Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος Παλαμᾶς – Κατὰ Βαρλαὰμ καὶ Ἀκινδύνου

Γρηγόριος Παλαμᾶς

Η άκτιστος θεοποιός χάρις και η απόρριψη της κτιστής θείας ενέργειας

Αναίρεση των ισχυρισμών του Ακινδύνου περί κτιστής ενέργειας και υποδεέστερης θεότητας, με πατερική τεκμηρίωση της άκτιστης φύσης της θεοποιού χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος Παλαμᾶς

—

Κεφάλαιο 2 από 6

Γράφει γοῦν ἐνταῦθα ὁ Ἀκίνδυνος ὅτι φαμὲν ἡμεῖς «ἔστι θεότης ὑφειμένη, δῶρον οὖσα τῆς ὑπερκειμένης». Ταῦτα γοῦν τὰ ῥήματα καὶ ἡ φράσις τοῦ Βαρλαάμ ἐστι, πρώτου μὲν αὐτοῦ τοῦτο φρονήσαντος κακῶς καὶ κατὰ δυσσεβῆ διάνοιαν, εἶτα καὶ καθ’ ἡμῶν τοῦτο γράψαντος ὡς ἐκ τῶν παρ’ ἡμῶν προτεινομένων τῶν ἁγίων ῥήσεων συναγόμενον, μὴ μέντοι καθ’ ἣν ἐκεῖνος ἐπρέσβευε διάνοιαν. Ἔστιν οὖν καὶ ἡμῶν ὡς μετ’ ἐκεῖνον γραψάντων καὶ πρὸς τὴν ἐκείνου δόξαν ἀντιλεγόντων, ἀλλ’ οὐ πρὸς τὰ ῥήματα. Ἐπεὶ «μὴ ἐν ῥήμασιν ἡμῖν, φησίν, ἀλλ’ ἐν πράγμασιν ἡ εὐσέβεια», καὶ «οὐ περὶ τῶν ὀνομάτων ζυγομαχοῦντες ἀσχημονήσομεν». Ὁ δὲ Ἀκίνδυνος, ἀφεὶς τὸν Βαρλαὰμ ἵνα τοὺς ἀκούοντας ἀπατήσῃ, ὡς ἡμέτερα ταῦτα προβάλλεται, ταῦτα παραχαράξας καὶ τὰ πρὸ αὐτῶν ἀπαλείψας. Ἀλλ’ οὐ μόνος ὁ Βαρλαὰμ καὶ ἡμεῖς καὶ τὴν θεοποιὸν δωρεὰν θεότητα ὀνομάζομεν καὶ ταύτης τῆς θεότητος ὑπερκεῖσθαι λέγομεν τὸν Θεόν, ἀλλὰ καὶ ὁ μέγας Διονύσιος ἐν τῇ πρὸς Γάϊον δευτέρᾳ ἐπιστολῇ καὶ ἐν τῷ περὶ εἰρήνης κεφαλαίῳ καὶ ἐν τῷ περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας καὶ ἐν τῷ περὶ τοῦ ὄντος καὶ ἀλλαχοῦ πολλαχοῦ. Καὶ ὁ ἅγιος Μάξιμος πολλαχοῦ καὶ ὁ μέγας Βασίλειος καὶ ὁ Νύσσης θεῖος Γρηγόριος, καὶ ἁπλῶς ἅπαντες οἱ ἅγιοι.

Τίς οὖν ἡ ἀντιλογία ἡμῶν καὶ τοῦ Βαρλαάμ; Ὅτι τὴν θεοποιὸν ταύτην χάριν καὶ δωρεὰν τοῦ ἁγίου Πνεύματος, ἣν καὶ θεότητα οἱ ἅγιοι ὀνομάζουσιν, ἡμεῖς μὲν ὁμοφώνως τοῖς ἁγίοις ἄκτιστον εἶναί φαμεν, ὡς τοὺς καταξιουμένους ἑνοῦσαν τῷ Θεῷ καὶ οὕτω θεουργοῦσαν, ἀλλ’ οὐκ αὐτὴν τοῦ Θεοῦ χωριζομένην, ὁ δὲ Βαρλαὰμ κτιστὴν εἶναι φρενοβλαβῶς φησίν, ἀποσχίζων ταύτην δυσσεβῶς τῆς ἀκτίστου θεότητος. Ὅτι μὲν οὖν ἡμεῖς ἄκτιστον εἶναί φαμεν ταύτην τὴν θεοποιὸν χάριν τοῦ παναγίου πνεύματος, ἥτις παρὰ τῶν ἁγίων καὶ θεότης προσαγορεύεται καὶ αὐτὸς ὁ Ἀκίνδυνος ἐνταῦθα μαρτυρεῖ, γράφων ἐφεξῆς λέγειν ἡμᾶς, ὅτι οὐ θεότης μόνον καλεῖται ἡ θεοποιὸς χάρις τοῦ Θεοῦ, ἀλλὰ καὶ ἄκτιστός ἐστιν. Ὅτι δὲ καὶ οἱ ἅγιοι τὴν χάριν ταύτην τοῦ ἁγίου Πνεύματος ἄκτιστον φασίν, ἔνι γνῶναι καὶ ἀπὸ τῶν ῥήσεων αὐτῶν ἐκείνων, ἐν αἷς καὶ θεότητα ὀνομάζουσιν αὐτήν.

Ἀλλὰ καὶ ὁ μέγας Διονύσιος ἐν τῷ τετάρτῳ Περὶ θείων ὀνομάτων κεφαλαίῳ «ἄναρχον αὐτὴν εἶναι καὶ ἀτελεύτητον» φησίν, ἀλλαχοῦ τε πολλαχοῦ καὶ ὁ θεῖος Μάξιμος καὶ ὁ ἅγιος Ἰωάννης ὁ Δαμασκηνὸς καὶ ὁ μέγας Βασίλειος καὶ ἁπλῶς ἅπαντες οἱ ἅγιοι. Ἐπεὶ δὲ ἄκτιστός ἐστιν ἡ χάρις αὕτη καὶ δωρεὰ τοῦ ἁγίου Πνεύματος, συμφυής ἐστι καὶ ἀχώριστος αὐτοῦ ὡς καὶ ἡ τοῦ ἡλίου ἀκτὶς ἀχώριστός ἐστιν αὐτοῦ, δῶρον οὖσα καὶ αὕτη τοῦ ἡλίου, καθ’ ἣν ἡλιοειδῆ τὰ μετέχοντα ποιεῖ. Καὶ ὥσπερ αὕτη οὐκ ἐμποδίζει ἕνα εἶναι ἥλιον, εἰ καὶ ὑπέρκειται ταύτης ὡς πηγὴ καὶ αἴτιος αὐτῆς ὁ ἥλιος, οὕτως οὐδὲ ἡ θεοποιὸς χάρις τοῦ Θεοῦ ἐμποδίζει ἕνα εἶναι Θεὸν καὶ μίαν θεότητα, εἰ καὶ ὑπέρκειται ταύτης ὁ Θεὸς ὡς πηγὴ καὶ αἴτιος τῆς ἐμφύτου ταύτης δωρεᾶς. Οὕτω γὰρ καὶ ἡ τοῦ σοφοῦ διάνοια δίδοται ὡς δῶρον τοῖς μαθητευομένοις καὶ σοφίζει τούτους, ἀλλ’ οὐ τοῦ διδάσκοντος χωρίζεται εἰ καὶ ὑπέρκειται ὁ νοῦς κατ’ οὐσίαν τῆς τοιαύτης διανοίας ὡς πηγὴ καὶ αἴτιος αὐτῆς. Ἐνέργεια δὲ νοῦ ἐστιν καὶ οὐκ οὐσία ἡ διάνοια, εἰ καὶ μὴ χωρίζεται τοῦ νοῦ. Ὁ δὲ Ἀκίνδυνος μετὰ τοῦ Βαρλαὰμ κτιστὴν τὴν θείαν χάριν λέγων καὶ φρονῶν καὶ διὰ τοῦτο ἡμῶν κατηγορῶν, τῶν ἄκτιστον αὐτὴν λεγόντων, εἰ μὲν μὴ ὑπερκεῖσθαι κατ’ οὐσίαν τὸν Θεὸν ταύτης τῆς κατ’ αὐτὸν κτιστῆς χάριτος φησί, κτίσμα τὸν Θεὸν ποιεῖ ὁ ἄθλιος.

Εἰ δὲ καὶ αὐτὸς ὑπερκεῖσθαι ταύτης τὸν Θεὸν φησί, πῶς ἡμῶν κατηγορεῖ, ὡς ὑπερκεῖσθαι λεγόντων ταύτης τὸν Θεόν;

Οὐκοῦν φανερὸν ὡς πρὸς ἀπάτην τῶν ἀκουόντων ἡμῶν κατηγορεῖ τὴν ὑπερκειμένην καὶ ὑφειμένην θεότητα καὶ ἵνα συγκαλύψῃ τὴν ἑαυτοῦ δυσσέβειαν ὅτι κτιστὴν ὁ ἄθλιος εἶναι λέγει τὴν θεότητα· καὶ γὰρ αὐτός ἐστιν ὄντως ὁ λέγων δύο εἶναι θεότητας, διῃρημένας ἀπ’ ἀλλήλων πάντῃ, καὶ τὴν μὲν ὑπερκειμένην τὴν δὲ ὑφειμένην. Πῶς γὰρ ἔνι μὴ ὑπερκεῖσθαι πάντα τρόπον τοῦ κτιστοῦ τὸ ἄκτιστον; Καὶ αὐτός ἐστιν ὁ καινόφωνος καὶ ἀποτρόπαιος καὶ φρεναπάτης, μᾶλλον δὲ δυσσεβέστατος καὶ θεομάχος ὡς διχοτομῶν τὴν ἐν οὐσίᾳ καὶ δυνάμει καὶ ἐνεργείᾳ μίαν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, εἰς δύο ἐκφύλους καὶ ἀπηλλοτριωμένας ἀλλήλων παντάπασι θεότητας. Τίς γὰρ ὁμοτιμία; τίς δὲ συνάφεια τῆς κτιστῆς παρ’ αὐτοῦ λεγομένης θεότητος πρὸς τὴν ἄκτιστον οὐσίαν; πῶς δὲ οὐχὶ κτιστὴν φανερός ἐστιν οὗτος εἶναι φρονῶν· καὶ κατασκευάζων καὶ τὴν οὐσίαν τοῦ Θεοῦ, ἧς τὴν ἐνέργειάν φησιν κτιστήν; Ἆρ’ οὐχὶ καὶ τὸν Ἄρειον καὶ τὸν Σαβέλλιον καὶ αὐτοὺς τοὺς χριστομάχους Ἰουδαίους οὗτος ὁ ἄθλιος ὑπερέβαλλε τῇ δυσσεβείᾳ; Οἱ μὲν γὰρ ἓν λέγουσιν ἄκτιστον, τὸν πατέρα μόνον· ἀλλὰ δημιουργὸν εἶναι τοῦτον καὶ παντοδύναμον ὁμολογοῦσιν ἔχοντα καὶ οὐσίαν καὶ ἐνέργειαν καὶ δόξαν ἄκτιστον, ἣν καὶ τῷ Μωυσεῖ προϋπέδειξεν ἐπ’ ὄρους, μείνας κατ’ οὐσίαν καὶ ὑπόστασιν ἀθέατος. «

Οὐδεὶς γάρ, φησίν, ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται». Ὁ δὲ τάλας Ἀκίνδυνος καὶ αὐτὸν τὸν πατέρα εἰς κτιστὰ καὶ ἄκτιστα διχοτομεῖ, τὴν μὲν οὐσίαν αὐτοῦ λέγων ἄκτιστον θεότητα, τὴν δὲ θεοποιὸν αὐτοῦ δύναμιν καὶ ἐνέργειαν κτιστὴν εἶναι διαβεβαιούμενος θεότητα καὶ κατηγορῶν τῶν ἄκτιστον εἶναι λεγόντων τὴν θείαν καὶ θεοποιὸν δύναμιν καὶ χάριν καὶ ἐνέργειαν καὶ οὕτως ἐν οὐσίᾳ καὶ ἐνεργείᾳ ἀκτίστῳ μίαν προσκυνούντων θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.