Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Ἀκινδυνιστῶν

Γρηγόριος Παλαμᾶς

Το ασύνθετο του Θεού και η ενοίκηση των θείων υποστάσεων

Θεολογική προσέγγιση της πολλαπλότητας των θείων ιδιωμάτων σε σχέση με την απλότητα της θείας φύσης και εξήγηση της αμοιβαίας περιχώρησης Πατρός και Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 3

Ἀλλὰ καὶ διὰ τῶν ἑξῆς οὐχ ἧττον ἐντρεπέσθωσαν, τελευταῖον γὰρ τοῦ κεφαλαίου τούτου ὁ αὐτός φησι· πάντα τὰ τοῦ πατρὸς κατὰ φύσιν ὁ υἱὸς ἐπάγεται· ἓν δὲ τῶν προσόντων τῷ πατρὶ καὶ ἡ ζωή. τὸ γοῦν εἰπεῖν ἓν τῶν προσόντων τῷ πατρί, πολλὰ εἶναι τὰ προσόντα τούτῳ φανερῶς ἀπέδειξεν. εἰ γοῦν ἡ ζωὴ αὕτη ἡ οὐσία τοῦ θεοῦ ἐστι, πολλὰς κατὰ τοὺς οὕτω φρονοῦντας οὐσίας ἔχει ὁ θεός. ὁ δὲ θεῖος Κύριλλος, καὶ ἀπὸ τοῦ ἓν εἰπεῖν τῶν προσόντων τῷ πατρὶ καὶ ἡ ζωή, παρέστησεν ὅτι ζωὴν ἐνταῦθα οὐ τὴν οὐσίαν ὀνομάζει τοῦ θεοῦ. φέρε δ’ ὅμως καὶ ἐπὶ λέξεως αὐτὸν προενέγκωμεν πολλὰ ταῦτα λέγοντα τὰ οὕτω προσόντα τῷ θεῷ. προϊὼν οὖν ἐπὶ τῆς αὐτῆς ὑποθέσεως, πολλά, φησί, προσεῖναι λέγεται τῷ πατρὶ πλεονεκτήματα, ἀλλ’ οὐ τούτων ἔσται γυμνὸς ὁ υἱός. θέλων δὲ δεῖξαι καί τινα τῶν προσόντων τούτων πλεονεκτημάτων τῷ πατρί, προήγαγε τὸν Παῦλον λέγοντα· ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ θεῷ· ὁρᾷς, ὡς οὐδὲν τῶν προσόντων τῷ θεῷ οὐσία ἐστί; πῶς γὰρ ἂν εἴη τὸ ἄφθαρτον καὶ τὸ ἀόρατον καὶ ἁπλῶς πάντα τὰ ἀφαιρεματικὰ καὶ ἀποφατικά, ὁμοῦ τε ἢ χωρὶς ἕκαστον, οὐσία; οὐδεμία γὰρ οὐσία, ὅτι μὴ τόδε ἢ μὴ τάδε ἐστί.

τούτοις δὲ καὶ τὰ προσόντα τῷ θεῷ καταφατικῶς συνταττόμενα παρὰ τῶν θεολόγων, δείκνυται μηδὲν αὐτῶν δηλοῦν τὴν οὐσίαν τοῦ θεοῦ, εἰ καὶ πᾶσι τοῖς τούτων ὀνόμασιν, ὡς παντάπασιν ἀνωνύμου τῆς ὑπερουσιότητος ἐκείνης οὔσης, ἐπ’ αὐτῆς ἡνίκ’ ἂν δέῃ χρώμεθα. πρός γε μὴν τῇ δυσσεβείᾳ καὶ ἀμαθίας ὑπερβολὴν οὐκ ἐλλείπει τὸ λέγειν τὸ ὂν καὶ τὸ προσὸν ταὐτόν, εἰ μὴ ἄρα κατά τι. πολλῷ δ’ ἔτι μᾶλλον ἀνοητότερον κατὰ μηδὲν διαφέρειν λέγειν τὸ ὂν καὶ τὰ προσόντα, ταὐτὸ δ’ εἰπεῖν, τὸ ἓν καὶ τὰ πλείω τοῦ ἑνός. ἀδύνατον γὰρ πάντῃ τε καὶ πάντως καὶ ἀλόγιστον ἓν εἶναί τι καὶ πλείω κατὰ τὸ αὐτό.

Καὶ μὴν τὰ προσόντα, ἐξ ἀνάγκης ζητεῖται τίνι πρόσεστι. καὶ εἰ μηδενί, οὐδὲ προσόντα ἐστίν· οὐκοῦν οὐδὲ προσόντα τὰ προσόντα ἐστίν. εἰ δ’ ἑνί τινι πρόσεστι τὰ προσόντα, τοῦτο δέ ἐστιν ἡ οὐσία, μηδὲν δ’ αὕτη πάντῃ κατ’ αὐτοὺς διαφέρει ἑκάστου τε καὶ ὁμοῦ πάντων τῶν προσόντων, τὰ δὲ προσόντα πολλά, ἡ μία οὐσία ἐκείνη πολλαὶ ἔσονται οὐσίαι καὶ τὸ ἓν ἐκεῖνο κατ’ οὐσίαν πολλὰ ἔσται κατὰ τὴν οὐσίαν καὶ πολλὰς οὐκοῦν οὐσίας ἔχει. εἰ δὲ καὶ ἕν ἐστι καὶ πολλὰς οὐσίας ἔχει, σύνθετόν ἐστι κατὰ πᾶσαν ἀνάγκην. τούτων οὖν τῶν ἐπὶ τοσοῦτο δυσσεβῶν ἀγνοημάτων, ὁ θεῖος Κύριλλος ἐξαιρούμενος τοὺς πειθομένους, ἐν αὐτοῖς τοῖς Θησαυροῖς φησιν· εἰ ὅπερ ἂν ὑπάρχῃ μόνῳ τῷ θεῷ, τοῦτο πάντως αὐτοῦ ἔσται καὶ οὐσία, ἐκ πολλῶν ἡμῖν οὐσιῶν συγκείσεται· πολλὰ γάρ ἐστιν, ἃ μόνῳ μὲν αὐτῷ κατὰ φύσιν ὑπάρχει, ἑτέρῳ δὲ τῶν ὄντων οὐδενί· καὶ πάλιν, εἰ σύνθετον οἴεσθε τὸν θεὸν γίνεσθαι διὰ τὸ φύσιν ἔχειν καὶ κρίσιν ἤτοι θέλησιν, ὁρᾶτε καὶ τοῦτο· ἔχει τὸ γεννᾶν ὁ πατὴρ φυσικῶς· ἔχει καὶ τὸ κτίζειν δι’ υἱοῦ δημιουργικῶς, καὶ οὐ παρὰ τοῦτο σύνθετός ἐστι· μιᾶς γὰρ φύσεως τὰ τοιαῦτα καρπός. ὁ δ’ αὐτὸς κρατήσει λόγος ἐπί τε τοῦ ἀγαθοῦ καὶ τοῦ ἀφθάρτου καὶ ἀοράτου καὶ ὅσα πρόσεστι τῇ θείᾳ φύσει.

Ἀλλὰ γὰρ ἐπανέλθωμεν εἰς ὃ προεθέμεθα τὴν ἀρχήν. ἐπεὶ γὰρ ὁ θεῖος Κύριλλος καὶ τοῦτο παρέστησε διὰ πολλῶν, ὡς εἰ καὶ ζωή ἐστι καὶ ζωὴν ἔχειν λέγεται κατ’ ἐνέργειαν ὁ υἱός, ὡς ζωοποιῶν ἡμᾶς καὶ ζωὴ τῶν ζώντων ὤν, οὐκ ἔστιν ἀνόμοιος καὶ κατὰ τοῦτο τῷ πατρί, καὶ οὗτος γὰρ ζωοποιεῖ· θέλων προσαποδεῖξαι, ὡς καὶ εἰ μὴ πρὸς ἕτερόν τι, ἀλλὰ καὶ ἀφέτως πάντῃ καὶ ἀπολύτως ζωὴ καὶ ζωὴν ἔχειν λέγεται ὁ υἱός, ἀλλ’ οὐδ’ οὕτως ἀνόμοιός ἐστι τῷ πατρὶ κατὰ τὴν ζωήν· ἐπειδήπερ ἡνίκα μὴ ζωὴν ἡμῶν ὡς ἡμᾶς ζωοποιοῦντα τὸν θεὸν λέγομεν, ἀλλ’ ἀφέτως πάντῃ καὶ ἀπολελυμένως, τηνικαῦτα τὴν οὐσίαν αὐτοῦ καλοῦμεν ἀπὸ τῆς κατὰ τὴν φύσιν αὐτῷ προσούσης ἐνεργείας, ὥσπερ καὶ σοφίαν καὶ ἀγαθότητα καὶ τἄλλα πάντα, φησίν, ὡς ὅταν οὕτως λέγωμεν ζωὴν ἔχειν ἐν ἑαυτῷ τὸν πατέρα, ζωὴν τότε καλοῦμεν τὸν υἱόν, ἕτερον τοῦ πατρὸς ὄντα κατὰ μόνην τὴν ὑπόστασιν, ἀλλ’ οὐχὶ κατὰ τὴν ζωήν. διὸ οὐδὲ σύνθεσίς τις καὶ διπλόη περὶ αὐτὸν νοεῖται. καὶ ὅτε πάλιν ζωὴν ἐν ἑαυτῷ φαμεν ἔχειν τὸν υἱόν, τὴν ἀπολελυμένως ἐκείνην νοουμένην, ζωὴν καλοῦμεν τὸν πατέρα· ζωὴ γὰρ ὢν οὐ πρὸς ἕτερον, ἀλλ’ ἀφέτως αὐτὸς καθ’ ἑαυτόν, ὁ πατὴρ καὶ ὁ υἱὸς ἐν ἀλλήλοις εἰσίν. αὐτὸς γὰρ εἴρηκεν, «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί.»