Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Νικηφόρου Γρηγορᾶ

Γρηγόριος Παλαμᾶς

Η διάκριση θείας ουσίας, υποστάσεων και ακτίστων προόδων

Τεκμηρίωση της ορθόδοξης διδασκαλίας για το άκτιστο των υποστάσεων και των προνοητικών ενεργειών του Θεού έναντι των συγχύσεων του Γρηγορά και της ταύτισης των υποστατικών ιδιωμάτων με την ουσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 5 από 15

Ἆρα δὲ καὶ Σαβέλλιος οὐ τοῦτο σαφῶς ὑπῆρχε δογματίζων, ὡς αἱ ὑποστάσεις καὶ τὰ ὑποστατικὰ πάντα περὶ τὴν θείαν φύσιν ὄντα, οὐδὲν οὐδαμῇ διαφέρουσι, πλὴν τῇ προφορᾷ τῆς λέξεως; Ἐπεὶ δὲ καὶ φυσικὸς υἱός ἐστι τοῦ ἀνωτάτω Πατρὸς ὁ προαιώνιος Λόγος καὶ τὸ θεῖον Πνεῦμα ἔμφυτον, τὰ δὲ φυσικὰ καὶ ἔμφυτα ἐπὶ Θεοῦ λεγόμενα μηδὲν μηδαμῇ διαφέρει ἀλλήλων τε καὶ οὗ λέγεται εἶναι φυσικὰ πλὴν τῇ προφορᾷ τῆς λέξεως ὁ Γρηγορᾶς διατείνεται, ἆρ’ οὐχὶ τὸν υἱόν τε καὶ τὸ πνεῦμα τοῦ Θεοῦ μηδὲν μηδαμῇ κατασκευάζει διαφέρειν ἀλλήλων τε καὶ τοῦ Πατρός, ἄλλο λιβυκὸν θηρίον κατὰ τῆς εὐσεβείας ἐφ’ ἡμῶν ἀναφανείς, κἂν τοῖς ῥήμασι τῆς εὐσεβείας εἰς περικάλυμμα τῆς δυσσεβείας χρῆται τρισυπόστατον τὴν φύσιν λέγων;

Οὐ μόνην δὲ τὴν ἐπὶ τῶν θείων ὑποστάσεων τοῦ Σαβελλίου συναλοιφὴν ὁ Γρηγορᾶς ἐντεῦθεν ἀναδείκνυται νοσῶν, ἀλλὰ καὶ τὴν ἐπὶ τῶν θείων ἐνεργειῶν τοῦ Εὐνομίου σύγχυσιν, πρὸς ὅν φησιν ἐν τοῖς Ἀντιρρητικοῖς ὁ Νύσσης θεῖος Γρηγόριος· «πάλιν πρὸς τὴν ἰδίαν ἐπανέρχεται σύγχυσιν ὁ Εὐνόμιος καὶ τὸν περὶ τῆς οὐσίας ἀφεὶς λόγον, τὰς ἐπιθεωρουμένας ἐνεργείας εἰς μίαν τὰς πάσας ἔννοιαν συντήξας, ἓν τὰ πάντα ἐποίησε, τὴν δύναμιν, τὴν σοφίαν, τὴν πρόνοιαν καὶ τὰ τοιαῦτα», ὡς ὁ μέγας ἐπὶ λέξεως ἐκεῖ κατέλεξε, καὶ πάλιν· «εἰ τὰ ἐπιλεγόμενα τῷ Θεῷ πρὸς ἓν σημαινόμενον τείνει», κατὰ τὸν Εὐνόμιον, νῦν δὲ εἰπεῖν καὶ κατὰ τὸν Γρηγορᾶν, λέγοντα τὴν σημασίαν ἁπλῆν ἔχειν ταῦτα καὶ μοναδικὴν καὶ μηδὲν μηδαμῇ παραλλάττουσαν πλὴν τῇ προφορᾷ τῆς λέξεως. «Εἰ γοῦν τὰ ἐπιλεγόμενα, φησί, τῷ Θεῷ πρὸς ἓν σημαινόμενον τείνει, ἀνάγκη πᾶσα ταὐτὸν ἀλλήλοις δύνασθαι τὰ ὀνόματα, ὡς ἐπὶ τῶν πολυωνύμων. Καὶ ταύτης τί ἂν γένοιτο τῆς συγχύσεως ἀτοπώτερον, ἀφελόμενον τὴν ἰδίαν ἑκάστου τῶν ὀνομάτων σημασίαν, ἀντινομοθετεῖν τῇ τε κοινῇ χρήσει καὶ τῇ διδασκαλίᾳ τοῦ Πνεύματος;». Καὶ πάλιν· «πῶς οὐχὶ μανία σαφής, μὴ ἴδιον σημαινόμενον ἑκάστῳ τῶν ὀνομάτων ὑποβεβλῆσθαι λέγειν;».

Ἆρ’ οὐχὶ νῦν αὖ Εὐνόμιος ἄλλος ἀναπέφηνεν ὁ Γρηγορᾶς οὗτος, κατ’ ἐκεῖνον μεμηνὼς σαφῶς καὶ τὰ θεῖα συγχέων ἐξόχως ἀτόπως καὶ τῇ διδασκαλίᾳ τοῦ Πνεύματος ἀντικείμενος καὶ τοῖς ἀνωμολογημένοις κοινῇ τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ δόγμασιν ἀντιλέγων; Ὁ δὲ τὰς ὑπὲρ εὐσεβείας παρ’ ἡμῶν τηνικαῦτα προηγμένας παραστάσεις καὶ ἀποδείξεις καὶ μαρτυρίας πολλὰς οὔσας, πρὸς ἃς οὐδ’ αὐτὸς ἀντιβλέψειν ἤλπισε παραλιπών, μιᾶς τινος μνημονεύει, τῆς εὐεπιχειρήτου δοκούσης αὐτῷ.

Ἡ δέ, καίτοι μεταξὺ τῶν ἀντιρρήσεων ἐκείνου κειμένη, τοῖς καὶ μικρὸν ἐφιστᾶσιν ἀνεπηρέαστος μένει καὶ τὸν Γρηγορᾶν ἐξελέγχει, ἀνοίᾳ καὶ ἀπονοίᾳ καὶ δυσσεβείᾳ συνεσχημένον ἐσχάτῃ. Φησὶ γὰρ τὸν Παλαμᾶν «θέσεις τε τίθεσθαι καινοφανεῖς καὶ ἀσυλλόγιστα συλλογίζεσθαι», τὸ πῶς μηδ’ ἐπιχειρήσας εἰπεῖν.

Καὶ προστίθησιν εὐθὺς τὰ ἐκείνου ῥήματα μηδὲν ἔχοντα καινοφανές, καὶ κατ’ ἐπιστήμην συλλελογισμένα. Φησὶ γὰρ ὁ Παλαμᾶς, ὡς «ἐπειδήπερ τῶν θείων ὑποστάσεων ἡ θεία οὐσία διαφέρει, αἱ μὲν γάρ εἰσι τρεῖς, ἡ δὲ μία, πρὸς δὲ καὶ τὰ ὑποστατικὰ τῶν ὑποστάσεων διενήνοχεν ἑκάστης, ὁ λέγων μόνην ἄκτιστον τὴν θείαν φύσιν εἶναι καὶ νοῶν τοῦτο» καθάπερ ὁ Γρηγορᾶς οὗτος, ὅτι μηδὲν τῶν περὶ τὴν θείαν φύσιν ἄκτιστόν ἐστι, τὰς θείας ὑποστάσεις καὶ τὰ ὑποστατικὰ πάντα μὴ εἶναι ἄκτιστα «δῆλός ἐστι δυσσεβέστατα φρονῶν, τοῦτο μέν, ὅτι πολλὰ ταῦτα, μιᾶς ἐκείνης οὔσης», ἣν αὐτὸς ἀντιδιαστείλας τῶν περὶ αὐτῶν τούτων δυσσεβῶς, εἶτα μόνην ἄκτιστον εἶναι δογματίζει, «τοῦτο δέ, ὅτι καὶ περὶ τὴν φύσιν τό τε γεννητὸν καὶ τὸ ἀγέννητον καὶ τἄλλα τῶν ὁμοστοίχων ἐστίν, οὐ ταῦτα φύσις, ὡς καὶ Γρηγόριός φησιν, ὁ τῆς θεολογίας ἐπώνυμος». Λεγέτω γοῦν ὁ Γρηγορᾶς καὶ πρὸς αὐτόν, ὃ καὶ πρὸς τὸν Παλαμᾶν, ὡς «ἑάλως δοξάζων ὑποστατικά τε καὶ ὑποστάσεις ἀνουσίους καὶ ἀνυποστάτους», ἀγνοῶν ὡς οὐχὶ πᾶν τὸ μὴ ὂν οὐδ’ ἐν οὐσίᾳ θεωρεῖται, ὥσπερ οὐδὲ τὸ μὴ ὂν ὑπόστασις οὐδὲ ἐν ὑποστάσει θεωρεῖται.

Φησὶ δὲ καὶ τοῦτο πρὸς κατηγορίαν ὁ Γρηγορᾶς τοῦ Παλαμᾶ, ὅτι, «ἓν τὸ ἄκτιστον αὐτοῦ καὶ οὐ πολλὰ εἰπόντος, αὐτὴν μόνην τὴν θείαν φύσιν, ὁ Παλαμᾶς τοῦ ἄρθρου χωρὶς προήνεγκε τὸ ἄκτιστον, λέγων, τίς οὐκ οἶδεν ὅτι ἓν ἄκτιστόν ἐστιν, ὁ Θεός»· καίτοι τοῖς μετὰ τοῦ ἄρθρου λέγουσί τε καὶ νοοῦσιν, ὡς ὁ Γρηγορᾶς, οὐκ ἔνι μὴ δυσσεβέστατα φρονεῖν. Τὸ γὰρ ἄκτιστον καὶ ἓν καὶ οὐχὶ ἕν. Ἓν γὰρ τῇ οὐσίᾳ, τρία δὲ ταῖς ὑποστάσεσι· περὶ ἑκάστην δὲ τῶν ὑποστάσεων καὶ πλείω ἐστὶ τὰ ὑποστατικά. Ἀλλὰ καὶ ἡ ἐν ἀλλήλαις τῶν ὑποστάσεων ἀσύγχυτός τε καὶ ἄφυρτος μονή τε καὶ περιχώρησις ἄκτιστοι πάντως εἰσί, μήθ’ ὑποστάσεις, μήτ’ οὐσίαι διατελοῦσαι, ἃς ὁ μέγας Διονύσιος ἕνωσίν τε καὶ διάκρισιν καλεῖ· τὸ μὲν διὰ τὴν ἀλληλουχίαν, θάτερον δὲ διὰ τὸ ἀμιγές. Οὐκ ἄρ’ ἀληθῶς φησιν ὁ λέγων οὕτως «ἓν εἶναι τὸ ἄκτιστον, τὴν θείαν φύσιν», κἂν τὸ «τρισυπόστατον» προσθῇ, «τὰ δ’ ἄλλα πάντα κτίσματα».

Ὁ δὲ θεῖος Μάξιμος «πληθύνεσθαι, φησίν, ὁ Θεὸς λέγεται τῷ καθ’ ἕκαστον εἰς παραγωγὴν τῶν ὄντων βουλήματι προνοητικαῖς προόδοις πολλαπλασιαζόμενος· μένει δὲ ἀμερίστως εἶς, ὥσπερ ἥλιος ἀκτῖνας πολλὰς προπέμπων καὶ μένων ἐν τῇ ἑνότητι». Καὶ τοῦ μεγάλου Διονυσίου εἰπόντος «κινεῖσθαι τὸν Θεόν, τῷ εἰς οὐσίαν ἄγειν καὶ συνέχειν τὰ πάντα», ὁ θεῖος Μάξιμος ἐφερμηνεύων «κίνησίς ἐστι, φησί, Θεοῦ ἡ εἰς τὸ γενέσθαι τὰ ὄντα βούλησις αὐτοῦ». Πρὸς δὲ Τῖτον ἐπιστέλλοντος τοῦ μεγάλου καὶ τὸ περιφερὲς καὶ ἀναπεπταμένον τοῦ τῆς σοφίας κρατῆρος εἰπόντος εἶναι τὴν ἄναρχον καὶ ἀτελεύτητον τῶν ὅλων πρόνοιαν, ὁ θεῖος πάλιν Μάξιμος «ἄναρχον, φησίν, εἶπε τὴν τῶν ὅλων πρόνοιαν, ὡς ὄντων πάντων ἐν ταῖς ἀϊδίοις τοῦ Θεοῦ νοήσεσιν, ἃς καὶ προορισμοὺς ὁ μέγας Παῦλος ἔφη, καθ’ ἃς ἀϊδίους τοῦ Θεοῦ νοήσεις τὰ μέλλοντα παράγεσθαι προετυποῦτο. Καὶ ἡ πρόνοια τοῦ Θεοῦ ἀνάρχως προϋπῆρχε, προνοίας γὰρ ἦν τὸ βούλεσθαι παραγαγεῖν κτίσιν τὴν μέλλουσαν ἀπολαύειν τῆς προνοητικῆς ἀγαθότητος αὐτοῦ».

Ταύτας δὲ τὰς ἀϊδίους τοῦ Θεοῦ νοήσεις οὐχ ὁ θεῖος μόνον Παῦλος προορισμοὺς ἐκάλεσεν, ἀλλὰ καὶ ὁ μέγας Διονύσιος ἑπόμενος ἐκείνῳ καὶ «προορισμοὺς» καὶ «δημιουργικὰς προόδους» καὶ «προνοίας τοῦ Θεοῦ» καὶ «ἀγαθότητας», καλεῖ, «τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ θείῳ Πνεύματι κοινάς», ὃ καὶ ὁ θεῖος πάλιν Μάξιμος ἐν τοῖς Σχολίοις παριστὰς «κοιναὶ δέ εἰσι, φησί, τῆς τρισυποστάτου καὶ διακεκριμένης ἑνάδος αἱ δημιουργικαὶ πρόνοιαί τε καὶ ἀγαθότητες»· τῷ μὲν πολλὰς φάναι ταύτας καὶ διακεκριμένας δείξας μὴ τὴν οὐσίαν εἶναι ταύτας τοῦ Θεοῦ, τῷ δὲ κοινὰς εἰπεῖν τῆς τρισυποστάτου διακεκριμένης ἑνάδος, μηδὲ τὸν Υἱὸν ἁπλῶς ἢ τὸ Πνεῦμα τὸ ἅγιον ταύτας εἶναι παραστήσας, τῷ δὲ μὴ μόνον προνοίας θείας εἶναι φάναι καὶ ἀγαθότητας, ἀλλὰ καὶ δημιουργικάς, ἀκτίστους ὑπάρχειν ἀποδείξας· ἐπεὶ καὶ ἀνωτέρω ἀϊδίους καὶ ἀνάρχους τοῦ Θεοῦ νοήσεις ἐκάλεσεν αὐτάς.

Ὁ τοίνυν λέγων, ὡς ὁ Γρηγορᾶς οὗτος, «ἓν τὸ ἄκτιστον, μόνην δηλαδὴ τὴν θείαν φύσιν», οὐκ οἶδεν ὅτι ἓν καὶ οὐχ ἕν ἐστι τὸ θεῖον, κατὰ τοὺς θεολόγους, ἀλλ’ ἓν παντάπασι καὶ ἀδιάκριτον ἰσχυρίζεται τὸ ἄκτιστον. Οὐκοῦν καὶ τὰ ὑποστατικὰ πάντα ἀναιρεῖ, ἃ καὶ περὶ ἑκάστην τῶν ὑποστάσεων πλείω τοῦ ἑνός ἐστι, καὶ τὴν ἐν ἀλλήλαις τῶν θείων ὑποστάσεων μονήν τε καὶ περιχώρησιν καὶ πρὸς τούτοις τὰς προνοητικὰς προόδους τοῦ Θεοῦ, ταὐτὸ δ’ εἰπεῖν τὴν θείαν πρόνοιαν, κτιστὴν ἡγεῖται, ὧν εἰς δυσσέβειαν περιφανέστερον οὐδεὶς ἂν ἐννοῆσαι δυνηθείη.

Ἀλλὰ καὶ παράδειγμα τοῦ Παλαμᾶ προενεγκόντος, ὁ Γρηγορᾶς ἀγροίκως καὶ ἀμαθῶς μηδὲν ἀπαιτεῖ διαφέρειν τοῦ προκειμένου τὸ παράδειγμα. Ὃ δὲ μηδεμίαν ἠλιθιότητος ὑπερβολὴν ἀπολιπεῖν τὸν Γρηγορᾶν ἐλέγχει, εἰπὼν οὗτος, ὡς «οὐδεμίαν ὁ Παλαμᾶς ἔχει προάγειν μαρτυρίαν γραφικὴν», εὐθὺς προτίθησι τὰς αὐτοῦ ῥήσεις, μαρτυρίας γραφικὰς οὐκ ὀλίγας προαγούσας, ἀλλὰ καὶ ἅ φησιν ὁ μέγας Ἀθανάσιος «πλήρωμα εἶναι τῆς θεότητος», ἀλλαχοῦ δὲ «φυσικῶς προσεῖναι τῷ Θεῷ», διάκενον ὁ Γρηγορᾶς ἡγεῖται ψόφον ὀνομάτων· καὶ λέγοντος αὐτοῦ ἀκούων «τὸ ἄναρχον, τὸ ἄχρονον, τὸ ἄπειρον, τὴν θείαν θέλησιν, τὴν δύναμιν, τὴν πρόνοιαν καὶ τὰ τοιαῦτα οὐχ ἕκαστον οὐσίαν, ἀλλὰ περὶ τὴν οὐσίαν», αὐτὸς οὐσίαν εἶναι διαβεβαιοῦται.

Ἐπεὶ δὲ καὶ τὴν ἀναφορὰν ἔχειν ταῦτα πάντα πρὸς ἓν ὁ μέγας ἐκεῖνος εἴρηκεν, ἐκ τούτου μηδεμίαν ἔχειν πρὸς ἄλληλά τε καὶ τὸ ἓν ἐκεῖνο διαφορὰν ὁ Γρηγορᾶς οἴεται κατασκευάζειν, καὶ μάλα ἀγροῖκον εἶναι νομίζει καὶ ἀποφαίνεται τὸν ἐπὶ ἓν ἀκούοντα τὴν ἀναφορὰν ἔχειν ταῦτα καὶ διαφέρειν ἀλλήλων οἰόμενον κατά τι καὶ ὁπωσοῦν, τί ἄλλο διδάσκων καὶ διισχυριζόμενος ἢ τοῦτο πάντῃ τε καὶ πάντως, ὡς ἐπειδήπερ ὁ Υἱός τε καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀναφορὰν ἔχει πρὸς ἕνα, τὸν Πατέρα, μηδαμῇ μηδαμῶς διαφέρουσι πρὸς ἄλληλα καὶ τὸν Πατέρα. Ἡ ἀναφορὰ τοίνυν ἐφ’ ὧν ἂν εἴη καὶ πρὸς ὅπερ ἂν λέγοιτο, τὴν διαφορὰν ἐπιδείκνυσι, κἂν Γρηγορᾶς ἀπαρέσκηται καὶ ταῖς τῶν πνευματοφόρων χρῆται φωναῖς κατὰ τῆς ἀληθείας τοῦ Πνεύματος.

Ἀλλὰ καὶ καταψεύδεσθαι τῶν ἁγίων τὸν Παλαμᾶν εἰπών, εἶτα προϊὼν ὁμολογεῖ τῶν ἁγίων εἶναι τὰς παρ’ αὐτοῦ προαγομένας χρήσεις, ἃς καὶ διαστρέφειν πειρώμενος, αὐτὸς ὄντως καταστρέφεται σαφῶς· ἐντεῦθεν διδασκαλικὸν ἀξίωμα ἑαυτῷ περιτίθησιν εἰκότως μέντοι ψευδῶς, οὐδ’ ἴχνος γὰρ τῶν ἐνταῦθα παρ’ αὐτοῦ λεγομένων ἐπὶ τῆς Διαλέξεως ἐκείνης προήχθη. Νῦν δ’ οὗτος οὐδὲ τοῦ ἀποστόλου ἀκούσας λέγοντος «οὐδεὶς ἑαυτῷ λαμβάνει τὴν τιμήν», αὐτὸς ὑπὸ τῆς ἑαυτοῦ γραφίδος κεχειροτόνηται καὶ αὐτόπλαστός ἐστι διδάσκαλος, διὸ καὶ ψευδοδιδάσκαλος μᾶλλον ἢ διδάσκαλος. Τὴν μὲν οὖν ἐν τῇ διδασκαλίᾳ τούτου ταύτῃ καὶ ἄλλως τοῦ ψεύδους σύρροιαν καὶ τὰς ἄνευ προφάσεως ἐρεσχελίας, οὐ καθ’ ἡμῶν μόνον ἀλλὰ καὶ κατὰ τῶν ἁγίων, καὶ τὸ παντάπασιν ἀνακόλουθόν τε καὶ ἀκατάλληλον τῆς φλυαρίας καὶ τὸν τῶν εἰς τὸν Θεὸν βλασφημιῶν ἐσμὸν καὶ τὸν τύφον καὶ τὴν ἀναίδειαν καὶ τὴν περιττὴν μεγαλαυχίαν καὶ ἁπλῶς πάντα τὸν συμπεφυρμένον συρφετὸν καθ’ ἡμῶν τε καὶ τῆς εὐσεβείας, μᾶλλον δὲ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τε καὶ ψυχῆς, τὸ νῦν εἶναι παρεῖναί μοι δοκῶ.

Ἐπεὶ δὲ μεταξὺ διδάσκων καὶ περὶ τῶν θείων ἐνεργειῶν φησι, ποτὲ μὲν διάκενον αὐτὰς εἶναι ψόφον κατασκευάζων ὀνομάτων, καὶ διὰ τοῦτο τῶν ἀνθρώπων εὑρήματά τε καὶ ποιήματα, ποτὲ δὲ ταύτας εἶναι κτίσματα Θεοῦ, καθάπερ οὐρανός τε καὶ γῆ, ἀήρ τε καὶ ὕδατα καί τ’ ἄλλα πάντα, ποτὲ δὲ ἀκτίστους μέν, μηδεμίαν δὲ παραλλαγὴν ἐχούσας πρὸς τὴν φύσιν τοῦ Θεοῦ, καὶ μαρτυρίας τῶν ἁγίων προήνεγκεν εἰς ταῦτα, ἐν αἷς τὴν ἕδραν ἔχειν τῆς ἀποδείξεως δοκεῖ, αὐτὰς ἡμεῖς ἴδωμεν τὰς μαρτυρίας ψευδόμαρτυν σαφῶς αὐτόθεν ἐξελεγχούσας τοῦτον εἶναι τῶν ἁγίων δυσσεβέστατόν τε ἅμα καὶ ἀσεβέστατον.

Τοῦ μὲν οὖν εἶναι τὰς θείας ἐνεργείας «ὀνόματα μόνον» καὶ ταῦτα «θέσει ἀλλ’ οὐ φύσει», τὸν μέγαν μαρτυρεῖν φησὶν Ἀθανάσιον, λέγοντα «τὸ Θεὸς εἶναι δεύτερόν ἐστι τῆς φύσεως», καὶ Γρηγόριον τὸν τῆς θεολογίας ἐπώνυμον γράφοντα, «οὐ φύσις τῷ Θεῷ ἡ ἁπλότης, εἴπερ μηδὲ τοῖς συνθέτοις μόνον τὸ εἶναι συνθέτοις». Ποῦ τοίνυν ἐνταῦθα μαρτυρεῖται μόνον ὀνόματα τῆς ἐνεργείας εἶναι, καὶ τὰ ὀνόματα ταῦτα φύσει ἢ μὴ φύσει καὶ θέσει ἢ μὴ θέσει εἶναι; Ἀλλ’ ὅτι μὲν θέσει καὶ οὐ φύσει πάντα τε καὶ πάντων τὰ ὀνόματα, οὐδεὶς τῶν νοῦν ἐχόντων ἀγνοεῖ· καὶ αὐτὸς ὁ Γρηγορᾶς φθάσας ὡμολόγησεν, ἀλλ’ οὐκ ἐνταῦθα τοῖς ἁγίοις περὶ τούτων ὁ λόγος. Καὶ κατὰ τοῦτο ψευδόμαρτύς ἐστιν αὐτῶν ἀσυνέτως ἔχων πάντῃ τῆς τούτων διανοίας.

Εἰ γὰρ περὶ τῶν ὀνομάτων ἐποιοῦντο τὸν λόγον, οὐκ ἂν ταῦτα δεύτερα τῆς θείας φύσεως εἶπον συγκρίνοντες τὰ ἀσύγκριτα, ἀλλὰ τῆς ἀνθρωπίνης, τῶν δ’ ἄλλων κτισμάτων καὶ ὑστερογενέστερα, ὃ καὶ τοῦτο δῆλός ἐστιν ὁ Γρηγορᾶς ἀγνοῶν. Προκατασκευάζων γὰρ αὐτὸς ἑξῆς οἴκοθεν «οὐδέν, φησί, τῶν ὀνομάτων ἐστίν, ὃ μὴ δεύτερόν ἐστι τῆς θείας φύσεως· περιγεγραμμένος γάρ τις ὅρος οὐσίας καὶ φύσεως γίνεται τοὔνομα. Ἡ δ’ ἀπερίγραπτος ἐκείνη φύσις περιγραφαῖς ὀνομάτων δουλεύειν οὐκ οἶδεν».

Εἰ γοῦν διὰ τοῦτο δεύτερα τῆς θείας φύσεως τὰ ὀνόματα, διότι περιγραφαῖς ὀνομάτων οὐ δουλεύει, ἕκαστον ἄρα καὶ πάντα τῶν κτισμάτων, ἐπεὶ περιγραφαῖς ὀνομάτων δουλεύει, τῆς φύσεως οὐκ ἔχει δεύτερα τὰ ὀνόματα· τοιγαροῦν οὐδὲ θέσει ταῦτ’ ἔχει, κατὰ τὸν Γρηγορᾶν. Οὕτως ἐκ τοῦ σύνεγγυς αὐτὸς ἑαυτὸν ἀνεῖλε καὶ τῆς ἐν τοῖς οὖσι πᾶσιν ἀληθείας ἀνεπίσκεπτον ἔδειξε, πόσῳ γε μᾶλλον τῆς ἐν Θεῷ. Τούτου γὰρ τῆς φύσεως, ἐπεὶ περιγραφαῖς ὀνομάτων αὕτη δουλεύειν οὐκ οἶδεν, ὄνομα οὐκ ἔστιν εὑρεῖν. Πῶς οὖν δεύτερον ἔσται τὸ μὴ ὄν; Οὕτως ὁ Γρηγορᾶς «οὐκ οἶδεν οὔτε ἃ λέγει, οὔτε περὶ τίνων διαβεβαιοῦται», μηδ’ αὐτὸ τὸ παρὰ τῶν κειμένων, καίτοι παρ’ αὐτοῦ προτεθειμένων, ἐκβαῖνον συνορᾶν ὑγιῶς δυνάμενος.

Τῆς μὲν οὖν φύσεως ἐκείνης, ἣ καὶ κατὰ τὸν θεῖον Μάξιμον «οὐδ’ ἴχνος ὅλως καταλήψεως τοῖς μετ’ αὐτὴν καταλέλοιπεν», οἰκεῖον ὄνομα οὐκ ἔστι, τῶν δὲ παρ’ ἡμῶν εὐσεβῶς ἐξ ἀϊδίου περὶ τὸν Θεὸν εἶναι νοουμένων ἐστὶ τὰ ὀνόματα, παρ’ ἡμῶν ὠνομασμένων ὕστερον, ὡς καὶ Γρηγόριος ὁ περιφανέστατος τῆς Νύσσης πρόεδρος «πάντα, φησί, τὰ περὶ τὸν Θεὸν νοούμενα πρὸ τῆς τοῦ κόσμου συστάσεως ἦν, εἰ καὶ ὠνομάσθη μετὰ τὸ γενέσθαι τὸν ὀνομάζοντα». Ὁρᾶτε πᾶς τις νοῦν ἔχων ὑγιᾶ; Οὐκ εἶπε λεγόμενα, οὐδ’ ἀκουόμενα τὰ περὶ τὸν Θεόν, ἵνα μή τις, ὡς ὁ Γρηγορᾶς, νομίση δυσσεβῶς ὀνόματα μόνον εἶναι τὰ περὶ τὸν Θεὸν θεολογούμενα. Πρὸ δὲ τῆς τοῦ κόσμου συστάσεως ταῦτ’ εἶπεν εἶναι, ἵνα μὴ πρὸς τὴν κτίσιν, ὡς ὁ Γρηγορᾶς, κατασπάσῃ ταῦτα δυσσεβῶς. Ἀλλὰ καὶ πάντα εἶπε καὶ νοούμενα, ἵνα περὶ τὴν φύσιν ὄντα νοήσῃς, ἀλλὰ μὴ ὡς ὁ Γρηγορᾶς φύσιν εἶναι ταῦτα νοήσῃς δυσσεβῶς. Ἡ γὰρ θεία φύσις οὔτε νοεῖται καὶ μία ἐστὶ καὶ ἑνιαίως ἀεὶ προάγεται παρὰ τῶν θεολόγων.

Ἀλλὰ καὶ ὁ μέγας Ἀθανάσιος οὐκ εἶπε τὸ Θεὸν ὀνομάζεσθαι δεύτερόν ἐστι τῆς θείας φύσεως, ἀλλ’ ὅτι «τὸ Θεὸν εἶναι τὸν Θεὸν δεύτερόν ἐστι τῆς φύσεως», ἵνα μὴ δῷ πρόφασιν Γρηγορᾷ καὶ Ἀκινδύνῳ καὶ τοῖς κατ’ αὐτοὺς βλασφημεῖν τε εἰς τὸν Θεὸν καὶ αὐτὸν συκοφαντεῖν, ὥσπερ καὶ Γρηγόριος ὁ Θεολόγος οὐκ εἶπεν ὅτι οὐ φύσις τῷ Θεῷ τὸ τῆς ἁπλότητος ὄνομα, ἀλλ’ ὅτι «οὐ φύσις τῷ Θεῷ ἡ ἁπλότης, ὥσπερ οὐδὲ τοῖς συνθέτοις τὸ εἶναι συνθέτοις», τοῦτο λέγων ἄντικρυς, ὅτι τὸ ἁπλοῦν εἶναι τὸν Θεὸν οὐ φύσις, ἀλλὰ περὶ τὴν φύσιν ἐστίν. Ὁ δὲ Γρηγορᾶς ἀπροφασίστως θέλων δυσσεβεῖν τε καὶ συκοφαντεῖν, περὶ ὀνομάτων ψιλῶν αὐτοὺς ποιεῖσθαι τὸν λόγον διατείνεται.

Ἀλλ’ ἐπεὶ καὶ ἡ φύσις ὄνομά ἐστι, λεγέτω νῦν ὁ Γρηγορᾶς ταῖς ἑαυτοῦ φρεσί, μᾶλλον δὲ φρενοβλαβείαις ἀκολούθως, ὅτι τὸ φύσιν εἶναι τὸν Θεὸν δεύτερόν ἐστι τῆς θείας φύσεως καὶ ἡ φύσις τοῦ Θεοῦ οὐκ ἔστι φύσις τοῦ Θεοῦ, ποία δὲ ποίας ὁποτέρα τούτων, αὐτὸς μόνον διδάσκειν ἀξιόχρεως. Οὐ μήν, ἀλλ’ ἐπεὶ καὶ κατ’ αὐτὸν ἡ θεότης τῆς θεατικῆς τοῦ Θεοῦ δυνάμεως ὄνομά ἐστι, ταύτην δὲ μηδὲν τῆς θείας φύσεως διαφέρειν μετὰ Βαρλαὰμ καὶ Ἀκινδύνου καὶ οὗτος δογματίζει, ἀκουέτω σαφῶς τὴν τῆς θείας φύσεως πρὸς αὐτὴν διαφορὰν καὶ εἰ μὴ «αὐτοκατάκριτός» ἐστι καὶ «ἐξέστραπται» τελέως, παυέτω τῆς πολυειδοῦς καὶ δυσσεβοῦς ἐνστάσεως. Ὁ γὰρ Νυσσαέων φανότατος φωστήρ φησιν, ὅτι «ἡ θεία φύσις ὑπερβαίνει πᾶσαν τὴν διὰ φωνῆς σημασίαν· οὐκοῦν ἡ θεότης τῆς θεατικῆς δυνάμεως τοῦ Πνεύματος προσηγορία καθέστηκεν». Ὁρᾷς σαφῶς ὅτι ἡ θεατικὴ δύναμις οὐ φύσις, ἀλλὰ περὶ τὴν φύσιν καὶ ὡς ἡ θεία φύσις ὑπερέχει τῆς θεατικῆς δυνάμεως; Οὐ γὰρ τῆς φωνῆς εἶπεν ὁ θεορρήμων ὑπερέχειν τὴν θείαν φύσιν, ἀλλὰ τῆς σημασίας τῆς φωνῆς. Ὁ δὲ θεηγόρος Κύριλλος ἐν Θησαυροῖς φησίν, ὅτι «μεῖζόν ἐστι τὸ Πατέρα εἶναι τοῦ Θεὸν εἶναι τὸν Πατέρα καὶ Θεόν. Ὡς μὲν γὰρ Θεὸς πρὸς τὰ δοῦλα τὴν σχέσιν ἔχει, ὡς δὲ Πατὴρ πρὸς τὸν ἴδιον καὶ ὁμότιμον Υἱόν».

Καὶ πάλιν· «οὐκ εἶπεν ὁ Κύριος ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Θεόν, ἀλλὰ τὸν Πατέρα, τὸ μεῖζον ἀπονέμων αὐτῷ καὶ οὐχὶ τὸ ἔλαττον. Οὐκοῦν πρῶτον ἔστω Πατήρ, εἶθ’ οὕτως Θεός, εἰ καὶ ἅμα καὶ συνημμένως».

Τί οὖν; Ἆρα καὶ Κυρίλλου τοῦ θείου καταστρηνιάσεις, ὦ κενὲ Γρηγορᾶ, τῶν εἰρημένων ἕνεκεν, ὡς καὶ κατὰ τῆς Ἐκκλησίας ἐξεμάνης νῦν, τῆς θείας ἐνεργείας ὑπερκεῖσθαι θεολογούσης τὴν οὐσίαν κατὰ τὸ αἴτιον; Οὐ γὰρ ἡ οὐσία τοῦ Θεοῦ ἐκ προνοίας θείας, ἄπαγε τῆς ἀσεβείας, ἀλλ’ ἡ πρόνοια ἐκ τῆς οὐσίας.

Ἆρ’ οὖν καὶ τοῦ σοφοῦ τὰ θεῖα Κυρίλλου κατηγορήσεις ἐξ ὑπερκειμένου καὶ ὑφειμένου καὶ τοῦτον συντιθέναι τὸν Θεὸν λέγων, ἢ δύο τὸν ἕνα ποιεῖν, τὸν μὲν μείζω καὶ ὑπερκείμενον, τὸν δ’ ἐλάττω καὶ ὑφειμένον, οὐκ εἰς νοῦν, τὸ τοῦ λόγου, βάπτων, μᾶλλον δὲ κακουργῶν καὶ τοὺς πολλοὺς ἐκ τοῦ φαινομένου παράγων, μὴ βουλόμενος ἢ μὴ δυνάμενος συνορᾷν, ὡς οὐδὲν τὴν εὐσέβειαν ἀδικοῦσιν αἱ λέξεις εὐσεβῶς ἐκλαμβανόμεναι, καταργοῦσι δὲ μᾶλλον τὴν ἀδικίαν, ἣν εἰς τὸ ὕψος ἐλάλησαν Βαρλαὰμ καὶ Ἀκίνδυνος, ὡς καὶ τὴν Ἀρείου καὶ Σαβελλίου πρότερον, τοῦ μὲν τὴν διαφορὰν ἀποσειομένου ταύτην καὶ δυσσεβῶς συστέλλοντος εἰς ἓν τὴν θεότητα, Ἀρείου δὲ προσιεμένου κακῶς καὶ κατασπῶντος αὐτὴν εἰς κτίσιν, διὰ τὸ τῆς φωνῆς δοκοῦν ταπεινότερον, σοῦ δὲ καὶ Ἀκινδύνου κατὰ ζῆλον τοῦ Καλαβροῦ Βαρλαάμ, χεῖρον ἄμφω πασχόντων, ἀμφοτέρων δέ, ὑμῶν τε κἀκείνων μὴ συνορώντων, ὡς ὅταν ὁπωσοῦν ἔμφυτα ᾖ, κἂν διαφέρῃ τὰ αἴτια τῶν αἰτιατῶν, οὐ διασπᾶται ἀλλήλων, κἂν ὑπερέχοντα καὶ ὑπερεχόμενα λέγηται (μὴ μέντοι κατὰ τὸ ἄκτιστον καὶ τὸ κτιστὸν), τὸ ἴσον πρὸς ἄλληλα καὶ τὸ ἑνιαῖον οὐκ ἀποτίθεται; Τὰ γὰρ τῷ ἑνὶ φυσικῶς ὁπωσδήποτε προσόντα, ὡς ἑνός, ἕν εἰσιν. Ἔστι δέ, κατὰ τὸν θεῖον Μάξιμον εἰπεῖν, ὁμοῦ καὶ διακεκριμένα ἐν αὐτῷ.