Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Ἀκινδυνιστῶν

Γρηγόριος Παλαμᾶς

Η ακινδυνιανή παρερμηνεία και η ζωοποιός ενέργεια του Υιού

Ανασκευή της παρερμηνείας πατερικών χωρίων από τους αντιλέγοντες και απόδειξη ότι η παρεχόμενη ζωή αποτελεί φυσική ενέργεια, διακριτή από την αμέθεκτη θεία ουσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 1 από 3

Ῥῆσις ἐκ τῶν Θησαυρῶν τοῦ ἁγίου Κυρίλλου· κεῖται δὲ παρακεχαραγμένη, καθάπερ αὐτὴν οἱ Ἀκινδυνιανοὶ προήνεγκαν, κατασκευάζοντες ἐκ ταύτης μηδὲν διαφέρειν τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν· Εἰ ἔχειν ἐν ἑαυτῷ ζωὴν λέγεται ὁ πατήρ, ἕτερόν τί ἐστιν αὐτὸς παρὰ τὴν ἐν αὐτῷ ζωήν; διπλόη τις ὥσπερ καὶ σύνθεσις περὶ αὐτὸν νοηθήσεται. πῶς οὖν ἁπλοῦς καὶ ἀσύνθετος κατ’ οὐσίαν ὁ θεός; ἀλλὰ τοῦτο ἄτοπον. ζωὴ ἄρα ἣν ὁ πατὴρ ἔχει ἐν ἑαυτῷ οὐχ ἑτέρα τίς ἐστι παρὰ τὸν υἱόν· καὶ πάλιν, ἡ ἐν υἱῷ ζωὴ οὐχ ἑτέρα τίς ἐστι παρὰ τὸν πατέρα, καὶ ἀληθεύει ὁ λέγων, «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.» Τοῦ σοφωτάτου καὶ πανιερωτάτου καὶ ὑπερτίμου ἀρχιερέως Θεσσαλονίκης κυροῦ Γρηγορίου τοῦ Παλαμᾶ· Πρὸς τὸν παρὰ τῶν Ἀκινδυνιανῶν λαβόντα τὴν ῥῆσιν ταύτην καὶ πρὸς αὐτὸν ἀποστείλαντα.

Ἀντιλέγων ὁ θεῖος Κύριλλος τοῖς λέγουσιν, ὅτι ὁ υἱὸς οὐκ ἔστιν ὅμοιος τῷ πατρί, ἀλλὰ καὶ μετὰ τὸν πατέρα ἐστίν, ὡς οὐχὶ κατὰ φύσιν, ἀλλ’ ἐπείσακτον καὶ κατὰ μετοχὴν καὶ κατὰ προσθήκην ἔχων τὸ ζῇν καὶ τὴν ζωήν, καὶ ὡς λαμβάνων καὶ δεχόμενος ταύτην παρὰ τοῦ πατρός, κατὰ τὸ γεγραμμένον· ὥσπερ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· τοῖς οὖν τὸ εὐαγγελικὸν τοῦτο νοοῦσιν οὕτω δυσσεβῶς ἀντιλέγων ὁ θεῖος Κύριλλος· ἐπεὶ ζωὴ μὲν ὁ θεὸς καὶ κατὰ τὴν ἐνέργειαν λέγεται, ὡς ζωοποιῶν τὰ ζῶντα· αὐτὸς γάρ ἐστιν ἡ ζωὴ τῶν κατὰ φύσιν ζώντων, ὡς τῆς φύσεως κτίστης, ἀλλὰ καὶ τῶν θείως ζώντων, ὡς χορηγὸς τῆς χάριτος. λέγεται δὲ καὶ ζωὴ αὐτὸς καθ’ ἑαυτόν, οὐ πρὸς ἕτερον, ἀλλ’ ἀφέτως τε καὶ ἀπολελυμένως πάντῃ. θέλων ὁ θεῖος Κύριλλος δεῖξαι ὅτι ὁ υἱὸς οὐδὲν καθ’ ἑκάτερον τούτων διαφέρει τοῦ πατρὸς καὶ ὅτι τὸ παρὰ τοῦ πατρὸς δέχεσθαί τι τὸν υἱὸν οὐ μετὰ τὸν πατέρα δείκνυσιν εἶναι τὴν οὐσίαν τοῦ υἱοῦ, πολλὰ πρὸς ἕκαστον τούτων συνεγράψατο· ἅπερ οἱ ἐκπεσόντες δικαίως τοῦ τῆς διακρίσεως πνεύματος, ὡς ἀθετήσαντες τὴν τῆς θείας οὐσίας καὶ ἐνεργείας διάκρισιν ἀδιακρίτως ὁρῶντες, κακῶς συμφύρουσιν.

ἡμεῖς δέ σοι ζητοῦντι νῦν, ὡς ἐν ἐπιτόμῳ κατὰ τὸ ἐγχωροῦν τῷ φωτὶ τῆς διακρίσεως ἰδίᾳ κείμενον, φανερώσομεν ἕκαστον, καὶ τὸ δυσσεβὲς τῶν ἐξ ἀδιακρίτου ζόφου πρὸς ἡμᾶς ἀντιλεγόντων ἀπελέγξομεν.

Πρὸς μὲν οὖν τὸ τελευταῖόν φησιν ὁ θεῖος Κύριλλος· οὐκ ἐν τῷ δέχεσθαί τι τὸ εἶναι ἔχει, ἀλλ’ ὂν δέχεταί τι. καὶ συμπεραίνων ἐπάγει· οὐκοῦν οὐ τὸ λαβεῖν τι παρὰ τοῦ πατρὸς ἀναγκάσει δεύτερον εἶναι τῷ χρόνῳ κατ’ οὐσίαν τὸν υἱόν· τὴν ζωὴν ἐνταῦθα, ἣν ἔχει ὁ πατὴρ καὶ ἣν ὁ υἱὸς παρὰ τοῦ πατρὸς λαμβάνει, μὴ εἶναι τὴν οὐσίαν ἐκδεχόμενος. κατασκευάζων μὲν οὖν, ὅτι κατὰ τὴν οὐσίαν οὐ χρόνῳ δεύτερος ὁ υἱὸς τοῦ πατρὸς ἐκ τοῦ λαμβάνειν δείκνυται, καὶ ἕτερα παραπλήσια προσεξεῦρεν ἐπιχειρήματα. δεικνὺς δέ, ὡς εἰ καὶ πρὸς τὰ ζῶντα λέγεται ζωὴ ὁ υἱὸς κατ’ ἐνέργειαν, ὡς ζωοποιῶν αὐτὰ καὶ ζωὴ καλούμενος αὐτῶν, οὐδὲ κατὰ τοῦτό ἐστιν ἀνόμοιος τῷ πατρί, ἀλλὰ κατὰ φύσιν ἔχει τὸ ζωὴ εἶναι τούτων καὶ ζωοποιεῖν αὐτὰ καθὰ καὶ ὁ πατήρ, γράφει προϊών· εἰ μὴ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ υἱός, πῶς ἐπαληθεύσει λέγων· «ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον·» καὶ πάλιν, «τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς ἀκούει φωνῆς, κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον·» καὶ μετά τινα, ὡς φύσει προσοῦσαν αὐτῷ τὴν ζωὴν καὶ ὡς οὐσιωδῶς ὑπάρχουσαν ἐν αὐτῷ δώσειν τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπαγγέλλεται, πῶς οὖν ἐνδέχεται νοεῖν οὐκ ἔχοντα τὸν υἱὸν εἰληφέναι δὲ ταύτην παρὰ τοῦ πατρός;

ποῦ εἰσιν οἱ φρενοβλαβῶς, ἡνίκ’ ἂν ἀκούσωσι φυσικῶς προσεῖναι τῷ θεῷ ζωήν, τὴν αὐτοῦ ταύτην εἶναι λέγοντες οὐσίαν· οὐ γὰρ τὴν αὐτοῦ οὐσίαν τοῖς πιστοῖς ἡμῖν παρέχει ὁ πατὴρ ἢ ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιον· ἄπαγε τῆς ἀσεβείας.