Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Νικηφόρου Γρηγορᾶ

Γρηγόριος Παλαμᾶς

Η άκτιστη φύση της θείας ενέργειας, βουλήσεως και πρόνοιας

Συστηματική απόδειξη ότι η δημιουργική και προνοητική ενέργεια του Θεού διακρίνεται από τη θεία φύση χωρίς να είναι κτιστή, ανασκευάζοντας τις παρερμηνείες των χωρίων των αγίων Κυρίλλου και Μαξίμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 6 από 15

Καὶ τὸ μὴ συνορᾷν τὸ διακεκριμένον ἐν τῇ ἑνώσει τοῦ Θεοῦ καὶ τὴν ἐν τῷ διακεκριμένῳ θεοπρεπῆ τάξιν, ᾗ τὸ ὑπερέχον καὶ τὸ ὑπερεχόμενον ἐξ ἀνάγκης ἐνορᾶται, μόνων τῶν αἱρετικῶν ἐστι, ὡς καὶ ὁ μέγας Ἀθανάσιος παρίστησι γράφων· «οἱ αἱρετικοὶ τὸ μὲν βούλεσθαι περὶ τῶν μὴ ὄντων διδόασι τῷ Θεῷ καὶ τὸ ἀντικείμενον τῇ βουλήσει τεθεωρήκασι, τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον οὐ τεθεωρήκασιν». Ὥσπερ γὰρ ἀντίκειται τῇ βουλήσει τὸ παρὰ γνώμην, οὕτως ὑπέρκειται τοῦ βούλεσθαι τὸ κατὰ φύσιν.

Ποῦ εἰσιν οἱ λέγοντες φύσιν εἶναι θείαν πᾶσαν ἄκτιστον ἐνέργειαν, ὡς μηδὲν διαφέρουσαν αὐτῆς, καὶ ὅτι πᾶν τὸ κατά τινα τρόπον ὑπερκειμένην ἔχον τὴν θείαν φύσιν ἑαυτοῦ κτιστόν ἐστιν; Ἰδοὺ γὰρ τὸ βούλεσθαι περὶ τῶν μήπω ὄντων τὸν Θεόν, πρὸ τῶν ὄντων πάντως καὶ ἄκτιστόν ἐστιν. Ὡσαύτως καὶ τὸ θεᾶσθαι τὰ πάντα τὸν Θεὸν πρὶν γενέσεως αὐτῶν. Τούτων δὲ ἑκάτερον οὐ φύσις, ἀλλὰ σχέσις ἐστὶ θεοπρεπὴς καὶ ὑπέρκειται τούτων ἡ θεία φύσις, κατὰ τοὺς θεολόγους, οὐ τῶν ὀνομάτων ἁπλῶς, ἀλλὰ καὶ αὐτῶν τῶν ὑπὸ τῶν ὀνομάτων σημαινομένων.

Ἐπεὶ οὖν καὶ κατὰ τὸν Γρηγορᾶν τὸ Θεὸς ὄνομα τὴν θεατικὴν τοῦ Θεοῦ δύναμιν παρίστησιν, αὕτη δέ, κατὰ τοὺς θεολόγους, διαφέρει τῆς θείας φύσεως (τὴν γὰρ θείαν φύσιν, κατ’ αὐτοὺς πάλιν, οὐδὲν ὄνομα παρίστησιν) πᾶν δὲ τὸ διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως κτιστόν ἐστι, κατὰ τὸν Γρηγορᾶν, κτιστὴ κατ’ αὐτόν ἐστι νῦν ἡ θεατικὴ δύναμις τοῦ πάντα θεωμένου πρὶν γενέσεως αὐτῶν, ταὐτὸ δ’ εἰπεῖν προαιωνίως. Ἀλλ’ οὐδὲν πάλιν προαιώνιον, κατὰ τὸν Γρηγορᾶν, ὁπωσοῦν διαφέρει τῆς θείας φύσεως. Ἐπεὶ οὖν ἡ θεατικὴ τοῦ Θεοῦ δύναμις προαιώνιος, αὕτη ἐστὶ λοιπὸν ἡ φύσις τοῦ Θεοῦ, κατὰ τὸν Γρηγορᾶν, καὶ τὸ αὐτὸ κτίσμα τε εἶναι καὶ τὴν φύσιν κατασκευάζει τοῦ Θεοῦ, μηδεμίαν ἀνοίας καὶ ἀσεβείας ὑπερβολὴν παραλιπὼν ὁ τάλας.

Ὁ αὐτὸς δὲ καὶ τὴν ἁπλότητα μηδὲν ἄλλο παριστάναι φησίν, ἢ τὸ μὴ σύνθετον εἶναι τὸν Θεόν. Οὐκοῦν λεγέτω καὶ τὴν ἀγαθότητα μηδὲν ἄλλο δηλοῦν, ἢ τὸ μὴ πονηρὸν εἶναι τὸν Θεόν, καὶ τὴν ἁγιότητα τὸ μὴ κίβδηλον. Ἀναπλαττέτω δ’ ἔτι κατὰ πολλὴν ἐξουσίαν καὶ περὶ τῶν ἄλλων πάντων τὰ παραπλήσια, κατὰ μίμησιν Ἀκινδύνου τοῦ διδάξαντος αὐτόν, στρεβλῶν οἷον τὰς θέσεις καὶ εἰς τὰς ἀφαιρέσεις στρέφων, ἵνα τὰ τοιαῦτα τοῦ Θεοῦ ὀνόματα ἔρημα πραγμάτων παραστήσῃ, ἑαυτὸν δὲ μᾶλλον ἄθεον, ὡς ἂν μὴ πολλοί, φησί, γένοιντο ἄκτιστοι θεοί.

Ἡμεῖς δὲ ἴσμεν, ὑπὸ τῶν θείων Πατέρων μεμυημένοι, ὡς οὐδὲν μὲν τῶν ὀνομάτων δηλωτικόν ἐστι τῆς ἀφράστου καὶ θείας φύσεως ἐκείνης, οὐ μὴν διάκενός ἐστι ψόφος ῥημάτων, οὐ τὰ θετικῶς λεγόμενα μόνον, ἀλλὰ καὶ τὰ ἀφαιρεματικῶς, ἀλλὰ σημαίνουσι καὶ παριστῶσι τὰ περὶ τὸν Θεὸν φυσικῶς θεωρούμενα καὶ δι’ ἑαυτῶν ἕνα κατὰ τὴν φύσιν ἀνέκφαντον παντοδύναμον Θεόν, τὸν διὰ πάντων αὐτῶν δεικνύμενον, πᾶσι παριστῶντα καὶ τὴν βαθυτάτην Ἀκινδύνου καὶ Γρηγορᾶ πλάνην καὶ ἀνακόλουθον καὶ δαιμονιώδη ἔνστασιν, τοῖς εὖ φρονοῦσιν ἐναργέστατα δεικνῦντα. Καὶ αὐτὸ γὰρ τὸ μὴ σύνθετος εἶναι φυσικῶς καὶ ἐξ ἀϊδίου ἔχει ὁ Θεός. Ὅτι δὲ πράγματά ἐστι, κἂν οὐκ οὐσίαι τὰ τοιαῦτα, πολλάκις ἄλλοτε καὶ διὰ πολλῶν ἐπιχειρημάτων καὶ γραφικῶν μαρτυριῶν ἐδείξαμεν. Ἀλλὰ καὶ νῦν ἐρωτητέον ἂν εἴη τοὺς ἀντιλέγοντας· ἐπειδὴ τῶν λεγομένων τὰ μὲν οὐκ ἔστι, λέγεται δέ, τὰ δὲ καὶ ἔστι καὶ λέγεται, τὸ τοῦ Θεοῦ ἄτρεπτον καὶ ἀΐδιον καὶ τὸ ἁπλοῦν καὶ τὸ μὴ σύνθετον καὶ τὸ προγνωστικὸν καὶ τὸ παντοδύναμον καὶ τὰ τοιαῦτα ποῦ θήσομεν; Ἐν τοῖς λεγομένοις, μὴ οὖσι δέ; Καὶ πῶς Θεός, εἰ μὴ ταῦτ’ ἔστιν; Εἰ δ’ ἐν τοῖς οὖσι καὶ λεγομένοις, πῶς οὐχὶ πράγματα, κἂν μὴ οὐσίαι; τὸ γὰρ ὁπωσδήποτε ὂν καὶ μὴ λεγόμενον μόνον πρᾶγμα. Κἂν μὲν καθ’ ἑαυτὸ καὶ μὴ ἐν ἑτέρῳ θεωρῆται, φύσις, τῶν δὲ ἐν ἑτέρῳ θεωρουμένων, τὰ μὲν φυσικῶς ἐστι τὰ δὲ κατὰ συμβεβηκός.

Κατὰ συμβεβηκὸς μὲν οὖν πρόσεστι τῷ Θεῷ οὐδέν, φυσικῶς δὲ τὰ προηριθμημένα πάντα καὶ τὰ παραπλήσια τούτοις. Καὶ ὁ σοφὸς γὰρ τὰ θεῖα Κύριλλός φησιν «οὐκ οὐσία τὸ ἀγέννητον, ἢ τὸ ἄφθαρτον, ἢ τὸ ἀθάνατον, ἢ τὸ ἀόρατον· εἰ γὰρ ἕκαστον τούτων οὐσίαν σημαίνει, ἐκ τοσούτων οὐσιῶν σύγκειται ὁ Θεός, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται». Ἐπεὶ οὖν ὁ Γρηγορᾶς πᾶν ὃ μὴ ἔστιν οὐσία τοῦ Θεοῦ κτιστὸν εἶναι διατείνεται, ταῦτα πάντα τὰ τῷ σεπτῷ Κυρίλλῳ ἀπηριθμημένα, φυσικῶς δὲ καὶ ἀχωρίστως τῷ Θεῷ προσεῖναι τεθεολογημένα, κτιστὰ εἶναι φανερῶς δοξάζει, μὴ δυνάμενος κλέπτειν τοὺς ἀκούοντας, ὅτι τὰ ὀνόματά φησι κτιστά· οὐδενὶ γὰρ τῶν ὄντων, πολλῷ μᾶλλον τῷ Θεῷ, φυσικὸν ὄνομα ὑπάρχει.

Ἀλλ’ ὁ αὐτὸς πάλιν Γρηγορᾶς φησίν, ὅτι τὰ φυσικῶς προσόντα τῷ Θεῷ οὐδαμῇ διενήνοχε τῆς θείας φύσεως, πλὴν τῇ προφορᾷ τῆς λέξεως. Οὐκοῦν ἐκ πολλῶν οὐσιῶν σύνθετον εἶναι λέγει τὸν Θεόν. Εἰ γὰρ ἕκαστον τούτων οὐσίαν σημαίνει, κατὰ τὸν θεῖον Κύριλλον «ἐκ τοσούτων οὐσιῶν σύγκειται ὁ Θεός, ὅσαπερ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται». Καὶ τὸ αὐτὸ νῦν μὲν κτιστόν, νῦν δὲ οὐσίαν εἶναι κατασκευάζει τοῦ Θεοῦ, οὐ τῷ θείῳ Κυρίλλῳ μόνον, ἀλλὰ καὶ τῷ Θεῷ ἀντίθετος ὡς ἀληθῶς ὑπάρχων, ἐξ ἀνάγκης δὲ καὶ τοῖς ἐν πνεύματι θεολογοῦσι πᾶσιν.

Ὁ γὰρ Δαμασκηνὸς θεηγόρος πάνθ’ ὅσα σχεδὸν κατὰ θέσιν καὶ ἀφαίρεσιν θεολογεῖται προθεὶς καὶ ἀπαριθμησάμενος, καθάπερ καὶ ὁ μέγας Ἀθανάσιος, εἶτ’ ἐπάγει «πάντα τὰ τοιαῦτα ἡ θεία φύσις φύσει ἔχει». Ἆρ’ οὖν τὰ ὀνόματα φυσικῶς πρόσεστι τῇ θείᾳ φύσει; Ἀλλ’ ἔσται πάντων μάλιστα καταληπτὸς κατὰ τὴν φύσιν ὁ Θεὸς καὶ τῶν ὀνομάζειν πεφυκότων ὑστερογενέστερος.

Ἄκουε δὴ πάλιν τοῦ αὐτοῦ· «καὶ ὅσα δὲ λέγομεν ἐπὶ Θεοῦ καταφατικῶς, οὐ τὴν φύσιν ἀλλὰ τὰ περὶ τὴν φύσιν δηλοῖ». Παράθες ἐνταῦθά μοι νῦν, ὦ καλὲ Γρηγορᾶ, τὸ σὸν ἐπὶ λέξεως, ὅτι φύσις καὶ φυσικὸν ἐπὶ Θεοῦ λεγόμενα ἁπλῆν ἔχει τὴν σημασίαν καὶ μοναδικὴν καὶ μηδὲν μηδαμῇ παραλλάττουσαν πλὴν τῇ προφορᾷ τῆς λέξεως, καὶ πρόσχες τοῖς εἰρημένοις τὸν νοῦν, εἴπερ σοι δυνατὸν εἰς τὸν ἀληθῆ νοῦν ἐπανελθεῖν καὶ τῆς ἐνεργείας τοῦ τῆς ἀληθείας εὐμοιρῆσαι πνεύματος. Νῦν γὰρ ἀθλίως ὑπὸ τῆς ἐνεργείας ἐνεργούμενος τοῦ ἀντικειμένου πνεύματος, τἀναντία τοῖς ἐν τῷ τοῦ Θεοῦ πνεύματι θεολογοῦσι δογματίζεις.

Οἱ μὲν γὰρ τὰ λεγόμενα ἐπὶ Θεοῦ οὐ τὴν φύσιν φασὶ σημαίνειν, σὺ δὲ πάντα τὰ λεγόμενα ἐπὶ Θεοῦ, τήν τε φύσιν καὶ τὰ φυσικά, μίαν καὶ μοναδικὴν καὶ μηδαμῇ παραλλάττουσαν ἔχειν τὴν σημασίαν. Καὶ οἱ μὲν πολλὰ τὰ φυσικά φασιν, τὴν δὲ φύσιν μίαν· σὺ δὲ φανερῶς οὐχ οὕτως. Καὶ οἱ μὲν οὐ πολλὰ μόνον λέγουσι τὰ φυσικά, μιᾶς οὔσης τῆς θείας φύσεως, ἀλλὰ καὶ περὶ αὐτὴν εἶναι καὶ διαφέρειν ἐξ ἀνάγκης οὐ πρὸς ταύτην μόνην ἀλλὰ καὶ πρὸς ἄλληλα· καὶ μὴ μόνον τὰ ὀνόματα, ἀλλὰ καὶ αὐτὰ τὰ ὑπὸ τῶν ὀνομάτων δηλούμενα, μηδαμῶς σημαίνειν τὴν φύσιν τοῦ Θεοῦ. Σὺ δὲ ἅπαν τοὐναντίον, καίτοι ὁ αὐτὸς Δαμασκηνὸς «τὸ δὲ ἀγαθόν, φησί, καὶ δίκαιον καὶ ὅσιον καὶ τὰ τοιαῦτα παρέπονται τῇ θείᾳ φύσει, οὐκ αὐτὴν δὲ δηλοῖ τὴν οὐσίαν». Ἆρ’ οὖν τῇ θείᾳ φύσει παρέπονται ψιλὰ τὰ ὀνόματα;

Οὔμενουν· ἐπεὶ καὶ αὐτὸς μικρὸν ἀνωτέρω φησίν, «ὡς ἕκαστον τῶν ἐπὶ Θεοῦ λεγομένων ἢ τί οὐκ ἔστι δηλοῖ, ἢ σχέσιν τινά, ἤ τι τῶν παρεπομένων τῇ φύσει, ἃ καὶ αὐτά, ἐπεὶ παρέπονται, διαφέρει πάντως τῆς θείας φύσεως», διὸ καὶ ὁ θεοφόρος πατὴρ «οὐ γὰρ αὐτήν, φησί, δηλοῖ τὴν οὐσίαν».

Ἀλλὰ πόθεν ταῖς τοιαύταις δυσσεβείαις καὶ ταῖς πρὸς τοὺς θεοφόρους πολυειδέσιν ἀντιθέσεσι περιπεπτώκασι Γρηγορᾶς καὶ Ἀκίνδυνος καὶ ὅσοι κατ’ αὐτούς; Ἐκ τοῦ περισπούδαστον γενέσθαι τούτοις παντοδαπῆ σύγχυσιν, τό γε εἰς αὐτοὺς ἧκον, ἐξεργάσασθαι κατὰ Θεοῦ καὶ τῶν αὐτῷ πάντων προσηκόντων προφάσει τῆς ἁπλότητος καὶ τυχεῖν ὀνόματός τινος, ὡς ὑπὲρ τοὺς πάλαι καὶ νῦν θεολογοῦντες. Οὐδὲ γὰρ ἐπείσθησαν πρὸς τοῖς ἄλλοις θεολόγοις καὶ Διονυσίῳ τῷ μεγάλῳ, διαφορὰν οὐ μικρὰν εἰσάγοντι τῶν τε καταφατικῶς καὶ ἀποφατικῶς ἐπὶ Θεοῦ λεγομένων, πρὸς ἄλληλά τε καὶ πρὸς ἑαυτά. Ἐκεῖνος γάρ φησιν ὁ θεοφάντωρ, ὡς αἱ ἀφαιρέσεις ὑπερέχουσι τῶν θέσεων ἐπὶ Θεοῦ, κἀν ταῖς θέσεσιν ἐνθεωρεῖται τὸ μᾶλλον καὶ τὸ ἦττον εὐσεβῶς, ἀλλ’ οὐ κατὰ τὸ ἄκτιστόν τε καὶ κτιστόν, τοῦτο γὰρ τὸ δυσσεβές, ὡσδαύτως κἀν ταῖς ἀφαιρέσεσιν· οὐ γὰρ ἔστιν οὐκ ἔστιν ἐν ταῖς τοῦ ἑνὸς Θεοῦ διακρίσεσι μὴ ταῦθ’ ὁρᾶσθαι τοῖς μετὰ συνέσεως ὁρῶσιν· εἰ μὴ κατατομή τις εἴη μᾶλλον ἄθεος ἢ διάκρισις θεοπρεπής, ἥτις ἀδιαιρέτως διαιρεῖ καὶ εἰς ἓν αἴτιον ἀναφέρει τὰ διακεκριμένα, καὶ Θεὸν ἕνα δείκνυσι τρισυπόστατον ἐνεργῆ τε καὶ παντοδύναμον, αὐτὸν ἑαυτῷ ἴσον καὶ ὁμότιμον, ὡς ἕνα, μᾶλλον δὲ ὡς ἑνικῶς μὲν ἁπάντων αἴτιον ὄντα, αὐτὸν δέ, κατὰ τὸν μέγαν αὖθις Διονύσιον, καὶ ὑπὲρ αὐτὸ τὸ ἓν ὄντα, κἂν Βαρλαὰμ καὶ Ἀκίνδυνος ἀπαρέσκωνται.

Καὶ γάρ, ὡς μὲν ἑνικῶς ἁπάντων αἴτιος ἐν σχέσει τινὶ θεωρεῖται, αὐτὸς δὲ καθ’ ἑαυτὸν πάντων ὑπερεξῃρημένος τε καὶ ἀπολελυμένος ὢν καὶ ὑπὲρ αὐτὸ τὸ ἕν ἐστιν ὑπερουσίως. Ἆρ’ οὖν ὅτι κατ’ οὐσίαν καὶ ὑπὲρ αὐτὸ τὸ ἕν ἐστιν, ὅτι κατ’ αἰτίαν εἷς ἐστι κτιστῶς, τοῦτ’ ἔχει ὁ Θεός;

Τοιαῦτα τὰ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου καὶ Γρηγορᾶ παραληρήματα. Οὗτοι δὲ καὶ τὸ ἁπλοῦν τὸ μὴ σύνθετον εἶναι δηλοῦν ἐπὶ Θεοῦ φασι καὶ μηδὲν ἀλλήλων διαφέρειν δογματίζουσι, μηδὲ τοῦτο συνορῶντες, ὅτι λεχθείη ἂν μὴ σύνθετον καὶ τὸ μὴ ὄν, ἁπλοῦν δὲ οὐδαμῶς. Οὕτω καὶ τῇ κοινῇ φύσει καὶ τῇ κοινῇ χρήσει καὶ τοῖς ἐν Πνεύματι λαλοῦσιν ἀντιδογματίζουσιν οἱ τάλανες.

Ὁ δὲ Γρηγορᾶς ὥσπερ σπουδάζων προφέρειν τὰ κατ’ αὐτοῦ γεγραμμένα τοῖς ἁγίοις, ἑξῆς προάγει καὶ τὸ τοῦ Νύσσης ἐνθέου Γρηγορίου γράφοντος ἐν τῷ Πρὸς Εὐνόμιον τρίτῳ· «Θεὸν λέγοντες τὸν ἔφορον καὶ ἐπόπτην καὶ διορατικὸν τῶν κεκρυμμένων ἐπινοοῦντες ἐπικαλούμεθα. Εἰ δὴ προϋφέστηκε τῶν ἐνεργειῶν ἡ οὐσία, νοοῦμεν δὲ τὰς ἐνεργείας δι’ ὧν αἰσθανόμεθα, ῥήμασι δὲ ταύτας, ὅπως ἂν ᾖ δυνατόν, ἐξαγγέλλομεν, τίς ἔτι καταλείπεται φόβος νεώτερα τῶν πραγμάτων τὰ ὀνόματα λέγειν; Εἰ γὰρ μὴ πρότερον ἑρμηνεύομέν τι τῶν περὶ Θεοῦ λεγομένων πρὶν ἂν νοήσωμεν, νοοῦμεν δὲ δι’ ὧν ἐκ τῶν ἐνεργειῶν διδασκόμεθα, προϋφέστηκε δὲ τῆς ἐνεργείας ἡ δύναμις, ἡ δὲ δύναμις ἐξήρτηται τοῦ θείου θελήματος, τὸ δὲ βούλημα ἐν τῇ ἐξουσίᾳ τῆς θείας ἀπόκειται φύσεως, ἆρ’ οὐ σαφῶς διδασκόμεθα, ὅτι ἐπιγίνονται τοῖς πράγμασιν αἱ σημαντικαὶ τῶν ὀνομάτων προσηγορίαι;».

Καὶ μετά τινα· «‘οἰκτίρμων, φησί, καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος’· ταῦτα τοίνυν ἐνεργείας ἔχει τὴν σημασίαν ἢ φύσεως; οὐκ ἄν τις ἄλλο παρὰ τὴν ἐνέργειαν εἴποι». Ὁρᾶτε πάντες ὅτι τὰ ἐπὶ Θεοῦ λεγόμενα οὐ φύσεως ἀλλὰ ἐνεργείας ἔχει τὴν σημασίαν;

Ἀλλὰ τίς ὁ τὰ τοιαῦθ’ ὑπὲρ ἑαυτοῦ προάγων; Γρηγορᾶς ὁ τὰ ἐπὶ Θεοῦ λεγόμενα πάντα μίαν δογματίζων ἔχειν τὴν σημασίαν καὶ μηδὲν μηδαμῇ τῆς θείας φύσεως παραλλάττειν, πλὴν τῇ προφορᾷ τῆς λέξεως, ὁ καὶ τὰς τοῦ Θεοῦ θείας ἐνεργείας ὀνόματα δογματίζων εἶναι μόνον. Διὸ καὶ περὶ τῶν ὀνομάτων αὐτῶν φάναι, φησί, τὸν Νύσσης θεῖον Γρηγόριον, προϋφεστηκέναι τῶν ἐνεργειῶν τὴν οὐσίαν. Ἆρ’ οὖν ὁ Νύσσης θεῖος πρόεδρος ἐνεργείας ἐνταῦθα τὰ ὀνόματά φησιν αὐτά; Καὶ πῶς ἑξῆς ἐπάγει περὶ αὐτῶν, «ῥήμασι δὲ ὅπως ἂν ᾖ δυνατὸν ἐξαγγέλλομεν, καὶ τίς ἔτι καταλείπεται φόβος νεώτερα τῶν πραγμάτων τὰ ὀνόματα λέγειν»; Οὐδὲ γὰρ τὴν θείαν οὐσίαν ἐνταῦθα πράγματά φησιν εἶναι, μία γὰρ ἐκείνη. Λείπεται ἄρα πράγματα τὰς ἐνεργείας ἐνταῦθα φάναι τὸν ἅγιον, ἃς καὶ νοητὰς ἔφη. Νοοῦμεν γὰρ αὐτάς, φησί, δι’ ὧν αἰσθανόμεθα, τῶν ἀποτελεσμάτων δηλαδή, καὶ ῥήμασιν αὐτάς, φησίν, ἐξαγγέλλομεν, ἐν οἷς τὰ ὀνόματα καὶ ὅπως ἂν ᾗ δυνατόν, ὡς καὶ τῶν θείων ἐνεργειῶν ὑπὲρ τὴν κτίσιν καὶ ὑπὲρ ἐπωνυμίαν καὶ ἀρρήτων οὐσῶν, εἰ καὶ κατὰ τὸ ἄφραστον καὶ τούτων ἡ θεία φύσις ὑπερέχει. Τί δέ; Τῶν ἐνεργειῶν εἰπὼν προϋφεστηκέναι τὴν οὐσίαν, ἐπεὶ καὶ ἡ οὐσία ὄνομα, ἆρ’ ὀνομάτων ὄνομα διδάσκει προϋφεστηκέναι; Καὶ μὴν προϊὼν αὐτὸς «προϋφέστηκε δέ, φησί, τῆς ἐνεργείας ἡ δύναμις».

Πῶς οὖν ἡ δύναμις προϋφέστηκε τῆς ἐνεργείας; Ἆρα ὡς πρᾶγμα ὀνόματος; Καὶ τοῦτό ἐστιν ἡ θεία φύσις, ἡ δύναμις αὕτη, ἣν προϋφεστηκέναι τῆς ἐνεργείας ὡς ὀνόματος ὁ Γρηγορᾶς νοεῖ; Ἀλλ’ ἡ δύναμις αὕτη, κατὰ τὸν αὐτὸν ἅγιον, ἐξήρτηται τοῦ θείου θελήματος. Κατὰ γοῦν τὴν Γρηγορᾶ σύνεσιν, ἣν ἐν τοῖς τῶν θεοφόρων διδάγμασι κέκτηται, ἡ θεία φύσις ἐξήρτηται τοῦ θείου θελήματος· τοῦτο δὲ τὸ βούλημα, κατὰ τὸν αὐτὸν θεορρήμονα, ἐν τῇ ἐξουσίᾳ τῆς θείας ἀπόκειται φύσεως. Κατὰ γοῦν τὸν Γρηγορᾶν, καὶ ἡ θεία φύσις ἐν τῇ ἐξουσίᾳ τῆς θείας ἀπόκειται φύσεως. Ὁρᾶτε τὴν ἐν τοῖς λογίοις ἀσυνεσίαν τοῦ ἀνδρὸς ὅση καὶ τὸ κατεψευσμένον καὶ κατεφθαρμένον αὐτοῦ τῆς διανοίας καὶ θεολογίας;

Τοιαῦτα δὲ πέπονθεν ἐπειδὴ κατὰ χρόνον ὑπενόησε προϋφεστηκέναι λέγειν τὸν θεηγόρον τῶν τοιούτων θείων ἐνεργειῶν τὴν θείαν οὐσίαν, ἀλλ’ οὐ κατὰ τὴν τάξιν καὶ τὸ αἴτιον, καὶ τὰ τοιαῦτα· ὡς καὶ ἀλλαχοῦ πρὸς τὸ παρὰ τοῦ προφήτου Ἠσαΐου εἰρημένον «ὁ κατέχων τὸν οὐρανὸν σπιθαμῇ καὶ τὴν γῆν δρακί», μέρος, φησί, τῆς θείας ἐνεργείας ὁ προφητικὸς ὑπῃνίξατο λόγος· αὐτὴν δὲ τὴν δύναμιν ἀφ’ ἧς ἡ ἐνέργεια, μᾶλλον δὲ τὴν φύσιν ἀφ’ ἧς ἡ δύναμις, τίς ἐξαγγελεῖ; Ὁ δὲ Γρηγορᾶς νομίσας τοῦτον φάναι κατὰ χρόνον προϋφεστηκέναι τὴν θείαν φύσιν τῶν θείων ἐνεργειῶν, τὰ ὀνόματα εἶναι τὰς θείας ἐνεργείας φρενοβλαβῶς ἐδογμάτισεν. Ἀλλ’ εἰ περὶ τῶν ὀνομάτων ἦν ὁ λόγος τῷ ἁγίῳ, οὐκ ἂν ἔφη προϋφεστηκέναι τῆς ἐνεργείας τὴν δύναμιν, ἀλλὰ τῆς δυνάμεως μᾶλλον τὴν ἐνέργειαν. Διὰ γὰρ τῶν αἰσθητῶν κτισμάτων, οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ἐν τούτοις ὄντων, εἰς νοῦν ἤλθομεν τῆς θείας ἐνεργείας, ἣν δὴ καὶ πρὸ τῆς δυνάμεως ὠνομάσαμεν· ἐκ δὲ τῆς τοιαύτης ἐνεργείας τὴν θείαν δύναμιν καὶ τὸ προαιώνιον θέλημα, ὅπερ ἐν τῇ ἐξουσίᾳ τῆς θείας ἀπόκειται φύσεως, ἐκ δὲ τῆς ἐνεργείας ταύτης καὶ τῆς δυνάμεως καὶ τοῦ θείου θελήματος ἐπὶ νοῦν ἐλάβομεν καὶ πεπιστεύκαμεν, φύσιν εἶναι τὸν Θεὸν ἐνεργῆ, θελητικήν, παντοδύναμον.

Πῶς δὲ ἄρα καὶ ἡ δύναμις ἐξήρτηται τοῦ θείου θελήματος καὶ τὸ θέλημα ἐν τῇ ἐξουσίᾳ τῆς θείας ἀπόκειται φύσεως, εἴπερ ὀνόματά εἰσι κενὰ πραγμάτων, ἢ μηδὲν ἡ τούτων σημασία διαφέρει τῆς θείας φύσεως;

Ἀλλ’ οὕτω μὲν καὶ διὰ τούτων ὁ Γρηγορᾶς τὰς θείας ἐνεργείας ὀνόματα ψιλά φησι, κενὰ πραγμάτων, ἀνθρώπων εὑρήματα ὄντα καὶ ποιήματα, ὃ μηδέπω μέχρι καὶ τήμερον ἀκηκόαμεν. Οὐχ ὅτι παρὰ ἀνθρώπων εἰρημένα τέ ἐστι καὶ πεποιημένα τὰ ὀνόματα, ἀλλ’ ὅτι ταῦτα τὰ πεποιημένα παρ’ ἀνθρώπων αἱ τοῦ Θεοῦ ἐνέργειαί εἰσι, καὶ πάντας τοὺς ὦτα ἔχοντας ἀκούειν μάρτυρας τῆς δυσσεβοῦς ταύτης αὐτοῦ καινοφωνίας ἔχων, ἡμῶν ὡς τοιούτων καταβοᾷ, τῶν τὰ ὀνόματα τῶν θείων ἐνεργειῶν ὑπάρχειν ἰσχυριζομένων, ἀλλ’ οὐκ ὀνόματα εἶναι τῆς θείας ἐνεργείας.

Ἐπεὶ δέ φησιν οὗτος ὅτι καὶ ἄλλαι τινές εἰσιν ἐνέργειαι Θεοῦ, αἵτινες οὐχ ἡμῶν ἀλλ’ αὐτοῦ τοῦ Θεοῦ εἰσι ποιήματα, ὡς οὐρανός τε καὶ γῆ, ἀήρ τε καὶ θάλασσα καί τ’ ἄλλα πάντα, φέρ’ ἴδωμεν τίνας αὐτὰς εἶναί φησιν ὁ μηδὲν καινοφωνεῖν αὐχῶν.

Αὐτὴν οὖν φησι κτιστὴν τὴν δημιουργικὴν τοῦ Θεοῦ βούλησιν καὶ θέλησιν. Ἢ γοῦν δύο θελήσεις ἐξ ἀνάγκης εἶναι δογματίζει τοῦ Θεοῦ, κτιστὴν καὶ ἄκτιστον, εἴπερ καὶ ἄκτιστον αὐτὸν ἔχειν θέλησιν πρεσβεύει, ἢ πρὸς ἄρνησιν καὶ ἀναίρεσιν τῆς ἀκτίστου θελήσεως λογογραφεῖ, εἴπερ μὴ δύο θελήσεις ἐπὶ τοῦ Θεοῦ, κτιστὴν καὶ ἄκτιστον, πρεσβεύει.

Ἀλλὰ πόθεν ὁ Γρηγορᾶς κατασκευάζειν οἴεται κτιστὴν εἶναι τὴν θείαν θέλησιν; Ἐκ τοῦ μὴ ταὐτὸν εἶναι τῇ οὐσίᾳ τοῦ Θεοῦ. Τὸ δὲ μὴ ταὐτὸν εἶναι τῇ οὐσίᾳ τὴν θείαν βουλὴν καὶ τὴν θέλησιν, τὸν πολὺν τὰ θεῖα Μάξιμον προάγει κατασκευάζοντα.

Φησὶ γὰρ ἐκεῖνος· «εἰ ταὐτὸν ἦν τῇ οὐσίᾳ τοῦ Θεοῦ ἡ βούλησις, ἐχρῆν μιᾶς οὔσης τῆς οὐσίας μίαν εἶναι καὶ τὴν θέλησιν. Ἀλλ’ ἡ Γραφὴ ‘πάντα, φησίν, ὅσα ἠθέλησεν ἐποίησε’, πολλὰ δὲ ἠθέλησε καὶ οὐχ ἕν». Καθ’ ἑαυτοῦ γοῦν ταῦτα λαθὼν προήγαγεν ὁ Γρηγορᾶς. Εἰ γὰρ πάντα ὅσα ἠθέλησεν ὁ Θεὸς ἐποίησεν, ἐποίησε δέ, κατὰ τὸν Γρηγορᾶν, καὶ τὴν οἰκείαν θέλησιν, θελήσας καὶ ταύτην ἐποίησε. Καὶ ἡ θεία θέλησις οὐκοῦν ἑτέρας ἐδεῖτο θείας θελήσεως ὥστε ποιηθῆναι, καὶ αὕτη πάλιν ἑτέρας· καὶ τοῦτο ἐπ’ ἄπειρον. Ἄκτιστος οὐκοῦν ἡ θεία θέλησις, ἣν Μάξιμος ὁ θεόσοφος μὴ ταὐτὸν εἶναι τῇ οὐσίᾳ τοῦ Θεοῦ παρέστησεν, ὥσπερ προσκληθεὶς ἐπίτηδες τὴν Γρηγορᾶ δυσσεβεστάτην ἀπελέγξαι πλάνην, καθάπερ καὶ ὁ θεῖος Κύριλλος.

Τοῦτον γὰρ ἑξῆς προενεγκὼν ὁ Γρηγορᾶς συνεισήνεγκεν οὐδὲν ἧττον ἀξιόλογον μάρτυρα τῆς ἀθετουμένης ὑπ’ αὐτοῦ καὶ παρ’ ἡμῶν πρεσβευομένης εὐσεβείας γράφων· «ὁμοίως δὲ καὶ ὁ θεῖος Κύριλλός φησιν· ‘ἡ ἑνὸς τῶν ὠνομασμένων, Πατρὸς λέγω καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, δημιουργικὴ θέλησις, ἐφ’ ὅτῳπερ ἂν λέγοιτο γενέσθαι τυχόν, ἐνέργημα μὲν αὐτοῦ ἐστι, πλὴν διὰ πάσης ἔρχεται τῆς θεότητος καὶ τῆς ὑπὲρ τὴν φύσιν οὐσίας ἐστὶν ἀποτέλεσμα’». Εἰ γοῦν κτιστή, κατὰ τὸν Γρηγορᾶν, ἡ τοιαύτη θέλησις, δεδημιουργημένη ἂν ἐλέχθη παρὰ τοῦ ἁγίου, ἀλλ’ οὐ δημιουργική. Πρὸς δέ, εἰ τὸ δημιουργικὸν κτιστὸν ἔσται, κατ’ αὐτόν, ἑτέρῳ τοῦτο δημιουργικῷ δεδημιουργημένον ἔσται, κἀκεῖνο πάλιν ἑτέρῳ· καὶ τοῦτο ἐπ’ ἄπειρον. Τοῦ γε μὴν Υἱοῦ τοῦ Θεοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος καὶ κτιστὸν εἶναι θέλημα πρεσβεύομεν πρὸς τῷ ἀκτίστῳ ἐπεὶ καὶ κτιστός ἐστι, κατὰ τὴν ἡμετέραν ἣν ἀνέλαβε φύσιν. Εἰ δέ, κατὰ τὸν Γρηγορᾶν, καὶ πρὸ τῆς ἐνανθρωπήσεως εἶχε θέλημα κτιστόν, κτιστὸς λοιπὸν κατ’ αὐτόν, ὢ τῆς ἀσεβείας, καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἦν. Ἐπεὶ δὲ καὶ ὡς δημιουργός, ταυτὸ δ’ εἰπεῖν ὡς Θεός, εἶχε τοῦτο τὸ θέλημα, τὸ γὰρ δημιουργικὸν τῶν ὄντων θέλημα μόνου τοῦ Θεοῦ, κοινὸν ἔχει τοῦτο ὁ τοῦ Θεοῦ προαιώνιος Υἱὸς μετὰ Πατρὸς καὶ Πνεύματος, ὡς καὶ σὺν ἐκείνοις παρὰ τοῦ νεήλυδος δογματιστοῦ τούτου βλασφημεῖσθαι.

Ὅθεν δείκνυται πάντας σχεδὸν ὁ Γρηγορᾶς τῇ βλασφημίᾳ ὑπερβαλλόμενος τοὺς ἐξ αἰῶνος δυσσεβεῖς.

Ἀλλὰ πόθεν καὶ πρὸς τὴν τοιαύτην ἐξηνέχθη δόξαν; Ἀπὸ τοῦ τὸν θεῖον Κύριλλον εἰπεῖν «γενέσθαι τὴν δημιουργικὴν θέλησιν». Τὸ γὰρ γενέσθαι κτισθῆναι δηλοῦν οὗτος ἐνόμισεν ἐνταῦθα, μὴ προσχών, ὡς ὁ θεῖος Κύριλλος, «ἐφ’ ὅτῳπερ ἂν λέγοιτο γενέσθαι τυχόν», φησίν, δηλονότι τῷ Πατρὶ ἢ τῷ Υἱῷ ἢ τῷ ἁγίῳ Πνεύματι, μηδὲ συνείς, ὅτι τὸ κτίσμα οὐκ ἐπὶ τῷ Θεῷ γίνεται, ἀλλ’ ὑπὸ τοῦ Θεοῦ, οὐδὲ τοῦ προφήτου λέγοντος ἀκούσας «ἐγένετό μοι ὁ Θεὸς εἰς καταφυγήν», ἵνα μάθῃ ὅτι τὸ γενέσθαι οὐκ ἐξ ἀνάγκης σημαίνει τὸ κτισθῆναι. Εἴποι γὰρ ἄν, ἀκολούθως τοῖς ἑαυτοῦ δόγμασιν, ὁ Γρηγορᾶς οὗτος καὶ τὸν Θεὸν εἶναι κτίσμα φανερῶς, ἐπειδήπερ ἐγένετο κατὰ τὸν ψαλμῳδόν.

Ἀλλὰ καὶ ἐνέργημα, φησίν, ὁ θεῖος Κύριλλος τὴν αὐτοῦ δημιουργικὴν εἶπε θέλησιν καὶ τῆς ὑπὲρ φύσιν οὐσίας ἀποτέλεσμα. Ὅτι μὲν οὖν ἐνέργημα λέγεται καὶ ἡ ἐνέργεια, πολλαχοῦ τῶν λογίων διατεθρύληται. Ἀποτέλεσμα δὲ εἰπὼν τὴν δημιουργικὴν θέλησιν ὁ θεῖος Κύριλλος, τῆς θείας εἶναι τοῦτο οὐσίας ἔφη. Οὐδεὶς δὲ τῶν θεολόγων καρπὸν ἢ ἀποτέλεσμα τῆς θείας φύσεως εἴρηκέ τι τῶν κτισμάτων, ἀλλὰ τῆς θείας θελήσεως καὶ ἐνεργείας. «Ἔργον μὲν γάρ, φασί, τῆς θείας φύσεως ἡ προαιώνιος καὶ ἀΐδιος γέννησις, ἔργον δὲ θείας θελήσεως ἡ κτίσις. Καὶ τὸ μὲν γεννᾶν φύσεώς ἐστιν, ἐνεργείας δὲ τὸ ποιεῖν καὶ μιᾶς φύσεώς ἐστι καρπὸς», κατ’ αὐτὸν τὸν θεῖον Κύριλλον, «τό τε γεννᾶν τὸν Πατέρα φυσικῶς καὶ τὸ κτίζειν δι’ Υἱοῦ δημιουργικῶς.

Ὁ αὐτὸς δέ, φησί, κρατήσει λόγος ἐπί τε τοῦ ἀγαθοῦ καὶ ἀφθάρτου καὶ ἀοράτου καὶ ὅσα πρόσεστι τῇ θείᾳ φύσει». Γρηγορᾶς δὲ ὁ πολὺς τὰ ἔργα πάντα καὶ τοὺς καρποὺς καὶ τὰ ἀποτελέσματα τῆς θείας φύσεως κτιστὰ δοξάζων καὶ πολλαχοῦ γράφων καὶ φανερῶς ἀποφαινόμενος, ὁπόσαις δυσσεβείαις καὶ ἀσεβείαις ἐντεῦθεν περιπίπτει, οὐδὲ ἀριθμῆσαι ῥάδιον.

Ἴδωμεν δὲ καὶ ἃ προάγει δεῖξαι ταὐτὸ καὶ ἀδιάφορον εἶναι τῇ οὐσίᾳ τοῦ Θεοῦ τὴν ἐνέργειαν, ἵνα καὶ τὴν ἐν τούτῳ δυσσεβῆ παραπληξίαν αὐτοῦ φανερὰν καταστήσωμεν. Φησὶν οὖν λαμβάνεσθαι μὲν καὶ ἐπ’ ἄλλων τὴν τῆς ἐνεργείας φωνήν, λαμβάνεσθαι δὲ κἀπὶ τῆς θείας ἐκείνης καὶ μακαρίας οὐσίας καὶ φύσεως. Καὶ μάρτυς, ὡς αὐτός φησι, Μάξιμος ὁ θεῖος γράφων· «ἡ αὐτοϋπεραγαθότης νοῦς οὖσα καὶ ὅλη ἐνέργεια, εἰς ἑαυτὴν ἐστραμμένη ἐνέργειά ἐστιν, οὐ δυνάμει πρότερον οὖσα ἀφροσύνη, εἶτα νοῦς ἐνεργείᾳ γενομένη. Ὅθεν καὶ νοῦς ἐστι μόνος καθαρός, οὐκ ἐπίκτητον ἔχων τὸ φρονεῖν, ἀλλὰ παρ’ ἑαυτοῦ πάντως νοεῖ ἃ νοεῖ. Εἰ γὰρ ἡ μὲν οὐσία αὐτοῦ ἄλλη ἐστίν, ἃ δὲ νοεῖ ἕτερα αὐτοῦ ἐστιν, ἀνόητος ἔσται ἡ οὐσία αὐτοῦ. Εἴ τι δὲ ἔχει, παρ’ ἑαυτοῦ ἔχει, οὐ παρ’ ἄλλου. Εἰ δὲ παρ’ ἑαυτοῦ καὶ ἐξ ἑαυτοῦ νοεῖ, αὐτός ἐστιν ἃ νοεῖ. Οὐκοῦν νοῦς ὢν ὄντως νοεῖ τὰ ὄντα ὡς ὤν». Εἰπάτω δὴ νῦν ἡμῖν ὁ διδάσκεσθαι διατεινόμενος ἐκ τῆς ῥήσεως ταύτης μηδὲν διαφέρειν τῆς οὐσίας τοῦ Θεοῦ τὴν ἐνέργειαν καὶ τὸν νοῦν καὶ ἃ νοεῖ ἐπὶ Θεοῦ, πῶς ὁ θεῖος Μάξιμος τὸν μὲν Θεὸν νοῦν φησι καὶ ὄντα ἑνιαίως, ὡσαύτως δὲ καὶ τὴν αὐτοῦ οὐσίαν ἀεὶ προάγει ἑνιαίως, ἃ δὲ ὁ Θεὸς νοεῖ οὐ προάγει ἑνιαίως. «Εἰ γὰρ ἡ μὲν οὐσία αὐτοῦ, φησίν, ἄλλη ἐστίν, ἃ δὲ νοεῖ ἕτερα αὐτοῦ ἐστιν, ἀνόητος ἔσται ἡ οὐσία αὐτοῦ».

Καὶ πάλιν· «εἰ παρ’ ἑαυτοῦ καὶ ἐξ ἑαυτοῦ νοεῖ, αὐτός ἐστιν ἃ νοεῖ καὶ ὅτι νοῦς ὢν ὄντως νοεῖ τὰ ὄντα ὡς ὤν». Πῶς δὲ καὶ ἀνόητος ἔσται ἡ οὐσία αὐτοῦ, εἴπερ ἕτερα αὐτοῦ ἐστιν ἃ νοεῖ;

Τήν γε μὴν κεφαλὴν οἷον ἀφελὼν ὁ Γρηγορᾶς τῆς ῥήσεως, δηλονότι τὴν ἀρχήν, εὐεπιχείρητον τῇ οἰκείᾳ κακουργίᾳ τὸ ἑξῆς προέθηκε· καίτοι ταύτην τὴν ἀρχὴν οὐ παρ’ ἑαυτοῦ, ἀλλὰ παρὰ τοῦ μεγάλου Διονυσίου ὁ μέγας εἰλήφει Μάξιμος, γράφοντος ἐν τοῖς περὶ τοῦ ὄντος, ὡς «ἔστιν ἐξ αὐτῆς καὶ ἐν αὐτῇ καὶ αὐτὸ τὸ εἶναι καὶ αἱ τῶν ὄντων ἀρχαί», πρὸς ὅ φησιν ὁ θεῖος Μάξιμος ὅτι «τὸ ἐξ αὐτῆς καὶ ἐν αὐτῇ οὕτω νοητέον· ἡ αὐτοϋπεραγαθότης νοῦς οὖσα καὶ ὅλη ἐνέργεια εἰς ἑαυτὴν ἐστραμμένη ἐνέργειά ἐστι» καὶ τὰ ἑξῆς. Διὸ καὶ προϊὼν τοῦ κεφαλαίου τούτου, σαφέστερον τὸν λόγον ποιούμενος. «αὐτός, φησίν, ὁ Θεὸς νοῦς ὅλος ὤν, ὅλος ἐστὶν ἐπιστήμη. Τὰ δὲ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ νόες εἰσίν, ἐοικότες θεωρήμασι τῆς ἐπιστήμης. Εἰσὶ δὲ ὁμοῦ καὶ διακεκριμένα ἐν αὐτῷ, ὡς καὶ ἐν ψυχῇ ὁμοῦ πολλαὶ ἐπιστῆμαι οὖσαι, ἀσύγχυτοι μένουσι καὶ ἐνεργοῦσιν ἔξω κατὰ μίαν ὅταν δέῃ». Τοιγαροῦν, εἰ κατὰ τὸν Γρηγορᾶν αἱ τοιαῦται τῶν ὄντων ἀρχαὶ καὶ ἅπερ ὁ Θεὸς εἴρηται νοεῖν ἡ οὐσία τοῦ Θεοῦ ἐστι, ταῦτα δὲ κατὰ τὸν μέγαν Διονύσιον καὶ τὸν θεοφόρον Μάξιμον ἐξ αὐτῆς τῆς οὐσίας τοῦ Θεοῦ εἰσιν, αὐτοπάρακτος ἔσται ἡ οὐσία τοῦ Θεοῦ καὶ αὐτοπάτωρ ὁ Θεός, ὡς καὶ ὁ τῶν δοκούντων ἐν Ἕλλησιν ὕθλος προϋπηγόρευσε κακῶς.

Ἐπιστῆσαι δὲ καὶ τοῦτο χρὴ καὶ πάνυ ἀναγκαίως· ὡς οὐκ εἶπεν ὁ θεῖος Μάξιμος, ἀπαγορεύων διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, μὴ τοῦ αὐτοῦ Θεοῦ εἶναι καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν («εἰ γὰρ ἡ οὐσία αὐτοῦ ἄλλη ἐστίν, ἃ δὲ νοεῖ, ἕτερα αὐτῆς»), ἵνα μηδεὶς πάθῃ τὴν Γρηγορᾶ καὶ Ἀκινδύνου δεινοτάτην ἐκτροπήν, ὥστε λέγειν μηδὲν διαφέρειν τῆς οὐσίας τοῦ Θεοῦ τὴν ἐνέργειαν.

Αὐτὸς μὲν γάρ ἐστιν ὁ Θεὸς καὶ αὐτοῦ ἐστιν ἥ τε θεία οὐσία καὶ ἡ θεία ἐνέργεια, ἀλλ’ οὐ διὰ τοῦτο μηδὲν διενήνοχε τῆς θείας οὐσίας ἡ θεία ἐνέργεια. Αὐτὸς γάρ ἐστιν ὁ Θεὸς καὶ ἡ ἀνωτάτω μονὰς καὶ ἡ ἀνωτάτω τριὰς καὶ ὅλος μονάς ἐστιν ὁ Θεὸς καὶ ὅλος τριάς, ἀλλ’ οὐχὶ διὰ ταῦτα μηδὲν διενήνοχε τῆς τριάδος ἡ μονάς. Μονὰς γάρ ἐστι κατὰ τὴν οὐσίαν ὁ Θεός, τριὰς δὲ κατὰ τὰς ὑποστάσεις, αἵτινες ἔστιν ὡς σαφῶς ἀλλήλων τε καὶ τῆς οὐσίας διαφέρουσιν. Ὁ δὲ Γρηγορᾶς ὑπὸ τῆς τοῦ ἀντικειμένου δυνάμεως ἐπισκοτισθεὶς τὴν διάνοιαν, τάχα δὲ καὶ τὴν ὄψιν καὶ τὴν ἀκοήν, ἀντὶ τοῦ αὐτοῦ τὸ αὐτῆς ἰδὼν καὶ ἀκούσας καὶ νοήσας, μαρτυρίαν προάγει τὴν μηδὲν μαρτυροῦσαν τῶν πρεσβευομένων παρ’ αὐτοῦ, μᾶλλον δὲ καὶ καταμαρτυροῦσαν αὐτοῦ περιφανῶς ὡς κτιστὴν φρονοῦντος τὴν οὐσίαν τοῦ Θεοῦ.

Τοῦτο γὰρ τὸ τοῦ θείου Μαξίμου κεφάλαιον σχόλιόν ἐστιν ἐπὶ τῷ χωρίῳ ἐκείνῳ, καθ’ ὅ φησιν ὁ ἐξ Ἀρείου Πάγου Διονύσιος, ὅτι «πρώτην τὴν τοῦ αὐτοεῖναι δωρεὰν ἡ αὐτοϋπεραγαθότης προβαλλομένη τῇ πρεσβυτέρᾳ πρώτῃ τῶν μετοχῶν ὑμνεῖται· καὶ ἔστιν ἐξ αὐτῆς καὶ ἐν αὐτῇ καὶ αὐτὸ τὸ εἶναι καὶ αἱ τῶν ὄντων ἀρχαί», τῷ τε πολλὰς καὶ δωρεὰς εἰπεῖν καὶ τῷ ἐξ αὐτῆς εἶναι τῆς αὐτοϋπεραγαθότητος ταύτης αὐτὰς προβαλλομένης σαφῶς παραστήσας μὴ εἶναι ταύτας τὴν οὐσίαν τοῦ Θεοῦ.

Δείκνυσι δὲ διὰ τοῦ σχολίου τούτου κατὰ τὸ ἐγχωροῦν ὁ θεῖος Μάξιμος, πῶς τὰς μετοχὰς ταύτας καὶ ἀρχὰς τῶν ὄντων ἐν ἑαυτῷ ἐξ ἀϊδίου ἔχει ὁ Θεός. Ταύτην δὲ τὴν τοῦ αὐτοεῖναι δωρεὰν καὶ μετοχὴν καὶ τὰς ἄλλας πάσας τῶν ὄντων μετοχάς τε καὶ ἀρχὰς καὶ κτιστὰς εἶναι σὺν Ἀκινδύνῳ καὶ ὁ Γρηγορᾶς διατείνεται καὶ τοῦτο παραστῆσαι διὰ πλείστης ποιεῖται τῆς σπουδῆς. Τὸ δ’ αἴτιον, ὅτι πολλαί τέ εἰσι καὶ διαφέρουσιν ἀλλήλων, κατὰ τοὺς θεολόγους, καὶ ἡ μὲν πρώτη τε λέγεται καὶ πρεσβυτέρα, ἡ δὲ μετὰ τὴν πρώτην καὶ αἱ ἄλλαι καθ’ ἑξῆς, καὶ ὅτι τούτων πασῶν τῶν μετοχῶν τε καὶ ἀρχῶν ὑπερέχειν τὸν Θεὸν φησὶν ὁ μέγας Διονύσιος, γράφων ἐν τῷ δωδεκάτῳ κεφαλαίῳ τῶν θεωνυμιῶν· «καθ’ ὅσον ὑπερέχουσι τῶν οὐκ ὄντων τὰ ὄντα τὰ ἅγια ἢ θεῖα ἢ κύρια ἢ βασιλικά, καὶ αὐτῶν μετεχόντων αἱ αὐτομετοχαί, κατὰ τοσοῦτον ὑπερίδρυται πάντων καὶ τῶν μετεχόντων καὶ τῶν μετοχῶν ὁ ἀμέθεκτος αἴτιος». Κτιστὸν γὰρ εἶναι Γρηγορᾶς τε καὶ Ἀκίνδυνος ἀποφαίνονται πᾶν οὗ ὁ Θεὸς ὑπέρκειται ὁπωσδήποτε χρονικῶς καὶ τοπικῶς καὶ συνελόντα φάναι ὑλικῶς, ἀλλ’ οὐ θείως περὶ τῶν θείων διανοούμενοι. Αὐτὸς οὖν ὁ Γρηγορᾶς, ὁ τὰς μετοχὰς ταύτας, δι’ ἅπερ ἔφην, εἶναι κτιστὰς ἀποφαινόμενος, τὸν θεῖον Μάξιμον προάγει λέγοντα τὸν Θεὸν εἶναι ταύτας τὰς μετοχάς τε καὶ ἀρχάς, ὡς ἐν αὐτῷ ταύτας ἔχοντα ἐξ ἀϊδίου.

Οὐκοῦν αὐτὸν τὸν Θεὸν κτίσμα λέγει, ταύτας λέγων κτίσματα, καὶ αὐτὸς ἑαυτὸν ὑπὸ ἀφροσύνης ἄκρας ἐξελέγχει, προάγων ὡς ὑπὲρ ἑαυτοῦ τὰ κατ’ αὐτοῦ τοῖς θείοις πατράσιν ἐξενηνεγμένα.

Ἐπεὶ δ’ αὐτὸς τουτὶ τὸ σχόλιον εἰς τὸ δεῖξαι μηδὲν διαφέρειν τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν προήνεγκε, τοῦτ’ ἄντικρύς φησιν ἐνταῦθα, ὡς αἱ κατ’ αὐτὸν κτισταὶ μετοχαί τε καὶ ἀρχαὶ ἡ οὐσία τοῦ Θεοῦ εἰσιν. Οὐκοῦν καὶ τὴν Ἀρείου μανίαν ὑπερέβαλεν. Οὐ γάρ τινα τῶν θείων ὑποστάσεων, ἀλλ’ αὐτὴν τὴν τρισυπόστατον καὶ παντοδύναμον οὐσίαν, δῆλός ἐστιν ἐντεῦθεν κτιστὴν κατασκευάζων. Ἔχων μέντοι κεκαυστηριασμένην τὴν συνείδησιν, ὥς φησιν ὁ Παῦλος, πρὸς τὰ δυσνόητα καὶ τοῖς πολλοῖς ἀπερινόητα καταφεύγει τῆς Γραφῆς, ὡς καὶ τὴν αὐτοῦ χωροῦντα κακουργίαν. Ἔθος γὰρ τοῦτο τοῖς αἱρεσιάρχαις πᾶσι παλαιόν, τὰ σαφῆ τῆς Γραφῆς διὰ τῶν ἀσαφῶν μεθέλκειν καὶ σοφιστικῶς ἐντεῦθεν παρακρούεσθαι τοὺς παραγομένους ὑπ’ αὐτῶν. Οὗτος δὲ καὶ δυσφώρατον αὐτὴν πεποίηκε, μηδὲ σχόλιον τοῦτο εἰπών, μηδὲ ἐφ’ ᾧ γέγραπται παρὰ Μαξίμου τοῦ θεορρήμονος. Ἡμεῖς δὲ τῆς ἀληθείας ὄντες ἐρασταὶ καὶ τῆς εὐσεβείας συνήγοροι, Θεοῦ συναιρομένου, καθάπερ ἔφημεν, οὗ τε καὶ ἐφ’ ᾧ κεῖται τῆς ὠφελείας τῶν ἐντυγχανόντων ἕνεκεν καὶ διαρκῶς διεσαφήσαμεν αὐτό, κατὰ τὸ βιβλίον ἐκεῖνο, ᾧ Ἀντίθεσις ἐπιγέγραπται πρὸς ἃ συνέθηκε καθ’ ἡμῶν τε καὶ τῆς ἀληθείας ὁ τῆς ἀληθείας ἐχθρὸς Ἀκίνδυνος.

Ὁ δὲ Γρηγορᾶς δογματίσας ἐνταῦθα καὶ δείξας, ὡς ἐνόμισε, τὴν ἄκτιστον ἐνέργειαν καὶ τὴν δύναμιν καὶ τὴν σοφίαν ταὐτὸν εἶναι τῇ οὐσίᾳ τοῦ Θεοῦ καὶ μηδεμίαν διαφορὰν ἔχειν πρὸς αὐτήν τε καὶ ἀλλήλας, εἶτα τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τοιαύτας φησὶν ἐνεργείας εἶναι τοῦ Πατρός. Ἐπεὶ γοῦν, κατ’ αὐτόν, αἱ ἄκτιστοι ἐνέργειαι μηδεμίαν πρὸς ἀλλήλας ἔχουσι διαφοράν, οὐδὲ ὁ Υἱὸς λοιπὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἔχουσί τινα διαφορὰν πρὸς ἄλληλα, καὶ σαβέλλειος εἰσάγεται συναλοιφή, μᾶλλον δὲ ἡμισαβέλλειος, εἰς δυάδα δυσσεβῶς συναιροῦσα τὴν τριάδα. Εἰ δὲ κατά τι διαφέρουσιν ἀλλήλων, ὥσπερ οὖν καὶ διαφέρουσιν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς καὶ ὁ Γρηγορᾶς αὐτὸς οὐκ ἄν ποτε σχοίη ἀντειπεῖν, καὶ κατ’ αὐτὸν ἄρα καὶ τοὺς νῦν τούτου λόγους ψευδὲς καὶ δυσσεβὲς εἰπεῖν, ὡς αἱ ἄκτιστοι ἐνέργειαι οὐδὲν οὐδαμῇ διαφέρουσιν ἀλλήλων. Οὐκοῦν καὶ πρὸς τὴν οὐσίαν ἐξ ἀνάγκης διαφέρουσι· τὰ γὰρ πρὸς ἄλληλα κατά τι διαφέροντα, τῶν ἀδυνάτων πρὸς ἓν ἀδιαφόρως ἔχειν πάντῃ τε καὶ πάντως. Καὶ ἀνῄρηται παρ’ ἑαυτῆς ἡ τῆς τοῦ Βαρλαὰμ φίλης ξυνωρίδος Γρηγορᾶ καὶ Ἀκινδύνου δόξα.

Λέγεται μὲν οὖν κατὰ κοινολογίαν τῆς θεολογίας καὶ ὁ Υἱὸς δύναμίς τε καὶ ἐνέργεια, κατὰ τὸν μέγαν Ἀθανάσιον, καὶ «ἵνα τὸ ἀπαθὲς τῆς γεννήσεως καὶ τὸ ἀΐδιον καὶ τὸ τῷ Θεῷ πρέπον λογιζώμεθα». Ἐνέργεια μὲν οὖν τοῦ Πατρὸς λέγεται καὶ ὁ Υἱός, οὐσίαν δὲ εἶναι τοῦ Πατρὸς τὸν Υἱὸν οὐδέπω καὶ τήμερον ἀκηκόαμεν. Ὁ δὲ Γρηγορᾶς παντάπασιν ἀδιάφορον λέγων τῇ ἀκτίστῳ οὐσίᾳ τὴν ἄκτιστον ἐνέργειαν, εἶτα τὴν τοιαύτην ἐνέργειαν εἶναι λέγων τὸν Υἱόν, τὸν Υἱὸν οὐσίαν εἶναι τοῦ Πατρὸς ἀριδηλότατά φησιν. Ἡμεῖς μὲν γὰρ οὐσίαν εἶναι τοῦ Θεοῦ ἀόρατον, ἀπερινόητον, ἀνέκφαντον, ἀνέκφραστον, ἀκατονόμαστον, δηλαδὴ Πατρός, Υἱοῦ καὶ Πνεύματος, πάντες εὐσεβῶς ὁμολογοῦμεν καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς οὐσίας εἶναι τῷ Πατρὶ καὶ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρός. Οὐσίαν δὲ ταῦτα λέγειν εἶναι τοῦ Πατρὸς αἱρέσεών ἐστιν αἰσχίστη καὶ καινή τις καὶ ἀλλόκοτος. Πρῶτον μὲν γὰρ αὐτὸς ὁ Πατὴρ ἀνούσιος ἔσται, τῷ Υἱῷ καὶ τῷ Πνεύματι μόνον ἐνθεωρούμενος. Ταῦτα δὲ μονοϋπόστατά τε καὶ καθ’ ἑαυτὰ τελέως ἀνυπόστατα, μὴ κατ’ ἰδίαν ἑκάτερον ὑπόστασιν ὑπάρχον, ὡς οὐσία τυγχάνοντα τῆς τοῦ Πατρὸς ὑποστάσεως, τουτέστι τῶν κατ’ αὐτὴν ἰδιωμάτων. Οὐχ ἡμῶν ἀλλ’ ἐκ τῶν ἐκείνου λόγων ταυτὶ τίκτεται τὰ ἀσύστατα.

Ἔπειτα, εἰ, καθάπερ παρὰ τῶν ἁγίων ἐδιδάχθημεν, ἐκ τῆς οὐσίας τοῦ Πατρός ἐστιν ὁ Υἱός, τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐσία τοῦ Πατρός, κατὰ τὸν τοῦ Γρηγορᾶ λῆρον, ἐκ τοῦ Πνεύματος ἔσται ὁ Υἱός, ὁμοίως δὲ καὶ τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ· καὶ γὰρ κἀκεῖνο ἐκ τῆς πατρικῆς οὐσίας οὐ γεννητῶς ἀλλ’ ἐκπορευτῶς προῆλθεν, οὐσία δὲ τοῦ Πατρὸς ὁ Υἱὸς κατὰ τὸν Γρηγορᾶν. Οὐ γὰρ ἤκουσεν, ὡς ἔοικεν, ἢ οὐκ ἐπίστευσεν, ὅτι «τὰ τῆς ὑπερουσίου θεογονίας οὐκ ἀντιστρέφει πρὸς ἄλληλα». Οὕτως ὁ Γρηγορᾶς ὑπὲρ τῆς οἰκείας ὑπολήψεως ἠγωνισμένος ἔχει μεγαλοφυῶς, ὡς ὁρᾶτε, καὶ πανσόφως.

Ἀπαριθμησάμενος δὲ καὶ τὰ σημαινόμενα τῆς ἐνεργείας καὶ μαρτυρίας ἔστιν ἐφ’ ὧν ἐπενεγκών, οὐδεμίαν ἀληθῶς εὑρεῖν ἐδυνήθη μηδὲν διαφέρειν τῆς οὐσίας τὴν ἐνέργειαν δεικνῦσαν. Ἡ μὲν γὰρ εἰς τοῦτο πρώτη παρ’ αὐτοῦ προηγμένη μαρτυρία, καθ’ ἣν ἐξηλέγχθη παρ’ ἡμῶν κτίσμα κατασκευάζων εἶναι τὴν οὐσίαν τοῦ Θεοῦ, μὴ τὴν αὐτὴν εἶναι τὴν οὐσίαν τοῦ Θεοῦ καὶ τὴν ἐνέργειαν, ἀλλ’ αὐτοῦ τοῦ Θεοῦ εἶναι καὶ τὴν οὐσίαν καὶ τὴν ἐνέργειαν ἐπὶ λέξεώς φησιν. Ἡ δὲ μετ’ αὐτήν, καίπερ ἀσαφὴς οὖσα καὶ μὴ πρὸς τὰ τοιαῦτα ἱκανὴ (οὐδεμία γὰρ πίστις ἐκ τῶν ἀσαφῶν) ὅμως δοκεῖ κἀκείνη τῇ προτέρᾳ συμφωνεῖν.

Τῇ δὲ ὑπολήψει τοῦ Γρηγορᾶ παντάπασίν ἐστιν ἀσύμφωνος, μηδὲ περὶ τῆς θείας οὐσίας τε καὶ ἐνεργείας ποιουμένη τὸν λόγον, ἀλλὰ περὶ μόνης τῆς οὐσίας. Ἡ δὲ τρίτη καὶ φανερῶς ἀντιθετικῶς ἔχει πρὸς τὴν τοῦ Γρηγορᾶ πεπλανημένην δόξαν.

Δείκνυσι γὰρ τὸν αὐτὸν Θεὸν εἶναι καὶ μονάδα καὶ Τριάδα. Ὥσπερ οὖν ὁ αὐτὸς Θεὸς καὶ μονὰς ὢν καὶ τριὰς οὐκ ἐμπόδιόν ἐστι πρὸς τὸ διαφέρειν τῆς τριάδος τὴν μονάδα, οὕτως ὁ αὐτὸς Θεός ἐστι καὶ ἡ θεία οὐσία καὶ ἡ θεία ἐνέργεια, καὶ οὐκ ἐμποδίζει τοῦτο πρὸς τὸ διαφέρειν τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν. Αὗται μὲν οὖν πρὸς τὴν διαφορὰν οὐκ ἐμποδίζουσιν.

Αἱ δὲ μετ’ αὐτὰς προηγμέναι παρὰ τοῦ Γρηγορᾶ καὶ διαφέρειν εὖ μάλα παριστῶσι τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν. Φασὶ γὰρ τὸν Υἱὸν δύναμιν καὶ ἐνέργειαν εἶναι τοῦ Πατρὸς ὡσδαύτως καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπεὶ οὖν τῆς αὐτῆς ὢν ἐνεργείας τῷ Πατρὶ καὶ ἐνέργεια μὲν τοῦ Πατρὸς εἶναι ὁ Υἱὸς πολλαχοῦ θεολογεῖται, τῆς δὲ αὐτῆς ὢν οὐσίας τῷ Πατρὶ οὐσία τοῦ Πατρὸς οὗτος παρ’ οὐδενὸς εἴρηται τῶν εὐσεβῶς φρονούντων, καὶ κατὰ τοῦτο ἄρα διαφέρει τῆς θείας οὐσίας ἡ θεία ἐνέργεια.

Ἵνα δὲ καὶ τὸ καταγέλαστον ἴδωμεν τῶν τοῦ Γρηγορᾶ δογμάτων, αὐτὴν προθῶμεν, ἣν αὐτὸς παρὰ τοῦ θείου Κυρίλλου προάγει μαρτυρίαν, «ὅτι ὁ Υἱός ἐστιν ἡ ζῶσα καὶ οὐσιώδης ἐνέργεια καὶ δύναμις καὶ σοφία τοῦ Πατρός». Εἰ γάρ, κατὰ τὸν Γρηγορᾶν, οὐδὲν διαφέρει τῆς οὐσίας ἡ ἐνέργεια, ἐροῦμεν λοιπὸν ὡς ὁ Υἱός ἐστιν ἡ ζῶσα καὶ οὐσιώδης οὐσία τοῦ Πατρός.

Ἀλλ’ ἐνέργειαν μὲν οὐσιώδη καὶ δύναμιν καὶ σοφίαν καὶ τὰ τοιαῦτα λέγομεν, καὶ καλῶς λέγομεν· οὐσίαν δὲ οὐσιώδη, ὡς ὁ Γρηγορᾶς ἐνάγει λέγειν ἡμᾶς, τίς εἰπὼν οὐκ ἂν εὐθὺς καταγέλαστος εἴη; Ὥστε καὶ κατὰ τοῦτο διαφέρει πάντως τῆς θείας οὐσίας ἡ θεία ἐνέργεια. Καὶ τοῦ Πατρὸς μὲν Θεὸν τὸν Υἱὸν οὐ λέγομεν—ἄπαγε τῆς ἀσεβείας—, ἐνέργειαν δὲ τοῦ Πατρὸς τὸν Υἱὸν εὐσεβῶς θεολογοῦμεν. Καὶ ἵν’ εἴπω κατὰ τὸν πολὺν τὰ θεῖα Μάξιμον, «οὐχ ἕτερον ἑτέρου, ἀλλὰ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα ἡ θεότης». Ἐνέργεια δὲ λέγεται ἕτερον ἑτέρου.

Ὁρᾷς σαφεῖς τὰς διαφορὰς τῆς ἀκτίστου οὐσίας τε καὶ ἐνεργείας παρὰ τῶν τοῦ Θεοῦ ἁγίων ἐκπεφασμένας; Ἀλλ’ ἐρεῖ καὶ αὐτὸς πρὸς ἡμᾶς, μᾶλλον δὲ καὶ φησί, «πῶς τοσούτων σημαινομένων ὑπὸ τῆς ἐνεργείας, πάντα παρατρέχοντες ὑμεῖς ἐφ’ ἕτερα καταφεύγετε»; Ἀλλ’ ἢ οὐκ οἶδεν ὃ λέγει καὶ περὶ τίνων διαβεβαιοῦται, παντάπασιν ἀσύνετος ὢν τῶν παρ’ ἡμῶν λεγομένων, καὶ πῶς ἀντιλέγει πρὸς ἃ οὐκ οἶδεν; ἢ ἑκὼν ἡμῶν καταψεύδεται, καὶ πῶς εὐσεβὴς ἀληθῶς ὁ τῆς κατ’ εὐσέβειαν ἀληθείας καταψευδόμενος; Ἀπαρτίσας γάρ, ὡς ἐνόμισεν αὐτός, τὰ περὶ τῆς ἀκτίστου ἐνεργείας ἐν τῷ πρώτῳ τῶν σημαινομένων, ἄρχεται κατάλογον ποιεῖσθαι τῶν νομιζομένων ὑπ’ αὐτοῦ κτιστῶν ἐνεργειῶν, γράφων, «ἐνέργεια λέγεται καὶ ἡ ἐν ἑκάστῳ τῶν ὄντων ἐνοῦσα φυσικὴ δύναμις, ὡς καὶ ἐν τῷ ἐνεργοῦντι τὸ ἐνεργητικόν». Ἡμεῖς οὖν ἐνεργοῦντα τὸν Θεὸν ἡμῶν γινώσκοντες καὶ τῶν ἄλλων μᾶλλον πάντων (ἐπεὶ καί τις τῶν σοφῶν καὶ ἀποστολικῶν ἀνδρῶν φησιν, ὅτι «θέσεις καὶ ἕξεις καὶ τόποι καὶ χρόνοι καὶ εἴ τι τοιοῦτον, οὐ κυρίως ἐπὶ Θεοῦ λέγονται ἀλλὰ μεταφορικῶς, τὸ δὲ πρὸς τὸ ποιεῖν καὶ ἐνεργεῖν ἀνῆκον ἐπὶ μόνου τοῦ Θεοῦ ἀληθέστατα ἂν λέγοιτο»)· ἡμεῖς οὖν ὡς ἀληθῶς ἐνεργοῦντα τὸν Θεὸν γινώσκοντες καὶ τὸ ἐνεργητικὸν τοῦτο τὴν φυσικὴν ἐνέργειάν τε καὶ δύναμιν ἔχοντα γινώσκομεν· «ὁ γὰρ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι», φησὶν ὁ Κύριος.

Οὐκοῦν ἔχει τὴν ἀπεργαστικὴν τῶν ἐκτὸς καὶ μὴ ὁμοουσίων ἑαυτῷ δύναμίν τε καὶ ἐνέργειαν ὁ Υἱὸς σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι. Καὶ μὴ μόνον τὴν ἀπεργαστικήν, ἀλλὰ καὶ τὴν ἐποπτικὴν καὶ προνοητικὴν ἀϊδίως ἔχει δύναμιν, θεᾶται γὰρ ὡς Θεὸς τὰ πάντα πρὶν γενέσεως αὐτῶν.

Ὅτι δὲ διαφέρει τῆς θείας οὐσίας ἡ τοιαύτη δύναμίς τε καὶ ἐνέργεια καὶ Γρηγόριος ὁ Νύσσης θεῖος πρόεδρος δι’ ὀλίγων παραστήσει γράφων· «Θεὸς ἐνεργοῦντα δηλοῖ, θεότης δὲ ἐνέργειαν. Οὐδὲν δὲ τῶν τριῶν ἐνέργεια, ἀλλὰ μᾶλλον ἐνεργοῦν ἕκαστον αὐτῶν». Καὶ ἀλλαχοῦ πάλιν· «ἡ θεία φύσις ὑπερβαίνει πᾶσαν τὴν διὰ φωνῆς σημασίαν». Οὐκοῦν ἡ θεότης οὐ τῆς φύσεως ἀλλὰ τῆς θεατικῆς τοῦ Πνεύματος δυνάμεως προσηγορία καθέστηκε. Ταύτην οὖν τὴν ἐνέργειαν ἄκτιστον φανερῶς οὖσαν καὶ κηρυττομένην ἔχειν τὸν Θεὸν ἡμῶν γινώσκομεν, τῆς αὐτοῦ οὐσίας οὐ χωριζομένην—ἄπαγε—, ἀλλὰ διαφέρουσαν οὕτω κατὰ τοὺς θεολόγους. Ἔφην δ’ ἂν ἐνταῦθα καὶ περὶ τῆς ἐνεργείας, ἣν ὁ μὲν Γρηγορᾶς τῆς θείας οὐσίας διαστέλλων, ὡς κίνησιν οὖσαν τοῦ ἐνεργοῦντος πρὸς τὰ ἐνεργούμενα, καὶ ἐπὶ τοῦ Θεοῦ κτιστὴν εἶναι διατείνεται. Οἱ δὲ θεοφόροι Πατέρες διαστέλλουσι μὲν τῆς οὐσίας τὴν τοιαύτην ἐνέργειαν, ἀλλὰ κτιστὴν μὲν τῶν κτιστῶν, τὴν δὲ τοῦ ἀκτίστου ἄκτιστον εἶναι ἀποφαίνονται. Ἀλλ’ ἐπειδὴ προϊὼν οὗτος τῇ ἀκινησίᾳ κατὰ τῆς ἀεικινησίας χρῆται τοῦ Θεοῦ, μὴ συνορῶν ὁ τάλας ὅτι ὁ αὐτὸς Θεὸς ἀκίνητός τε καὶ ἀεικίνητος εὐσεβῶς θεολογεῖται, γενόμενοι κατὰ τόπον, τοῦ Θεοῦ διδόντος, καὶ περὶ ταύτης ἐντελέστερον διαλαβόντες ἀπελέγξωμεν αὐτόν, διὰ τῶν περὶ τῆς ἀκινησίας αὐτοῦ λόγων καθ’ ἑαυτοῦ κινοῦντα τὸν Θεόν.