Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Ἐπιστολὴ εἰς τὸ ῥητὸν τοῦ Μεγάλου Βασιλείου

Γρηγόριος Παλαμᾶς

Θεολογική θεμελίωση και ισχύς του Συνοδικού Τόμου

Αιτιολόγηση της ορολογίας του Συνοδικού Τόμου ως ορθόδοξης απάντησης στις παρερμηνείες των θείων ενεργειών και διακήρυξη της ακλόνητης ισχύος του έναντι των επιθέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 4 από 4

Ἀλλὰ πῶς ἀμφοτέρων, περὶ ὧν ὁ λόγος ἐν τοῖς τοῦ μεγάλου βιβλίοις εὑρισκομένων, ἐν τῷ Τόμῳ γεγράφθαι προκέκριται τὸ «ὑπεστήσατο», καίτοι μηδὲ θάτερον ἀγνοούμενον; Ἡ μὲν θεοσοφία τῶν συγγραψαμένων πατέρων (οὐκ ἐμὸς γὰρ ἁπλῶς ὁ Τόμος, ἀλλὰ τῆς μεγάλης ἐκείνης συνόδου, μᾶλλον δὲ τῶν πολλῶν καὶ μεγάλων συνόδων ἐστὶν ἀποτέλεσμα), φαῖεν μὲν οὖν ἂν ἐκεῖνοι καί τι βαθύτερόν τε καὶ ὑψηλότερον. Ἐγὼ δὲ διὰ τοῦτο μάλιστα συνεθέμην τῷ γεγραμμένῳ, διότι τὸ ἑξῆς ἐκεῖ κείμενον τοῦ μεγάλου Βασιλείου καὶ αὐτὸ ὑπάρχον ῥητὸν τῇ πρὸ αὐτοῦ ταύτῃ συμμαρτυρεῖ φωνῇ, δι’ ἧς Γρηγορᾶς οὗτος καὶ οἱ προκαθηγησάμενοι τούτῳ τῆς πλάνης ἐλέγχονται κακῶς ἐκ τῶν ὀνομάτων τὰς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος κοινὰς καὶ φυσικὰς ἐνεργείας εἰς κτίσμα παραγνωρίζοντες, ὡς μηδὲ γρύξαι τολμᾶν.

Αὐτὸς δὲ παραπλήσια πράττει, ὡσπερανεὶ βελῶν δύο κατὰ τῶν μεταφρένων ἐνεχθέντων αὐτῷ καὶ τοῦ μὲν διατεμόντος τὰ σπλάγχνα καὶ τοῦ στέρνου διεκπεσόντος, τοῦ δὲ αὐτοῦ που τοῖς σπλάγχνοις ἐμπεπηγότος, κείμενος αὐτὸς καὶ τὰ λοίσθια πνέων, ᾐτιᾶτο θάτερον βέλος, ὡς μὴ τομώτατον, οὕτως ἐλεεινῶς ἔχει τῆς ἀναισθησίας οὐχ ἧττον, ἢ τοῦ τοσούτου πτώματος. Σὺ δὲ μνήσθητι τῆς Ἐπιστολῆς τοῦ μεγάλου Λέοντος, ἥτις ὡς εὐσεβείας στήλη περιφανὴς παρὰ τῶν ἱερῶν Συνόδων ἀνεκηρύχθη τε καὶ κηρύττεται, τέσσαρσι δὲ πρὸς τοῖς δέκα λόγοις ὑπὸ Σεβήρου καὶ Τιμοθέου τῶν αἱρετικῶν ἀνεσκεύασται. Καὶ τῶν προσβαλόντων πεσόντων, αὕτη μένει τὸ παράπαν ἀκράδαντος.

Καὶ μηδέν σε τῶν δοκούντων ἀντεπιφέρεσθαι τῷ Συνοδικῷ Τόμῳ πτοείτω· τεμεῖ γὰρ ἀπὸ Θεοῦ τελέως, καθάπερ καὶ νῦν τέμνει τοὺς ἀντιθέτους εἰς τέλος, αὐτὸς μένων ἄτμητος.