Τοῦτον γὰρ ἑξῆς προενεγκὼν ὁ Γρηγορᾶς συνεισήνεγκεν οὐδὲν ἧττον ἀξιόλογον μάρτυρα τῆς ἀθετουμένης ὑπ’ αὐτοῦ καὶ παρ’ ἡμῶν πρεσβευομένης εὐσεβείας γράφων· «ὁμοίως δὲ καὶ ὁ θεῖος Κύριλλός φησιν· ‘ἡ ἑνὸς τῶν ὠνομασμένων, Πατρὸς λέγω καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, δημιουργικὴ θέλησις, ἐφ’ ὅτῳπερ ἂν λέγοιτο γενέσθαι τυχόν, ἐνέργημα μὲν αὐτοῦ ἐστι, πλὴν διὰ πάσης ἔρχεται τῆς θεότητος καὶ τῆς ὑπὲρ τὴν φύσιν οὐσίας ἐστὶν ἀποτέλεσμα’». Εἰ γοῦν κτιστή, κατὰ τὸν Γρηγορᾶν, ἡ τοιαύτη θέλησις, δεδημιουργημένη ἂν ἐλέχθη παρὰ τοῦ ἁγίου, ἀλλ’ οὐ δημιουργική. Πρὸς δέ, εἰ τὸ δημιουργικὸν κτιστὸν ἔσται, κατ’ αὐτόν, ἑτέρῳ τοῦτο δημιουργικῷ δεδημιουργημένον ἔσται, κἀκεῖνο πάλιν ἑτέρῳ· καὶ τοῦτο ἐπ’ ἄπειρον. Τοῦ γε μὴν Υἱοῦ τοῦ Θεοῦ δι’ ἡμᾶς ἐνανθρωπήσαντος καὶ κτιστὸν εἶναι θέλημα πρεσβεύομεν πρὸς τῷ ἀκτίστῳ ἐπεὶ καὶ κτιστός ἐστι, κατὰ τὴν ἡμετέραν ἣν ἀνέλαβε φύσιν. Εἰ δέ, κατὰ τὸν Γρηγορᾶν, καὶ πρὸ τῆς ἐνανθρωπήσεως εἶχε θέλημα κτιστόν, κτιστὸς λοιπὸν κατ’ αὐτόν, ὢ τῆς ἀσεβείας, καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἦν. Ἐπεὶ δὲ καὶ ὡς δημιουργός, ταυτὸ δ’ εἰπεῖν ὡς Θεός, εἶχε τοῦτο τὸ θέλημα, τὸ γὰρ δημιουργικὸν τῶν ὄντων θέλημα μόνου τοῦ Θεοῦ, κοινὸν ἔχει τοῦτο ὁ τοῦ Θεοῦ προαιώνιος Υἱὸς μετὰ Πατρὸς καὶ Πνεύματος, ὡς καὶ σὺν ἐκείνοις παρὰ τοῦ νεήλυδος δογματιστοῦ τούτου βλασφημεῖσθαι.