Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολὴ εἰς τὸ ῥητὸν τοῦ Μεγάλου Βασιλείου

Γρηγόριος Παλαμᾶς

Εισαγωγική κριτική και η ερμηνεία του χωρίου του Μεγάλου Βασιλείου

Επίκριση της θεολογικής μεθόδου του Γρηγορά, ανασκευή των κατηγοριών περί παραποίησης του Μεγάλου Βασιλείου και ανάλυση της σχέσης μεταξύ εννοιών, πραγμάτων και ονομάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 1 από 4

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΟΝ ΕΡΩΤΗΣΑΝΤΑ ΠΕΡΙ ΤΗΣ ΕΓΚΕΙΜΕΝΗΣ ΕΝ Τῼ ΣΥΝΟΔΙΚῼ ΤΟΜῼ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ ῬΗΣΕΩΣ ΚΑΙ ΠΑΡΑ ΤΟΥ ΓΡΗΓΟΡΑ ΣΥΚΟΦΑΝΤΟΥΜΕΝΗΣ ΩΣ ΜΗ ΓΝΗΣΙΑΣ Δεῖ καὶ ἀναγκαῖόν ἐστιν, ἀδελφέ, τοὺς παραδεδομένους ὑπὸ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας τῷ ἀναθέματι καὶ «τυφλοὺς ὁδηγοὺς εἶναι» κατὰ τὸ Χριστοῦ Εὐαγγέλιον, καὶ τοῦ «οὐαί» κληρονόμους, ὡς «τὴν κάμηλον καταπίνοντας τὸν δὲ κώνωπα διϋλίζοντας», οἷος σαφῶς ἐστι Γρηγορᾶς οὗτος, ὁ γρηγορῶν μὲν κατὰ τῆς εὐσεβείας, αὐτὴν δ’ ἐπ’ ἀληθείας οὐδ’ ὀνειροπολῆσαί ποτε δυνάμενος τὴν τῆς εὐσεβείας ἀλήθειαν· νῦν μὲν γὰρ ἐξ ὧν φρονεῖ καὶ συγγράφεται κτίσμα τὸν Θεὸν ποιῶν, νῦν δὲ ἀναιρῶν τελείως, εἶτα περὶ τῶν ἐν θεολογίᾳ λέξεων ἀκριβολογούμενος, οὐ δῆλός ἐστι τὰς μὲν καμήλους καταπίνων, διϋλίζων δὲ τὸν κώνωπα;

Ἀλλὰ γὰρ ὃ νῦν γράφων πρὸς ἐμὲ φῂς διατείνεσθαι τὸν τοιοῦτον μὴ ὡς ἐν τῷ Τόμῳ γεγραμμένον ἐστὶ κἀν τοῖς βιβλίοις εὑρίσκεσθαι «‘ὁ τετοκὼς βώλους δρόσου’ οὐχ ὁμοίως τάς τε βώλους καὶ τὸν υἱὸν ὑπεστήσατο», ἀλλ’ «ἐτεκνώσατο», ψευδὲς μέν ἐστιν αὐτό φημι τὸ παρ’ ἐκείνου διατεινόμενον, ἐπί τι δὲ τοῦτο αὐτὸ λέγω τὸ παρ’ αὐτοῦ γεγραμμένον, ὡς οὐχ οὕτως ἐν τοῖς βιβλίοις εὑρίσκεται. Τοιγαροῦν καὶ ἀληθὲς τοῦτο τὸν ἴσον τρόπον. Οὐκοῦν ἄμφω ἀληθές τε ἐστὶ καὶ ψευδές, ἀπροσδιορίστως νοούμενον. Τί οὖν; Ἆρα καὶ Γρηγορᾶς ἀληθής τέ ἐστι καὶ ψευδής; Οὔμενουν. Εἴθε γὰρ ἦν· ἦν γὰρ ἄν τι καὶ μετριάζων ἐν τῇ κακίᾳ· νῦν δὲ τελέως ἐστὶ κακὸς καὶ τὸ ψεῦδος μόνον λαλεῖ, καὶ τοῦτο διττῶς. Τὸ γὰρ καθόλου συνυπακούων αὐτὸς καὶ τοὺς ἄλλους κλέπτων ἅμα καὶ πείθων· «ἐν πᾶσι μέν φησι βιβλίοις εὑρίσκεσθαι τὸ ‘τεκνώσασθαι’», ὃ ψεῦδός ἐστι σαφῶς, «ἐν οὐδεμιᾷ δὲ πάλιν τὸ ‘ὑποστήσασθαι’», ψεῦδος δὲ πάλιν καὶ τοῦτο παραπλήσιον τῷ προτέρῳ. Καταψεύδεται τοιγαροῦν ὁ Γρηγορᾶς οὗτος τῶν βιβλίων διττῶς. Οὕτω γὰρ ἔχει τὸ ἀληθές· ὡς ἔν τισι μὲν τὸ «ὑποστήσασθαι» γεγραμμένον εὑρίσκεται, ἔν τισι δ’ ἄλλοις ἐστὶ τὸ «τεκνώσασθαι». Καὶ τοῦτο γὰρ εὐσεβῶς νοούμενον, καλῶς ἂν ἔχοι καὶ ὑγιῶς· πλὴν γὰρ τοῦ παρηλλάχθαι τῇ προφορᾷ, θἀτέρου διενήνοχεν ἥκιστα.

Ὁ γὰρ ὑποστησάμενος τὸ τεχθέν, τεκνωσάμενος ὑπεστήσατο πάντως· ἕλκει δ’ ἑκάτερον πρὸς εὐσεβῆ τὴν διάνοιαν τὸ «οὐχ ὁμοίως» μεταξὺ γεγραμμένον, διπλῆν ταύτην παρέχον καὶ τοῖς σημαινομένοις κατάλληλον πράγμασιν.

Ὁ δὲ Γρηγορᾶς νοῦν οὐκ ἔχει συνορᾶν ὡς σημαντικὰ μέν ἐστι τὰ ὀνόματα διανοίας, οὐκ αἴτια δὲ τῶν κατ’ αὐτὴν ἐπαινετῶν ἢ μεμπτέων οὐκοῦν καὶ τὴν αἰτίαν, ἣ τῆς μέμψεώς ἐστιν ὄνομα, τῇ διανοίᾳ προσήκειν, εἴπερ ἀδόκιμος, ἀλλ’ οὐχὶ τοῖς ῥήμασι· καὶ ταῦτα τοῖς δυναμένοις νοεῖσθαι πολλαχῶς· ἀλλ’ οὐδὲ τῶν πραγμάτων αἴτια τὰ ὀνόματα, τῶν δὲ ὀνομάτων μᾶλλον τὰ πράγματα. Τοιγαροῦν ὑπὸ τῶν πραγμάτων ἡ σημασία τῶν ὀνομάτων μετασκευάζεται, ἀλλ’ οὐχ ὑπὸ τῶν ὀνομάτων τὰ πράγματα. Οὐδὲ γὰρ τὸν Ἐζεκίαν κτίστην νομίσομεν ἀνθρώπων, λέγοντα, κατὰ τὴν ἱστορίαν, «ἀπὸ τοῦ νῦν παιδία ποιήσω, ἃ ἀναγγελεῖ τὴν δικαιοσύνην σου, Κύριε, τῆς σωτηρίας μου».