φησὶν ὁ ψαλμῳδὸς προφήτης, «εὐθηνοῦντας ὁρῶν τοὺς πονηρούς, ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν», διὰ τῆς προφητικῆς δηλονότι χάριτος καὶ δυνάμεως. Ἐμοὶ δὲ τοσοῦτον ἀπολειπομένῳ τῆς δυνάμεως ταύτης, ὁπόσον καὶ τῆς προφητικῆς ἁγιότητος, πρὶν ἰδεῖν τὸ νῦν παρ’ ἐλπίδας ἀπαντῆσαν τέλος, δυσδιάκριτον ὑπῆρχε, πῶς τὸ ἀγαθὸν συνεργὸν ἐγεγόνει τῷ κακῷ πρὸς ἐπίδοσιν. Τῶν γὰρ ὑπὸ τῆς ὑμετέρας ἀγάπης ὑπὲρ ἡμῶν γεγραμμένων, ἐπεσταλμένων τῆτες τῷ πατριάρχῃ καὶ τῇ βασιλευούσῃ καὶ τοῖς ἐν τέλει, προσελάβοντο παρρησίαν ἐντεῦθεν οἱ πονηροὶ καθ’ ἡμῶν. Ἀνέπεισε γὰρ ὁ πατριάρχης τοὺς βασιλεύοντας καθ’ ἡμῶν ἀντιγράψαι καὶ προφασίσασθαι τὴν εὐσέβειαν, ὡς μὴ δοκοῖεν ἀθῴοις οὖσιν ἐπηρεάζειν ἀδίκως· ἐφ’ οἷς καὶ αὐτὸς ἡμῶν καταψηφιζόμενος ἔγραψεν, εἰ καὶ μὴ πρὸς ὑμᾶς ταῦτα πέπομφεν ὡς ὕστερον ἐγνωρίσαμεν. Ἐνταῦθα δὲ τὰ γεγραμμένα κατασχὼν εἰς οἰκείαν ὡς ἐδόκει βεβαίωσιν, ἤρξατο παρρησιάζεσθαι κατὰ τῆς ἡμῶν εὐσεβείας, ὡς οὔπω πρότερον. Καὶ οὕτω τηνικαῦτα τὸ τῆς ἀγάπης ἔργον πρόξενον ἐδόκει βλάβης τοῖς ἀγαπωμένοις ὑπάρξαι καὶ τῇ πονηρίᾳ συνάρασθαι.

Τὸ δὲ νῦν ἐκβὰν τέλος ἔδειξεν ἐκεῖνο ἀληθὲς ὄν, ὡς οὐ τῷ κακῷ τὸ ἀγαθόν, ἀλλὰ τῷ ἀγαθῷ τὸ κακὸν συνεργεῖ, κἂν μὴ κατὰ πρόθεσιν οἰκείαν, ὡς καὶ οἱ πατέρες διδάσκουσιν. Ἤρθη γὰρ ἡ καθ’ ἡμῶν ἐνεργουμένη κακία, οὐχ ἵν’ ὑψωθῇ καὶ μένῃ περιφανής, ἀλλ’ ἵνα σφοδροτέρα κατασπασθῇ καὶ μετ’ ἤχου τῇ ἀπωλείᾳ παραπεμφθῇ καὶ μηδὲ τοὺς πόρρω δυνηθῇ λαθεῖν.

Θαρρήσας γὰρ ὁ νῦν τοῖς Βαρλααμίταις προσκείμενος πατριάρχης, ὡς ἤδη πανταχόθεν τὸ ἐνδόσιμον ἔχων, ἅτε καὶ βασιλικοῖς ὠχυρωμένος γράμμασιν, ἐπιχειρεῖ πρόεδρον ἐκκλησίας καθιστάναι τὸν τοῦ Βαρλαὰμ μύστην καὶ διάδοχον καὶ ὀπαδὸν Ἀκίνδυνον.

Ὡς οὖν διαλανθάνειν οὐκ εἶχε, μέλλων ἤδη τοῖς ἱεροῖς διακόνοις ἐγκαταλέγειν τὸν μὴ τὸν βίον μόνον, ἀλλὰ καὶ τὸ σέβας ἀνίερον, μαθοῦσα τοῦτο παρά τινων ἡ κρατίστη βασιλὶς καὶ παραυτὰ συνεῖσα δόλους ὄντα πάντα ἐκεῖνα τὰ πρῴην ὡς ἐπὶ προμηθείᾳ δῆθεν ἄλλῃ παρ’ αὐτοῦ τελούμενα, πέμψασα ὀνειδίζει καὶ τοῦ ἐγχειρήματος ἀπάγειν λόγῳ καὶ πρὸς τὸ εἰκὸς ἐπανάγειν πειρᾶται τὸν ἱεράρχην τῶν θείων φανερῶς ἐκτραπόμενον νόμων, ἀλλὰ καὶ προκαταγγέλλει τὴν μέλλουσαν ἔσεσθαι τῆς ἐκκλησίας ταραχήν, εἰ μὴ πείθοιτο. Ὡς δ’ ἐκεῖνος ἀπειθήσας τὴν ἄθεσμον ταύτην ἤνυσε πρᾶξιν καὶ ὁ θόρυβος παρὰ τῆς πόλεως ἤρθη πολὺς εὐθὺς καὶ οἱ μὲν κατεβόων, οἱ δὲ καὶ ῥῆξιν ἠπείλουν, οἱ δὲ καὶ ἀπερράγησαν ἤδη τῆς ὑπ’ αὐτὸν ἐκκλησίας, ὁ δὲ ἀντέκειτο πρὸς πέρας ἄγειν τὸ βούλημα προθυμούμενος—ἀρχὴ γὰρ ἦν, ἀλλ’ οὐ τέλος τῆς κακοβουλίας τὸ γεγονός—καὶ τοῖς βασιλείοις ἐπιδημήσας, καθ’ ἡμῶν δεινὸν ἔπνει καὶ δεινῶς ἐμεμήνει καὶ πάντα πράττων ἑωρᾶτο καὶ πάντα λέγων ἠκούετο, συμμορίαν ἑαυτῷ περιστήσας, ἐνταῦθ’ ἀνεφάνη μᾶλλον εἴπερ ποτὲ τῆς ἀληθείας ἡ δύναμις. Ἦν γὰρ ὁρᾶν θαῦμα ξένον, ὑπὲρ τῶν ἐν φρουρᾷ καθειργμένων τοὺς φρουροῦντας καὶ φρουρᾷ παραδόντας ὑπεραπολογουμένους, ὑπεραγωνιζομένους, προκινδυνεύοντας ὥσπερ συνηγόρους καὶ προασπιστὰς καὶ δορυφόρους, ἀλλ’ οὐ φύλακας αὐτῶν ὄντας οὐδ’ ἀπεχθανομένους.

Καὶ δὴ βουλὴ καὶ ψῆφος συγκλήτου δικαιοτάτη, συναινούντων καὶ τῶν ἐν ἀρχιερεῦσιν ἐκκρίτων, ἀκυροῖ μὲν ὡς ἄθεσμον τὴν ἐπ’ Ἀκινδύνῳ χειροτονίαν, ἐκβαλοῦσα δὲ τοῦτον τῆς Ἐκκλησίας ὥσπερ τι κοινὸν ἄγος πόρρω ποι ῥιπτεῖσθαι διακελεύεται καὶ καταισχύνει μὲν πάντας τοὺς αὐτῷ προσκειμένους πολυειδῶς καὶ μάλιστα τὴν ὄνομα μὲν δυναστείας περικειμένην, δουλεύειν δὲ ᾑρημένην πάσῃ σπουδῇ ταῖς Ἀκινδύνου κακοσχόλοις ὁρμαῖς, ὁρισμῷ δὲ λύει τὰς κατὰ τῶν εὐσεβῶν ἐπηρείας καὶ καταστέλλει τοὺς διωγμούς, ἐπιμαρτυροῦσα τούτοις τὸ ἀσφαλὲς κατ’ εὐσέβειαν.

Γνώσεται τοίνυν, οἶμαι, πᾶς τις ἐντεῦθεν καὶ θαυμάσεται τῆς παρ’ ἡμῶν πρεσβευομένης ἀληθείας τὴν δύναμιν, ὅτι μὴ μόνον ἡνίκα πᾶσα στάσις ἀπῆν, ἐν δυσὶ συνόδοις ἐξετασθεῖσα τὸ κράτος ἔσχεν, ἀλλὰ καὶ τῆς ἐμφυλίου στάσεως ἐγερθείσης, ἡνίκα καὶ τοῖς βασιλεύουσιν ἡμεῖς ἐδόξαμεν ἐπαχθεῖς καὶ τῶν συκοφαντούντων χώραν ἐπὶ τοσοῦτον ἤδη χρόνον καθ’ ἡμῶν λαβόντων καὶ πάντα λεγόντων τε καὶ πραττόντων ἐκείνων ἀνέδην, ἡμεῖς καθειργμένοι διατελοῦμεν, ὅμως κατὰ τὴν τῶν θείων δογμάτων ἀλήθειαν οὐδὲν ἧττον ἢ πρότερον περιεγενόμεθα. Καὶ ταὐτὸ γέγονεν, ὥσπερ ἂν εἴ τις γλῶτταν ἢ καὶ χεῖρά τινος δεσμήσας εἶτ’ εἰς ἅμιλλαν προκαλοῖτο λόγων ἢ συγγραμμάτων, καὶ μηδ’ οὕτω συγχωρεῖται τούτου κατὰ ταῦτα κρατεῖν. Ἀλλὰ τὸ ἀποστολικὸν ἐκεῖνο νῦν ἐρεῖς, ὅτι «ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται»· τοῦτο μὲν οὖν ἐστιν ὃ καὶ αὐτὸς λέγω, ὅτι τῆς τοῦ θεοῦ δυνάμεως ὑπῆρξε τὸ πᾶν, ἥτις «ἐν ἀσθενείᾳ τελειοῦται», καθάπερ αὐτὸς πρὸς τὸν ἀπόστολον ἔφη. Τότε γὰρ ὄντως τελειοῦται, ὅτε καὶ πολεμουμένη τὸ περιὸν ἐπιδείκνυται καὶ κατασπᾶσθαι δοκοῦσα διὰ τῶν εἰς τοὺς ἀντεχομένους αὐτῆς κινδύνων, ὑψηλοτέρα τῶν κατασπώντων καὶ ἀχείρωτος διαδείκνυται.

Σκόπει γάρ· ὡς ἐχθροῖς ἡμῖν προσεῖχον οἱ αὐτοκράτορες, στασιαστὰς ἡμᾶς ἐκάλουν οἱ τούτοις χαριζόμενοι πάντες, ὡς μὴ συμβαίνουσαν τοῖς καιροῖς παρασχόντας τὴν γνώμην· πόσῳ μᾶλλον οἱ καὶ λίαν ἀπεχθῶς πρὸς ἡμᾶς διακείμενοι καὶ πάντα τρόπον ἐπιτίθεσθαι προαιρούμενοι. Φανερῶς οὖν μετὰ τῶν ἀποστατῶν καὶ δεσμωτῶν κατεκρίθημεν συντετάχθαι καὶ προσῆν τὸ καινοφωνίαν ἡμῖν ἐν τοῖς δόγμασιν ἐγκαλεῖν, ἐπειδὴ τὸ δι’ ὃ λέγειν ἀληθῶς ὑπέτρεχέ τις τοὺς κακοῦντας αἰδώς. Τούτοις θαρρήσαντες οἱ Βαρλααμῖται καὶ μᾶλλον τῶν ἄλλων ὁ μᾶλλον ἐκείνου μύστης καὶ διάδοχος καὶ ὀπαδὸς Ἀκίνδυνος ὑπέρχονται τὸν φλεγμαίνοντα καθ’ ἡμῶν, ἅτε μὴ συναινεῖν αἱρουμένων τῷ καιρῷ πατριάρχην, εὔνοιαν αὐτοὶ πρὸς αὐτόν τε καὶ τοὺς κρατοῦντας ὑποκρινόμενοι καὶ μισθοὺς ἁδρούς, τοὺς μὲν ἤδη προσάγοντες παρὰ τῆς δεῖνος, τοὺς δ’ ὑπισχνούμενοι, μόνον εἰ συμμαχήσει τούτοις καθ’ ἡμῶν, καιρὸν ἤδη λαβοῦσι χωρῆσαι καὶ τὴν ἧτταν ἀναπαλαίσασθαι.

Ὁ δὲ καθ’ ἡμῶν ὠργισμένος ἄγαν καὶ λημμάτων ἥττων οὐχ ἧττον, ὡς μικροῦ πάντες ἴσασιν, ὤν, μηδὲ τῶν προσενηνεγμένων ἀφέμενος καὶ προσοφείλειν ἔλεγε χάριν, εἰ πάντας σχοῖεν ἐκπολεμῶσαι πρὸς ἡμᾶς τοὺς ἀνθρώπους καὶ μάλιστα τοὺς ἐν τοῖς βασιλείοις αὐτοῖς, οὖ καὶ τὴν φρουρὰν ἡμῖν συνεσκεύασεν, ὡς ἀσφαλέστατος εἴη, καὶ πάντα ἦν αὐτοῖς οὖτος ὁ πάντων ἐπειλημμένος τῆς ἐξουσίας ἔξαρχος, σύμμαχος, μάρτυς τῶν ὑπ’ αὐτῶν λεγομένων, ὡς δῆθεν συνίστωρ καὶ ὡς ᾤετο ἀπαράγραπτος καὶ ἀπ’ αὐτῆς τῆς ἀξίας βεβαιωτής, ὡς κριτὴς καὶ τὸ κράτος ἐγκεχειρισμένος τῆς ἐκκλησίας, μεσίτης πρὸς τοὺς ἐν χερσὶν ἔχοντας τὰ σκῆπτρα τῆς βασιλείας, παρ’ ὧν καὶ προστάγματα ἐκομίσατο καὶ πάρεσχε τούτοις μετὰ τῶν ἑαυτοῦ καθ’ ἡμῶν ἐπιδεικνύναι γραμμάτων καὶ φόβῳ, τοὺς μὴ πειθομένους ἄλλως προσάγεσθαι. Ἀλλ’ οὐδὲ μέχρι τούτων τὰ καθ’ ἡμῶν, ἀλλὰ καὶ σύνοδοι, μᾶλλον δὲ προσχήματα συνεκροτοῦντο συνόδων, ἐν αἷς ἀπειλαὶ καὶ ἐπαγγελίαι καὶ δόσεις καὶ ἀφαιρέσεις καὶ πᾶν ὅ,τί ποτε δεινόν τε καὶ χρηστὸν οὐκ ἐλέγετο μόνον, ἀλλὰ καὶ ἐτελεῖτο παρὰ τοῦ λαχόντος τούτου τὴν προστασίαν τῆς ἐκκλησίας. Καὶ τὰ μὲν δεινὰ τοῖς ἡμῖν συνηγοροῦσιν ἐπῆν, τὰ δὲ δοκοῦντα χρηστὰ τοῖς καθ’ ἡμῶν ὁρμῶσι καὶ ἡμᾶς δυσφημοῦσιν.

Ὡς οὖν ἐνόμισαν ἤδη περιγενέσθαι καὶ πάντ’ ἤδη κατὰ νοῦν ἔχειν αὐτοῖς καὶ τὸν κολοφῶνα τῶν κακῶν ἐπιθεῖναι διενοοῦντο, μᾶλλον δὲ καὶ ἐπετίθεσαν ἤδη, κινεῖ τοὺς βασιλεύοντας ὁ τῶν βασιλευόντων θεός, ἐπεγείρει πρὸς ζῆλον ἄμαχον τοὺς ἐν τέλει πάντας, τοὺς μετ’ αὐτοὺς ἄρχοντας, τοὺς μετ’ ἐκείνους ὑπασπιστὰς καὶ δορυφόρους καὶ ὑπηρέτας καὶ ἁπλῶς πᾶν τάγμα βασιλικὸν καὶ πάντας τοὺς ἐνστρεφομένους τοῖς βασιλείοις, ἵνα τοὺς ἄλλους παραλίπω νῦν. Καὶ ἦν ὁρᾶν ἐξαισίως τοὺς καθ’ ἡμῶν ὠργισμένους βασιλεῖς, τρέψαντας ἐξαίφνης τὴν ὀργὴν κατὰ τῶν καθ’ ἡμῶν ὡρμημένων, τὴν μετ’ αὐτῶν καθ’ ἡμῶν ἀπεχθῶς διακειμένην σύγκλητον ὑπὲρ ἡμῶν καὶ βουλευομένην καὶ εἰς προὖπτον τὰς εὐβουλίας προάγουσαν καὶ οὐδὲν ἐῶσαν τῶν εἰς τοῦτο τεινόντων ἄπρακτον, τοὺς ἄλλους συναγωνιζομένους ἅπαντας καὶ πρὸς τὴν ὑπὲρ ἡμῶν ἅμιλλαν ἀλλήλους διερεθίζοντας· τὸ δὲ μεῖζον, ὅτι μηδὲ τῆς ἐμφυλίου στάσεώς πω ληξάσης, μᾶλλον δὲ καὶ ἀκμαζούσης, ἧς ἕνεκα καὶ πρὸς ἡμᾶς ἔσχον ἀηδῶς. Φέρε γάρ, εἴ τις δυσὶ μαχομένοις ἐπιστάς, δικαστὴν εἶναι τῶν παρ’ αὐτοῦ λεγομένων ἀξιοῖ τοῖν δυοῖν τὸν ἕτερον, κομίσαιτ’ ἂν ὁντινοῦν λόγον παρ’ αὐτοῦ, καὶ ταῦτα τῆς πρὸς τὸ ἀντικείμενον αὐτῷ διαμάχης ἐπικρατούσης; Εἰ δὲ καὶ αὐτὸς ὁ ζητῶν τὴν παρ’ ἐκείνου ψῆφον ἔχει τοὺς ἀντιλέγοντας, πόσῳ μᾶλλον δυσέφικτον τὸ ζητούμενον;

Εἰ δὲ καὶ ὑποπτεύοιτο παρ’ αὐτοῦ ὡς μὴ φιλίως πρὸς αὐτὸν διακείμενος, μᾶλλον δὲ πρὸς μὲν αὐτὸν ἀπεχθῶς, πρὸς δὲ τὸν ἀντικείμενον αὐτῷ φιλίως, ὁ δ’ ἀντιλέγων ἀντιστρόφως ἔχων, πῶς οὐχὶ καὶ παντελῶς ἀνέφικτον, εἰ μή τι καὶ πλέον;

Ἀλλ’ ὃ μηδὲ δυσὶν ἀνθρώποις μαχομένοις δυνατὸν ἦν, πρὶν ἀφεῖσθαι τῆς πρὸς ἀλλήλους μάχης, ἑτέρων, καὶ ταῦτα τῶν μὴ φίλων δοκούντων, ἐκθύμως ὑπεραγωνίζεσθαι, τοῦτο πεποίηκεν ὁ θεὸς δυνατὸν ἐν δήμοις καὶ στρατιώταις καὶ στρατηγοῖς καὶ τοπάρχαις, ἵνα παραστήσῃ τοῖς πᾶσι διὰ πάντων ἀήττητον οὖσαν τῆς ἀληθείας τὴν δύναμιν.