Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Εὐχαί

Γρηγόριος Παλαμᾶς

Α΄ Ευχή ενώπιον των βασιλέων

Δοξολογική αναφορά στη μεγαλοσύνη του Θεού και ικεσίες υπέρ της προστασίας, της πολιτικής ευστάθειας και της ενίσχυσης των βασιλέων της αυτοκρατορίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 1 από 4

<ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΠΑΛΑΜΑ> Αʹ ΕΥΧΗ ΗΝ ΜΕΤΑ ΤΗΝ ΧΕΙΡΟΤΟΝΙΑΝ ΟΦΘΕΙΣ ΤΟΙΣ ΒΑΣΙΛΕΥΣΙ ΣΥΝΗΘΩΣ ΗΥΞΑΤΟ Ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, οὗ τὸ κράτος ἄναρχον καὶ ἡ δόξα ἀτελεύτητος, οὗ ἡ βασιλεία βασιλεία αἰώνιος, καὶ βασιλεῖ ἑτέρῳ οὐχ ὑπολειφθήσεται, δι’ οὗ βασιλεῖς βασιλεύουσι καὶ ἄρχοντες κρατοῦσι γῆς, ὁ καὶ τῶν ἐν οὐρανοῖς νοερῶν Ἐξουσιῶν τε καὶ Κυριοτήτων καὶ Δυνάμεων, Ἀρχῶν τε καὶ Ἀρχαγγέλων καὶ Ἀγγέλων καὶ τῶν ὑπὲρ τούτους ὑψηλῶν καὶ ἐπηρμένων Θρόνων, Χερουβίμ τε καὶ Σεραφίμ, δεσπόζων αἰωνίως, οἷς πρώτοις κατὰ μέθεξιν καὶ τὴν ὑπερκόσμιον ἱεραρχίαν καὶ τὸ βασίλειον ὕψος δωρησάμενος ὑπηρέτας ἀκαμάτους καὶ ὑμνολόγους ἀσιγήτους ἔστησας τῆς σῆς ἀνυπερβλήτου μεγαλειότητος· ὁ δι’ ἀνείκαστον φιλανθρωπίας πέλαγος καὶ ἐπὶ γῆς ὕστερον ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστραφεὶς ὡς ἄνθρωπος, ἵνα καὶ τὸ σὸν ἐπὶ γῆς ἀνασώσῃς πλάσμα καὶ πρὸς οὐρανὸν ἀνελκύσῃς καὶ ἀπὸ τῆς γῆς τὸ ἄνω πληρώσῃς βασίλειον· ὁ προσαγαγὼν σεαυτὸν ἱερεῖον ἄμωμον ὑπὲρ ἡμῶν, καὶ διὰ τῆς αὐτουργοῦ καὶ ἀπορρήτου ταύτης ἱεροτελεστίας κατακτησάμενος σεαυτῷ, λόγοις, ἔργοις, παθήμασιν οἰκείοις, λαὸν περιούσιον, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, ὑπὲρ οὗ καὶ τοῦ ᾅδου κατισχύσας καὶ τοῦ θανάτου βασιλεύσας μόνος πρέπων ἡμῖν ἀρχιερεὺς καὶ βασιλεὺς ἀνῆλθες, ὡς μόνος ὢν ὡς ἀληθῶς ποιμὴν καὶ ἐπίσκοπος τῶν ἡμετέρων σωμάτων καὶ ψυχῶν, καὶ μόνος ὄντως ὅσιος, ἄκακος, ἀμίαντος, καὶ κατὰ τὸ ἀνθρώπινον, διὸ καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ἐκεῖθεν ἐν ὑψηλοῖς καθήμενος πανσόφῳ προνοίᾳ διοικεῖς τὰ πάντα, λόγοις ἀρρήτοις, οἷς αὐτὸς ἐπίστασαι μόνος, ἀρχῶν καὶ ἐξουσιῶν καὶ ἀξιωμάτων ὅρια τιθεὶς καὶ μετατιθείς· ὁ καὶ ἐμὲ τὸν ἐν ἐσχατιᾷ κείμενον ὡς ἱκανότητος πάσης ἐνδεᾶ κρίμασιν οἷς οἶδας εἰς τὴν τῆς ἀρχιερωσύνης καλέσας περιωπὴν καὶ δεήσεις ἀπὸ ταύτης ἀναπέμπειν σοι καταξιώσας·

Σὺ αὐτός, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ὁ πατὴρ τῶν οἰκτιρμῶν, ὁ δοτὴρ τῶν ἀγαθῶν, ἔπιδε ἐξ ὕψους ἁγίου σου καὶ τὰς ἐμὰς ἱκεσίας ἵλεως πρόσδεξαι προσαγομένας σοι νῦν ὑπὲρ τῶν σὲ μόνον εἰδότων ἀληθῆ Θεὸν καὶ σοὶ μόνῳ διὰ βίου προσανεχόντων βασιλέων ἡμῶν, οὓς αὐτὸς ἐδικαίωσας βασιλεύειν τοῦ σοῦ λάχους καὶ τῆς ἐπὶ γῆς ἐκκλησίας σου. Δὸς αὐτοῖς καὶ λέγειν καὶ πράττειν πᾶν ὅ, τι σοὶ μὲν εὐάρεστον, αὐτοῖς δὲ σωτήριον.

Ἔγγραψον εἰς τὴν διάνοιαν αὐτῶν πᾶν ἀγαθὸν καὶ λυσιτελὲς τῷ ἐπωνύμῳ σου παντὶ λαῷ, καὶ εἰς ἔργον ἄγειν ἐνίσχυσον. Γενοῦ αὐτοῖς θεμέλιος, ἕδραν παρεχόμενος βεβαίαν τῶν τῆς εὐσεβείας ἀσφαλῶν δογμάτων. Ἐποικοδομεῖν παράσχου τούτοις τὴν τῶν σῶν δικαιωμάτων φυλακήν. Περίθες αὐτοῖς τὴν πανοπλίαν τῆς σῆς βοηθείας· παρεμβολῇ ἀγγέλων ἁγίων σου περιχαράκωσον αὐτούς· ὅπλῳ εὐδοκίας περίφραξον αὐτούς. Σὺ γὰρ αὐτοὺς προασπιστὰς τῆς ἐκκλησίας ἔστησας, προστάτας τῆς σῆς κληρονομίας, φύλακάς τε τῆς ἡμῶν πρὸς σὲ πίστεως καὶ τῆς πρὸς ἀλλήλους ὁμονοίας σὺν ἀλλήλοις χορηγούς· τῇ γὰρ τούτων συνόδῳ οὐκ ἔκλειψις, οὐκ ἐπισκίασις, οὐ σύγχυσίς τις, ἀλλὰ φῶς γαλήνης ἐπέλαμψεν ἡμῖν καὶ χάρις εἰρηνόδωρος ἐπὶ τὸ γένος ἡμῶν ἐχέθη.

Δὸς οὖν αὐτοῖς ἐν μιᾷ καρδίᾳ παρ’ ἀλλήλοις κεῖσθαι καὶ ἐν ἀλλήλοις ἀγάπης ἀρρήκτοις συνδουμένοις ἅμμασι, καὶ οὕτω πρὸς σὲ βλέπειν καὶ τὸν σὸν λαὸν λυσιτελῶς διευθύνειν, ὃν αὐτοῖς ἐνεπίστευσας, χρίσας αὐτοὺς τῷ χρίσματί σου τῷ ἁγίῳ, καὶ βασιλικῷ στέφει καὶ διαδήματι κατακοσμήσας αὐτούς· ὅτι σοὶ καὶ τῷ σῷ πανσθενεῖ πατρὶ καὶ πνεύματι θαρροῦντες οὗτοι, καὶ τοῖς ἐξ ὁμοφύλων ἐπηρεασταῖς τῆς εὐσεβείας καὶ τοῖς ἐξ ἀλλοφύλων ἐπηρεασταῖς τοῦ γένους τῶν Ῥωμαίων ὁσημέραι πολεμοῦσιν.

Ἐπιλαβοῦ τοίνυν καὶ αὐτὸς ὅπλου καὶ θυρεοῦ κατὰ τὸ ψαλμικὸν καὶ ἀνάστηθι εἰς τὴν βοήθειαν αὐτῶν. Ἐνίσχυσον αὐτῶν τὸν βραχίονα, ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν ἀντιταττομένων αὐτοῖς. Σκέπασον αὐτοὺς ἐν ἡμέρᾳ πολέμου τῇ παναλκεῖ σου δεξιᾷ, φρουρῶν αὐτῶν πᾶσαν εἴσοδόν τε καὶ ἔξοδον, οἴκοι τε τὸ βασίλειον εἰρηνικὸν αὐτοῖς δωρούμενος, τοὺς ἐν τέλει καὶ ἀξιώμασι φίλτρῳ δικαίῳ καὶ ἀναγκαίῳ τῷ πρὸς αὐτοὺς ἐποφειλομένῳ δουλαγώγησον ἅπαντας, καὶ τὰς τοῦ ὑπηκόου παντὸς ὁρμὰς ῥύθμισον καὶ παιδαγώγησον, ὁμογνωμοσύνην βραβεύων ἅπασιν ἐν τῷ πειθαρχεῖν τοῖς ὑπὸ σοῦ τὸ βασιλεύειν λαχοῦσι.

Δὸς πᾶσι συνορᾶν, ὡς παραβάτης ἐστὶ τῶν ἐπὶ σοῦ συνθηκῶν ὁ μὴ τὴν πίστιν φυλάττων ἀκράδαντον τοῖς ὑπὸ σοῦ βασιλεύειν δικαιωθεῖσιν· οὕτω γὰρ δεσμοῖς εὐνοίας καὶ θείου φόβου συνεχόμενοι πάντες τάξιν ἕκαστος στέργει τὴν ἑαυτοῦ, δι’ ἧς εἰρήνη βαθεῖα χορηγεῖται τοῖς πλήθεσι. Καὶ τὸ μὲν ὑπήκοον οὕτω ῥυθμίζων ἅπαν καὶ καταστορεννύς, τῶν δὲ φιλοπολέμων ἐθνῶν θραύων καὶ διασκεδάζων τὰς βουλὰς καὶ τὰς ἀτάκτους ὁρμάς, καὶ χειρὶ κρυφίᾳ τὰς δυναστείας αὐτῶν καταπολεμῶν, γενοῦ βοηθὸς εἰς σωτηρίαν τοῖς βασιλεῦσιν ἡμῶν καὶ τῇ σῇ συμμαχίᾳ δεῖξον ἀμάχους καὶ τοῖς πᾶσιν ἀηττήτους αὐτούς.

Ὡς στέφανον ἐκ λίθων τιμίων περιέθηκας ἐπὶ τὴν κεφαλὴν αὐτῶν, οὕτω στεφάνῳ νίκης ἀνάδησον αὐτοῖς τὸν βίον ἅπαντα, ἡμέρας ἐφ’ ἡμέρας προστιθεὶς αὐτοῖς· καὶ δὸς ἡμῖν ἐμπανηγυρίζειν τοῖς συνεχέσι κατ’ ἐχθρῶν τροπαίοις καὶ χαριστηρίους ᾠδὰς διηνεκεῖς ὑπὲρ τούτων εἰς τὸ σὸν κράτος ἀναπέμπειν καὶ τὴν σὴν ἀήττητον δυναστείαν. Ναὶ δή, βασιλεῦ οὐράνιε καὶ αἰώνιε, συνεκλάμποντας δεῖξον τοὺς ἡμετέρους ἐπὶ πλεῖστον βασιλεῖς, ὡς φωστῆρας ἐπὶ γῆς ζωῆς ἐπέχοντας λόγον καὶ τῆς εὐημερίας ἐξάρχοντας τοῦ τῶν Ῥωμαίων γένους, καὶ ταῖς ἀπ’ αὐτῶν εἰς τὸ ἑξῆς διαδοχαῖς τοῦ βασιλείου γένους τὴν σὴν ἀίδιον, ἐφ’ ὅσον ἔξεστιν, εἰκονίζοντας βασιλείαν. Ἐπὶ πᾶσι τῆς ζωῆς αὐτοῖς τὴν ἀναγκαίαν λῆξιν μετάθεσιν ποίησον ἐπὶ ζωήν, ἀπὸ τῆς ἐπικήρου ταύτης πρὸς τὴν ἀκήρατον καὶ ἀΐδιον μεταβιβάζων, ἀπὸ δόξης εἰς δόξαν τὴν ἄληκτόν τε καὶ ἀνεκλάλητον, ἀπὸ βασιλείας εἰς βασιλείαν τὴν ἀδιάδοχον καὶ ἀθάνατον, πρεσβείαις τῆς πανυπεράγνου δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων τῶν ἀπ’ αἰῶνός σοι εὐαρεστησάντων. Ἀμήν.