Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Βαρλαὰμ καὶ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Εισαγωγή και έλεγχος της Απολογίας του Ακινδύνου

Εισαγωγή στον αντιρρητικό λόγο και πρώτη συστηματική ανασκευή της Απολογίας του Ακινδύνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 1 από 6

ΓΡΗΓΟΡΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΘΕΣΣΑΛΟΝΙΚΗΣ ΤΟΥ ΠΑΛΑΜΑ ΛΟΓΟΣ ΔΙΑΣΑΦΩΝ ΕΝ ΕΠΙΤΟΜΩ ΤΗΝ ΤΟΥ ΒΑΡΛΑΑΜ ΚΑΙ ΑΚΙΝΔΥΝΟΥ ΔΟΞΑΝ ΚΑΙ ΤΩΝ ΥΠΕΡ ΕΥΣΕΒΕΙΑΣ ΑΝΤΙΛΕΓΟΝΤΩΝ ΑΥΤΟΙΣ ΕΣΤΙ ΔΕ ΟΥΤΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΑΚΙΝΔΥΝΟΥ ΛΟΓΟΝ ΕΝ Ω ΔΙΑΣΥΡΕΙΝ ΕΠΙΧΕΙΡΕΙ ΚΑΙ ΘΕΟΛΟΓΙΚΟΝ ΤΡΟΠΑΡΙΟΝ ΙΣΙΔΩΡΟΥ ΤΟΥ ΠΑΝΑΓΙΩΤΑΤΟΥ ΠΑΤΡΙΑΡΧΟΥ Ἀπολογίαν ἑαυτοῦ τὸν πρὸς ἀνασκευὴν ἀρτίως προτεθέντα παρ’ ἡμῶν αὐτοῦ λόγον ἐπιγράφει ὁ Ἀκίνδυνος. Ἄρχεται δὲ οὕτως. «Ἄνδρες ἀδελφοὶ καὶ φιλόθεοι, νέοι καὶ πρεσβύται, γένος ἅπαν καὶ ἡλικία πᾶσα, ἀθροίσθητε ἐπὶ τὸ αὐτὸ ἀκοῦσαι οἷα ἡ τοῦ Θεοῦ Ἐκκλησία κακοῦται καὶ θλίβεται ὑπὸ τῶν ἀρτίως καινοτομούντων εἰς τὴν πάτριον ἡμῶν εὐσέβειαν· οἷς μηδόλως μηδεὶς ὑποκλίνει τὸ οὖς τῶν τῆς εὐσεβείας φίλων».

Ἀπολογία μέν ἐστιν ὁ πρὸς τοὺς κατηγοροῦντας καὶ ἀντιλέγοντας λόγος. Ἀπόκρισις δέ ἐστι ὁ πρὸς τοὺς ἁπλῶς ἐρωτήσαντας. Ἐπεὶ οὖν ἀπολογίαν ἐπιγράψας ὁ Ἀκίνδυνος πρὸς πάντας τοὺς φιλοθέους καὶ τοὺς φίλους τῆς εὐσεβείας ποιεῖται τὸν παρόντα λόγον, νέους καὶ πρεσβύτας, γένος ἅπαν καὶ ἡλικίαν πᾶσαν, παρίστησιν ἑαυτὸν ὑπὸ πάντων τῶν φιλοθέων καὶ τῶν φίλων τῆς εὐσεβείας κατηγορούμενον καὶ ἀντιλεγόμενον ὑπό τε νέων καὶ πρεσβυτῶν γένους τε παντὸς καὶ ἡλικίας πάσης.

Ὁ γοῦν ὑπὸ πάντων τῶν Φιλοθέων καὶ τῶν φίλων τῆς εὐσεβείας κατηγορούμενος καὶ ἀντιλεγόμενος καὶ μηδενὶ πειθόμενος, ὡς αὐτὸς παρίστησιν, ἀξιοῖ πάντας αὐτὸς πείθειν καὶ μεταδιδάσκειν, ὢ τῆς ἀπονοίας, ἀπολογούμενος. Ἀλλ’ ἐχέτω μὲν τὰ τῆς ἀπολογίας ὅπως ἂν ἔχῃ, φευκτέα δὲ καὶ ὑβρισμένα δόγματα ὡς κενὰ καὶ δυσσεβῆ καὶ κακοῦντα καὶ θλίβοντα τὴν ἐκκλησίαν τοῦ θεοῦ, τὰ μὴ τοῖς ἁγίοις ἡμῶν πατράσιν ὁμόλογα καὶ «γύναια σεσωρευμένα ἁμαρτίαις καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα», τὰ τούτοις πειθόμενα. Ἴδωμεν οὖν τὰ ἐνταῦθα γεγραμμένα παρὰ τοῦ Ἀκινδύνου ὡς ἡμέτερα καὶ ὅσα ὁ Ἀκίνδυνος ὡς οἰκεῖα συνίστησι δόγματα· κἂν εὕρωμεν τὸν Ἀκίνδυνον ὄντα τὸν μὴ ὁμολογοῦντα τῇ περὶ τῶν θείων δογμάτων πατερικῇ παραδόσει, καθάπερ οὖν εὑρήσομεν, οὗτός ἐστιν ὁ τὰς καινοφωνίας εἰσάγων, ὁ τοὺς λόγους τοὺς ἀπάγοντας τῆς ὑγιοῦς πίστεως διδάσκων, ὁ προστιθεὶς τῇ μέχρι τῆς δεῦρο ἱερᾷ καὶ ἀσφαλεῖ ἡμῶν πίστει, ὁ διὰ κακίαν καὶ καινοτομίαν περιβόητος καὶ κατάδηλος, καὶ ἁπλῶς ὅσα αὐτὸς ἀρχόμενος καὶ μεταξὺ γράφων εἶπε κατὰ τῶν ἀντιλεγόντων αὐτῷ.