Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Ἀκινδυνιστῶν

Γρηγόριος Παλαμᾶς

Η μαρτυρία του αγίου Κυρίλλου και η διάκριση ουσίας και ενέργειας

Παράθεση της αυθεντικής διδασκαλίας του αγίου Κυρίλλου περί της άκτιστης θείας ζωής και τελικός έλεγχος της ταύτισης ουσίας και ενέργειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 3 από 3

Ὅτι δὲ ζωὴν ἐν τῷ κεφαλαίῳ τούτῳ τὴν θείαν οὐσίαν ὀνομάζει ὁ σοφὸς τὰ θεῖα Κύριλλος, τῷ ἀνωτέρω τούτου δείκνυσιν· ὃ καὶ παρακεχαραγμένον καὶ παρακεκομμένον οἱ ἀντιλέγοντες ἡμῖν προήνεγκαν· καὶ αὐτὸ τοῦτο παραστήσει τὸ βιβλίον καὶ ἀρκεῖ τοῦτο αὐτοῖς πρὸς καταδίκην. τὸ δὲ τὸν θεῖον Κύριλλον καθ’ ἑαυτοῦ προάγειν, πῶς οὐ καταδίκης τῆς μεγίστης πρόξενον; τὸ γὰρ νῦν μὲν τοῦτο, νῦν δ’ ἐκεῖνο λέγειν, ἀμφοτέρων ὄντων ἀληθῶν, παντός ἐστι θεολογοῦντος εὐσεβῶς· τὸ δὲ τἀναντία λέγειν ἑαυτῷ, οὐδενὸς τῶν νοῦν ἐχόντων. πῶς οὖν ὁ καλῶς εἰπὼν ζωὴν ἔχειν κατὰ φύσιν τὸν υἱόν, ἣν δίδωσι τοῖς εἰς αὐτὸν πιστεύουσι, κἀντεῦθεν δείξας ὅτι μὴ μόνον ἡ οὐσία τοῦ θεοῦ λέγεται ζωή, ἣν οὐδεὶς λαμβάνει, ἀλλὰ καὶ ἡ κατὰ φύσιν ἐνέργεια τούτου λέγεται ζωή, ἣν κατὰ χάριν ἔλαβον οἱ οὕτω παρ’ αὐτοῦ ζωοποιηθέντες· ὡς καὶ σώζειν δι’ ἑαυτῶν, ταὐτὸ δ’ εἰπεῖν καὶ ἀπαθανατίζειν κατὰ πνεῦμα τοὺς μὴ κατὰ πνεῦμα ζῶντας πρότερον, ἔστι δ’ οὓς καὶ τῶν κατά τι μέλος ἢ καὶ κατὰ πᾶν σῶμα νεκρῶν γεγονότων ἀνιστᾶν· πῶς οὖν ὁ καλῶς ταῦτα καὶ σαφῶς δείξας πρὸς ἀναίρεσιν ἔπειτα τῆς θείας ταύτης ἐνεργείας τὸ ζωὴν καλεῖσθαι τὴν οὐσίαν τοῦ θεοῦ προήνεγκεν; καθάπερ οἱ νῦν τὰ τούτου βιαζόμενοι, μᾶλλον δὲ συκοφαντοῦντες, ἰσχυρίζονται.

Οὐ μὴν ἀλλ’ ἡμεῖς καὶ ζωὴν ἡμῶν κατ’ αἰτίαν τε καὶ κατ’ ἐνέργειαν ὁμολογοῦμεν εἶναι τὸν τοῦ θεοῦ υἱὸν καὶ ζωὴν εἶναι τοῦτον αὐτὸν καθ’ ἑαυτὸν ἀσχέτως τε καὶ ἀπολελυμένως πάντῃ, καὶ ἀκτίστως ἔχειν τοῦτον ἀμφότερά φαμεν, ὣς δ’ αὔτως καὶ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον. οὐκοῦν καὶ ἡ ζωὴ ἡμῶν αὕτη, παρ’ ἧς ὡς αἰτίας τῶν ζώντων ζωοποιούμεθα, οὐδὲν ἄλλο παρὰ τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιόν ἐστι· κατ’ αἰτίαν γὰρ ὁ τρισυπόστατος ἡμῶν θεὸς ἡμῶν λέγεται ζωή· καὶ εἰ μὴ κατ’ αἰτίαν οὐδὲ πρὸς ἕτερον, ἀλλ’ ἀσχέτως καὶ καθ’ ἑαυτὴν θεολογουμένη θεία ζωὴ οὐδὲν ἕτερον παρὰ τὸν πατέρα, ἀλλὰ δὴ καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιόν ἐστιν.

Ἐπεὶ δὲ καὶ ἐν ἀλλήλοις ἀσυγχύτως τε καὶ ἀφύρτως ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιόν εἰσιν, ἣν ἔχει ὁ πατὴρ ἐν ἑαυτῷ ζωήν, οὐχ ἕτερόν ἐστι παρὰ τὸν υἱόν, οὕτω δὴ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. οἱ δὲ νομίζοντες μηδὲν διαφέρειν τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν, ἐπειδήπερ οὐκ ἄλλος, ἀλλ’ αὐτός ἐστιν ἡ ζωὴ ἡμῶν καὶ αὐτὸς ὁ θεός ἐστιν ὁ μὴ πρὸς ἕτερον, ἀλλὰ καθ’ ἑαυτὸν προαιώνιος ζωὴ ὑπάρχων, ἀσεβεῖς τέ εἰσι καὶ ἀμαθεῖς. ἀμαθεῖς μέν, ἐπεὶ μήπω ἐδιδάχθησαν, ὅτι καὶ ἡ ἀνωτάτω τριὰς οὐχ ἕτερος ἀλλ’ αὐτός ἐστιν ὁ θεός, καὶ ἡ ἀνωτάτω μονὰς οὐχ ἕτερος ἀλλ’ αὐτός ἐστιν ὁ θεός· καὶ οὐδὲν ἐμποδίζει τοῦτο πρὸς τὸ διαφέρειν τῆς τριάδος τὴν μονάδα. δυσσεβεῖς δέ, ὅτι δι’ ἀλλήλων ἀναιροῦσι καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν· τὸ γὰρ πρὸς ἕτερον οὐκ ἔστιν οὐσία καὶ τὸ καθ’ ἑαυτὸ πρὸς ἕτερον οὐκ ἔστιν. εἰ γοῦν ταῦτα μηδὲν διαφέρουσιν ἀλλήλων, δι’ ἀλλήλων ἀναιροῦνται· μᾶλλον δὲ τοὺς μηδὲν διαφέρειν ταῦτα λέγοντας τοῦ καταλόγου τῶν θεοσεβῶν ἐξαίρουσιν.