Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολὴ εἰς τὸ ῥητὸν τοῦ Μεγάλου Βασιλείου

Γρηγόριος Παλαμᾶς

Υπεράσπιση του ακτίστου φωτός και καταδίκη των κακοδοξιών

Αντιπαραβολή της παραδοσιακής διδασκαλίας περί του ακτίστου φωτός της Μεταμορφώσεως προς τις απόψεις του Γρηγορά και επικύρωση του δίκαιου αποκλεισμού του από την Εκκλησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 3 από 4

Τίς γὰρ ἀλιτήριος, τίς ἀσεβής, τίς ἀπαίδευτος καὶ ἀνίερος; Γρηγορᾶς οὗτος, καθάπερ τις κριτής, μᾶλλον δὲ τύραννος, προκαθήμενος, καὶ τὰ μὲν τῶν τοῖς ἁγίοις γεγραμμένων ἐγκρίνων, τὰ δὲ ἐκβάλλων μετὰ πολλῆς ἐξουσίας καὶ εἰς ἀντιπάλους μοίρας ἀνθιστὰς τὰ ὁμόλογα καὶ τῶν ὑπ’ αὐτοῦ προκεκριμένων τὴν διάνοιαν, οἱονεὶ παντοδαπῶς στρεβλῶν καὶ μεθέλκων καὶ βιαζόμενος εἰς τὸ δεῖξαι τὸ ἀΐδιον φῶς τῆς θεότητος μηδὲν ὂν καὶ διανοίας ἀνάπλασμα καὶ ὄνομα μόνον, τῷ πληγέντι ἀέρι συνδιαλυόμενον, ὁμοῦ δὲ καὶ εἰς κτίσμα Θεοῦ τελοῦν, ὃ καὶ πρὸς ἑαυτὸ τελέως ἐστὶν ἀσύστατον. Πῶς γὰρ κτίσμα Θεοῦ τὸ μηδὲν ὂν καὶ ὄνομα μόνον καὶ διανοίας ἀνάπλασμα; Τίς οὖν ἀσεβὴς καὶ τῶν παραδεδομένων ἀποστερητὴς λέξεων; Γρηγορᾶς οὗτος ἢ Γρηγόριος ὁ τῆς κατὰ Θεσσαλονίκην ἱερᾶς Ἐκκλησίας πρόεδρος, πάντα στέργων τὰ γεγραμμένα καὶ πρὸς ἄλληλα δεικνὺς αὐτὰ συνῳδά τε καὶ φίλια εἰς τὸ δεῖξαι ἄκτιστον οὖσαν τὴν τοῦ Θεοῦ λαμπρότητα, περὶ ἧς φησι Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος, «εἰς τοῦτό με φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας, λαμπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν, ἀξίαν τοῦ καὶ συνδήσαντος καὶ λύσοντος καὶ αὖθις συνδήσοντος ὑψηλότερον τὸ φῶς τῆς ἐν Θαβὼρ τοῦ Κυρίου μεταμορφώσεως»; Δι’ ὅ φησι Μάξιμος ὁ τὰ θεῖα πολὺς «αὐτὸν ἑαυτοῦ σύμβολον ἐπὶ τοῦ ὄρους γενέσθαι τὸν Κύριον».

Οὐ γὰρ αὐτό τι ἑαυτοῦ σύμβολον γίνεται τὸ δ’ ἀλλοτρίου φωτὸς δεικνύμενον, τὴν δόξαν καὶ τὸ φῶς τοῦ μέλλοντος αἰῶνος, ἡνίκα οὐκ ἀέρος, οὐ τόπου, οὐ φωτὸς ἡμῖν κτιστοῦ χρεία καὶ τῶν τοιούτων, ἀλλ’ ἀντὶ πάντων ἡμῖν ἔσται ὁ Θεός, κατὰ τὸν ἀπόστολον, καὶ κατὰ τὴν Ἰωάννου Ἀποκάλυψιν «φωτὸς λύχνου καὶ φωτὸς ἡλίου χρείαν οὐχ ἕξομεν· ὁ γὰρ Θεὸς φωτίσει ἐφ’ ἡμᾶς καὶ νὺξ οὐκ ἔσται ἔτι».

Ἐπεὶ δὲ καὶ κλαίειν ἤκουσαν διατεινομένου τοῦ κατὰ σάρκα τούτου σοφοῦ Γρηγορᾶ καὶ τὸ ἄνθος τῶν αὐτοῦ λόγων ὑπὸ τῆς λύπης μαραίνεσθαι φάσκοντος, ἐπὶ τῇ, καθάπερ αὐτός φησι, κρεουργηθείσῃ ταύτῃ φωνῇ, κατὰ τὴν Ραχὴλ κλαίουσαν, ὑφ’ Ἡρώδου κρεουργηθέντα τὰ τέκνα, ἔτι δὲ καὶ τὰς αὐτοῦ Θούλας καὶ τὰς Ταπροβάνας καὶ τοὺς Αἰθίοπας τῶν ληρημάτων καὶ τῶν ἀλλοκότων καὶ παντάπασιν ἀκαταλλήλων παραδειγμάτων, εἶπον. Αὐτὸς γὰρ ἀκρεούργητον εὗρεν, ὥς φησιν, ἐν τοῖς βιβλίοις τὴν ῥῆσιν. Ἆρ’ οὖν οἴκοι κἀκείνη τοὺς παῖδας εὑροῦσα ζῶντας, εἶτ’ ἐπωδύρετο; Ἆρα δὲ καὶ τοσοῦτο τοῦτο τῶν λέξων τὸ διάφορον, ἃς πολλαχοῦ πᾶς τις ἂν ἴδοι τῶν ἐπιέναι τὰς Γραφὰς δυναμένων ἐπὶ τοῦ αὐτοῦ φερομένας; Τάς γε μὴν κατὰ τοῦ Τόμου καὶ τῶν συγγραψαμένων αὐτὸν κωμῳδίας καὶ βλασφημίας κατ’ αὐτοῦ συγγεγραφέναι τοῦ μεγάλου Βασιλείου τὸν Γρηγορᾶν ἀπεφήναντο, καὶ κατ’ αὐτῆς αὐτοῦ τῆς φωνῆς, ἣν αὐτὸς ὁ Γρηγορᾶς ὑποκρίνεται στέργειν. Ἐπεὶ γὰρ ἡ παρ’ αὐτοῦ κακιζομένη λέξις, ὡς ἰσοδυναμοῦσα τῇ μὴ κακιζομένῃ, κἀν τοῖς βιβλίοις ἔστιν οἷς εὑρίσκεται (τοῦτο γὰρ ἄν τις ἴδοι κἀπὶ πολλῶν ἄλλων τῶν ἰσοδυνάμων γινόμενον), διὸ καὶ παρασημειούμεθα· «γράφεται καὶ οὕτως ἐν ταῖς σελίσι τῶν βιβλίων, ἐκτὸς παραγράφοντες· ὁ τὴν ἑτέραν τῶν ἰσοδυνάμων ἀποτροπαίαν ἀποφηνάμενος καὶ βλάσφημον καὶ κατάκριτον καὶ τῆς ἑτέρας οὐδὲν ἧττον ἅπτεται».

Δικαίως οὖν μιᾷ φωνῇ πάντες ἔλεγον, οἱ συνειλεγμένοι δικαίως, ὁ μωρόσοφος Γρηγορᾶς οὗτος τοῦ τῶν ὀρθοδόξων πληρώματος ἀποκέκοπται καὶ τῶν τῆς ἱερᾶς Ἐκκλησίας ἀπελήλαται περιβόλων καὶ ἀναθέματι αἰωνίῳ καθυποβέβληται.