Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολὴ εἰς τὸ ῥητὸν τοῦ Μεγάλου Βασιλείου

Γρηγόριος Παλαμᾶς

Η εξέταση των χειρογράφων και η δημόσια απόρριψη του Γρηγορά

Περιγραφή της συγκέντρωσης και αντιβολής παλαιών χειρογράφων ενώπιον λογίων και κληρικών, και η συνακόλουθη δημόσια καταδίκη της διαστρεβλωτικής τακτικής του Γρηγορά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 4

Φλυαρία τοίνυν σαφὴς ἥ τε τῶν πάλαι καὶ τῶν νῦν κακοδόξων ὑπὲρ ὀνομάτων σπουδὴ καὶ ἀσθενὴς ἄγαν ἡ ἀπὸ τούτων πρὸς τοὺς τῇ εὐσεβείᾳ συνηγοροῦντας ἀντιπαράταξις. Ἀλλὰ γὰρ σκόπει τὴν συνείδησιν τοῦ ἀνδρὸς καὶ τὸ φιλοψευδὲς καὶ φιλολοίδορον ὅσον, καὶ ταῦτ’ ἐν τοῖς περὶ Θεοῦ καὶ τῶν θείων. Ἐπεὶ γὰρ ἄμφω γέγραπται, κἂν εἰ θατέρῳ κεχρημένοι διετελέσαμεν, οὐκ ἂν αὐτὸς ἀνῆκεν, ἡμῶν τε καὶ τῶν βιβλίων καταψευδόμενος, μᾶλλον δὲ τῶν μὲν βιβλίων μόνον καταψευδόμενος ἡμῶν δὲ καὶ ὡς παραχαραττόντων τὰς τῶν θεοφόρων ῥήσεις καταιτιώμενος. Ὅτι μὲν οὖν ἄμφω ταῦτ’ ἐν τοῖς βιβλίοις εὑρίσκεται, νῦν μὲν ἐμφανὲς ἐποιησάμην, ᾔδειν δὲ ἐκ πολλοῦ. Πῶς δὲ νῦν ἐποιησάμην ἐμφανές, ἐρῶ. Διελθών σου τὸ γράμμα, ὡς εἶδον περὶ τούτου διαλαμβάνον, συνειλέχθαι τὰς ἐν τῇ Θεσσαλονίκῃ τοῦ μεγάλου Βασιλείου Πρὸς Εὐνόμιον βίβλους προσέταξα, μάλιστα τὰς ἐκ παλαιοῦ γεγραμμένας. Συνειλεγμένων δέ, τὴν ῥῆσιν ζητήσας, ἐπεὶ ταῖς μὲν αὐτῶν τὸ «ὑπεστήσατο», ταῖς δ’ ἐγκείμενον ὑπῆρχε τὸ «ἐτεκνώσατο», συγκαλεσάμενος ἔπειτα τῶν ἐλλογίμων πολλούς, ἱερωμένους, μοναστὰς καὶ μιγάδας τό τε σὸν γράμμα διελθεῖν ἐπέτρεψα καὶ τὰς βίβλους ὑπέδειξα. Καὶ τί δεῖ λέγειν τὰ τῶν ἰδόντων; Δῆλα γὰρ κἂν ἡμεῖς μὴ λέγωμεν.

Συνῆν δὲ τούτοις καὶ τῶν λογίων ὁ πρῶτος καὶ τοῦ γενικοῦ λογοθέτης, ὅς, τοῦ θειοτάτου μεταπεμψαμένου βασιλέως, ἐντεῦθεν ἀπάρας, ὡς ὑμᾶς ἀφῖκται, τὴν ἐν τοῖς βιβλίοις ἀλήθειαν ὄψει παραλαβὼν καὶ μάρτυς αὐτῆς ἀπαράγραπτος ὑμῖν ἐσόμενος μετ’ οὐκ ὀλίγων ἑτέρων, οὐδὲ τῶν τυχόντων τῶν ἐντεῦθεν αὐτῷ συναποδεδημηκότων.

Οἵ γε μὴν ἐνδημοῦντες ἐνταῦθα καὶ αὐτὸ τὸ περὶ τῆς φωνῆς ταύτης σύγγραμμα τοῦ Γρηγορᾶ κατιδεῖν καὶ διελθεῖν ἐπόθουν. Ἥκει τις οὖν μετ’ οὐ πολὺ κομίζων αὐτὸ καὶ λέγων ὡς πολλῶν ὄντων τῶν κατὰ τοῦ Συνοδικοῦ Τόμου τῷ Γρηγορᾷ γεγραμμένων καὶ παρὰ πάντων ἐξελεγχομένων, οὐδὲν ὑγιὲς τῶν ἐν συνέσει τὰ τοῦ Τόμου σκοπούντων, καὶ μάλιστα τῶν ἐκμελετησάντων τὰ τοῦ Θεσσαλονίκης διὰ πλάτους περὶ πάντων συγγεγραμμένα.

Τοῦτο μόνον ἔστιν οἷς ἀπορεῖν ἔπεισι· πῶς, ὡς ὁ Γρηγορᾶς δείκνυσι, τὸ ῥητὸν τοῦτο παραπεποιημένον ἐν τῷ Συνοδικῷ Τόμῳ κεῖται; Πάλιν οὖν συγκροτεῖται σύλλογος ἀρίστων, πάλιν εἰς μέσον τὰ τοῦ μεγάλου βιβλία, πάλιν μετὰ χεῖρας ὁ συνᾴδων αὐτοῖς ἀναφανεὶς Συνοδικὸς Τόμος. Τούτων δὴ προκειμένων τὸ τοῦ Γρηγορᾶ κατ’ αὐτῶν, ὡς ἀληθῶς δὲ καθ’ ἑαυτοῦ, σύγγραμμα ἀναγινώσκεται παρρησίᾳ. Καὶ τί δεῖ λέγειν τὰ παρὰ τῶν ἐχόντων τὰς βίβλους ὑπ’ ὀφθαλμοὺς καὶ ἀκοαῖς οἰκείαις τηνικαῦτα δεχομένων τὴν παρὰ τοῦ Γρηγορᾶ πολυῤῥήμονα συκοφαντίαν καὶ βλασφημίαν; Πάντες ἐβόων, ἵνα συνελὼν εἴπω, τῆς εὐηθείας, τῆς μανίας, τῆς δυσσεβείας, ὡς δὲ καὶ ἐπιορκίας!

Εἶδον γραφόμενον τοὺς ὠμομοκότας οὐδέποτε, ὡς ἄρα μὴ δυναμένους ἄλλως ἐξαπατᾶν τοὺς ἀνθρώπους, «εἰ μὴ Θεόν, ὡς αὐτός φησιν, ἐπιορκήσειαν». Καὶ ταῦτα αὐτὸς ὤν, ὡς πάρεστιν ὁρᾶν ἐν τοῖς αὐτοῦ συγγράμμασιν, ὁ πολλάκις ὀμνύων καὶ ψευδορκῶν, μηδενὸς ἀναγκάζοντος. Ὡς καὶ ταῦτ’ εἶδον ἡ τῶν συνειλεγμένων ὁμήγυρις, ὄντως «ὄψις» ἔλεγον «αὐτῷ πόρνης γέγονεν, ὄντως ἀπηναισχύντηκε» κατ’ αὐτὰς ὁ τάλας, αἷς ἴδιον τὸ οἰκεῖον ὄνομα ταῖς σωφρονούσαις προστρίβεσθαι.

Ὡς δὲ καὶ πολλὰ μὲν παρ’ αὐτοῦ τὰ προτεθέντα τῶν ζητουμένων ἑώρων, ὧν πρὸς ἕκαστον ὁ Τόμος, ἰδίως τὰς πίστεις ἀποδιδοὺς ἑωρᾶτο, αὐτὸς δὲ πολλοστὸν μιᾶς ἀποσπάσας καὶ τούτου πολυτρόπως καταψευσάμενος καὶ κακουργήσας πολυειδῶς, εἶθ’ ὡς μόνον τοῦτο πρὸς ἐκεῖνα τὰ ζητούμενα πάντα προαχθέν, ἀκαταλλήλως προὐβάλλετο καὶ συκοφαντῶν, εἶτ’ ἀπηγόρευε πρὸς τὸ δοκοῦν τοῦ ἀτοπήματος μέγεθος καὶ ζῆλον ἔχων διὰ πολλῶν μὴ κατ’ ἐπίγνωσιν ἐπεδείκνυτο, κατὰ τὸν Καϊάφαν ἐκεῖνον, οἷον καὶ διαρρηγνὺς αὐτοῦ τὰ ἱμάτια, καὶ τοῦ συκοφαντουμένου καταβοῶν οὐδὲν μέτριον, ὄντως ὁ ἄνθρωπος οὗτος, ἔφησαν, πολλὰ μὲν καὶ ποικίλα φθέγγεται, ἀληθὲς δὲ καὶ πιστὸν καὶ εὐσεβὲς οὐδέν· καὶ ὄντως κρείσσων, κατὰ τὸ Σολομώντειον ἔπος, «ἐν ἁπλότητι πορευόμενος ἄνθρωπος», εἰ δὲ βούλει, καὶ συγγραφόμενος ὑπὲρ στρεβλόχειλον ἄφρονα, τὸν πολὺ τὸ ψεῦδος συμμιγὲς ἀνοίᾳ καὶ δυσσεβείᾳ προφέροντα.