Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Νικηφόρου Γρηγορᾶ

Γρηγόριος Παλαμᾶς

Η σύγχυση καταφατικής και αποφατικής θεολογίας και η χριστολογική πλάνη

Έλεγχος των φιλοσοφικών και γλωσσικών παραλογισμών του Γρηγορά, της σαβελλιανίζουσας ερμηνείας των θείων ονομάτων και των λανθασμένων συμπερασμάτων του για την ενανθρώπηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 8 από 15

Ἀλλὰ καὶ μετὰ τοῦτο «γνώριμον» ὁ Γρηγορᾶς φησιν «εἶναι πᾶσιν ὁμώνυμον εἶναι τὴν τοῦ ἔχειν φωνήν», καίτοι οὐ τὴν φωνὴν ὁμώνυμόν φασιν οἱ νοῦν ἔχοντες. Οὐ γὰρ τοῦ ὀνόματος ὄνομα τὸ αὐτὸ πάλιν ἐστίν, ἀλλὰ τὰ ὑποκείμενα τοῖς ὀνόμασι πράγματά ἐστι τὰ ὁμώνυμα, ὥσπερ καὶ ἑτερώνυμα, συνώνυμά τε καὶ πολυώνυμα· ἐπιστημόνως οὖν ἄν τις φαίη τὴν φωνὴν εἶναι τῶν ὁμωνύμων, μὴ φωνῶν δηλονότι, πραγμάτων δὲ λόγον μὴ τὸν αὐτὸν κεκτημένων, μόνῃ δὲ τῇ φωνῇ κοινωνούντων. Ἀλλ’ εἰ τὰ τοιαῦτά τις μετ’ ἐπιστήμης σκοποίη, τὸν Γρηγορᾶν εὑρήσει πολλαχοῦ τε καὶ πολυειδῶς καὶ περὶ τὴν γραμματικὴν πλημμελῆ καὶ περὶ τὴν ἔξω φιλοσοφίαν ἀνεπιστήμονα· περὶ γὰρ τῆς καθ’ ἡμᾶς ἱερᾶς ταύτης χρῷ φασι δῆλον. Σχεδὸν γὰρ ἐν πᾶσι δοκεῖν ἔχειν, ἀλλ’ οὐκ ἔχειν ἀληθῶς ἐσπούδασε, κρεῖσσον τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ, κακῶς ἄγαν καὶ ἐπισφαλῶς ἡγημένος. Ἀντὶ τοῦ πολύσημον τοίνυν οὗτος εἰπεῖν, ὁμώνυμον ἀμαθῶς εἰπὼν τὴν τοῦ ἔχειν φωνήν, εἰς τὸ κατάδηλον πᾶσι τοῦτο καὶ μαρτυρίας δεόμενος, ἀποχρῆναί φησι γράφων πρὸς ταύτην τὸν ἐκ Δαμασκηνοῦ θεῖον Ἰωάννην, ὃς ὀκταχῇ τὴν τοῦ ἔχειν ἡμῖν διαιρῶν σημασίαν, κατ’ οὐδένα γέ τινα τρόπον τούτων τῇ θείᾳ καὶ ἁπλουστάτῃ ἐκείνῃ φύσει διδοὺς τὸ ἔχειν εὑρίσκεται· πῶς γὰρ οἱασοῦν μεσιτευούσης ἀλλοτριώσεως καὶ τοῦ ἔχοντος τὸ ἐχόμενον διϊστώσης;

Δεικνῦναι μὲν οὖν ἐνταῦθα πῶς ὁ Δαμασκηνὸς θεολόγος τὸ ἔχειν καὶ τὸ ἔχεσθαι νοεῖν καὶ λέγειν ἡμᾶς ἐπὶ Θεοῦ διδάσκει, νῦν ὑπερθετέον. Ἀλλὰ τοῦτο φανερῶς ἐνταῦθα κείμενον οὐκ ἂν εἴη παροπτέον, ὡς ὁ μικρὸν ἀνωτέρω διὰ πλείστης ποιησάμενος σπουδῆς δεῖξαι μηδὲν διαφέρειν τοῦ ἔχοντος τὸ ἐχόμενον, νῦν ἐξ ἠλιθιότητος πάντως τὸν ἱερὸν προήγαγε Δαμασκηνὸν λέγοντα διαφέρειν κατὰ πᾶσαν ἀνάγκην τοῦ ἔχοντος τὸ ἐχόμενον, διὸ καὶ κατ’ οὐδένα τρόπον τὸ ἔχειν, ὥς φησιν οὗτος ἐκείνου καταψευδόμενος, συγχωροῦντα προσεῖναι τῇ θείᾳ φύσει.

Ἀλλ’ ὁ Γρηγορᾶς ἐρεῖ τὸ πάντῃ ἀδιάφορον ἐπὶ μόνου λέγειν τοῦ Θεοῦ; Ἀλλὰ δι’ ὧν τοῦτο κατασκευάζει τὰ πλείω καὶ τοῖς κτίσμασιν ἁρμόσει. Ἔχει μέντοι καὶ ἡ θεία φύσις ὑποστάσεις τρεῖς καὶ ὁ ἀνωτάτω Πατὴρ φυσικὸν καὶ γνήσιον Υἱόν, καὶ Πατέρα ὁ Υἱὸς καὶ διαφέρειν ὁμολογεῖται καθ’ ὑπόστασιν τοῦ ἔχοντος ἑκάτερος. Ὁ δὲ Γρηγορᾶς κατὰ μηδὲν διαφέρειν τοῦ ἔχοντος τὸ ἐχόμενον ἐπὶ Θεοῦ διατεινόμενος Σαβέλλιος ἄλλος ἀναφαίνεται, καθάπερ καὶ προέφην, Υἱὸν ἡμῖν εἰσάγων μηδαμῇ διαφέροντα τοῦ ἔχοντος Πατρὸς καὶ Πατέρα μηδαμῇ διαφέροντα τοῦ ἔχοντος Υἱοῦ, πλὴν τῇ προφορᾷ τῆς λέξεως, ἵν’ αὖθις εἴπω κατ’ αὐτόν. Δεικνὺς δὲ οὗτος καὶ τὴν φύσιν μηδὲν διενηνοχέναι τῆς ὑποστάσεως ἢ τῶν ὑποστάσεων καὶ τὸν Σαβέλλιον τῇ δυσσεβείᾳ ὑπερέβαλε. Πάσχει δὲ ταῦτα μὴ εἰδὼς ὡς ἡ θεία ἕνωσίς τε καὶ διάκρισις καὶ ἡ ἀποφατικὴ καὶ καταφατικὴ θεολογία διαφέρουσί τε ἀλλήλων καὶ συναληθεύουσιν ἀλλήλαις. Τοῦτο δὲ μηδαμῶς διανοούμενος, καὶ νῦν μὲν συμφύρων ταύτας, νῦν δὲ ἐπεγείρων κατ’ ἀλλήλων, κατὰ κρημνοῦ βάλλει ἑαυτὸν πάσης καὶ παντοίας πονηρᾶς αἱρέσεως.

Ἔστω δὴ κατ’ οὐδένα τρόπον, τῆς τοῦ ἔχειν σημασίας ὀκταχῇ διαιρουμένης, προσεῖναι τῷ Θεῷ τὸ ἔχειν, οὐδ’ οὕτως ἡμᾶς ἀναπείσει Γρηγορᾶς μηδαμῶς τὸ ἔχειν προσεῖναι τῷ Θεῷ φρονεῖν. Καὶ τῆς κινήσεως γὰρ ἑξαχῇ διαιρουμένης, κατ’ οὐδένα τρόπον τούτων κινεῖσθαι δώσομεν τὸ θεῖον, ὥσπερ οὐδ’ ἄλλου τινὸς τῶν διαιρετῶν ἁπάντων. Ἀλλ’ οὐ διὰ τοῦτο τὸν Θεὸν οὐκ ἀεικίνητον ἐροῦμεν εἶναι, ἀλλὰ καὶ ἀκίνητον, εἰδότες εὐσεβῶς προσίεσθαι τήν τε καταφατικὴν καὶ τὴν ἀποφατικὴν θεολογίαν, ἃς ὁ Γρηγορᾶς ἀσυνέτως πολλαχοῦ καὶ διὰ πολλῶν ἐπεγείρει κατ’ ἀλλήλων, ἡνίκα μὲν ἂν περὶ θείας διακρίσεως ὁ λόγος ᾖ, περὶ θείας ἑνώσεως φιλοσοφῶν αὐτὸς καὶ τὸ ἑνιαῖον τοῦ Θεοῦ προάγων εἰς ἀθέτησιν τοῦ διακεκριμένου, ἡνίκα δὲ περὶ θεοπρεποῦς κινήσεως, αὐτὸς περὶ τῆς θείας ἀκινησίας διαλεγόμενος, ὃ καὶ Σαβέλλιος ποιῶν, πολλοὺς παράγων ἦν, ὡς καὶ Γρηγορᾶς ἀρτίως, τοὺς μὴ καταστοχαζομένους τοῦ σκοποῦ τῶν λεγομένων.

Ἔνι γὰρ καὶ περὶ τοῦ ἑνιαίου τοῦ Θεοῦ πολλοὺς εὑρεῖν γενναίους τε καὶ θαυμασίους λόγους καὶ οὐχ ἁπλῶς οὗτοι κακῶς φρονοῦντας παριστῶσι Γρηγορᾶν τε καὶ Σαβέλλιον, ἀλλ’ ὅτι παρ’ αὐτῶν ἀντεπάγονται κακῶς θατέρῳ μέρει τῆς θεολογίας.

Ἐνταῦθα μέντοι μετὰ τὸ εἰπεῖν «ἴστω περιφανῶς ἁμαρτάνων ὁ καθ’ οἱονδήτινα τρόπον τὸ ἔχειν κυριωνυμεῖν βουλόμενος ἐπὶ Θεοῦ», ὥσπερ ἂν εἰ κύριόν τι τῶν ὀνομάτων ἕτερον ἦν ἐπὶ Θεοῦ, μετὰ τὸ εἰπεῖν δ’ ὅμως οὕτως, πειρᾶταί τινα θεραπείαν ἐπενεγκεῖν, γράφων «λέγεσθαι μὲν τὸ ἔχειν ἐπὶ Θεοῦ, καταχρηστικῶς δὲ», τουτέστι ψευδῶς· τοῖς γὰρ καταχρηστικῶς ὀνομαζομένοις οὐκ ἐπαληθεύουσι τὰ ὀνόματα.

Τοῦτο δὲ τὸ καταχρηστικῶς ἐκ τοῦ σχολείου τῆς ματαιότητος αὐτὸς τῇ θεολογίᾳ προεχειρίσατο, μὴ δυνηθεὶς συνιδεῖν ὅτι τὸ καταχρηστικῶς ἀλλ’ οὐ κυρίως ἐπὶ τῶν κατ’ ἔλλειψιν μὴ ὄντων ἃ λέγεται τίθεται· ὁ δὲ Θεὸς καθ’ ὑπεροχήν ἐστι μὴ ὢν ἃ λέγεται. Ταῦτ’ ἄρα κύριον μὲν ὄνομα οὐκ ἔχει, ἐπαληθεῦον δὲ ὅμως, εἰ μή τις φαίη τὰ σωματικῶς ἐπ’ αὐτοῦ λεγόμενα. Ἐπαληθευούσας οὖν ἔχει πάσας ἢ τὰς πλείστας προσηγορίας ὁ Θεός, ἀλλ’ οὐ καταχρηστικῶς. Τίς γὰρ δημιουργὸς ὄντως, τίς κηδεμών, τίς δεσπότης; Καὶ ἡμῶν δέ, οἷς κατὰ χάριν ἐστὶ Πατήρ, τίς μᾶλλον ἐκείνου τοῦ ἐκ μὴ ὄντων πάντῃ παραγαγόντος, εἰ καὶ ὑπὲρ τὴν διὰ τῶν ὀνομάτων δηλουμένην ἀλήθειαν ἐκεῖνός ἐστι;

Ὅτι δὲ ἐν τοῖς πλείστοις ἐπ’ ἀληθείας ἐστὶν ὃ λέγεται, διὰ τοῦτο ταύτης καὶ ἡμῖν μεταδίδωσι κατὰ τὸ ἐγχωροῦν. Διὸ καὶ Παῦλος ὁ θεῖος, Ἐφεσίοις γράφων, φησί· «κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῴη ὑμῖν» τὰ καὶ τά. Φαίη δ’ ἄν τις ἀληθῶς ὀνομάζεσθαι καὶ πᾶσαν υἱότητα παρὰ τοῦ ἀνωτάτω Υἱοῦ καὶ περὶ τοῦ Πνεύματος τὸν ἴσον τρόπον. Οὐκοῦν ἐπαληθεύουσαν μάλιστα, μᾶλλον δὲ καὶ μόνον ἁπάντων τὸ τοῦ Θεοῦ Πνεῦμα τὴν προσηγορίαν ἔχειν καὶ τὸν τοῦ Θεοῦ Υἱὸν τὴν ἑαυτοῦ, καὶ τὸν Πατέρα τὸν ἴσον τρόπον, καὶ τὸ τριαδικὸν καὶ ἑνιαῖον καλεῖσθαι τὸν Θεὸν καὶ τὰ παραπλήσια ὡσαύτως.

Τί οὖν; ἐπειδήπερ ἀληθευούσας ἔχει τὰς προσηγορίας ταύτας ἡ Τριάς, ὁ Θεὸς ἡμῶν, οὐχὶ καὶ ὑπὲρ ταύτας ἐστί; Καὶ πάνυ μὲν οὖν ὑπὲρ αὐτάς. Ἀλλὰ τὰ ἐπέκεινα ἐκεῖνα οὐκ ἀναιρετικὰ τῆς ἐν Θεῷ ἀληθείας ἐστίν, ἄπαγε, παραστατικὰ δὲ μᾶλλον ταύτης καὶ δεικτικὰ τοῦ καὶ ταύτην τὴν ἐκ τῶν ὀνομάτων παρ’ ἡμῶν ὑμνουμένην ἀλήθειαν ὑπερκεῖσθαι πάσης κτίσεως. Διό φησιν ὁ μέγας Διονύσιος· «καὶ μονὰς ὑμνουμένη καὶ Τριὰς ἡ ὑπὲρ πάντα θεότης, οὐκ ἔστιν οὐδὲ μονὰς οὐδὲ τριὰς πρὸς ἡμῶν ἢ ἄλλου τινὸς τῶν ὄντων διεγνωσμένη». Καὶ πάλιν· «ἡ πάντων αἰτία οὔτε πνεῦμά ἐστιν ὡς ἡμᾶς εἰδέναι, οὔτε υἱότης, οὔτε πατρότης, οὐδὲ ἄλλο τι τῶν ἡμῶν ἢ ἄλλῳ τινὶ τῶν ὄντων συνεγνωσμένων». Ἔχει δὲ ταῦτα ὁ Θεός, τό τε ὀνομάζεσθαι λέγω καὶ τὸ ὑπερώνυμος εἶναι, νοεῖσθαί τε καὶ ὑπὲρ νόησιν τελεῖν καὶ μετέχεσθαι καὶ ἀμέθεκτος ὡς ὑπὲρ μέθεξιν ὑπάρχειν, οὐ μεριζόμενος, οὐ συντιθέμενος, οὐ κτιζόμενος, κατὰ τοὺς Γρηγορᾶ καὶ Ἀκινδύνου καὶ Βαρλαὰμ φληνάφους. Τί δὲ ὅτι «τῆς τοῦ ὄντος φωνῆς εἰς οὐσίαν καὶ εἰς συμβεβηκὸς διαιρουμένης, εἰ μήτ’ οὐσία μήτε συμβεβηκὸς εἴη ἡ ἐνέργεια», μηδαμῇ μηδαμῶς ἐξ ἀνάγκης ἐστί; Κατὰ γὰρ τοὺς τοιούτους δυσσεβεῖς καὶ ἀμαθεῖς τοῦ Γρηγορᾶ λόγους καὶ τὸ ἀγέννητον μὴ ὂν ἂν εἴη, ἐπεὶ μήτε οὐσία ἐστὶ μήτε συμβεβηκός.

Ὡσδαύτως καὶ τὸ γεννητὸν καὶ τὸ ἐκπορευτόν, ἀλλὰ καὶ αἱ τρεῖς θεῖαι ὑποστάσεις, ἐπεὶ μήτε τρεῖς εἰσιν οὐσίαι, μήτε συμβεβηκυῖαι τῷ Θεῷ, καὶ ταῦτα μὴ ὄντα, κατὰ τὸν Γρηγορᾶν, ὃς δυσσεβὴς μέν ἐστι περιφανής, ἐπεὶ τοιαῦτα λέγει, παρ’ ὧν τὰ δυσσεβέστατα ἐκβαίνει, τοῦ καταλόγου δὲ τῶν ἀμαθῶν ἑαυτὸν ἀπέδειξε λογίων, ἐπεὶ μὴ γινώσκει τῆς διαιρέσεως ταύτης τὸ ἀτελές, καίτοι παρ’ Ἀριστοτέλους ἐν τοῖς Μετὰ τὰ Φυσικὰ δεικνύμενον, ὡς ἐν τοῖς Πρὸς Ἀκίνδυνον καὶ τοῦθ’ ἡμῶν διατετράνωται.

Καὶ τὰ θεῖα τοίνυν ὑποθεὶς ὁ Γρηγορᾶς τῇ διαιρέσει ταύτῃ, ᾗ μηδὲ πάντα τὰ κτιστὰ ὑπόκειται τοῖς ἐπιστημόνως τε καὶ ἀκριβῶς σκοποῦσι, καὶ τὸ μήτ’ οὐσίαν μήτε συμβεβηκὸς ὑπάρχον, μηδαμῇ μηδαμῶς ἀποφηνάμενος εἶναι, τὸ γεννητὸν ἐξ ἀνάγκης ἢ φύσιν ἐρεῖ τοῦ Υἱοῦ, καὶ τοῦ Πατρὸς τὸ ἀγέννητον, τῷ Εὐνομίῳ φρενοβλαβῶς συνᾴδων, ἢ συμβεβηκός, ὃ καὶ αὐτὸς προαπηγόρευσεν. Ἐπεὶ οὖν μηδὲ συμβεβηκός, τῶν μηδαμῇ μηδαμῶς ὄντων ἐξ ἀνάγκης ἰσχυρίσεται τελεῖν τὸ γεννητὸν τοῦ Υἱοῦ καὶ τοῦ Πατρὸς τὸ ἀγέννητον, ἑαυτὸν ἄθεον κἀντεῦθεν παριστάς.

Ὁ δὲ μέγας Βασίλειος πηγὴν εἰρηκὼς τὸ Πνεῦμα τὸ ἅγιον τῶν ἀϊδίων καὶ μὴ ἐνυποστάτων οὐσῶν ἐνεργειῶν, ἔδειξε καὶ ταύτας μήτ’ οὐσίαν εἶναι μήτε τῶν συμβεβηκότων. Ἆρ’ οὖν τῶν μηδαμῇ μηδαμῶς ὄντων; Καὶ πῶς ἀΐδιοι; Ὁ δὲ μέγας Ἀθανάσιος τὸ παρὰ τοῦ Κυρίου εἰρημένον προθείς, ὅτι «πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν», «ἀνάγκη, φησί, νοεῖν ἡμᾶς ὅτι ἐστὶν ἐν τῷ Πατρὶ τὸ ἀΐδιον, τὸ ἀθάνατον, τὸ δυνατόν, τὸ προγνωστικὸν καὶ τὰ τοιαῦτα. Ἔστι δὲ αὐτοῦ οὐχ ὡς ἀλλότρια αὐτοῦ, ἀλλ’ ὡς ἐν πηγῇ ἐστιν ἐν αὐτῷ ἀναπαυόμενα». Ἆρ’ οὖν τῶν μηδαμῇ μηδαμῶς ὄντων ταῦτα, ἐπεὶ μήτε οὐσία, καὶ μάλιστα τὰ ἀφαιρεματικά, μήτε συμβεβηκότα, καὶ μάλιστα τὸ ἀΐδιον καὶ τὸ προγνωστικὸν καὶ τὰ τοιαῦτα; Καὶ πῶς ἀναπαυόμενά ἐστιν ὡς ἐν πηγῇ τῷ ἀνωτάτω Πατρὶ τὰ μηδαμῇ ὄντα μηδαμῶς; Ὁ δὲ Δαμασκηνὸς θεολόγος «πηγὴν σοφίας καὶ προγνώσεως» εἶναι λέγει τὸν Υἱόν. Ἆρ’ οὖν ἡ θεία πρόγνωσις, ἐπεὶ μήτε οὐσία θεία, οὐ γὰρ πηγὴ τῆς θείας οὐσίας ὁ Υἱός, μήτε συμβεβηκυῖα, πῶς γάρ, τῶν μηδαμῇ μηδαμῶς ὄντων, ἢ κτίσμα ἢ ὄνομα ψιλόν, οἷα Γρηγορᾶς ὁ πολὺς τὴν δυσσέβειαν κατασκευάζειν ἐγχειρεῖ;

Ἐπεὶ δὲ καὶ ἡ ἕκτη τῶν οἰκουμενικῶν συνόδων ἐπὶ λέξεώς φασιν, ὅτι «πᾶσα φύσις πηγὴ ἐνεργείας ἐστὶ καὶ ταῖς διαφόροις ἐνεργείαις αἱ φυσικαὶ θελήσεις συνδιασχίζονται, εἰ δὲ δύο φύσεις ἐπὶ Χριστοῦ, πῶς οὐχ ἑκατέρα πηγάσει τὴν ἰδίαν ἐνέργειαν καὶ τὴν θέλησιν, ὡς κτιστὴν μὲν εἶναι τῆς κτιστῆς ἄκτιστον δὲ τῆς ἀκτίστου φύσεως τὴν ἐνέργειαν καὶ τὴν θέλησιν», διθεΐαν ἢ τριθεΐαν αὐτῶν κατηγορήσεις ἀθέως, ὦ Γρηγορᾶ, ἄκτιστον φρονούντων οὐ τὴν θείαν οὐσίαν μόνην τοῦ Υἱοῦ, ἀλλὰ καὶ τὴν διαφέρουσαν τῆς οὐσίας, ὡς αἰτίας ἐξ αὐτῆς ἀεὶ πηγαζομένην, ἐνέργειάν τε καὶ θέλησιν καὶ μὴ κατὰ σὲ συγχεόντων τὰς θείας ὑποστάσεις καὶ τὸν Υἱὸν Πατέρα ποιούντων, τῷ διατείνεσθαι, καθάπερ σύ, ἄκτιστον ἐνέργειαν τὸν Υἱὸν εἶναι καὶ ταῦτα τοιαύτην.

Εἰ γάρ, ὡς ἀκήκοας, ὁ Υἱὸς πηγάζει τὴν ἄκτιστον ἐνέργειαν καὶ τὴν θέλησιν, καὶ ταῦτα τὴν αὐτὴν ἀπαραλλάκτως τῷ Πατρί, σὺ δὲ ταύτας ὡς ἀκτίστους λέγεις Πνεῦμα καὶ Υἱόν, κατὰ σὲ Πατὴρ ἔσται ὁ Υἱός, πηγάζει γὰρ αὐτάς, ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον.

Κόρον δὲ μὴ λαμβάνων ὁ Γρηγορᾶς οὗτος τῶν ἀσεβημάτων, καὶ τὸν μέγαν Βασίλειον προάγει λέγοντα «ἐπὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν ἐπιδέχεσθαι λόγον τῇ οὐσίᾳ τὴν ἐνέργειαν», ἐκ τούτου δὲ κατασκευάζων αὐτὸς μηδὲν διαφέρειν τῆς θείας οὐσίας τὴν θείαν ἐνέργειαν, «ἐπειδή, φησίν, ὁ τῆς οὐσίας ὅρος καὶ λόγος, ταὐτὸν γὰρ ὅρος καὶ λόγος, πρᾶγμά ἐστιν αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν, εἴη ἂν πάντως καὶ ὁ τῆς ἐνεργείας λόγος ὁ αὐτός, κἂν τοῖς ὀνόμασι διαφέρουσι»· ταὐτὸν ἄρα καὶ ἀδιάφορον τῇ θείᾳ οὐσίᾳ ἡ θεία ἐνέργεια.

Τὴν μὲν οὖν ἐκφαινομένην περὶ τὸν ὅρον καὶ τὸν λόγον ἀμαθίαν αὐτοῦ τὸ νῦν εἶναι παροπτέον· τὸ δὲ ἐν ταῖς ὑψηλαῖς αὐτοῦ φρεσὶν ὅρον εὑρεῖν νομίσαι τῆς οὐσίας τοῦ Θεοῦ τοῖς ἀκροαταῖς παραλειπτέον. Ἀλλ’ εἰ διὰ τοῦτο μηδὲν διαφέρει τῆς θείας οὐσίας ἡ θεία ἐνέργεια, ἐπειδὴ τὸν αὐτὸν ἐπιδέχονται λόγον, ὅς ἐστι, κατὰ τὸν Γρηγορᾶν, πρᾶγμα αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν, ἔστι δὲ καὶ ὁ λίθος, ἵν’ ἓν εἴπω τῶν ἁπάντων, ἔστιν οὖν καὶ οὗτος, ἐπειδήπερ οὐσία, πρᾶγμα αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν. Ταὐτὸν καὶ ἀδιάφορον ἔσται τῇ οὐσίᾳ τοῦ Θεοῦ ἅπας λίθος, μᾶλλον δὲ ἅπασα οὐσία. Εἰς τοῦτο καταστρέφει πᾶσα ἡ κατεσπουδασμένη τοῦ Γρηγορᾶ φιλοσοφία καὶ θεολογία, ὃς οὐδ’ ἐκεῖνος ἐνενόησεν, ὅτι τὸ μὲν ἄκτιστον ᾗ ἄκτιστον, οὐδεμίαν ἔχει πρὸς τὸ ἄκτιστον διαφοράν· τὸ δὲ κτιστὸν ᾗ κτιστόν, ἔνι πρὸς ἕτερον κτιστὸν διαφορὰν κεκτῆσθαι. Καὶ τοῦτ’ ἐπὶ νοῦν μὴ δυνηθεὶς λαβεῖν νομίζει καθάπτεσθαι τοῦ Παλαμᾶ, ἓν ἄκτιστον λέγοντος τὴν θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν, εἰ καὶ τρόπον ἕτερον διαφέρουσιν ἀλλήλων.

Ἀλλ’ ἴδωμεν, ποῦ καὶ τίνος ἕνεκεν ὁ μέγας ἔφη Βασίλειος τὸν αὐτὸν λόγον ἐπιδέχεσθαι τῇ θείᾳ οὐσίᾳ τὴν θείαν ἐνέργειαν. Ἐκείνου γὰρ σαφηνισθέντος ὑγιῶς, καὶ τὴν θείαν ἐνανθρώπησιν ἀναιρῶν, τό γε εἰς αὐτὸν ἧκον, ὁ Γρηγορᾶς ἀναφανήσεται.

Ἐκείνῳ γὰρ τῷ μεγάλῳ καὶ ἀπὸ τοῦ δεσποτικοῦ σώματος δεικνύντι δημιουργὸν εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ συλλογισμοῦ καὶ διαιρέσεως ἐδέησε. Φησὶ τοίνυν· «τὸ ἔκ τινος ἢ δημιουργικῶς ἢ γεννητικῶς ἢ φυσικῶς ἐστιν ἐξ αὐτοῦ, ὡς ἡ ἐνέργεια ἡμῶν ἐξ ἡμῶν, ἢ ὡς τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτοῦ. Εἰ τοίνυν τὸ ὑπερκόσμιον σῶμα Χριστοῦ ἐκ Πνεύματός ἐστιν ἁγίου, οὐ δυνατὸν δὲ γέννημα αὐτοῦ ὑπάρχειν, ὅτι τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστιν, οὐδ’ αὖ πάλιν ἐξ αὐτοῦ, ὡς ἐνέργεια αὐτοῦ, ὅτι ἐπὶ ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν τῇ οὐσίᾳ λόγον ἐπιδέχεται ἡ ἐνέργεια, ὑπολείπεται ἄρα ἐξ αὐτοῦ εἶναι ὡς κτίσμα αὐτοῦ».

Πρῶτον μὲν οὖν τοῦτο μανθάνομεν ἐντεῦθεν, ὡς ἔστιν ἐκ τοῦ ἁγίου Πνεύματος ἐνέργεια φυσική, ὡς καὶ ἡ φυσικὴ ἐνέργεια ἡμῶν ἐξ ἡμῶν καὶ ἡ τοῦ ἡλίου ἐξ αὐτοῦ, τὴν δὲ φυσικὴν τοῦ θείου Πνεύματος ἐνέργειαν οὐδεὶς ἂν εἴποι τῶν κτιστῶν, εἰ μὴ καὶ τὸ Πνεῦμα κτίσμα. Γρηγορᾶς οὖν εἰς ἀθέτησιν τῶν κοινῶν καὶ θείων τῆς ἀκτίστου θεότητος ἐνεργειῶν, ἀκτίστους ἐνεργείας μόνας εἶναι λέγων τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον, αὐτό τε καὶ τὸν Υἱὸν ἐκ τοῦ Πνεύματος εἶναι δογματίζει. Τὴν γὰρ ἄκτιστον ἐνέργειαν ἐκ τοῦ Πνεύματος ἐνταῦθ’ εἶναι σαφῶς ὁ μέγας ἔφη Βασίλειος. Πρὸς δὲ καὶ αὐτὴν τὴν θείαν φύσιν ἐκ τοῦ Πνεύματος ὁ Γρηγορᾶς φησίν, ἐπειδήπερ ἀδιάφορον φησὶ τῇ ἀκτίστῳ οὐσίᾳ τὴν ἄκτιστον ἐνέργειαν. Εἰ δὲ κτιστὴν αὐτὸς ἐρεῖ τὴν ἐκ τοῦ Πνεύματος ταύτην φυσικὴν ἐνέργειαν, πρὸς τοῖς ἄλλοις μυριολέκτοις ἀσεβήμασιν αὐτοῦ καὶ ταῖς ἐνταῦθα θεορρημοσύναις τοῦ μεγάλου Βασιλείου ἀντικείσεται, καὶ ἀντιδιαστέλλοντος ταύτην ἐνταῦθα φανερῶς τῶν δημιουργικῶς ὄντων ἐκ τοῦ Πνεύματος καὶ ἄκτιστον αὐτὴν ἀποδεικνύντος εἶναι.

Ἐπειδὴ δὲ ὁ μέγας Βασίλεος καὶ τὸ τοῦ Χριστοῦ σῶμα μὴ εἶναι ἐκ τοῦ θείου Πνεύματος ὡς φυσικὴν ἐνέργειάν φησιν, ὅτι ἐπὶ τοῦ Πνεύματος ἡ τοιαύτη ἐνέργεια τὸν αὐτὸν ἔχει λόγον τῇ οὐσίᾳ, τὸ δὲ σῶμα οὐ τὸν αὐτόν, ὁ δὲ λόγος οὗτος, κατὰ τὸν Γρηγορᾶν, ἔστι πρᾶγμα αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν καὶ διὰ τοῦτο, κατ’ αὐτόν, τὸ τοῦ Χριστοῦ σῶμα οὐκ ἔστιν ἐκ τοῦ Πνεύματος, ὡς ἐνέργεια αὐτοῦ τοιαύτη καὶ τοιοῦτον ἐπιδεχομένη λόγον, τὸ τοῦ Χριστοῦ ἄρα σῶμα, κατὰ τὸν Γρηγορᾶν, οὐκ ἔστι πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν· οὐ γὰρ ἂν διεστέλλετο τῆς τοιαύτης ἐνεργείας, ἥτις τοιοῦτον ἐπιδέχεται λόγον. Εἰ δὲ μὴ αὐθύπαρκτόν ἐστι, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν, οὐδὲ οὐσία ἐστίν, οὐδὲ τὴν φύσιν, καθ’ ἡμᾶς, ἀλλ’ ἕτερόν τι καὶ φαντασιῶδες, ἀσύστατόν τε καὶ ἀνυπόστατον. Ἆρά τις τῶν ἐξ αἰῶνος παντοδαπὸς οὕτως ἀσεβής, ὡς ὁ Γρηγορᾶς, ἀναπέφηνεν οὗτος; Ἀλλ’ ἐπειδὴ καὶ συντεμνόντων ἡμῶν καὶ ὑποτεμνόντων, ὡς οἷόν τε, τὸ πλῆθος τῶν εἰς Θεὸν ἐξενηνεγμένων τῷ Γρηγορᾷ βλασφημιῶν, παρελαύνειν ἐπείγει τὸν λόγον τὴν συμμετρίαν, ἓν ἔτι προθέντες τῶν ὑπ’ αὐτοῦ προηγμένων καὶ τὴν ἐν τοῖς ὑπὸ τῶν θεοφόρων εἰρημένοις ἀσυνεσίαν αὐτοῦ δεικνῦον, παῦλαν τῷ λόγῳ δῶμεν. Εἰ δ’ ἄρα σοι καὶ τῶν ἑξῆς πόθος, καὶ τρίτον προσεξεργασόμεθα λόγον.

Ἡμῶν γὰρ προαγαγόντων δεῆσαν τὸ θεολογικὸν ἐκεῖνο «οὐκ ἐν ῥήμασιν ἡμῶν ἀλλ’ ἐν πράγμασιν ἡ εὐσέβεια, οὐδὲ περὶ τῶν ὀνομάτων ζυγομαχοῦντες ἀσχημονήσομεν, ἕως ἂν εἰς τὴν αὐτὴν διάνοιαν αἱ συλλαβαὶ φέρωσι», δι’ οὗ διδασκόμεθα μὴ τοῖς ῥήμασι καὶ τοῖς γράμμασιν ἰουδαϊκῶς ἐναπομένειν, ἀλλὰ πρὸς τὸν σκοπὸν τοῦ λέγοντος τείνειν τὴν ἡμετέραν διάνοιαν καὶ τὸν ὑγιῆ τῶν γεγραμμένων νοῦν, διὸ καὶ ὁ μέγας φησὶ Βασίλειος «οὐ χρὴ προσέχειν λέξεσιν, ἀλλὰ τῇ τοῦ σκοποῦ δυνάμει. Κἂν γὰρ ἀγράφους τις λέγῃ λέξεις, οὐδὲν διαφέρει, ἕως ἂν εὐσεβῆ τὴν διάνοιαν ἔχῃ. Οἱ δὲ αἱρετικοί, κἂν ταῖς ἀπὸ τῶν γραφῶν χρήσωνται, οὐδὲν ἧττον ὕποπτοι καὶ τὸν νοῦν διεφθαρμένοι».

Συνᾴδουσι δὲ τούτῳ καὶ οἱ θεοφόροι θεολόγοι πάντες καὶ ὁ τῷ χρόνῳ σχεδόν, πλὴν τῶν θείων Ἀποστόλων, ἅπαντας προάγων Διονύσιος ὁ μέγας γράφων, ὡς «ἔστιν ἄλογον καὶ κακὸν καὶ τῶν μὴ τὰ θεῖα νοεῖν ἐθελόντων ἴδιον, τὸ μὴ τῇ δυνάμει τοῦ σκοποῦ προσέχειν ἀλλὰ ταῖς λέξεσι».

Διδασκούσης οὖν τῆς θεολογικῆς ἐκείνης ῥήσεως, μὴ τὰς ἐν τῇ θεοπνεύστῳ γραφῇ λέξεις ἀθετεῖν, ἄπαγε τῆς παρανοίας, ἀλλ’ ἀφορᾷν πρὸς τὸν σκοπὸν τοῦ λέγοντος ἢ γράφοντος καὶ τὴν τῶν ῥημάτων καὶ γραμμάτων αὐτοῦ διάνοιαν, καὶ ἡμῶν τούτου γε ἕνεκα προκομισάντων, ὁ Γρηγορᾶς ὑπὸ τῆς οἰκείας παρανοίας ἐκτραπείς, οὕτως ἐξεδέξατο τὴν ῥῆσιν καὶ ἐνενόησεν, ἠγνόησε δὲ μᾶλλον καὶ παρενόησεν εἰπεῖν οἰκειότερον, ὡς ἂν εἰ τὰς ἐν τῇ γραφῇ λέξεις ἀθετεῖν παρῄνει, καὶ οὕτως αὐτὴν παρανοήσας, κατ’ αὐτῆς χωρεῖ πολυειδῶς, ἄτοπον εἶναι ταύτην παριστὰς καὶ τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ καὶ πᾶσι τοῖς ἐν τοῖς συγγράμμασι ζῶσι θεοφόροις ἐναντίαν. Καὶ τὸ τῆς παρανοίας ὑπερβάλλον, ὅτι ὡς ὑπεναντία προάγει κατ’ αὐτῆς τὰ μηδὲ διαφωνοῦντα, ἐκεῖνο προφέρων τοῦ Εὐαγγελίου, τὸ μηδεμιᾶς ἐν τῇ γραφῇ καταφρονεῖν κεραίας, καὶ τὸ τοῦ Χρυσοστόμου πατρὸς πρὸς τοῦτο εἰρημένον· «οὐκ ἀζήμιον εἶναι ἰῶτα ἕν, ἢ μίαν κεραίαν παραδραμεῖν, ὥστε πάντα διερευνᾶσθαι χρὴ καὶ μὴ ἀπρακτεῖν ἐᾶν τὴν τῶν ῥημάτων καὶ πραγμάτων δύναμιν». Ταῦτα ὡς ὑπεναντία τῇ θεολογικῇ προάγει ῥήσει, καίτοι κἀκείνη τοῦτό ἐστι διδάσκουσα, πρὸς τὰ πράγματα βλέπειν τὰ ὑπὸ τούτων σημαινόμενα καὶ τοῦ σκοποῦ τῶν λεγομένων καταστοχάζεσθαι καὶ τῇ δυνάμει τῶν τε ῥημάτων καὶ τῶν γραμμάτων ἐμβατεύειν, ἀλλ’ οὐ φιλονεικίας ὑπόθεσιν καὶ δυσσεβείας ἀφορμὴν τὰ ῥήματα ποιεῖσθαι.

Καὶ τῶν αἱρετικῶν γὰρ οἱ πλείους αὐτοῖς τοῖς εὐαγγελικοῖς κεχρημένοι ῥήμασι τοῦ σκοποῦ τῶν λεγομένων καὶ τῆς δυνάμεως ἀπεπλανήθησαν, ὡς καὶ Γρηγορᾶς οὗτος. Διὸ καὶ ἀποφαίνεται γράφων· «οὕτως ἐμβρόντητος καὶ παραπλὴξ τὴν διάνοιαν εἴη ἄν, καὶ οὐδὲν ὑγιὲς ὁμοίως, ὅ τε τοιαδὶ παραινῶν καὶ ὁ πεπεῖσθαι δοκῶν» μετὰ τοῦ τῆς θεολογίας ἐπωνύμου καὶ τῷ μαθητῇ τῆς ἀληθείας ἀναιδῶς λοιδορούμενος.

Εἶτα, μετὰ τὸ τὴν θεολογικὴν ἐκείνην ῥῆσιν ἀνελεῖν πολυειδῶς, καὶ ὡς αὐτὸς ἐνόμισε ταύτην ἀπελέγξαι τε καὶ καθυβρίσαι, ῥῆσιν εἰδὼς ταύτην οὖσαν τοῦ τῆς θεολογίας ἐπωνύμου, πειρᾶταί τινα παραμυθίαν πορίσασθαι πρὸς τὴν ἀντίθεσιν. Φησὶ γοῦν «οἰκονομικῶς τὸν ἐν θεολογίᾳ μέγαν Γρηγόριον καὶ κατ’ ἀνάγκην ταύτην φάναι τὴν ῥῆσιν, ὡς καὶ Διονύσιός φησιν ἐκεῖνος εἶπεν ἃ εἶπεν, ὅν φασι ταῖς μετ’ αὐτὸν αἱρέσεσι πολλὰς παρασχεῖν τὰς ἀφορμάς». Οὕτω Γρηγορᾶς τιμᾷν οἶδε τόν, ὡς εἰπεῖν, ἐν θεολογίᾳ μετὰ τοὺς ἀποστόλους περιφανέστατον, διὸ καὶ τῆς θεολογίας ἐπώνυμον, καὶ οὕτω συνίησι τὴν ἐκείνου θεολογίαν.

Τοσαύτην δὲ κεκτημένος ἀσυνεσίαν περὶ τὴν τῶν θεοφόρων πατέρων διδασκαλίαν καὶ οὕτω πλημμελῶς ἐκδεχόμενος αὐτά, ὡς καὶ πρὸς πᾶν τοὐναντίον ἀποβουκολεῖσθαι, πᾶσαν αἵρεσιν ὁ τάλας ἐπεσώρευσε τῇ ἑαυτοῦ κεφαλῇ τε καὶ ψυχῇ. Διὸ καὶ ἀντικείμενος κατέστη τῆς Ἐκκλησίας τοῦ Χριστοῦ καὶ ὑπ’ αὐτῆς τῶν αὐτῆς περιβόλων δικαίως ἀπηλάθη καὶ ἀπεκηρύχθη παρρησίᾳ καὶ τοῖς ἀναθέματι καθυποβληθεῖσιν ἐγγράφως συνετάχθη.

Εἰ μὴ ἄρα μεταμεληθείη καὶ τῶν πονηρῶν δογμάτων ἀποσταίη συμφωνήσας ἡμῖν κατὰ τὴν τῆς εὐσεβείας ἀλήθειαν, ὅπερ ἡμῖν μὲν εὐχῆς ἔργον καὶ ἐλπίς, ἀπογινώσκειν γὰρ εἰς τέλος πρὸ τοῦ πᾶσιν ὀφειλομένου τέλους οὐδένα δεῖ, προστιθεὶς δ’ ὅμως οὗτος ὁσημέραι ταῖς δυσσεβείαις, ἀπροσδόκητον αὐτοῦ σχεδὸν ἀπεργάζεται τὴν ἐπὶ τὸ κρεῖττον ἐπάνοδον.